εἰ δὲ λέγομεν πατέρα θεὸν καὶ υἱὸν θεὸν καὶ πνεῦμα ἅγιον θεὸν ἢ θεὸν πατέρα καὶ θεὸν υἱὸν καὶ θεὸν πνεῦμα ἅγιον, τὸν καὶ σύνδεσμον κατ᾽ ἔννοιαν τοῖς τῶν προσώπων ὀνόμασι συνάπτομεν, οἷον πατρί, υἱῷ, ἁγίῳ πνεύματι, ἵνα ᾖ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τουτέστι πρόσωπον καὶ πρόσωπον καὶ πρόσωπον, διὸ καὶ τρία πρόσωπα. τὸ δὲ θεὸς ὄνομα ἀπολύτως καὶ ὡσαύτως κατηγορεῖται ἑκάστου τῶν προσώπων ἄνευ τοῦ καὶ συνδέσμου, ὥστε μὴ δύνασθαι ἡμᾶς λέγειν θεὸν καὶ θεὸν καὶ θεόν, ἀλλὰ νοεῖν τὸ ὄνομα 〈δεύτερον καὶ〉 τρίτον μὲν λεγόμενον τῇ φωνῇ διὰ τὰ ὑποκείμενα πρόσωπα, προ〈σ〉βαλλόμενον δὲ τῇ δευτερώσει καὶ τῇ τριτώσει ἄνευ τοῦ καὶ συνδέσμου διὰ τὸ μὴ ἕτερον καὶ ἕτερον εἶναι θεόν. οὐ γάρ, καθὸ τὴν ἑτερότητα σῴζει πατὴρ πρὸς υἱόν, κατὰ τοῦτο θεὸς ὁ πατήρ· οὕτω γὰρ οὐκ ἂν θεὸς ὁ υἱός· εἰ γάρ, ἐπειδὴ πατὴρ ὁ πατήρ, διὰ τοῦτο καὶ θεὸς ὁ πατήρ, ἐπειδὴ μὴ πατὴρ ὁ υἱός, οὐ θεὸς ὁ υἱός· εἰ δὲ θεὸς ὁ υἱός, οὐκ, ἐπειδὴ υἱός. ὁμοίως καὶ ὁ πατὴρ οὐκ, ἐπειδὴ πατήρ, θεός, ἀλλ᾽ ἐπειδὴ οὐσία τοιάδε, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ δι᾽ ἣν πατὴρ θεὸς καὶ υἱὸς θεὸς καὶ πνεῦμα ἅγιον θεός. μὴ διαιρουμένης δὲ τῆς οὐσίας ἐν ἑκάστῳ τῶν προσώπων ὥστε καὶ τρεῖς εἶναι οὐσίας κατὰ τὰ πρόσωπα, δῆλον ὅτι οὐδὲ τὸ ὄνομα διαιρεθήσεται, ὅπερ σημαίνει τὴν οὐσίαν, τουτέστι τὸ θεός, εἰς τὸ εἶναι τρεῖς θεούς.