Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Ἕλληνας ἐκ τῶν κοινῶν ἐννοιῶν

Γρηγόριος ὁ Νύσσης

Φιλοσοφική διάκριση ουσίας και υποστάσεως και αναίρεση των σοφισμάτων

Απόρριψη του επιχειρήματος περί πολλαπλότητας θεών μέσω της αποσαφήνισης της διαφοράς μεταξύ της κοινής ουσίας, που προσδιορίζεται από ειδοποιά γνωρίσματα, και της υποστάσεως, που συγκροτείται από ατομικά ιδιώματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ἀλλά τινες συζητητικοὶ ὑπάρχοντες καὶ διεγηγερμένοι πρὸς τὸ μηδὲν ἐᾶν ἀναντίρρητον ἐπὶ τῷ καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκροωμένους, ὡς ἔγωγε φαίην ἄν, φιλοπόνως γυμνάσαι παρορῶντες τὸ παρ᾽ ἡμῶν λελεγμένον καὶ τὸ μὴ δεδομένον ὡς ὁμολογούμενον λαμβάνοντες παραλογισμῷ τε χρώμενοι τὸ δοκοῦν κατασκευάζουσι καί φασιν, ὅτι ὥσπερ λέγομεν ὑπόστασις ὑποστάσεως, ᾗ ὑπόστασις, τουτέστι καθὸ ὑπόστασις, οὐδὲν διαφέρει, καὶ οὐ παρὰ τοῦτο μία ὑπόστασις αἱ πᾶσαι ὑποστάσεις· καὶ πάλιν οὐσία οὐσίας, ᾗ οὐσία, οὐδὲν διαφέρει, καὶ οὐ παρὰ τοῦτο μία οὐσία αἱ πᾶσαι οὐσίαι, οὕτως ἂν εἴποιμεν θεὸς θεοῦ, ᾗ θεός, οὐδὲν διαφέρει, καὶ οὐ διὰ τοῦτο εἷς θεὸς αἱ τρεῖς ὑποστάσεις, καθ᾽ ὧν τὸ θεὸς κατηγορεῖται· καὶ πάλιν ἄνθρωπος ἀνθρώπου, ἧ ἄνθρωπος, οὐδὲν διαφέρει λέγοντες οὐκ ἀναιροῦμεν τὸ τρεῖς ἀνθρώπους εἶναι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν· διαφέρει γὰρ οὐσία οὐσίας οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ τοιάδε οὐσία καὶ ὑπόστασις ὑποστάσεως καθὸ τοιάδε ὑπόστασις· ὡσαύτως καὶ ἄνθρωπος ἀνθρώπου, ᾗ τοιόσδε ἄνθρωπος, καὶ πάλιν θεὸς θεοῦ, ᾗ τοιόσδε θεός· τὸ δὲ τοιόσδε ἢ τοιόσδε ἐπὶ δύο ἢ καὶ πλειόνων εἴωθε λέγεσθαι.

ἀλλὰ ταῦτα μέν, ὡς εἴπομεν, ἐκεῖνοι λέγουσιν· ἡμεῖς δὲ δείξομεν σόφισμα τὸ πᾶν εἶναι καὶ οὐδὲν ἕτερον τὸ λελεγμένον, οὐδαμῶς ἄλλως περιγινόμενοι ἀλλ᾽ ἢ αὐτοῖς τοῖς εἰρημένοις κεχρημένοι καὶ δεικνύντες μὴ δεῖν τὸν τοιόνδε θεὸν καὶ τοιόνδε θεὸν ἢ τοιόνδε ἄνθρωπον καὶ τοιόνδε λέγειν· ἀλλ᾽ εἰ ἄρα τοιάνδε ὑπόστασιν θεοῦ καὶ τοιάνδε ὑπόστασιν ἀνθρώπου· πολλὰς γὰρ ὑποστάσεις τοῦ ἑνὸς ἀνθρώπου καὶ τρεῖς ὑποστάσεις τοῦ ἑνὸς θεοῦ φαμεν δικαίως. τὸ μὲν οὖν τοιόσδε λεγόμενον διακρῖναι βούλεται τί τινος κοινωνοῦντος κατ᾽ ἐκεῖνο τοὔνομα, ᾧ τὸ τοιόσδε προστίθεται· οἷον ζῷον τοιόνδε φαμὲν τὸν ἄνθρωπον διακρῖναι βουλόμενοι τοῦ ἵππου, φέρε εἰπεῖν, κοινωνοῦντος αὐτῷ κατὰ τοὔνομα τοῦ ζῴου, διαφέροντος δὲ τῷ λογικῷ καὶ τῷ ἀλόγῳ. διακρίνεται δέ τί τινος ἢ οὐσίᾳ ἢ ὑποστάσει ἢ οὐσίᾳ καὶ ὑποστάσει· καὶ οὐσίᾳ μὲν διακέκριται ὁ ἄνθρωπος τοῦ ἵππου, ὑποστάσει δὲ Παῦλος Πέτρου, οὐσίᾳ δὲ καὶ ὑποστάσει ἥδε ἡ ὑπόστασις τοῦ ἀνθρώπου τῆσδε τῆς ὑποστάσεως τοῦ ἵππου. ἀλλὰ φανερουμένου τοῦ λόγου τῶν κατ᾽ οὐσίαν ἁπλῶς καὶ τῶν καθ᾽ ὑπόστασιν καὶ οὐ κατ᾽ οὐσίαν διαφερόντων πρόδηλος ἔσται καὶ ὁ περὶ τῶν κατ᾽ οὐσίαν ἅμα καὶ ὑπόστασιν διακεκριμένων.

