Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἕλληνας ἐκ τῶν κοινῶν ἐννοιῶν

Γρηγόριος ὁ Νύσσης

Η έννοια του ονόματος «Θεός» και η αναφορά του στη θεία ουσία

Εξέταση της προσηγορίας «Θεός», η οποία δεν προσδιορίζει τα τρία πρόσωπα ούτε την ακατάληπτη ουσία, αλλά υποδηλώνει την κοινή ουσία της Αγίας Τριάδος μέσω των ιδιοτήτων και των ενεργειών της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ Πῶς τρία πρόσωπα λέγοντες ἐν τῇ θεότητι οὔ φαμεν τρεῖς θεούς πρὸς τοὺς Ἕλληνας ἀπὸ τῶν κοινῶν ἐννοιῶν Εἰ τὸ θεὸς ὄνομα προσώπου δηλωτικὸν ὑπῆρχεν, τρία πρόσωπα λέγοντες ἐξ ἀνάγκης τρεῖς ἂν ἐλέγομεν θεούς· εἰ δὲ τὸ θεὸς ὄνομα οὐσίας σημαντικόν ἐστιν, μίαν οὐσίαν ὁμολογοῦντες τῆς ἁγίας τριάδος ἕνα θεὸν εἰκότως δογματίζομεν, ἐπειδὴ μιᾶς οὐσίας ἓν ὄνομα τὸ θεός ἐστιν. διὸ καὶ ἀκολούθως τῇ τε οὐσίᾳ καὶ τῷ ὀνόματι εἷς ἐστι θεὸς καὶ οὐ τρεῖς. οὐδὲ γὰρ θεὸν καὶ θεὸν καὶ θεόν φαμεν, ὥσπερ λέγομεν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἐπεὶ τοῖς ὀνόμασι τοῖς τῶν προσώπων σημαντικοῖς συμπλέκομεν τὸν καὶ σύνδεσμον διὰ τὸ μὴ ταὐτὰ εἶναι τὰ πρόσωπα, ἑτεροῖα δὲ μᾶλλον καὶ διαφέροντα ἀλλήλων κατ᾽ αὐτὴν τὴν τῶν ὀνομάτων σημασίαν, τῷ δὲ θεὸς ὀνόματι δηλωτικῷ τῆς οὐσίας ὄντι ἔκ τινος ἰδιώματος προσόντος αὐτῇ οὐ συνάπτομεν τὸν καὶ σύνδεσμον ὥστε λέγειν ἡμᾶς θεὸν καὶ θεὸν καὶ θεόν, ἐπείπερ ἡ αὐτή ἐστιν οὐσία, ἧς ἐστι τὰ πρόσωπα καὶ ἣν σημαίνει τὸ θεὸς ὄνομα· διὸ καὶ ὁ αὐτὸς θεός· τῷ δὲ αὐτῷ καὶ ἐπὶ δηλώσει τοῦ αὐτοῦ ὁ καὶ σύνδεσμος οὐ συμπλέκεταί ποτε.

εἰ δὲ λέγομεν πατέρα θεὸν καὶ υἱὸν θεὸν καὶ πνεῦμα ἅγιον θεὸν ἢ θεὸν πατέρα καὶ θεὸν υἱὸν καὶ θεὸν πνεῦμα ἅγιον, τὸν καὶ σύνδεσμον κατ᾽ ἔννοιαν τοῖς τῶν προσώπων ὀνόμασι συνάπτομεν, οἷον πατρί, υἱῷ, ἁγίῳ πνεύματι, ἵνα ᾖ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τουτέστι πρόσωπον καὶ πρόσωπον καὶ πρόσωπον, διὸ καὶ τρία πρόσωπα. τὸ δὲ θεὸς ὄνομα ἀπολύτως καὶ ὡσαύτως κατηγορεῖται ἑκάστου τῶν προσώπων ἄνευ τοῦ καὶ συνδέσμου, ὥστε μὴ δύνασθαι ἡμᾶς λέγειν θεὸν καὶ θεὸν καὶ θεόν, ἀλλὰ νοεῖν τὸ ὄνομα 〈δεύτερον καὶ〉 τρίτον μὲν λεγόμενον τῇ φωνῇ διὰ τὰ ὑποκείμενα πρόσωπα, προ〈σ〉βαλλόμενον δὲ τῇ δευτερώσει καὶ τῇ τριτώσει ἄνευ τοῦ καὶ συνδέσμου διὰ τὸ μὴ ἕτερον καὶ ἕτερον εἶναι θεόν. οὐ γάρ, καθὸ τὴν ἑτερότητα σῴζει πατὴρ πρὸς υἱόν, κατὰ τοῦτο θεὸς ὁ πατήρ· οὕτω γὰρ οὐκ ἂν θεὸς ὁ υἱός· εἰ γάρ, ἐπειδὴ πατὴρ ὁ πατήρ, διὰ τοῦτο καὶ θεὸς ὁ πατήρ, ἐπειδὴ μὴ πατὴρ ὁ υἱός, οὐ θεὸς ὁ υἱός· εἰ δὲ θεὸς ὁ υἱός, οὐκ, ἐπειδὴ υἱός. ὁμοίως καὶ ὁ πατὴρ οὐκ, ἐπειδὴ πατήρ, θεός, ἀλλ᾽ ἐπειδὴ οὐσία τοιάδε, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ δι᾽ ἣν πατὴρ θεὸς καὶ υἱὸς θεὸς καὶ πνεῦμα ἅγιον θεός. μὴ διαιρουμένης δὲ τῆς οὐσίας ἐν ἑκάστῳ τῶν προσώπων ὥστε καὶ τρεῖς εἶναι οὐσίας κατὰ τὰ πρόσωπα, δῆλον ὅτι οὐδὲ τὸ ὄνομα διαιρεθήσεται, ὅπερ σημαίνει τὴν οὐσίαν, τουτέστι τὸ θεός, εἰς τὸ εἶναι τρεῖς θεούς.

