Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἀβλάβιον ὅτι οὐκ εἰσὶ τρεῖς θεοί

Γρηγόριος ὁ Νύσσης

Το αδιαίρετο της θείας ενέργειας έναντι της ανθρώπινης πολλαπλότητας

Ανασκευή της ένστασης περί της χρήσεως του πληθυντικού με βάση τα ανθρώπινα επιτηδεύματα. Τονίζεται η ενιαία ενέργεια της Αγίας Τριάδος, η οποία εκπορεύεται από τον Πατέρα, διέρχεται διά του Υιού και τελειούται εν Αγίω Πνεύματι.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατασκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖν λέγειν θεοὺς διὰ τούτου κατεσκευάσθη. τοὐναντίον μὲν οὖν ἐκ τούτων ἀναγκαζόμεθα μᾶλλον λέγειν θεούς. εὑρίσκομεν γὰρ ἐπὶ τῆς ἀνθρωπίνης συνηθείας οὐ μόνον τοὺς τῆς αὐτῆς φύσεως κοινωνοὺς ἀλλά, κἄν τινες τοῦ αὐτοῦ ὦσιν ἐπιτηδεύματος, οὐχ ἑνικῶς τοὺς πολλοὺς μνημονευομένους καθό φαμεν ῥήτοράς τε πολλοὺς καὶ γεωμέτρας γεωργούς τε καὶ σκυτοτόμους καὶ τὰ ἄλλα πάντα ὡσαύτως. καὶ εἰ μὲν φύσεως ἦν ἡ τῆς θεότητος προσηγορία, μᾶλλον ἂν εἶχε καιρὸν κατὰ τὸν προαποδοθέντα λόγον ἑνικῶς τὰς τρεῖς ὑποστάσεις περιλαμβάνειν καὶ ἕνα θεὸν λέγειν διὰ τὸ τῆς φύσεως ἄτμητόν τε καὶ ἀδιαίρετον· ἐπεὶ δὲ κατεσκευάσθη διὰ τῶν εἰρημένων ἐνέργειαν σημαίνειν καὶ οὐχὶ φύσιν τὸ τῆς θεότητος ὄνομα, περιτρέπεταί πως πρὸς τοὐναντίον ἐκ τῶν κατασκευαζομένων ὁ λόγος, ὡς δεῖν ταύτῃ μᾶλλον λέγειν τρεῖς θεοὺς τοὺς ἐν τῇ αὐτῇ ἐνεργείᾳ θεωρουμένους· ὥς φασι τρεῖς λέγεσθαι φιλοσόφους ἢ ῥήτορας ἢ εἴ τί ἐστιν ἕτερον ἐξ ἐπιτηδεύματος ὄνομα, ὅταν πλείους ὦσιν οἱ τοῦ αὐτοῦ συμμετέχοντες. ταῦτα φιλοπονώτερον ἐξειργασάμην, τὸν τῶν ὑπεναντίων ἀνθυποφέρων λόγον, ὡς ἂν βεβαιότερον ἡμῖν παγείη τὸ δόγμα ταῖς εὐτονωτέραις τῶν ἀντιθέσεων κρατυνόμενον. οὐκοῦν ἐπαναληπτέος πάλιν ὁ λόγος.

Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ φύσεως ἀλλ᾽ ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πληθυντικῶς μὲν ἐπ᾽ ἀνθρώπων τοὺς τῶν αὐτῶν ἐπιτηδευμάτων κοινωνοῦντας ἀλλήλοις ἀριθμεῖσθαι καὶ ὀνομάζεσθαι, μοναδικῶς δὲ τὸ θεῖον ὡς ἕνα θεὸν καὶ μίαν θεότητα λέγεσθαι, κἂν αἱ τρεῖς ὑποστάσεις τῆς ἐμφαινομένης τῇ θεότητι σημασίας μὴ ἀποκρίνοιντο, ὅτι ἄνθρωποι μέν, κἂν μιᾶς ὦσιν ἐνεργείας οἱ πλείονες, καθ᾽ ἑαυτὸν ἕκαστος ἀποτεταγμένως ἐνεργεῖ τὸ προκείμενον, οὐδὲν ἐπικοινωνῶν ἐν τῇ καθ᾽ ἑαυτὸν ἐνεργείᾳ πρὸς τοὺς τὸ ἴσον ἐπιτηδεύοντας· εἰ γὰρ καὶ πλείονες εἶεν οἱ ῥήτορες, τὸ μὲν ἐπιτήδευμα ἓν ὂν τὸ αὐτὸ ἐν τοῖς πλείοσιν ὄνομα ἔχει, οἱ δὲ μετιόντες καθ᾽ ἑαυτὸν ἕκαστον ἐνεργοῦσιν ἰδίως ῥητορεύων ὁ δεῖνα καὶ ἰδίως ὁ ἕτερος· οὐκοῦν ἐν μὲν τοῖς ἀνθρώποις, ἐπειδὴ διακεκριμένη ἐστὶν ἡ ἐν τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἑκάστου ἐνέργεια, κυρίως πολλοὶ ὀνομάζονται, ἑκάστου αὐτῶν εἰς ἰδίαν περιγραφὴν κατὰ τὸ ἰδιότροπον τῆς ἐνεργείας ἀποτεμνομένου τῶν ἄλλων· ἐπὶ δὲ τῆς θείας φύσεως οὐχ οὕτως ἐμάθομεν ὅτι ὁ πατὴρ ποιεῖ τι καθ᾽ ἑαυτόν, οὗ μὴ συνεφάπτεται ὁ υἱός, ἢ πάλιν ὁ υἱὸς ἰδιαζόντως ἐνεργεῖ τι χωρὶς τοῦ πνεύματος, ἀλλὰ πᾶσα ἐνέργεια ἡ θεόθεν ἐπὶ τὴν κτίσιν διήκουσα καὶ κατὰ τὰς πολυτρόπους ἐννοίας ὀνομαζομένη ἐκ πατρὸς ἀφορμᾶται καὶ διὰ τοῦ υἱοῦ πρόεισι καὶ ἐν τῷ πνεύματι τῷ ἁγίῳ τελειοῦται.

διὰ τοῦτο εἰς τὸ πλῆθος τῶν ἐνεργούντων τὸ ὄνομα τῆς ἐνεργείας οὐ διασχίζεται, ὅτι οὐκ ἀποτεταγμένη ἑκάστου καὶ ἰδιάζουσά ἐστιν ἡ περί τι σπουδή· ἀλλ᾽ ὅπερ ἂν γίνηται τῶν εἴτε εἰς τὴν ἡμετέραν πρόνοιαν φθανόντων εἴτε πρὸς τὴν τοῦ παντὸς οἰκονομίαν καὶ σύστασιν, διὰ τῶν τριῶν μὲν γίνεται, οὐ μὴν τρία ἐστὶ τὰ γινόμενα.

Νοήσωμεν δὲ τὸ λεγόμενον ἀφ᾽ ἑνός τινος πράγματος, ἀπ᾽ αὐτοῦ λέγω τοῦ κεφαλαίου τῶν χαρισμάτων. ζωῆς τετύχηκεν, ὅσα μετείληφε τῆς χάριτος ταύτης. ἐξετάζοντες οὖν πόθεν ἡμῖν τὸ τοιοῦτον γέγονεν ἀγαθόν, εὑρίσκομεν διὰ τῆς τῶν γραφῶν ὁδηγίας, ὅτι ἐκ πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ἀλλ᾽ οὐκ, ἐπειδὴ τρία ὑποτιθέμεθα πρόσωπά τε καὶ ὀνόματα, τρεῖς καὶ ζωὰς (ἰδίως μίαν παρ᾽ ἑκάστου αὐτῶν) δεδωρῆσθαι ἡμῖν λογιζόμεθα, ἀλλ᾽ ἡ αὐτὴ ζωὴ καὶ παρὰ τοῦ ἁγίου πνεύματος ἐνεργεῖται καὶ παρὰ τοῦ υἱοῦ ἑτοιμάζεται καὶ τῆς τοῦ πατρὸς ἐξῆπται βουλήσεως.

Ἐπειδὴ τοίνυν καθ᾽ ὁμοιότητα τοῦ εἰρημένου πᾶσαν ἐνέργειαν οὐ διῃρημένως ἐνεργεῖ κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμὸν ἡ ἁγία τριάς, ἀλλὰ μία τις γίνεται τοῦ ἀγαθοῦ θελήματος κίνησίς τε καὶ διάδοσις, ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πρὸς τὸ πνεῦμα διεξαγομένη, ὡς οὐ λέγομεν τρεῖς ζωοποιοὺς τοὺς τὴν μίαν ἐνεργοῦντας ζωὴν οὐδὲ τρεῖς ἀγαθοὺς τοὺς ἐν τῇ αὐτῇ ἀγαθότητι θεωρουμένους οὐδὲ τὰ ἄλλα πάντα πληθυντικῶς ἐξαγγέλλομεν, οὕτως οὐδὲ τρεῖς ὀνομάζειν δυνάμεθα τοὺς τὴν θεϊκὴν ταύτην ἤτοι ἐποπτικὴν δύναμίν τε καὶ ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως δι᾽ ἀλλήλων ἐφ᾽ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας.