περὶ τούτων οὖν ἡμῖν ἐξεταζέσθω ὁ λόγος· ὅτι μὲν γὰρ καὶ τὰ διαφέροντα κατ᾽ οὐσίαν λέγονται δύο ἢ τρεῖς οὐσίαι καὶ τὰ διαφέροντα καθ᾽ ὑπόστασιν ὡσαύτως λέγονται δύο καὶ τρεῖς ὑποστάσεις, ὁμολογοῦσι καὶ αὐτοὶ καὶ ἡμεῖς· διαφερόμεθα δέ, ὅτι ἐπὶ μὲν Πέτρου καὶ Παύλου φασὶ δεῖν 〈δύο〉 λέγειν ἀνθρώπους, ἡμεῖς δὲ οὐ κυρίως μέντοι καὶ κατὰ τὸν ἐπιστημονικὸν λόγον· οὐδὲ εἷς γὰρ νῦν ἡμῖν λόγος περὶ κοινῆς καὶ καταχρηστικῆς χρήσεως· αὕτη γὰρ οὔτε πρὸς ἀναίρεσίν τινος οὔτε πρὸς σύστασιν ἰσχύει. σαφηνιζέσθω τοιγαροῦν πρότερον ἡμῖν, τὸν ἄνθρωπον καὶ τὸν ἵππον ἢ τὸν ἵππον καὶ τὸν κύνα τίνος χάριν διαφέρειν λέγομεν καθὸ τοιάσδε οὐσίας. ἢ πρόδηλον ὅτι ἐπειδὴ διαφέρουσιν ἀλλήλων κατὰ τὰ χαρακτηρίζειν οὐσίας εἰωθότα, οἷον λογικῷ καὶ ἀλόγῳ, χρεμετιστικῷ, ὑλακτικῷ καὶ εἴ τινι τοιούτῳ. τῷ γὰρ λέγειν οὐσίαν τοιάνδε οὐδὲν ἕτερον λέγομεν ἢ ὕπαρξιν ζωῆς μετέχουσαν πρὸς ἀντιδιαστολὴν τῆς μὴ τοιαύτης, ὕπαρξιν λογικεύεσθαι πεφυκυῖαν πρὸς διάκρισιν ἀλογίᾳ διαφερούσης, ὕπαρξιν τὸ χρεμετιστικὸν ἔχουσαν χαρακτηριστικόν, καὶ εἴ τι τοιοῦτον. ἀντὶ γὰρ τοιούτων διαφορῶν καὶ ἰδίων προστίθεται τῇ οὐσίᾳ ἢ καὶ παντὶ γένει πρὸς διάκρισιν τῶν ὑπ᾽ αὐτὸ εἰδῶν τὸ τοιάδε καὶ τοιόνδε οἶον τοιάδε οὐσία ἀντὶ τοῦ αἰσθητικὴ ἢ ἀναίσθητος, τοιόνδε ζῷον ἀντὶ τοῦ λογικὸν ἢ ἄλογον.

