Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Ο Υιός ως αληθινό φως και ζωή, και η ανατροπή των ευνομιανών διαχωρισμών

Κριτική της ανθρώπινης γνωσιολογικής αλαζονείας. Απόρριψη του υποβιβασμού του Υιού σε άγγελο, απόδειξη του αναλλοίωτου του θείου φωτός και της κοινής ζωοποιού ενέργειας Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 14 από 14

Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. μικρὸν γὰρ προελθὼν διαμάχεται πρὸς τοὺς ὁμολογοῦντας ἀσθενεῖν τὴν ἀνθρωπίνην φύσιν πρὸς τὴν τῶν ἀλήπτων περίνοιαν καὶ τοιαῦτά τινα μεγαλαυχούμενος διεξέρχεται, τὸ καθ᾽ ἡμᾶς εὐτελίζων τούτοις τοῖς ῥήμασιν· 〈οὐδὲ γὰρ εἴ τινος ὁ νοῦς διὰ κακόνοιαν ἐσκοτωμένος καὶ διὰ τοῦτο μηδὲν μήτε τῶν πρόσω μήτε τῶν ὑπὲρ κεφαλὴν ἰδεῖν δυνάμενος μετρίως ἔχοι πρὸς τὴν τῆς ἀληθείας κατάληψιν, διὰ τοῦτο οἴεσθαι χρὴ μηδὲ τοῖς ἄλλοις ἀνθρώποις ἐφικτὴν εἶναι τὴν τῶν ὄντων εὕρεσιν〉. ἀλλ᾽ εἴποιμ᾽ ἂν πρὸς αὐτὸν ὅτι ὁ 〈ἐφικτὴν εἶναι〉 λέγων 〈τὴν τῶν ὄντων εὕρεσιν〉 ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως προήγαγεν ἑαυτοῦ τὴν διάνοιαν καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως οὕτως καὶ τοῖς ἐπέκεινα πάσης ἐννοίας ἐπέβαλεν ἑαυτοῦ τὴν καταληπτικὴν φαντασίαν.

οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ μικρότατον τῶν προφαινομένων ἡμῖν ὅπως ἔχει φύσεως ἑρμηνευσάτω, ὡς ἂν διὰ τοῦ γνωρίμου καὶ περὶ τοῦ κεκρυμμένου πιστώσαιτο, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις ἑρμηνευσάτω τῷ λόγῳ, εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή, εἰ σπλάγχνοις οἰκονομεῖται παραπλησίως τοῖς ἄλλοις ζῴοις, εἰ ὀστέοις τὸ σῶμα περιείληπται, εἰ μυελῷ τὰ κοῖλα τῶν ὀστέων κατὰ τὸ ἐντὸς **, εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται, εἰ μυῶν περιβολαῖς καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις, εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς παρατείνεται, εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν, εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες ὑμένες τε καὶ φρένες καὶ διαφράγματα, καὶ εἰ ψιλόν ἐστιν ἢ τετρίχωται, καὶ εἰ πρὸς τὸ ἄρρεν τε καὶ θῆλυ διαμερίζεται, ἐν τίνι τε μέρει τοῦ σώματος τὸ ὀπτικὸν ἢ τὸ ἀκουστικὸν ἐγκαθίδρυται, καὶ εἰ τῆς ὀσφραντικῆς μετέχει αἰσθήσεως, εἰ μονώνυχόν ἐστιν ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις, πόσον δὲ βιοῖ χρόνον καὶ τίς ὁ τρόπος αὐτοῖς τῆς ἐξ ἀλλήλων γεννήσεως, ἐπὶ πόσον δὲ κυίσκεται τὸ τικτόμενον καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες οὔτε ὑπόπτεροι πάντες, ἀλλ᾽ οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται.

ὁ τοίνυν τῶν ὄντων κατειληφέναι τὴν γνῶσιν κομπάζων τέως ἡμῖν τὴν τοῦ μύρμηκος φύσιν φανερωσάτω, εἶθ᾽ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβε τῇ γνώσει τὴν φύσιν, πῶς τὸν ἐν ἑαυτῷ πᾶσαν περικρατοῦντα τὴν κτίσιν τῷ καταληπτικῷ περιειληφέναι λόγῳ μεγαλαυχεῖται καὶ τοὺς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως ἐφ᾽ ἑαυτῶν ὁμολογοῦντας 〈ἐσκοτῶσθαι〉 λέγει τὰ τῆς ψυχῆς αἰσθητήρια 〈καὶ μήτε〉 τινὸς 〈τῶν πρόσω μήτε τῶν ὑπὲρ κεφαλὴν〉 ἐφικνεῖσθαι;

