Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐάγριον περὶ εἱμαρμένης

Γρηγόριος ὁ Νύσσης

Η δαιμονική προέλευση των προρρήσεων και η απομάκρυνση από τη θεία πρόνοια

Ερμηνεία της ενδεχόμενης επιτυχίας των αστρολογικών προβλέψεων ως αποτέλεσμα δαιμονικής ενέργειας, με απώτερο σκοπό την εξαπάτηση των ανθρώπων και την απομάκρυνσή τους από την εμπιστοσύνη στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Ὁ δέ, Ταῦτα μὲν οὔπω, φησίν, ἐξήτασται παρ᾽ ἡμῖν, τίνι λόγῳ διαφεύγει τὴν ἐκ τῶν ἄστρων ἀνάγκην τὰ νόμοις τισὶ κεκρατημένα παρὰ πολλοῖς τῶν ἐθνῶν· ἡ μέντοι πρόρρησις τῶν ἀποβησομένων οὐκ ἂν μικρὸν εἰς ἀπόδειξιν νομισθείη τοῦ ἀπαραβάτως ἔχειν τὰ μεμοιραμένα ἑκάστῳ. πῶς γὰρ ὁ δεῖνα τόνδε τὸν ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν καὶ τοιαῖσδε συντυχίαις κατὰ τὸν βίον συνενεχθήσεσθαι προμαθὼν οὐ διεψεύσθη, εἰ μή τις ἀνάγκη κατὰ τὸ ἀπαράβατον ἐκείνῳ τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε προαγορεύοντι διὰ τῆς ποιᾶς τῶν κατὰ τὸν ἀριθμὸν σεσημειωμένων παρατηρήσεως δῆλον ἐποίησεν;

Ἐγὼ δὲ κρεῖττον μὲν ἔφην ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν ἢ γέλωτος ἀφορμὴν παρέχειν τοῖς ἀμαθεστέροις τῶν ἡμετέρων δογμάτων· πλὴν ἀλλὰ μικρὰ φροντίσας τῶν ἐν γέλωτι τὰ καθ᾽ ἡμᾶς τιθεμένων, δι᾽ ὀλίγων, ὡς ἂν οἷός τε ὦ, πᾶσαν τὴν περὶ τούτου αἰτίαν ἐκθήσομαι. ἔστι τῷ γένει τῶν ἀνθρώπων κατὰ φύσιν πολέμιος δύναμίς τις ἐκ τῶν ἐναντίων τῇ ἀγαθῇ φύσει γινωσκομένη. τούτου δὲ μυρίας μὲν ἔστι τὰς ἀποδείξεις ἐξ ἐναργῶν παραστῆσαι πραγμάτων. οὐ μὴν ἀναγκαῖον ἡγοῦμαι τῷ παρόντι καιρῷ πάντα κατὰ τὸ ἀκόλουθον διεξιέναι δι᾽ ὧν ταῦτα οὕτως ἔχειν πεπίστευται. τῆς τοίνυν θείας φύσεως ἐν παντὶ ἀγαθῷ νοήματί τε καὶ ὀνόματι θεωρουμένης, παρ᾽ ἧς ἡ ζωή, τὸ φῶς, ἡ ἀλήθεια, τὸ δίκαιόν τε καὶ σοφὸν καὶ τὸ ἄφθαρτον καὶ πᾶν ὅ τί περ ἔστι κατ᾽ ἔννοιαν λαβεῖν ἀγαθόν, τοῦτο οὔσης καὶ τοῦτο χαριζομένης, ἡ ἐκ τῶν ἐναντίων γνωριζομένη δύναμις ἐκ πάντων τῶν κατὰ τὸ ἀντικείμενον ἑκάστῳ τῶν ἀγαθῶν θεωρουμένων καταλαμβάνεται, ὥστε ἀντὶ μὲν ζωῆς θάνατον, ἀντὶ δὲ ἀληθείας ἀπάτην, καὶ ἀνθ᾽ ἑκάστου τῶν βελτιόνων τὴν ἀντιδιαστελλομένην κακίαν παρ᾽ αὐτῆς τοῖς ἀνθρώποις ἐπάγεσθαι· εἶναι γὰρ αὐτῇ τοῦτο φίλον ὅπερ ἂν τῇ φύσει τοῖς ἀνθρώποις ἐπ᾽ ὀλέθρῳ γίνηται.

