Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἀβλάβιον ὅτι οὐκ εἰσὶ τρεῖς θεοί

Γρηγόριος ὁ Νύσσης

Το ερώτημα του Αβλαβίου και η ενότητα της φύσεως

Η διατύπωση του ερωτήματος σχετικά με τη μη χρήση του πληθυντικού αριθμού κατά την ομολογία των τριών υποστάσεων. Επεξήγηση της γλωσσικής κατάχρησης του πληθυντικού για τη φύση, η οποία παραμένει οντολογικά μία και αδιαίρετη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΟΙΕΣΘΑΙ ΛΕΓΕΙΝ ΤΡΕΙΣ ΘΕΟΥΣ ΠΡΟΣ ΑΒΛΑΒΙΟΝ Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺς πόνους, ὅπως ἂν ἡμεῖς οἱ πατέρες τοῖς γενναίοις ἱδρῶσι τῶν τέκνων ἐπευφραινώμεθα· τοῦτο γὰρ ὁ τῆς φύσεως ὑποτίθεται νόμος· ἐπεὶ δὲ ἀναστρέψας τὴν τάξιν ἐφ᾽ ἡμᾶς τρέπεις τὰς προσβολὰς τῶν ἀκίδων, αἷς οἱ ἀντικείμενοι τῇ ἀληθείᾳ βάλλουσι, καὶ κελεύεις τῷ θυρεῷ τῆς πίστεως παρ᾽ ἡμῶν τῶν γερόντων κατασβέννυσθαι τοὺς ἐρημικοὺς ἄνθρακας καὶ ἀποπέμπεσθαι τὰ ἠκονημένα τῆς ψευδωνύμου γνώσεως βέλη, δεχόμεθα τὸ ἐπίταγμα, σοὶ τύπος τῆς εὐπειθείας γινόμενοι, ὡς ἂν καὶ αὐτὸς ἡμῖν ἀντιπαρέχοις τὴν ἴσην ἐπὶ τῶν ὁμοίων ἐπιταγμάτων ἀντίδοσιν, εἴ ποτέ σε πρὸς τοὺς τοιούτους ἄθλους διαναστήσαιμεν, ὦ γενναῖε τοῦ Χριστοῦ στρατιῶτα Ἀβλάβιε.

Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. ἀνάγκη γὰρ ἐκ τῆς βίας τοῦ ἐρωτήματος ἑνὶ πάντως τῶν ἀπεμφαινόντων συνενεχθῆναι κατὰ τὸν πρόχειρον νοῦν καὶ ἢ τρεῖς λέγειν θεούς, ὅπερ ἀθέμιτον, ἢ μὴ προσμαρτυρεῖν τῷ υἱῷ καὶ τῷ πνεύματι τὴν θεότητα, ὅπερ ἀσεβές τε καὶ ἄτοπον. τὸ δὲ λεγόμενον παρὰ σοῦ τοιοῦτόν ἐστιν· Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, ἐν μιᾷ ὄντες τῇ ἀνθρωπότητι, τρεῖς ἄνθρωποι λέγονται· καὶ οὐδὲν ἄτοπον τοὺς συνημμένους κατὰ τὴν φύσιν, εἰ πλείους εἶεν, ἐκ τοῦ τῆς φύσεως ὀνόματος πληθυντικῶς ἀριθμεῖσθαι. εἰ οὖν ἐκεῖ τοῦτο δίδωσιν ἡ συνήθεια καὶ ὁ ἀπαγορεύων οὐκ ἔστι δύο λέγειν τοὺς δύο καὶ τρεῖς τοὺς ὑπὲρ δύο, πῶς, ἐπὶ τῶν μυστικῶν δογμάτων τὰς τρεῖς ὑποστάσεις ὁμολογοῦντες καὶ οὐδεμίαν ἐπ᾽ αὐτῶν τὴν κατὰ φύσιν διαφορὰν ἐννοοῦντες, μαχόμεθα τρόπον τινὰ τῇ ὁμολογίᾳ, μίαν μὲν τὴν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος λέγοντες, τρεῖς δὲ θεοὺς λέγειν ἀπαγορεύοντες;

Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχείριστον ἔχει· ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι᾽ οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσεται, μηκέτι πρὸς τὸ διλήμματον τῆς ἀτοπίας ἐπιδιστάζον καὶ κραδαινόμενον, εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν ἣν παρὰ τῶν πατέρων διεδεξάμεθα φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον, τὸν δὲ συνήγορον τῆς πίστεως λόγον παρὰ τοῦ κυρίου ζητήσομεν· ὃς εἰ μὲν εὑρεθείη παρά τινος τῶν ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν χάριν· εἰ δὲ μή, οὐδὲν ἧττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἕξομεν.

Τί δήποτε τοίνυν ἐν τῇ καθ᾽ ἡμᾶς συνηθείᾳ καθ᾽ ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντικῶς ὀνομάζομεν, τοσούσδε λέγοντες τοὺς ἀνθρώπους καὶ οὐχὶ ἕνα τοὺς πάντας, ἐπὶ δὲ τῆς θείας φύσεως ἐκβάλλει τὸ πλῆθος τῶν θεῶν ὁ τοῦ δόγματος λόγος, καὶ ἀριθμῶν τὰς ὑποστάσεις καὶ τὴν πληθυντικὴν σημασίαν οὐ προσδεχόμενος;

Ἔστι μὲν οὖν κατὰ τὸ πρόχειρον τοῦτο τοῖς ἁπλουστέροις εἰπόντα δόξαι τι λέγειν, ὅτι φεύγων ὁ λόγος τῆς Ἑλληνικῆς πολυθεΐας τὴν ὁμοιότητα θεοὺς ἐν πλήθει ἀριθμεῖν παρῃτήσατο, ὡς ἂν μή τις καὶ τῶν δογμάτων νομισθείη κοινότης, εἰ μὴ μοναδικῶς ἀλλὰ πληθυντικῶς καὶ παρ᾽ ἡμῶν ἀριθμοῖτο τὸ θεῖον καθ᾽ ὁμοιότητα τῆς παρ᾽ αὐτοῖς συνηθείας. τοῦτο δὲ τοῖς μὲν ἀκεραιοτέροις λεγόμενον ἴσως ἄν τι δόξειε λέγεσθαι, ἐπὶ δέ γε τῶν τὸ ἕτερον αὐτοῖς τῆς προτάσεως στῆναι ζητούντων ἢ μὴ ὁμολογεῖν ἐπὶ τῶν τριῶν τὴν θεότητα ἢ τρεῖς πάντως ὀνομάζειν τοὺς τῆς αὐτῆς κοινωνοῦντας θεότητος, οὔπω τοιοῦτόν ἐστι τὸ εἰρημένον, οἷον ἐμποιῆσαι λύσιν τινὰ τοῦ ζητήματος. οὐκοῦν ἐπάναγκες διὰ πλειόνων ποιήσασθαι τὴν ἀπόκρισιν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ ἀληθὲς ἀνιχνεύοντας· οὐ γὰρ περὶ τῶν τυχόντων ὁ λόγος.

Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ᾽ αὐτὸ τὸ τῆς φύσεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν ὅτι πολλοὶ ἄνθρωποι, ὅπερ ὅμοιόν ἐστι τῷ λέγειν ὅτι πολλαὶ φύσεις ἀνθρώπιναι. καὶ ὅτι ταῦτα οὕτως ἔχει, δῆλον ἂν ἡμῖν ἐντεῦθεν γένοιτο· προσκαλούμενοι γάρ τινα, οὐκ ἐκ τῆς φύσεως αὐτὸν ὀνομάζομεν, ὡς ἂν μή τινα πλάνην ἡ κοινότης τοῦ ὀνόματος ἐμποιήσειεν, ἑκάστου τῶν ἀκουόντων ἑαυτὸν εἶναι τὸν προσκληθέντα νομίζοντος, ὅτι μὴ τῇ ἰδιαζούσῃ προσηγορίᾳ ἀλλ᾽ ἐκ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος ἡ κλῆσις γίνεται· ἀλλὰ τὴν ἰδίως ἐπικειμένην αὐτῷ (τὴν σημαντικὴν λέγω τοῦ ὑποκειμένου) φωνὴν εἰπόντες, οὕτως αὐτὸν τῶν πολλῶν ἀποκρίνομεν, ὥστε πολλοὺς μὲν εἶναι τοὺς μετεσχηκότας τῆς φύσεως, φέρε εἰπεῖν μαθητὰς ἢ ἀποστόλους ἢ μάρτυρας, ἕνα δὲ ἐν πᾶσι τὸν ἄνθρωπον, εἴπερ, καθὼς εἴρηται, οὐχὶ τοῦ καθ᾽ ἕκαστον, ἀλλὰ τοῦ κοινοῦ τῆς φύσεώς ἐστιν ὁ ἄνθρωπος· ἄνθρωπος γὰρ ὁ Λουκᾶς ἢ ὁ Στέφανος, οὐ μήν, εἴ τις ἄνθρωπος, πάντως καὶ Λουκᾶς ἐστιν ἢ Στέφανος.