Ἀλλ᾽ ὁ τὴν γνῶσιν ἔχων τῶν ὄντων ἴδωμεν τί παρὰ τοὺς ἄλλους ἐπίσταται, ἀκούσωμεν τῆς ὑπερόγκου φωνῆς. ἢ 〈μάτην ἂν ὁ κύριος ἑαυτὸν ὠνόμασεν θύραν〉, φησί, 〈μηδενὸς ὄντος τοῦ διϊόντος πρὸς κατανόησιν καὶ θεωρίαν τοῦ πατρός, μάτην δ᾽ ἂν ὁδόν, μηδεμίαν παρέχων εὐμάρειαν τοῖς ἐλθεῖν πρὸς τὸν πατέρα βουλομένοις· πῶς δ᾽ ἂν εἴη φῶς, μὴ φωτίζων τοὺς ἀνθρώπους, μὴ καταλάμπων τὸ τῆς ψυχῆς ὄμμα πρὸς κατανόησιν ἑαυτοῦ τε καὶ τοῦ ὑπερκειμένου φωτός〉; εἰ μὲν οὖν οἴκοθέν τινας λογισμοὺς διεξῄει ἐκφεύγοντας τῇ λεπτότητι τὴν τῶν ἀκουόντων διάνοιαν, δυνατὸν ἂν ἦν ἴσως παρακρουσθῆναι τῇ περινοίᾳ τοῦ λόγου, διαδιδράσκοντος πολλάκις τοῦ ἐγκειμένου νοήματος τὸν ἀκούοντα. ἐπεὶ δὲ τὰ θεῖα προβάλλεται ῥήματα, πάντως οὐδεὶς καταμέμψεται τοὺς τὴν θεόπνευστον διδασκαλίαν πᾶσι κοινὴν προκεῖσθαι πεπιστευκότας. ἐπειδὴ τοίνυν θύρα, φησίν, ὠνομάσθη ὁ κύριος, ἐκ τούτου κατασκευάζεται τὸ καταληπτὴν εἶναι τοῦ θεοῦ τὴν οὐσίαν. ἀλλ᾽ οὐ δέχεται τὴν διάνοιαν ταύτην τὸ εὐαγγέλιον. αὐτῆς γὰρ ἀκούσωμεν τῆς θείας φωνῆς. Ἐγώ εἰμι, φησίν, ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τί τοίνυν ἐκ τούτων ἡ γνῶσις τῆς οὐσίας ἐστίν;

πλειόνων γὰρ ὄντων τῶν εἰρημένων καὶ ἰδίαν ἑκάστου διάνοιαν κατὰ τὸ σημαινόμενον ἔχοντος, οὔτε πάντα δυνατόν ἐστιν τῷ τῆς οὐσίας ἐντίθεσθαι λόγῳ, ὡς ἂν μὴ σύμμικτον ἐκ διαφόρων νοηθείη τὸ θεῖον, καὶ τὸ μᾶλλον κυρίως ἐφαρμόσαι τῷ προκειμένῳ δυνάμενον οὐκ ἔστιν εὐκόλως ἐκ τῶν κατειλεγμένων εὑρεῖν. ἡ θύρα ὁ κύριος· Δι᾽ ἐμοῦ, φησίν, ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. τὴν εἴσοδον εἴπωμεν ἀντὶ τῆς οὐσίας λέγειν αὐτὸν ἢ τὴν σωτηρίαν τῶν εἰσιόντων ἢ τὴν ἔξοδον ἢ τὴν νομὴν ἢ τὴν εὕρεσιν; ἕκαστον γὰρ τούτων ἰδιάζει τῷ σημαινομένῳ καὶ οὐ συμφωνεῖ πρὸς τὸ ἕτερον. τὸ γὰρ ἐντὸς γενέσθαι τῷ ἐξελθεῖν ἐναντίον ἐκ τοῦ προχείρου δοκεῖ καὶ τὰ ἄλλα ὡσαύτως. ἄλλο γάρ τι τῷ ἰδίῳ λόγῳ ἐστὶν ἡ νομή, ἕτερον δέ τι παρὰ τοῦτο ἡ εὕρεσις. τί οὖν ἐκ τούτων ἡ τοῦ πατρὸς οὐσία νομίζεται; οὐ γὰρ δὴ τὰ πάντα τις εἰπὼν μὴ συμφωνοῦντα τῇ σημασίᾳ πρὸς ἄλληλα τὴν ἁπλῆν τε καὶ ἀσύνθετον οὐσίαν διὰ τῶν ἀσυμφώνων ἐνδείξεται. πῶς δ᾽ ἂν ἀληθεύοι ὁ λόγος ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ Ὃν εἶδεν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι Οὐκ ἔστιν ὃς ὄψεται τὸ πρόσωπον κυρίου καὶ ζήσεται, εἴπερ ἢ τὸ ἐντὸς τῆς θύρας ἢ τὸ ἐκτὸς ἢ τῆς νομῆς ἡ εὕρεσις οὐσία τοῦ πατρὸς εἴη; οὐ μὴν ἐπειδὴ τοῦτο οὐκ ἔστιν, ἀργόν τε καὶ ἄσημον ἐπὶ τοῦ κυρίου τὸ ὄνομα τῆς θύρας ὑπονοήσομεν.