καὶ πάλιν λέγομεν· διαφέρει Παῦλος Πέτρου, καθὸ τοιάδε ὑπόστασις ἑκάστῳ αὐτῶν, ἐπειδὴ διαφέρουσιν ἀλλήλων κατά τινα τῶν ὑπόστασιν καὶ οὐκ οὐσίαν συνιστᾶν πεφυκότων, οἷον φαλακρότητι, μακρότητι, πατρότητι, υἱότητι καὶ εἴ τινι τοιούτῳ· πρόδηλον γάρ, ὡς οὐ ταὐτὸν εἶδος καὶ ἄτομον, τουτέστιν οὐσία καὶ ὑπόστασις· λέγων γάρ τις ἄτομον, τουτέστιν ὑπόστασιν, εὐθὺς τὴν διάνοιαν τοῦ ἀκροωμένου παραπέμπει πρὸς τὸ ζητῆσαι οὖλον, γλαυκόφθαλμον, υἱόν, πατέρα καὶ εἴ τι ὅμοιον· λέγων δὲ εἶδος, τουτέστιν οὐσίαν, πρὸς τὸ γνῶναι δηλονότι, ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ζῷον ἄλογον, θνητόν, χρεμετιστικὸν καὶ τὰ τοιαῦτα. εἰ δὲ μὴ ταὐτὸν οὐσία καὶ ἄτομον, ὅπερ ἐστὶν ὑπόστασις, οὐδὲ ταὐτὰ τὰ χαρακτηρίζοντα ταύτην τε κἀκείνην. εἰ δὲ καὶ ταῦτα οὐ ταὐτά, οὐδὲ τοῖς αὐτοῖς ὀνόμασι δυνατὸν συνάπτεσθαι· ἀλλὰ τὰ μὲν τοῖς κατ᾽ οὐσίας ἢ οὐσιῶν κειμένοις, τὰ δὲ τοῖς κατὰ ἄτομον λεγομένοις. τρία τοίνυν ἐστὶν ὀνόματα, περὶ ὧν ἡ ζήτησις· οὐσία, ἄτομον, ἄνθρωπος.

καὶ τῇ μὲν οὐσίᾳ συνάπτομεν τὸ τοιάδε πρὸς διάκρισιν, ὡς εἶπον, τῶν ὑπ᾽ αὐτὴν εἰδῶν κατ᾽ οὐσίαν ἀλλήλων διαφερόντων· τῇ δὲ ὑποστάσει πάλιν ὁμοίως τὸ τοιάδε συζεύγνυμεν πρὸς διαίρεσιν προσώπων τῶν ἀλλήλοις κοινωνούντων τούτου τοῦ ὀνόματος, τουτέστι τῆς ὑποστάσεως, καὶ διαφερόντων ἀλλήλων οὐ τοῖς οὐσίαν χαρακτηρίζουσιν, ἀλλὰ τοῖς λεγομένοις συμβεβηκόσιν. τίνι οὖν βούλονται τρόπῳ συνάψαι τῷ ἄνθρωπος ὀνόματι τὸ τοιόσδε; (ἐκ γὰρ τῶν κοινῶς ὁμολογουμένων τὰ ἀμφιβαλλόμενα δέχεται τὴν λύσιν.) ὡς τῇ οὐσίᾳ; ἔσται οὖν τὰ ὑπ᾽ αὐτὸν οὐσιώδει διαφορᾷ διακεκριμένα ἀλλήλων; ὅπερ οὐκ ἔστιν· οὐδὲν γὰρ διαφέρει κατ᾽ οὐσίαν Παῦλος Πέτρου, καθ᾽ ὧν κατηγορεῖται τὸ ἄνθρωπος. ἀλλ᾽ ὡς τῇ ὑποστάσει; προσώπου ἄρα δηλωτικὸν τὸ ἄνθρωπος καὶ οὐκ οὐσίας, ὅπερ ἄτοπον λέγειν· τὸ κοινὸν γὰρ τῆς οὐσίας σημαίνει τὸ ἄνθρωπος καὶ οὐκ ἰδικὸν πρόσωπον, Παύλου, φέρε εἰπεῖν, ἢ Βαρνάβα. οὐκ ἄρα οὐδενὶ τρόπῳ τὸ τοιόσδε συνάπτεται τῷ ἄνθρωπος κατά γε τὸν ἐπιστημονικὸν λόγον. εἰ δὲ ἡ κοινὴ χρῆσις ἀπορεῖ τούτου καὶ κατακέχρηται τοῖς τῆς οὐσίας ὀνόμασι εἰς προσώπου δήλωσιν, οὐδὲν πρὸς τὸν ἀκριβῆ κανόνα τῆς λογικῆς ἐπιστήμης.