Ἀλλ᾽ ὁ μὲν τῶν ὑποστάσεων λόγος διὰ τὰς ἐνθεωρουμένας ἰδιότητας ἑκάστῳ τὸν διαμερισμὸν ἐπιδέχεται καὶ κατὰ σύνθεσιν ἐν ἀριθμῷ θεωρεῖται· ἡ δὲ φύσις μία ἐστίν, αὐτὴ πρὸς ἑαυτὴν ἡνωμένη καὶ ἀδιάτμητος ἀκριβῶς μονάς, οὐκ αὐξανομένη διὰ προσθήκης, οὐ μειουμένη δι᾽ ὑφαιρέσεως, ἀλλ᾽ ὅπερ ἐστὶν ἓν οὖσα καὶ ἓν διαμένουσα κἂν ἐν πλήθει φαίνηται, ἄσχιστος καὶ συνεχὴς καὶ ὁλόκληρος καὶ τοῖς μετέχουσιν αὐτῆς τοῖς καθ᾽ ἕκαστον οὐ συνδιαιρουμένη. καὶ ὥσπερ λέγεται λαὸς καὶ δῆμος καὶ στράτευμα καὶ ἐκκλησία μοναχῶς πάντα, ἕκαστον δὲ τούτων ἐν πλήθει νοεῖται· οὕτω κατὰ τὸν ἀκριβέστερον λόγον καὶ ἄνθρωπος εἷς κυρίως ἂν ῥηθείη, κἂν οἱ ἐν τῇ φύσει τῇ αὐτῇ δεικνύμενοι πλῆθος ὦσιν, ὡς πολὺ μᾶλλον καλῶς ἔχειν τὴν ἐσφαλμένην ἐφ᾽ ἡμῶν ἐπανορθοῦσθαι συνήθειαν εἰς τὸ μηκέτι τὸ τῆς φύσεως ὄνομα πρὸς πλῆθος ἐκτείνειν ἢ ταύτῃ δουλεύοντας τὴν ὧδε πλάνην καὶ ἐπὶ τὸ θεῖον δόγμα μεταβιβάζειν. ἀλλ᾽ ἐπειδὴ ἀμήχανος τῆς συνηθείας ἡ ἐπανόρθωσις (πῶς γὰρ ἄν τις πεισθείη μὴ πολλοὺς λέγειν ἀνθρώπους τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους;

δυσμετάθετον γὰρ ἐπὶ παντὸς ἡ συνήθεια), ἐπὶ μὲν τῆς κάτω φύσεως τῇ κρατούσῃ συνηθείᾳ μὴ ἀντιβαίνοντες οὐδὲν ἂν τοσοῦτον ἁμάρτοιμεν, μηδεμιᾶς οὔσης ζημίας ἐκ τῆς ἡμαρτημένης τῶν ὀνομάτων χρήσεως· ἐπὶ δὲ τοῦ θείου δόγματος οὐκέτι ὁμοίως ἀκίνδυνος ἡ ἀδιάφορος χρῆσις τῶν ὀνομάτων· οὐ γὰρ μικρὸν ἐνταῦθα τὸ παρὰ μικρόν.