ἀληθῶς γὰρ ὁ αὐτός ἐστι καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς, καθὼς ὁ Δαβὶδ ὀνομάζει, καὶ δι᾽ ἑαυτοῦ τοὺς εἰσιόντας δέχεται καὶ ἐν ἑαυτῷ τοὺς ἔνδον γενομένους σῴζει καὶ πάλιν δι᾽ ἑαυτοῦ πρὸς τὴν νομὴν τῶν ἀρετῶν προάγει καὶ πάντα γίνεται τοῖς σῳζομένοις, ἵνα ἑκάστῳ πρόσφορον ἑαυτὸν ποιήσῃ, καὶ ὁδὸς καὶ ὁδηγὸς καὶ θύρα περιοχῆς καὶ οἶκος καταφυγῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τόπος χλόης, ἣν ἐν τῷ εὐαγγελίῳ νομὴν ὀνομάζει· ὁ δὲ καινὸς θεολόγος διὰ τὴν γνῶσιν τῆς τοῦ πατρὸς οὐσίας θύραν φησὶν ὠνομάσθαι τὸν κύριον. τί οὖν οὐχὶ καὶ τὴν πέτραν καὶ τὸν λίθον καὶ τὴν πηγὴν καὶ τὸ ξύλον καὶ τὰ λοιπὰ τῶν ὀνομάτων πρὸς τὴν αὐτὴν ἕλκει διάνοιαν, ὡς ἂν τῷ πλήθει τῶν ἀλλοκότων μαρτυριῶν τὸ ἑαυτοῦ δόγμα πιστώσαιτο, δυνάμενος ἑκάστῳ τούτων τὸν αὐτὸν ἐφαρμόσαι λόγον ὃν περὶ τῆς ὁδοῦ καὶ τῆς θύρας καὶ τοῦ φωτὸς διεξῆλθε;

ἐγὼ δὲ τοῦτο παρὰ τῆς θεοπνεύστου γραφῆς διδαχθεὶς θαρσῶν ἀποφαίνομαι, ὅτι ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν πολυώνυμος γίνεται κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος, φῶς μὲν ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον, ζωὴ δὲ ὅταν τὴν ἀθανασίαν χαρίζηται, ὁδὸς δὲ ὅταν πρὸς τὴν ἀλήθειαν ἀπὸ τῆς πλάνης χειραγωγήσῃ· οὕτω καὶ πύργος ἰσχύος καὶ πόλις περιοχῆς καὶ πηγὴ καὶ πέτρα καὶ ἄμπελος καὶ ἰατρὸς καὶ ἀνάστασις καὶ πάντα τὰ τοιαῦτα πρὸς ἡμᾶς ὀνομάζεται, ποικίλως ἑαυτὸν ταῖς ἡμετέραις εὐεργεσίαις καταμερίζων. τὰς δὲ οὐσίας διὰ τῶν ὀνομάτων ἑρμηνεύοντες οἱ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ὀξυωποῦντες, οἱ τὸ μὲν ἀκατάληπτον βλέποντες, τὸ δὲ καταληπτὸν παραβλέποντες, ὃν οὔτε εἶδέ τις ἀνθρώπων οὔτε ἰδεῖν δύναται, τοῦτον οὐ μόνον ὁρᾶν, ἀλλὰ καὶ μετρεῖν διαβεβαιοῦνται, τὴν δὲ πίστιν οὐ βλέπουσι τῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὅπερ δὴ μόνον σύμμετρόν ἐστι τῇ ἡμετέρᾳ κατανοήσει, τὴν ἐκ τῶν λογισμῶν ἐπίγνωσιν ἐπίπροσθεν ταύτης ποιούμενοι.