ὥσπερ δὲ οἱ διὰ τῶν δηλητηρίων κακοποιοῦντες πολλάκις καὶ μέλιτι τὸ φθεῖρον ἐφηδύνουσι φάρμακον οὐκ εὐφρᾶναι τῇ γεύσει τὸν βλαπτόμενον σπουδὴν ποιούμενοι, ἀλλ᾽ ἐκκλέψαι τὴν τοῦ φθείροντος αἴσθησιν, οὕτω καὶ ἡ φθοροποιὸς αὕτη φύσις σκοπὸν ἔχουσα τῆς ἀγαθῆς φύσεως ἀποστῆσαι τὸν ἄνθρωπον ἀγαθῶν τινων πραγμάτων μορφὰς ὑποδύεται προρρήσεσί τισι καὶ ἰατρείαις τὸν ἐγκεκρυμμένον τῆς ἀπάτης λόχον ἐπικαλύπτουσα, ὡς ἂν τούτῳ προσέχοντες τὸ δείλαιον τῶν ἀνθρώπων γένος τοῦτό τε νομίζοντες ἀγαθὸν εἶναι τοῦ ὄντος κατὰ φύσιν ἀγαθοῦ μηδεμίαν ἔχοιεν ἐπιθυμίαν. διά τοι τοῦτο, καθ᾽ ὅπερ ἄν τις προγνώσεως εἶδος διά τινος ἀπάτης προειλημμένος τύχῃ, κατ᾽ ἐκεῖνο καὶ ἡ ἀπατηλὴ τῶν δαιμόνων ὑπήκουσε δύναμις, ἐν ἡπατοσκοπίαις καὶ οἰωνισμοῖς, ἐν κληδόσιν, ἐν νεκυίαις, ἐν γενεθλιαλογίαις, ἑκάστου τούτων οὐ κατὰ τὸν αὐτὸν τρόπον ἀλλὰ διαφόρως τὸ ἐφεξῆς προμηνύοντος.

ὥσπερ τοίνυν ὁ τῷ ἥπατι τὸ μέλλον διασημαίνων ἢ ὁ διά τινος κληδόνος προεικάσας τὸ ἐσόμενον ἢ ὁ πρὸς τὴν πτῆσιν τοῦ οἰωνοῦ βλέπων οὐ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ τὰ τοιαῦτα προαγορεύειν κατεπαγγέλλεται, κατὰ τὸν αὐτὸν τρόπον μιᾶς οὔσης αἰτίας, καθὼς εἴρηται, τῆς τὸ τοιοῦτο τῆς προρρήσεως εἶδος μετιούσης (λέγω δὲ κατὰ τὴν ἀπατηλὴν τῶν δαιμόνων ἐνέργειαν), οὐκ ἐπειδή ποτέ τι κατὰ τὸ συμβὰν ἐπετεύχθη τῶν εἰρημένων, εἴπερ δὴ καὶ ὅλως ἐπετεύχθη, διὰ τούτου ἡ τῆς εἱμαρμένης ἀποδείκνυται δύναμις, ἐπεὶ πᾶν προρρήσεως εἶδος εἰκότως ἂν ἐξ εἱμαρμένης τὴν ἰσχὺν ἔχειν κατασκευάζοιτο· ὥστε ἡμῖν μίαν μὲν εἱμαρμένην εἶναι τὸν ὄνειρον, ἑτέραν δὲ τὴν ἐκ παλμῶν παρατήρησιν, ἄλλην δὲ ἐξ οἰωνισμῶν ἢ κληδόνων ἤ τινων συμβόλων συνισταμένην. εἰ δὲ οὐδὲν ἐπ᾽ ἐκείνων κωλύει καὶ πρόρρησιν εἶναι καὶ εἱμαρμένην μὴ εἶναι, οὐδὲ εἴ τις ἐξ ἀριθμοῦ τοῖς γενεθλιαλογοῦσιν ἐπετεύχθη πρόρρησις, ἀρκοῦσα γένοιτο ἂν πίστις εἰς τὸ μὴ ῥαδίως τὰ τοιαῦτα ἐπιτυγχάνεσθαι.

