Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἀβλάβιον ὅτι οὐκ εἰσὶ τρεῖς θεοί

Γρηγόριος ὁ Νύσσης

Η ενότητα της φύσεως και η υποστατική διάκριση μέσω της αιτίας

Αγιογραφική θεμελίωση της ενότητας της θείας φύσεως. Διασάφηση της διάκρισης των υποστάσεων και του τρόπου υπάρξεώς τους βάσει της σχέσεως αιτίου και αιτιατού, προς αποφυγήν συγχύσεως των προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα ἡμαρτημένως ἡ συνήθεια εἰς πλήθους σημασίαν ἀνάγει, οὔτε μειώσεως οὔτε αὐξήσεως κατὰ τὸν ἀληθῆ λόγον προσγινομένης τῇ φύσει, ὅταν ἐν πλείοσιν ἢ ἐλάττοσι θεωρῆται. μόνα γὰρ κατὰ σύνθεσιν ἀριθμεῖται, ὅσα κατ᾽ ἰδίαν περιγραφὴν θεωρεῖται· ἡ δὲ περιγραφὴ ἐν ἐπιφανείᾳ σώματος καὶ μεγέθει καὶ τόπῳ καὶ τῇ διαφορᾷ τῇ κατὰ τὸ σχῆμα καὶ χρῶμα καταλαμβάνεται· τὸ δὲ ἔξω τούτων θεωρούμενον ἐκφεύγει τὴν διὰ τῶν τοιούτων περιγραφήν. ὃ δὲ μὴ περιγράφεται οὐκ ἀριθμεῖται, τὸ δὲ μὴ ἀριθμούμενον ἐν πλήθει θεωρηθῆναι οὐ δύναται. ἐπεὶ καὶ τὸν χρυσόν φαμεν, κἂν εἰς πολλοὺς διακερματίζηται τύπους, ἕνα καὶ εἶναι καὶ λέγεσθαι· πολλὰ δὲ νομίσματα καὶ πολλοὺς στατῆρας ὀνομάζομεν, οὐδένα τῆς φύσεως τοῦ χρυσοῦ πλεονασμὸν ἐν τῷ πλήθει τῶν στατήρων εὑρίσκοντες. διὸ καὶ πολὺς ὁ χρυσὸς λέγεται, ὅταν ἐν ὄγκῳ πλείονι ἢ σκεύεσιν ἢ νομίσμασι θεωρῆται, πολλοὶ δὲ οἱ χρυσοὶ διὰ τὸ πλῆθος τῆς ὕλης οὐκ ὀνομάζονται· εἰ μή τις οὕτω λέγοι, χρυσοὺς πολλούς, ὡς τοὺς δαρεικοὺς ἢ τοὺς στατῆρας, ἐφ᾽ ὧν οὐχ ἡ ὕλη ἀλλὰ τὰ κέρματα τὴν τοῦ πλήθους σημασίαν ἐδέξατο. κυρίως γὰρ ἔστιν οὐχὶ χρυσοὺς ἀλλὰ χρυσέους τούτους εἰπεῖν.

ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ᾽ ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, εἷς δὲ ἐν τούτοις ὁ ἄνθρωπος. κἂν ἡ γραφὴ πλατύνῃ τὸ ὄνομα κατὰ πληθυντικὴν σημασίαν ἐν τῷ λέγειν Ἄνθρωποι κατὰ τοῦ μείζονος ὀμνύουσι καὶ Υἱοὶ ἀνθρώπων, καὶ ὅσα τοιαῦτα, γνωστέον ὅτι τῇ συνηθείᾳ τῆς ἐπικρατούσης διαλέκτου κεχρημένη οὐχὶ νομοθετεῖ τὸ δεῖν οὕτως ἢ ὡς ἑτέρως κεχρῆσθαι τοῖς ῥήμασιν οὐδέ τινα τεχνικὴν περὶ ῥημάτων διδασκαλίαν ποιουμένη ταῦτα διέξεισιν, ἀλλὰ κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν χρῆται τῷ λόγῳ, πρὸς τοῦτο βλέπουσα μόνον, ὅπως ἂν ἐπωφελὴς γένοιτο τοῖς δεχομένοις ὁ λόγος, οὐδὲν ἀκριβολογουμένη κατὰ τὴν λέξιν, ἐν οἷς οὐδεμία βλάβη κατὰ διάνοιαν ἐκ τῶν ῥημάτων συνίσταται.

Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συντάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν· ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι τῆς ἀληθείας, οὐκέτι τὸ ἀβασάνιστόν τε καὶ ἀδιάφορον ἐν τοῖς γραφικοῖς εὑρίσκεται ῥήμασιν. διὰ τοῦτο ἀνθρώπους συγχωρεῖ πληθυντικῶς ὀνομάζειν διὰ τὸ μηδένα τῷ τοιούτῳ σχήματι τῆς φωνῆς εἰς πλῆθος ἀνθρωποτήτων ταῖς ὑπονοίαις ἐκπίπτειν, μηδὲ νομίζειν πολλὰς ἀνθρωπίνας φύσεις σημαίνεσθαι διὰ τὸ πληθυντικῶς ἐξαγγελθῆναι τὸ τῆς φύσεως ὄνομα· τὴν δὲ θεὸς φωνὴν παρατετηρημένως κατὰ τὸν ἑνικὸν ἐξαγγέλλει τύπον, τοῦτο προμηθουμένη, τὸ μὴ διαφόρους φύσεις ἐπὶ τῆς θείας οὐσίας ἐν τῇ πληθυντικῇ σημασίᾳ τῶν θεῶν παρεισάγεσθαι. διό φησι Κύριος ὁ θεὸς κύριος εἷς ἐστιν· ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τῇ τῆς θεότητος ἀνακηρύσσει φωνῇ καὶ οὐ διαλύει τὸ ἓν εἰς δυϊκὴν σημασίαν, ὥστε δύο θεοὺς τὸν πατέρα καὶ τὸν υἱὸν ὀνομάσαι, κἂν ἑκάτερος θεὸς παρὰ τῶν ἁγίων κηρύσσηται· ἀλλὰ θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ ὁ υἱός, εἷς δὲ ἐν τῷ αὐτῷ κηρύγματι ὁ θεὸς διὰ τὸ μήτε φύσεως μήτε ἐνεργείας ἐνθεωρεῖσθαί τινα διαφορὰν τῇ θεότητι. εἰ γὰρ παρήλλακτο κατὰ τὴν τῶν ἠπατημένων ὑπόνοιαν ἐπὶ τῆς ἁγίας τριάδος ἡ φύσις, ἀκολούθως ἂν εἰς πλῆθος θεῶν ὁ ἀριθμὸς ἐπλατύνετο, τῇ ἑτερότητι τῆς οὐσίας τῶν ὑποκειμένων συνδιαιρούμενος.

ἐπεὶ δὲ πᾶσαν ἀπωθεῖται τὴν κατ᾽ οὐσίαν ἑτερότητα ἡ θεία τε καὶ ἁπλῆ καὶ ἀναλλοίωτος φύσις, ἕως ἂν μία ᾖ, πλήθους σημασίαν ἐφ᾽ ἑαυτῆς οὐ προσίεται. ἀλλ᾽ ὥσπερ μία λέγεται φύσις, οὕτω καὶ τὰ ἄλλα πάντα ἑνικῶς ὀνομάζεται, θεός, ἀγαθός, ἅγιος, σωτήρ, δίκαιος, κριτής, καὶ εἴ τι ἄλλο τῶν θεοπρεπῶν ὀνομάτων νοεῖται, ὃ εἴτε πρὸς φύσιν εἴτε πρὸς ἐνέργειαν βλέπειν τις λέγει, οὐ διοισόμεθα.

Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς τοιαύτης ἀπολογησόμεθα μέμψεως, ὅτι τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογοῦντες τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸ πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ πνεῦμα τῆς φυσικῆς πρὸς τὸν πατέρα σχέσεως μὴ ἀπειργούσης.

Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κατὰ τὸ πὼς εἶναι διαφορὰν ἐνδεικνύμεθα. εἰπόντες γὰρ τὸ μὲν αἰτιατῶς τὸ δὲ ἄνευ αἰτίας εἶναι οὐχὶ τὴν φύσιν τῷ κατὰ τὸ αἴτιον λόγῳ διεχωρίσαμεν, ἀλλὰ μόνον τὸ μήτε τὸν υἱὸν ἀγεννήτως εἶναι μήτε τὸν πατέρα διὰ γεννήσεως ἐνεδειξάμεθα. πρότερον δὲ ἡμᾶς εἶναί τι πιστεύειν ἐπάναγκες, καὶ τότε πῶς ἐστι τὸ πεπιστευμένον περιεργάσασθαι· ἄλλος οὖν ὁ τοῦ τί ἐστι καὶ ἄλλος ὁ τοῦ πῶς ἐστι λόγος. τὸ οὖν ἀγεννήτως εἶναί τι λέγειν, πῶς μέν ἐστιν ὑποτίθεται, τί δέ ἐστι τῇ φωνῇ ταύτῃ οὐ συνενδείκνυται. καὶ γὰρ εἰ περὶ δένδρου τινὸς ἠρώτησας τὸν γεωργόν, εἴτε φυτευτὸν εἴτε αὐτομάτως ἐστίν, ὁ δὲ ἀπεκρίνατο ἢ ἀφύτευτον εἶναι τὸ δένδρον ἢ ἐκ φυτείας γενόμενον, ἆρα τὴν φύσιν διὰ τῆς ἀποκρίσεως ἐνεδείξατο ὁ μόνον τὸ πῶς ἐστιν εἰπὼν ἢ ἄδηλον καὶ ἀνερμήνευτον τὸν τῆς φύσεως ἀπέλιπε λόγον; οὕτω καὶ ἐνταῦθα ἀγέννητον μαθόντες ὅπως μὲν αὐτὸν εἶναι προσήκει νοεῖν ἐδιδάχθημεν, ὅ, τι δέ ἐστι διὰ τῆς φωνῆς οὐκ ἠκούσαμεν. τὴν οὖν τοιαύτην διαφορὰν ἐπὶ τῆς ἁγίας τριάδος λέγοντες, ὡς τὸ μὲν αἴτιον τὸ δὲ ἐξ αἰτίου εἶναι πιστεύειν, οὐκέτ᾽ ἂν ἐν τῷ κοινῷ τῆς φύσεως τὸν τῶν ὑποστάσεων λόγον συντήκειν αἰτιαθείημεν.

Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύσις ἀπαράλλακτός τε καὶ ἀδιαίρετος διὰ πάσης ἐννοίας καταλαμβάνεται, διὰ τοῦτο κυρίως μία θεότης καὶ εἷς θεὸς καὶ τὰ ἄλλα πάντα τῶν θεοπρεπῶν ὀνομάτων μοναδικῶς ἐξαγγέλλεται.