οὕτως ἤκουσα τῆς ἱστορίας τῶν υἱῶν Βενιαμὶν κατηγορούσης, οἳ πρὸς μὲν τὸν νόμον οὐκ ἔβλεπον, κατὰ δὲ τριχὸς ἐτοξάζοντο, δηλοῦντος οἶμαι τοῦ λόγου τὴν περὶ τὸ μάταιον αὐτῶν ἀσχολίαν, ὅτι τῶν μὲν ἀνωφελῶν καὶ ἀνυποστάτων ἑκηβόλοι τινὲς ἦσαν καὶ εὐφυεῖς στοχασταί, τῶν δὲ προδήλως ὠφελούντων ἀμαθεῖς τε καὶ ἀμελέτητοι· ἐπάγει γὰρ τοῖς εἰρημένοις ἡ ἱστορία τὴν κατ᾽ αὐτοὺς συμφοράν, ὅπως πρὸς τὴν Σοδομιτικὴν παρανομίαν λυσσήσαντες πανστρατιᾷ τοῦ Ἰσραηλίτου λαοῦ κατ᾽ αὐτῶν ὁπλισθέντος ἐξεπορθήθησαν. καί μοι δοκεῖ φιλάνθρωπον εἶναι γνώμην εἰσηγήσασθαι τοῖς νέοις τοξόταις, μὴ κατὰ τριχὸς ἐθέλειν τοξάζεσθαι, τὴν δὲ θύραν μὴ βλέπειν τῆς πίστεως, ἀλλὰ παρέντας τὴν περὶ τὸ ἄληπτον ματαιοπονίαν μὴ ζημιοῦσθαι τὸ πρόχειρον κέρδος τὸ διὰ μόνης τῆς πίστεως εὑρισκόμενον.

Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. βούλεται γὰρ ἄλλο τι δεῖξαι παρὰ τὴν αἰωνίαν ζωὴν τὸν υἱὸν ὄντα, ἥτις εἰ μὴ ἐν τῷ μονογενεῖ θεωροῖτο, ματαία μὲν ἡ πίστις ἀποδειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ τὸ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι, ἄχρηστοι δὲ καὶ ἀνόνητοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρῶτες. τί γὰρ κατήγγειλαν τὸν Χριστόν, ἐν ᾧ τῆς αἰωνίας ζωῆς κατ᾽ Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; εἰς τί δὲ τῷ ὀνόματι Χριστοῦ τοὺς πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; 〈ὁ γὰρ νοῦς〉, φησί, 〈τῶν εἰς τὸν κύριον πεπιστευκότων πᾶσαν αἰσθητὴν καὶ νοητὴν οὐσίαν ὑπερκύψας οὐδὲ ἐπὶ τῆς τοῦ υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν, ἐπέκεινα δὲ καὶ ταύτης ἵεται, πόθῳ τῆς αἰωνίου ζωῆς ἐντυχεῖν τῷ πρώτῳ γλιχόμενος〉. τί τῶν εἰρημένων πλέον ὀδύρωμαι, τὸ μὴ εἶναι τὴν αἰωνίαν ζωὴν ἐν τῷ υἱῷ τοὺς δειλαίους νομίζειν ἢ τὸ χθαμαλὴν οὕτω καὶ πρόσγειον βλέπειν τὴν τοῦ μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοῖς λογισμοῖς ἐπιβάντας 〈ὑπερκύπτειν〉 ἄνω τῆς τοῦ υἱοῦ ζωῆς τῇ ἑαυτῶν διανοίᾳ φαντάζεσθαι καὶ καταλιπόντας κάτω που τοῦ κυρίου τὴν γέννησιν ἐπέκεινα ταύτης ἵεσθαι πόθῳ τῆς αἰωνίου ζωῆς;

ταύτην γὰρ τὰ εἰρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώπινος νοῦς τὴν τῶν ὄντων γνῶσιν διερευνώμενος καὶ τῆς αἰσθητῆς τε καὶ νοητῆς κτίσεως ἑαυτὸν ὑπεράρας καθ᾽ ὁμοιότητα τῶν λοιπῶν κατώτερον ἑαυτοῦ τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν καταλείψει, καὶ ἐν ᾧ οὐκ ἦν ὁ θεὸς λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται, διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκειμένοις τῆς τοῦ υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος ὅπου ὁ μονογενὴς θεὸς οὐκ ἔστιν. πόθῳ γὰρ τῆς αἰωνίας, φησί, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ υἱῷ πάντως μὴ εὑρὼν τὸ ζητούμενον. εἰ οὖν οὐκ ἔστιν ἐν τῷ υἱῷ ἡ αἰώνιος ζωή, ἆρα ψευδὴς ἁλώσεται ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή, ἢ ζωὴ μὲν ἐστίν, οὐκ αἰώνιος δέ; ἀλλὰ τὸ μὴ αἰώνιον πρόσκαιρον πάντως, τὸ δὲ τοιοῦτο τῆς ζωῆς εἶδος κοινὸν καὶ τῶν ἀλόγων ἐστίν. ποῦ τοίνυν τὸ μεγαλεῖον τῆς ὄντως ζωῆς, εἰ μετέχοι ταύτης καὶ ἡ ἄλογος φύσις; πῶς δὲ ταὐτὸν ἔσται τῇ ζωῇ ὁ λόγος, εἰ τῇ ἀλόγῳ φύσει διὰ τῆς προσκαίρου ζωῆς εἰσοικίζοιτο; εἰ γὰρ κατὰ τὸν μέγαν Ἰωάννην ζωὴ μὲν ἐστὶν ὁ λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αἰώνιος, καθὼς τῇ αἱρέσει δοκεῖ, γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμπεραίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα ἢ ἄλογον ὁμολογεῖσθαι τὸν λόγον. ἆρ᾽ ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα;