καίτοι γε οὐδὲ ἀκριβεῖς τε καὶ ἀναμφίβολοι παρὰ τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων αἱ προμηνύσεις γίνονται, ἀλλὰ πολλὰς ἑαυτοῖς ἀναχωρήσεις παρασκευάζουσιν ἐπὶ τῇ ἐκβάσει, εἰ πρὸς τοὐναντίον ὁ λόγος ἐλέγχοιτο, καί τινα προτεχνολογοῦσιν ἑαυτοῖς οἷς τούτων μέλει, ὥστε μὴ τῆς ἐπιστήμης τῷ ἐσφαλμένῳ τῆς κατὰ τὴν ὥραν σημειώσεως τὴν ἀποτυχίαν λογίζεσθαι, καὶ λοξαὶ ὡς ἐπίπαν καὶ πρὸς τὸ διπλοῦν τῶν ἐκβάσεων ἐπαμφοτερίζουσαι γίνονται παρ᾽ αὐτῶν αἱ προρρήσεις, ἵν᾽ ὅπερ ἂν ἐκβῇ, τοῦτο προμεμηνῦσθαι δόξῃ. πολλάκις γὰρ τὸ περιφανές τε καὶ τὸ ὑπὲρ τοὺς ἄλλους ὁ τὴν ὥραν τῆς γενέσεως κατανοήσας ἐμήνυσεν. εἶτα ἐν ἐξαισίοις τισὶ συμφοραῖς τούτου γεγονότος οὐδὲν διεσφάλθαι ὁ προαγορεύσας διισχυρίσατο· ἔσχε γὰρ ὑπὲρ τοὺς ἄλλους τὸ πλέον εἰς τὴν τῶν κακῶν μετουσίαν. καὶ τούτων ἡ καθ᾽ ἡμᾶς ἱστορία μάρτυς ἐστίν. Οὐάλεντος γὰρ τοῦ βασιλέως ἐπὶ τῆς Ῥωμαίων ὄντος ἀρχῆς ἀπάτη τις τοιαύτη πρὸς τὴν ἀνταρσίαν τῆς ἀρχῆς παρεκίνησε. καὶ ὁ μὲν ὥρμησεν ἐφόδιον πρὸς τὴν τόλμαν τὴν τῶν γενεθλιαλογούντων προαγόρευσιν ἔχων· τὸ δὲ πέρας τῆς ἐγχειρήσεως τοιοῦτον ἐγένετο, ὥστε αὐτὸν τῶν ἐπὶ ταῖς μεγίσταις ἀρχαῖς γνωρισθέντων ἐν τῷ μεγέθει τῆς συμφορᾶς γενέσθαι διασημότερον· καὶ τοῦτο συνηγορία τῆς γενεθλιαλογίας τοῖς πολλοῖς ἐνομίσθη, ὅτι τὸ κατὰ συμφορὰν μέγεθος ἀντὶ τοῦ μεγέθους τῶν ἀγαθῶν τῷ ἀνδρὶ συνηνέχθη.