ὥσπερ γὰρ μαθόντες περὶ τοῦ θεοῦ τῶν ὅλων τῆς γραφῆς λεγούσης κρίνειν αὐτὸν πᾶσαν τὴν γῆν κριτὴν τοῦ παντὸς αὐτὸν εἶναι διὰ τοῦτό φαμεν καὶ πάλιν ἀκούσαντες ὅτι Ὁ πατὴρ κρίνει οὐδένα οὐχ ἡγούμεθα μάχεσθαι πρὸς ἑαυτὴν τὴν γραφήν· ὁ γὰρ κρίνων πᾶσαν τὴν γῆν διὰ τοῦ υἱοῦ, ᾧ πᾶσαν δέδωκε τὴν κρίσιν, τοῦτο ποιεῖ· καὶ πᾶν τὸ παρὰ τοῦ μονογενοῦς γινόμενον εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει, ὥστε καὶ κριτὴν αὐτὸν τοῦ παντὸς εἶναι καὶ κρίνειν μηδένα διὰ τὸ πᾶσαν, ὡς εἴρηται, τὴν κρίσιν τῷ υἱῷ δεδωκέναι καὶ πᾶσαν τὴν τοῦ υἱοῦ κρίσιν τοῦ πατρικοῦ μὴ ἀπηλλοτριῶσθαι βουλήματος· καὶ οὐκ ἄν τις εὐλόγως ἢ δύο κριτὰς εἴποι ἢ τὸν ἕτερον ἠλλοτριῶσθαι τῆς κατὰ τὴν κρίσιν ἐξουσίας τε καὶ δυνάμεως· οὕτω καὶ ἐπὶ τοῦ τῆς θεότητος λόγου Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ τὴν ἐποπτικήν τε καὶ θεατικὴν δύναμιν, ἥνπερ δὴ θεότητα λέγομεν, διὰ τοῦ μονογενοῦς ὁ πατὴρ ἐνεργεῖ, 〈ὁ πάντα ἐν σοφίᾳ ποιῶν θεός〉, τοῦ δὲ υἱοῦ πᾶσαν δύναμιν ἐν τῷ ἁγίῳ πνεύματι τελειοῦντος καὶ κρίνοντος μέν, καθὼς Ἠσαΐας φησίν, ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως, εὐεργετοῦντος δὲ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, ἣν πρὸς τοὺς Ἰουδαίους πεποίηται, ἐν πνεύματι θεοῦ· λέγει γὰρ Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ἀπὸ μέρους πᾶν εἶδος εὐεργεσίας περιλαμβάνων διὰ τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος· οἷς γὰρ δι᾽ ἀλλήλων ἐνεργεῖται τὸ ἕν, εἰς πολλοὺς καταμεμερίσθαι τὸ ὄνομα τῆς ἐνεργείας οὐ δύναται.

Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς οἷον ἐκ πηγῆς τινος ἀφορμώμενος, ὑπὸ δὲ τοῦ υἱοῦ ἐνεργούμενος, ἐν δὲ τῇ δυνάμει τοῦ πνεύματος τελειῶν τὴν χάριν, καὶ οὐ διακρίνεται πρὸς τὰς ὑποστάσεις οὐδεμία ἐνέργεια, ἰδιαζόντως παρ᾽ ἑκάστης καὶ ἀποτεταγμένως δίχα τῆς συνθεωρουμένης ἐπιτελουμένη· ἀλλὰ πᾶσα πρόνοια καὶ κηδεμονία καὶ τοῦ παντὸς ἐπιστασία, τῶν τε κατὰ τὴν αἰσθητὴν κτίσιν καὶ τῶν κατὰ τὴν ὑπερκόσμιον φύσιν ἥτε συντηρητικὴ τῶν ὄντων καὶ διορθωτικὴ τῶν πλημμελουμένων καὶ διδακτικὴ τῶν κατορθουμένων, μία ἐστὶ καὶ οὐχὶ τρεῖς, παρὰ μὲν τῆς ἁγίας τριάδος κατορθουμένη, οὐ μὴν κατὰ τὸν ἀριθμὸν τῶν ἐν τῇ πίστει θεωρουμένων προσώπων τριχῆ τεμνομένη, ὡς ἕκαστον τῶν ἐνεργημάτων ἐφ᾽ ἑαυτοῦ θεωρούμενον ἢ τοῦ πατρὸς εἶναι μόνου ἢ τοῦ μονογενοῦς ἰδιαζόντως ἢ τοῦ ἁγίου πνεύματος κεχωρισμένως· ἀλλὰ διαιρεῖ μὲν ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθά, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα· οὐκ ἄναρχος δὲ ἡ τοῦ ἀγαθοῦ κίνησις ἐκ τοῦ πνεύματος· ἀλλ᾽ εὑρίσκομεν ὅτι ἡ προεπινοουμένη ταύτης δύναμις, ἥτις ἐστὶν ὁ μονογενὴς θεός, πάντα ποιεῖ, οὗ χωρὶς οὐδὲν τῶν ὄντων εἰς γένεσιν ἔρχεται· ἀλλὰ καὶ αὐτὴ πάλιν τῶν ἀγαθῶν ἡ πηγὴ ἐκ τοῦ πατρικοῦ βουλήματος ἀφορμᾶται.

Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστάτως εἰς τελείωσιν ἄγεται, οὐδεμιᾶς παρατάσεως ἐν τῇ τοῦ θείου βουλήματος κινήσει ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐπὶ τὸ πνεῦμα γινομένης ἢ νοουμένης, ἓν δὲ τῶν ἀγαθῶν ὀνομάτων τε καὶ νοημάτων καὶ ἡ θεότης, οὐκ ἂν εἰκότως εἰς πλῆθος τὸ ὄνομα διαχέοιτο, τῆς κατὰ τὴν ἐνέργειαν ἑνότητος κωλυούσης τὴν πληθυντικὴν ἀπαρίθμησιν.

Καὶ ὥσπερ εἷς ὁ πατὴρ σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν ὑπὸ τοῦ ἀποστόλου ὠνόμασται καὶ οὐδεὶς ἐκ τῆς φωνῆς ταύτης ἢ τὸν υἱὸν λέγει μὴ σῴζειν τοὺς πιστεύοντας ἢ δίχα τοῦ πνεύματος τὴν σωτηρίαν τοῖς μετέχουσι γίνεσθαι, ἀλλὰ γίνεται πάντων σωτὴρ ὁ ἐπὶ πάντων θεὸς ἐνεργοῦντος τοῦ υἱοῦ τὴν σωτηρίαν ἐν τῇ τοῦ πνεύματος χάριτι καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο τρεῖς σωτῆρες ὑπὸ τῆς γραφῆς ὀνομάζονται, εἰ καὶ ὁμολογεῖται παρὰ τῆς ἁγίας τριάδος ἡ σωτηρία, οὕτως οὐδὲ τρεῖς θεοὶ κατὰ τὴν ἀποδεδομένην τῆς θεότητος σημασίαν, κἂν ἐφαρμόζῃ τῇ ἁγίᾳ τριάδι ἡ τοιαύτη κλῆσις. μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν. ἡμεῖς μὲν γὰρ ἀόριστον καὶ ἀπερίληπτον τὴν θείαν φύσιν εἶναι πιστεύοντες οὐδεμίαν αὐτῆς ἐπινοοῦμεν περίληψιν, ἀλλὰ κατὰ πάντα τρόπον ἐν ἀπειρίᾳ νοεῖσθαι τὴν φύσιν διοριζόμεθα. τὸ δὲ καθόλου ἄπειρον οὐ τινὶ μὲν ὁρίζεται, τινὶ δὲ οὐχί· ἀλλὰ κατὰ πάντα λόγον ἐκφεύγει τὸν ὅρον ἡ ἀπειρία. οὐκοῦν τὸ ἐκτὸς ὅρου οὐδὲ ὀνόματι πάντως ὁρίζεται. ὡς ἂν οὖν διαμένοι ἐπὶ τῆς θείας φύσεως τοῦ ἀορίστου ἡ ἔννοια, ὑπὲρ πᾶν ὄνομά φαμεν εἶναι τὸ θεῖον, ἡ δὲ θεότης ἓν τῶν ὀνομάτων ἐστίν. οὐκοῦν οὐ δύναται τὸ αὐτὸ καὶ ὄνομα εἶναι καὶ ὑπὲρ πᾶν ὄνομα εἶναι νομίζεσθαι.