μὴ γὰρ τοιαῦτα τὰ λεγόμενα, ὡς κεκρυμμένην ἔχειν τὴν συμβουλὴν τῆς τοῦ κυρίου ἀρνήσεως; εἰ γὰρ φανερῶς μὲν ὁ ἀπόστολος λέγει τὸ μὴ αἰώνιον πρόσκαιρον, οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ πατρὸς τὴν αἰώνιον ὁρῶσι ζωήν, τὸν δὲ υἱὸν τῆς τοῦ πατρὸς φύσεως ἀλλοτριοῦντες συναποτέμνουσι καὶ τῆς αἰωνίου ζωῆς, τί ἄλλο καὶ οὐχὶ ἄρνησίς ἐστιν περιφανὴς καὶ ἀθέτησις τῆς εἰς τὸν κύριον πίστεως, σαφῶς τοῦ ἀποστόλου λέγοντος τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότας ἐλεεινοτάτους ἁπάντων εἶναι; εἰ οὖν ζωὴ μὲν ὁ κύριος, οὐκ αἰώνιος δέ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἐφήμερος ἡ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, 〈ἐν〉 ᾗ τοὺς ἐλπίζοντας ὁ ἀπόστολος κατοικτίζεται ὡς τῆς ἀληθινῆς ἀφαμαρτόντας ζωῆς.

Ἀλλὰ μὴν τοῦτον διαβάντες οἱ κατ᾽ Εὐνόμιον πεφωτισμένοι εἰς τὸ ἐπέκεινα τοῦ υἱοῦ τοῖς λογισμοῖς φέρονται, ἐν τῷ ἔξω τοῦ μονογενοῦς θεωρουμένῳ τὴν αἰώνιον ἀναζητοῦντες ζωήν. τί χρὴ λέγειν ἐπὶ τῶν τοιούτων κακῶν ἄλλο πλὴν εἴ τι θρῆνον ἐκκαλεῖται καὶ δάκρυον. ὢ πῶς ἂν ἐπιστενάξαιμεν τῇ δειλαίᾳ ταύτῃ καὶ ἐλεεινῇ γενεᾷ, τοιούτων δὲ κακῶν ἐξενεγκούσῃ φοράν; ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἰερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆς εἰδωλολατρείας καθηγουμένῳ πρὸς τὸ κακὸν συνεφρόνησαν καὶ ἀντὶ τῆς εἰς τὴν θρῃσκείαν παρανομίας τὴν εἰς Ἀσσυρίους αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἁγιάσματος καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γενόμενοι. τούτους μοι δοκεῖ νῦν τοὺς θρήνους οἰκειότερον ᾄδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρείας εἶδος τοὺς ἀπατωμένους ἐφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω.

οἷς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανάστασις γίνεται ἀπὸ τῆς ἄνω Ἱερουσαλὴμ τουτέστιν ἀπὸ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πονηρῶν δογμάτων μεθισταμένοις· σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται· καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν καὶ οὗτος ἑαυτὸν ἑκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερήσας λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δείλαιος ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ τὸ εὐαγγέλιον ἐνορᾶν δογματίζει, περὶ μὲν τοῦ πατρὸς οὕτως εἰπόντος τοῦ λόγου ὅτι τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιός ἐστι ζωή, περὶ δὲ τοῦ υἱοῦ ὅτι πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωήν, περὶ δὲ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. οὐκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωήν, ἐπειδὰν εὕρῃ τὸν υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὗρεν ἐν αὐτῷ ὅπερ ἐπόθησε, διότι καὶ αὐτός ἐστιν ἡ ζωὴ καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. ἀλλ᾽ ὁ λεπτὸς οὗτος τὸν νοῦν καὶ διορατικὸς τὴν καρδίαν ὑπὸ πολλῆς ὀξυωπίας τῷ υἱῷ τὴν αἰώνιον οὐκ ἐνευρίσκει ζωήν, ἀλλ᾽ ὑπερβὰς τοῦτον καὶ καταλιπὼν οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον ἐκεῖ διερευνᾶται τὴν αἰώνιον ζωήν, ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωήν. τί ἄν τις ἐπινοήσειε τούτων ἢ εἰς βλασφημίαν φρικτότερον ἢ εἰς θρήνων ἀφορμὴν σκυθρωπότερον;