Ἐγὼ δὲ τὸ μὲν πεπλανημένας τὰς περὶ τούτων γενέσθαι προαγορεύσεις οὔπω μέγα ποιοῦμαι τεκμήριον τοῦ μὴ ἑστάναι τῆς εἱμαρμένης τὸν λόγον, ἀλλ᾽ ἐπειδὴ πολλαῖς καὶ ἄλλαις ἐπινοίαις ἡ ἀπατηλὴ τῶν δαιμόνων δύναμις τὰς προρρήσεις σοφίζεται. καὶ γὰρ καὶ ὕδωρ τι μαντικὸν παραφορὰς καὶ μανίας τοῖς γευσαμένοις ἐνεργαζόμενον, καὶ πνεῦμα κάτωθεν διά τινος στομίου διεξερχόμενον· ὅπερ εἰ ἐν γυναικείοις γένοιτο σπλάγχνοις, ἐξοιδεῖν τε τὴν γαστέρα ποιεῖ καὶ τῆς διανοίας ἔκστασιν καὶ παραφορὰν τοῦ καθεστηκότος ἐργάζεται. ἅπερ πάντα θεῖά τε καὶ μαντικὰ τοῖς ἀπατωμένοις ἐδόκει· τῶν τε ἐξ ἥπατος ἢ πυρὸς σημείοις τισὶ τὸ μέλλον προεικαζόντων ἢ τῶν πρὸς τὰς πτήσεις τῶν ὀρνέων οὐδεὶς ἀνέθηκε τῇ εἱμαρμένῃ τὴν τῆς προρρήσεως δύναμιν, ἀλλά τινι δαιμονίᾳ κατοκωχῇ τὸ τοιοῦτον λογίζονται. οὕτω φημὶ ἢ μὴ εἶναι καθόλου προαγόρευσιν διὰ τὸ πολλοῖς ἐναντιώμασι τὰς προρρήσεις ἐλέγχεσθαι, ἢ εἴπερ ἀποδεικνύει τις αὐτὴν ὡς προλέγουσάν τι τῶν ἐκβησομένων, ὅπερ ἐπὶ τῶν ἄλλων ἑκάστου τῶν κατὰ πρόρρησιν ἐπιτυγχανομένων καταλαμβάνομεν, τοῦτο καὶ ἐπὶ τοῦ τοιούτου τῆς προρρήσεως εἴδους οἰόμεθα χρῆναι νομίζειν.

ἴσον γὰρ ἐπὶ πάντων τούτων ἐστὶ τὸ ἐν τοῖς πλείοσι διαμαρτάνειν τό τε ἔν τισι δοκεῖν μὴ ἔξω τῆς τῶν ἐκβησομένων ἀληθείας ἄγειν τὴν πρόρρησιν, καὶ τῇ ἀπατηλῇ τῶν δαιμόνων φύσει ὁμοίως καὶ διὰ ταύτης καὶ πάσης ἐπινοίας ὁ σκοπὸς κατορθοῦται. τὸ γὰρ ἀποστῆσαι τὸν ἄνθρωπον τοῦ πρὸς τὸν θεὸν βλέπειν κἀκεῖθεν ἑαυτῷ τὴν τῶν ἀγαθῶν μοῖραν παρασκευάζειν, ἀντὶ παντὸς τοῖς δαίμοσι σπουδάζεται. τὸ τοίνυν πεπεῖσθαι τοὺς εὐεξαπατήτους μὴ ἐπὶ τῷ θείῳ βουλήματι τὰ κατὰ τὸν βίον κεῖσθαι, ἀλλ᾽ ἐπὶ τῇ τοιᾷδε τῶν ἄστρων διαπλοκῇ καὶ τῇ ἐκεῖθεν ἀπορρεούσῃ δυνάμει, πάντων μάλιστα πρὸς τὸν σκοπὸν τῆς βλαπτικῆς τῶν δαιμόνων φύσεως βλέπει. εἰ οὖν κεχαρισμένον ἐστὶ τοῖς δαίμοσι τοῦ θεοῦ ἀποστῆσαι τὸν ἄνθρωπον, ἀφίστησι δὲ ἡ περὶ ταῦτα πλάνη, ἀποδείκνυται σαφῶς δαιμονία τις οὖσα ἐνέργεια δι᾽ ἀπάτης παρακρουομένη τοὺς πᾶσαν μὲν ἐν τούτοις τὴν δύναμιν εἶναι νομίζοντας, πρὸς δὲ τὴν παντοδύναμον τοῦ θεοῦ ἐξουσίαν μὴ ἀποβλέποντας.