ἀλλ᾽ ὥσπερ οὐσία ὁ πατήρ, οὐσία ὁ υἱός, οὐσία τὸ ἅγιον πνεῦμα καὶ οὐ τρεῖς οὐσίαι, οὕτω καὶ θεὸς ὁ πατήρ, θεὸς ὁ υἱός, θεὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐ τρεῖς θεοί. εἷς γὰρ θεὸς καὶ ὁ αὐτός, ἐπεὶ καὶ μία οὐσία καὶ ἡ αὐτή, εἰ καὶ λέγεται ἕκαστον τῶν προσώπων καὶ ἐνούσιον καὶ θεός. ἢ γὰρ ἀνάγκη τρεῖς λέγειν οὐσίας πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπειδὴ οὐσία τῶν προσώπων ἕκαστον, ὅπερ ἐστὶν ἀλογώτατον, ἐπείπερ οὐδὲ Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν φαμὲν τρεῖς οὐσίας· μία γὰρ καὶ ἡ αὐτὴ τῶν τοιούτων προσώπων ἡ οὐσία· ἢ μίαν λέγοντες οὐσίαν, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, καίπερ ἐνούσιον εἰδότες τῶν προσώπων ἕκαστον, ἕνα δικαίως καὶ ἀκολούθως φαμὲν θεόν, εἰ καὶ τῶν προσώπων ἕκαστον θεὸν εἶναι πιστεύομεν, διὰ τὸ κοινὸν τῆς οὐσίας. ὥσπερ γὰρ 〈διὰ〉 τὸ διαφέρειν τὸν πατέρα τοῦ τε υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τρία φαμὲν πρόσωπα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, οὕτως, ἐπειδὴ μὴ διαφέρει πατὴρ υἱοῦ τε καὶ ἁγίου πνεύματος κατὰ τὴν οὐσίαν, μίαν εἶναι λέγομεν τὴν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰ γάρ, ἔνθα διαφορά, τριὰς διὰ τὴν διαφοράν, ἔνθα ταυτότης, μονὰς διὰ τὴν ταυτότητα· ἔστι δὲ ταυτότης τῶν προσώπων κατὰ τὴν οὐσίαν· μονὰς ἄρα αὐτῶν κατὰ τὴν οὐσίαν. εἰ δὲ κατὰ τὴν οὐσίαν μονὰς τῆς ἁγίας τριάδος, δῆλον ὅτι καὶ κατὰ τὸ θεὸς ὄνομα.

δηλωτικὸν γὰρ τοῦτο τῆς οὐσίας οὐ τὸ τί αὐτῆς παριστῶν (δῆλον ὅτι ἐπείπερ ἀπερινόητον καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας), ἀλλ᾽ ἀπό τινος ἰδιώματος προσόντος αὐτῇ λαμβανόμενον παραδηλοῖ αὐτήν, καθάπερ τὸ χρεμετιστικὸν καὶ τὸ γελαστικὸν ἰδιώματα ὄντα φύσεων λεγόμενα σημαίνει τὰς φύσεις, ὧνπέρ ἐστιν ἰδιώματα. ἔστι τοίνυν ἰδίωμα τῆς ἀϊδίου οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τὸ πάντα ἐποπτεύειν καὶ θεωρεῖν καὶ γινώσκειν, οὐ μόνον τὰ ἔργῳ γινόμενα, ἀλλὰ καὶ τὰ ἐν νῷ λαμβανόμενα, ὅπερ μόνης ἐστὶν ἐκείνης τῆς οὐσίας, ἅτε δὴ καὶ αἰτίας πάντων ὑπαρχούσης τῆς τὰ πάντα ποιησάσης καὶ πάντων ὡς ἰδίων ποιημάτων δεσποζούσης, τὰ 〈δὲ〉 κατ᾽ ἀνθρώπους ἅπαντα συμφέροντί τινι καὶ ἀρρήτῳ λόγῳ πρυτανευούσης. ἐντεῦθεν εἰλημμένον τὸ θεὸς ὄνομα κυρίως λεγόμενον σημαίνει τὴν οὐσίαν ἐκείνην, ἥτις ἀληθῶς δεσπόζει τῶν ἁπάντων ὡς πάντων δημιουργός. μιᾶς τοιγαροῦν ὑπαρχούσης τῆς οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ ἑνὸς τοῦ παραδηλοῦντος αὐτὴν ὀνόματος (φημὶ δή, τοῦ θεός) εἷς θεὸς ἔσται κυρίως καὶ ἀκολούθως τῷ λόγῳ τῆς οὐσίας, μηδενὸς λόγου καταναγκάζοντος ἡμᾶς τρεῖς λέγειν θεούς, ὥσπερ οὖν οὐδὲ τρεῖς οὐσίας.