ἀλλὰ μὴν τὸ 〈Σαβέλλιόν〉 τε καὶ 〈Μοντανὸν〉 τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλεῖσθαι τοιοῦτόν ἐστιν οἷον εἴ τις καὶ τὴν κατὰ τὸ ἀνόμοιον ἡμῖν βλασφημίαν προστρίβοιτο. εἰ γάρ τις ἐπεσκεμμένως τὴν τῶν αἱρέσεων τούτων ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχοντας πρὸς τὴν κατ᾽ Εὐνόμιον πλάνην τὴν οἰκειότητα. ἰουδαΐζει γὰρ ἑκάτερος αὐτῶν ἐν τῷ δόγματι οὔτε τὸν μονογενῆ θεὸν οὔτε τὸ πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ᾽ αὐτοῖς καὶ πρώτου λεγομένου θεοῦ προσδεχόμενος· ὃν γὰρ Σαβέλλιος λέγει “τριώνυμον„, τοῦτον Εὐνόμιος ὀνομάζει “ἀγέννητον„· οὐδέτερος δὲ τούτων ἐν τῇ τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἡ τῶν ἐντυγχανόντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδίαν, δι᾽ ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει θεόν, καλῶς ἔχειν φημὶ διὰ τῶν προλαβόντων μετρίως τῆς περὶ τούτων ἡμῖν διανοίας ἐκκαθαρθείσης μηκέτι συνδιαβαπτίζειν τὸν λόγον τοῖς ὁμοίοις κακοῖς. πλὴν τοῦτο μόνον οὐκ ἄκαιρον ἴσως προσθεῖναι τῶν πολλῶν ἐκλεξάμενον. φησὶ κατὰ τὸ ἴσον καὶ τῇ τοῦ πατρὸς οὐσίᾳ συνεζεῦχθαί ** τινος τὴν ἀγεννησίαν εἰπόντος διὰ τῶν ὁμοίων ὁ λόγος προέρχεται, καθὼς ἐπὶ τοῦ υἱοῦ συνεπέρανε, σαφῶς διὰ τῆς τῶν ἐναντίων κατασκευῆς τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται, τὸ μὴ ταὐτὸν οἴεσθαι εἶναι τῇ οὐσίᾳ 〈τὴν ἀγεννησίαν〉 τε καὶ 〈τὴν γέννησιν〉, ἀλλ᾽ ἐπιθεωρεῖσθαι μὲν ταῦτα τῷ ὑποκειμένῳ, ἄλλο δέ τι παρὰ ταῦτα εἶναι τῷ ἰδίῳ λόγῳ τὸ ὑποκείμενον, ἐφ᾽ οὗ μηδεμιᾶς διαφορᾶς εὑρισκομένης διὰ τὸ κεχωρίσθαι τῆς οὐσίας τὴν κατὰ τὸ γεννητόν τε καὶ ἀγέννητον διαφορὰν λείπεται κατὰ πᾶσαν ἀνάγκην τὸ ἀπαράλλακτον ἐπ᾽ ἀμφοῖν τὴν οὐσίαν συντίθεσθαι. ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν, πῶς κεχωρίσθαι τοῦ πατρὸς λέγει τὴν 〈γέννησιν〉, οὐσίαν αὐτὴν νοῶν ἢ ἐνέργειαν.

ἀλλ᾽ εἰ μὲν ἐνέργειαν οἴεται ταύτην, ἐπίσης πάντως τῷ τε ἐνεργηθέντι καὶ τῷ ἐνεργοῦντι συνάπτεται, ὥσπερ ἐπὶ πάσης κατασκευῆς ὁμοίως ἐπί τε τοῦ γινομένου καὶ τοῦ ποιοῦντος ἔστιν ἰδεῖν τὴν ἐνέργειαν μήτε τοῦ τεχνιτεύοντος χωριζομένην καὶ τῇ κατασκευῇ τῶν ἀποτελεσμάτων ἐμφαινομένην· εἰ δὲ οὐσίαν αὐτὴν λέγοι τῆς τοῦ πατρὸς οὐσίας κεχωρισμένην, ἐκ ταύτης ὁμολογῶν εἶναι τὸν κύριον, δῆλός ἐστιν ταύτην ἀντὶ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς βλέπων, ὡς δύο πατέρας ἐπὶ τοῦ υἱοῦ νοεῖσθαι, τὸν μὲν ὀνομαζόμενον μόνον, ὃν δὴ καὶ 〈ἀγέννητον〉 λέγει, μὴ κοινωνοῦντα δὲ τῆς γεννήσεως, τὴν δὲ τὰ τοῦ πατρὸς ἐπὶ τοῦ μονογενοῦς ἐνεργοῦσαν, ἣν 〈γέννησιν〉 ὀνομάζει.

