Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἄρειον καὶ Σαβέλλιον περὶ τῆς θεότητος

Γρηγόριος ὁ Νύσσης

Η αλληλοπεριχώρηση των θείων προσώπων και η πανταχού παρουσία του Θεού

Θεολογική προσέγγιση της συνυπάρξεως Πατρός και Υιού, ανάλυση της πανταχού παρουσίας έναντι της πονηράς δυνάμεως και ερμηνεία του χωρίου περί αγνοίας της ημέρας της κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ ἴσως καὶ τοῦτ᾽ ἂν εἴποις· Εἰ ὁ πατὴρ τέλειος ὢν τὰ πάντα πληροῖ, ποῖος ὑπολείπεται 〈τόπος〉 τῷ υἱῷ τελείῳ ὄντι εἰς τὸ χωρῆσαι; ἀλλὰ ἀλλήλων φημὶ γεγονέναι δεκτικοὺς καὶ χωρητικούς· Ἐγὼ γάρ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν· οἱ δὲ ἀλλήλους χωροῦντες ἴσοι ἂν εἶεν ἀλλήλοις τὸ μέγεθος. πῶς οὖν ἐν ἀλλήλοις γένοιντ᾽ ἄν, πάντως ἀκοῦσαι προῄρησαι· δεῖ γὰρ τὸ ἕτερον περιέχεσθαι ὑπὸ τοῦ ἑτέρου. τὸ γοῦν περιεχόμενον ἐν τῷ περιέχοντι· τὸ δὲ περιέχον οὐκ ἂν περιέχοιτο πάλιν ὑπὸ τοῦ περιεχομένου. μὴ οἴου τὸν θεὸν κένωμά τι ἔχειν ἐν ἑαυτῷ ᾧ ὑποδέδεκται τὸν περιεχόμενον. ἐπὶ γὰρ ἀνθρώπων τοῦτο νομιστέον· οὔτε γὰρ ἑτέρων χωρητικοὶ τυγχάνομεν οὐδ᾽ αὖ χωροῦμεν εἰς ἕτερον. εἰ δὲ καὶ χωροίημεν, κενώματι περιέξομέν τε καὶ περιληφθησόμεθα.

ἐπὶ θεοῦ δὲ τοιόνδε τι νοητέον· ὥσπερ 〈εἰ ἐν〉 ἀνθρώπου ψυχῇ δύο ἐπιστῆμαι ἢ πλείους συνελθοῦσαι ὁμοῦ τυγχάνοιεν, ἰατρικὴ καὶ φιλοσοφικὴ καὶ ὅσαι ἄλλαι, ὑπ᾽ ἀλλήλων οὐ στενοχωροῦνται ἐν νοῦ καὶ ψυχῆς χώρῳ αἱ πολλαὶ τὸν ἀριθμόν, εὐρυχωρούμεναι καὶ ἀλλήλαις ἐνδιδοῦσαι τόπον, καίτοιγε πληροῦσαι τὴν ψυχὴν καὶ μὴ ὑπεξιοῦσαι ἑτέρα τῆς ἑτέρας, ὡς μίαν οὐσίας φαντασίαν παρέχειν τοῖς σκεπτικωτάτοις τῶν ἀνδρῶν, ἐπεὶ καθ᾽ ἑνὸς καὶ ταὐτοῦ ἵδρυνται νοῦ, διενηνόχασιν 〈δ᾽〉 ἀλλήλων, καθότι ἄλλο μὲν ἰατρική, ἕτερον δὲ φιλοσοφική· οὕτω δὴ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τοῦ αὐτοῦ κεχωρηκότες τόπου καὶ ἀλλήλων δεκτικοὶ γεγονότες καὶ ἓν ὄντες, ὡς μικρῷ πρόσθεν ἔφημεν, μόνῃ ὑποστάσει καὶ προσηγορίᾳ θάτερος θατέρου διενήνοχεν, ἐν ἀλλήλοις δὲ τυγχάνουσιν ὄντες.

καὶ ὥσπερ μύρου ὀδωδὴ ἀέρι ἐνδιαχυθεῖσα κατὰ τοῦ αὐτοῦ χωρίου τ᾽ ἀμφότερα τυγχάνοντα τῷ δοκεῖν μὲν συνδιακέχυται, κατ᾽ ἀλήθειαν δ᾽ εὑρήσεις ἕτερον μὲν τὸν ἀέρα, ἄλλο δὲ τὴν ὀδωδήν· ἤδη δὲ καὶ φῶς τὸ ἐξ ἡλίου καὶ πνοαὶ τῶν ἀνέμων ἀλλήλων διαπεφυκότα καὶ τῷ δοκεῖν ἀναμεμιγμένα πολλὴν ἔχουσι τὴν διαφοράν· φῶς γὰρ καὶ ἄνεμοι οὐχ ἥκιστα διεστήκασιν ἀλλήλων· τούτοις ἀπείκασον τὴν θεότητα καὶ μεῖζόν τι τῆς διὰ λόγου ἀποδείξεως διανοηθεὶς εὕροις ἂν τοὺς ἑκατέρους ἓν κατ᾽ οὐσίαν καὶ ὁμοφροσύνην καὶ τὸν ἕνα εἰς πατέρα καὶ υἱόν, καθάπερ προέφημεν, ὑποστάσει καὶ προσηγορίᾳ διαπεπλασμένον.