Καὶ τοῦτο μᾶλλον δι᾽ αὐτῶν τῶν Εὐνομίου λόγων ἢ διὰ τῶν ἡμετέρων ἐλέγχεται. λέγει γὰρ ἐν τοῖς ἐφεξῆς· 〈ὁ δὲ θεὸς χωρὶς γεννήσεως ὢν καὶ πρὸ τοῦ γεννηθέντος ἐστί〉, καὶ μετ᾽ ὀλίγον· 〈ᾧ γὰρ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναι, οὗτος πρὶν γεννηθῆναι οὐκ ἦν〉. οὐκοῦν εἰ ἡ γέννησις μὲν κεχώρισται τοῦ πατρός, τῷ δὲ υἱῷ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναί ἐστιν, ἄρα ἀνενέργητος ὁ πατὴρ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ κεχωρισμένος τῆς γεννήσεως, ἀφ᾽ ἧς ὁ υἱὸς τὸ εἶναι ἔχει. εἰ οὖν ἠλλοτρίωται τῆς τοῦ υἱοῦ γεννήσεως ὁ πατήρ, ἢ ἄλλον τινὰ πατέρα τοῦ υἱοῦ διὰ τοῦ τῆς γεννήσεως ὀνόματος ἀναπλάσσουσιν ἢ αὐτογέννητόν τινα καὶ αὐτογένεθλον τὸν υἱὸν οἱ σοφοὶ διὰ τῶν εἰρημένων ἀποδεικνύουσιν. ὁρᾷς τὸ πεφυρμένον τῆς διανοίας τοῦ τὴν ἀμαθίαν ἡμῖν ἄνω καὶ κάτω διὰ τῶν ἰδίων λόγων προφέροντος, ὡς διαπλανᾶται ταῖς πολυοδίαις, μᾶλλον δὲ ταῖς ἀνοδίαις ἡ βλασφημία, δι᾽ οὐδενὸς βεβαίου πρὸς τὸν σκοπὸν ἑαυτῆς προϊοῦσα; καὶ οἷον ἔστιν ἐπὶ τῶν νηπίων ἰδεῖν, ὅταν ὑφ᾽ ἡλικίας ἀθύροντες ἐν ψάμμῳ τινὶ μιμῶνται τὰς τῶν οἰκοδομημάτων κατασκευάς, οἷς οὐ κατὰ σκοπὸν ἡ μίμησις τεχνικῶς πρὸς τὸ ἀρχέτυπον ὁμοιοῦται, ἀλλὰ πρότερον ὑπ᾽ ἀνοίας τι κατὰ τὸ συμβὰν ἐξειργάσαντο, εἶτα βουλεύονται τί χρὴ ὀνομάσαι τὸ κατασκεύασμα· ταύτην καὶ ἐπὶ τοῦ λογογράφου τὴν ἀγχίνοιαν βλέπω.

οἷον γάρ τινα ψάμμου σωρείαν κατὰ τὸ ἐπελθὸν αὐτῷ τὰ τῆς ἀσεβείας ῥήματα συμφορήσας μετὰ ταῦτα λογίζεται τὴν ἀδιανόητον βλασφημίαν, πρὸς ὅ τι βλέπει, δίχα τινὸς λογικῆς ἀκολουθίας ἐκ τοῦ αὐτομάτου διὰ τῶν εἰρημένων ἀναφυεῖσαν. οὐ γὰρ οἶμαι κατὰ πρόθεσιν αὐτῷ τὴν τῆς 〈γεννήσεως〉 ὑπόστασιν ἀναπεπλάσθαι ἀντὶ πατρὸς τῇ οὐσίᾳ τοῦ υἱοῦ γινομένην, οὐδὲ τὸ ἀλλότριον ἀποδειχθῆναι τῆς γεννήσεως τοῦ υἱοῦ τὸν πατέρα κατὰ σκοπὸν ἦν, ὡς οἶμαι, τῷ ῥήτορι, οὐδὲ ἡ αὐτογένεθλος τερατεία διά τινος προβουλεύσεως ἐπεισηνέχθη, ἀλλὰ πάντα τὰ τοιαῦτα διανοίας χωρὶς ἀπημέσθη τῷ λογογράφῳ, ὡς μηδὲ πολλῆς ἄξιον ἐν τούτοις κατηγορίας εἶναι τὸν πλημμελοῦντα μὲν ἐν τοῖς δόγμασιν, οὐκ εἰδότα δέ, καθώς φησιν ὁ ἀπόστολος, οὔτε ὃ λέγει οὔτε περὶ τίνων διαβεβαιοῦται. 〈ᾧ γὰρ ἐκ τοῦ γεννηθῆναι〉, φησί, 〈τὸ εἶναι, οὗτος πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν〉. εἰ ἀντὶ τοῦ πατρὸς νοῶν τὴν γέννησιν λέγει, κἀγὼ συντίθεμαι καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. ταὐτὸν γὰρ ἔστι δι᾽ ἑκατέρας σημῆναι τῆς λέξεως ἔκ τε τοῦ εἰπεῖν ὅτι ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ καὶ ἀντὶ τοῦ “ἐγέννησεν„ ὅτι “πατὴρ ἐγένετο„ τοῦ Ἰσαάκ. ἐπεὶ οὖν ταὐτόν ἐστι τῷ γεγεννηκέναι τὸ εἶναι πατέρα, εἴ τις πρὸς ἕτερον τύπον μεταλάβοι τὰ ῥήματα, ταὐτὸν οὖσα τῇ γεννήσει ἡ πατρότης ἀναδειχθήσεται.