Πάντως ἄρα κινήσεις μοι καὶ τοῦτο· Εἰ τὰ πάντα πεπλήρωκεν ὁ πατήρ, αὖθις δὲ καὶ ὁ υἱός, ποῖος ὑπολείπεται τόπος τῇ ἀντικειμένῃ δυνάμει; μεθ᾽ ἑαυτοῦ γὰρ ἔχειν τὸν ἐναντίον οὐκ ἂν ἁρμόζοι θεῷ. εἰ δ᾽ ὅπῃ τυγχάνοι καὶ ὁ τῆς κακίας ἄρχων, μὴ καὶ θεὸς εἴη ἐνταυθοῖ, περίγραπτος ἄρα καὶ μερικὸς ἀποδειχθήσεται ὁ θεός. ἀλλά φημι ἔγωγε πανταχοῦ εἶναι καὶ μὴ εἶναι ὅπου οὐκ ἔστι θεός, εἰ καὶ ὁ τῆς κακίας ἄρχων τυγχάνοι που ὤν. οὐδὲ γὰρ αἱ τοῦ ἡλίου ἀκτῖνες κατὰ βορβόρων καὶ λύθρων φερόμεναι μολύνονται, ἀλλὰ μᾶλλον ἀφανιστικαὶ τυγχάνουσι καταξηραίνουσαι τῷ καύματι· οὕτω καὶ Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον προσαγορεύεται καὶ Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, ἵνα τοῖς μὲν προσφιλέσι λύχνος καὶ φῶς ᾖ, τοῖς δὲ ἐχθροῖς πῦρ καταναλίσκον· Φλογιεῖ, γάρ φησι, κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. διὸ δὴ καὶ ὁ τῆς κακίας ἄρχων βουλόμενος διαφεύγειν τὰς πυρφόρους τοῦ θεοῦ βολὰς πάντα τόπον διαθεῖ· πανταχοῦ δ᾽ εὑρίσκων τὸν θεὸν δίεισι 〈διὰ〉 πάσης ἀνθρωπότητος· εἰ δ᾽ εὑρίσκει τινὰς τῷ πνεύματι ζέοντας, ἀποφεύγει καὶ τὸν παρ᾽ αὐτῶν καύσωνα. κατάδυσιν δ᾽ εὑρὼν ἔν τινι μὴ ἔχοντι πνεῦμα θεοῦ σεσαρωμένην καὶ κεκοσμημένην ἐπ᾽ ὀλίγον, ἀναπαεὶς συναναλωθήσεται τῷ ὑποδεδεγμένῳ· ὁμοίως γὰρ ἐχθρὸς ὀφθήσεται καὶ ὁ ὑποδεδεγμένος τὸν ἀνταίροντα τῷ θεῷ φίλον ποιούμενος. ἱκανῶς οἶμαι πρὸς ἀπόδειξιν καὶ τούτοις ἐπεξιέναι.

Μηδὲ τοῦθ᾽ ὑπολελείφθω μοι λεληθότι ἢ καὶ τῇ πρὸς τὰ ἄλλα ὁρμῇ παραπλεύσαντι ὥσπερ βιαίᾳ συνωσθέντι πνοῇ, πῶς σὺν τοῖς ἅπασιν οὐδ᾽ ὁ υἱὸς οἶδε τὴν ἡμέραν ὁ ἐν ἑαυτῷ ἔχων τὸν πατέρα καὶ αὐτὸς ὢν ἐν τῷ πατρί; ἀλλὰ καὶ τοῦτο ταπεινοφροσύνης ὑπερβολῆς ἔμφασιν ἔχει. ἔδει γὰρ ὑπερβαλλόντως τὸν υἱὸν τοῦ θεοῦ ταπεινοῦν ἑαυτόν, ἐπεὶ καὶ τὴν ἄλλην πολιτείαν καθ᾽ ὑπερβολὴν κάλλιστα διεδέξατο. εἰπὼν δὲ μὴ ἐγνωκέναι τὸ μὲν ταπεινοφρονεῖν τοῖς ἀκροωμένοις ἐνέφηνεν· ἵνα δὲ μὴ δοκῇ ψευδὴς εἶναι, εἶπεν· Εἰ μὴ ὁ πατὴρ οἶδε μόνος τῷ μὲν λόγῳ ἀνηνάμενος εἰδέναι, τῇ δὲ δυνάμει τοῦ αἰνίγματος ὁμολογήσας· εἰδότος γὰρ μόνου τοῦ πατρὸς οἶδεν ἄρα καὶ ὁ υἱὸς ἓν ὢν αὐτὸς καὶ ὁ πατήρ. δύο δὴ ἐκ τούτου κατορθώματα συμβέβηκε τῇ ἀνθρωπότητι, ὑπόθεσίς τε ταπεινοφροσύνης καὶ συντελείας ἄγνοια, δι᾽ ἣν ὁ βίος συγκεκρότηται. τί δ᾽ ἂν εἴη δυσεπιγνωστότερον, ἡ ἡμέρα τῆς συντελείας ἢ αὐτὸς ὁ θεὸς καὶ πατήρ; εἰ δὲ τὸν πατέρα ἔγνω εἰπών· Ἵνα γινώσκητέ με, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, πῶς οὐκ ἂν ἔγνω τὴν ἡμέραν, ἧσπερ καὶ δημιουργὸς αὐτὸς γέγονε; χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδέν. καὶ τοῦτο τοῖς βραχέσι τούτοις ἀποδεδειγμένος ὁ λόγος ὅπως ἔχει, μὴ ἐμποδών τινι γίγνοιτο πρὸς τὴν εὐθεῖαν πίστιν.