εἰ οὖν οὕτω φησὶν ὁ Εὐνόμιος ὅτι· ᾧ γὰρ ἐκ τοῦ πατρὸς τὸ εἶναι, οὗτος πρὸ τοῦ πατρὸς οὐκ ἦν, ὑγιαίνει ὁ λόγος, καὶ ἡμεῖς τοῖς εἰρημένοις ἐπιψηφίζομεν. εἰ δὲ πρὸς ἐκείνην ἀνατρέχει τῷ λόγῳ τὴν γέννησιν καὶ κεχωρίσθαι μέν φησι τοῦ πατρός, συνεζεῦχθαι δὲ τῷ υἱῷ, μάταιον ἡγοῦμαι τῇ τῶν ἀδιανοήτων ἐμφιλοχωρεῖν θεωρίᾳ. οὔτε γὰρ εἰ πρᾶγμα κατ᾽ ἰδίαν ὑπόστασιν θεωρούμενον τὴν γέννησιν οἴεται οὔτε εἰ πρὸς τὸ ἀνυπόστατον ταῖς ἐννοίαις διὰ τοῦ ὀνόματος ἀποσύρεται, μέχρι τοῦ νῦν ἐκ τῶν εἰρημένων κατιδεῖν δεδυνήμεθα. φέρεται γὰρ ὁμοίως πρὸς ἑκατέραν τῶν ὑπολήψεων τὸ ἀπαγὲς τοῦ λόγου καὶ ἄρριζον, πρὸς τὸ δοκοῦν τῷ νοοῦντι περικλινόμενον.

Ἀλλ᾽ οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται, ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι· καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. οὐκ οἶδα δὲ πῶς ἔστι τολμῆσαι προενεγκεῖν διὰ στόματος τὴν φρικώδη τε καὶ ἄθεον τοῦ χριστομάχου λογογραφίαν. δέδοικα γὰρ μή ποτε καθ᾽ ὁμοιότητα τῶν δηλητηρίων φαρμάκων ἐναπόθηται τῷ στόματι, δι᾽ οὗ τὸ ῥῆμα παρέρχεται, τῆς φθοροποιοῦ πικρίας τὸ λείψανον. Πιστεῦσαι δεῖ τὸν προσερχόμενον θεῷ, φησὶν ὁ ἀπόστολος, ὅτι ἔστιν. οὐκοῦν ἴδιον θεότητος γνώρισμα τὸ ἀληθῶς εἶναι. ὁ δὲ κατασκευάζει τὸν ἀληθῶς ὄντα ἢ μὴ καθόλου εἶναι ἢ μὴ κυρίως εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ μηδὲ ὅλως εἶναι. ὁ γὰρ μὴ κυρίως ὢν οὐδὲ ἔστιν ὅλως. οἷον τρέχειν λέγεται κατὰ τὴν ἐνύπνιον φαντασίαν ὁ τῇ σπουδῇ τοῦ δρόμου ἐμφανταζόμενος· ἀλλ᾽ ἐπειδὴ ψευδῶς τὴν δόκησιν τοῦ ἀληθοῦς ὑποκρίνεται δρόμου, διὰ τοῦτο ἡ φαντασία δρόμος οὐκ ἔστιν. ἀλλὰ κἂν οὕτως ἐκ καταχρήσεως λέγηται, ψευδωνύμῳ τῇ κλήσει κατονομάζεται. οὐκοῦν ὁ τολμῶν τὸν μονογενῆ θεὸν ἢ μὴ εἶναι λέγειν ἢ μὴ κυρίως εἶναι σαφῶς τὴν εἰς αὐτὸν πίστιν διαγράφει τοῦ δόγματος. τίς γὰρ ἂν ἔτι μὴ ὄντι πιστεύσειεν; ἢ τίς ἂν πρόσθοιτο τούτῳ, οὗ τὸ εἶναι ἄκυρον ἀποδέδεικται παρὰ τῶν ἐχθρῶν τοῦ ἀληθινοῦ κυρίου καὶ ἀνυπόστατον;

Καὶ ὡς ἂν μὴ δόξειεν διά τινος συκοφαντίας κατὰ τῶν ὑπεναντίων ὁ παρ᾽ ἡμῶν γίνεσθαι λόγος, αὐτὴν παραθήσομαι τῶν ἀσεβῶν τὴν λέξιν ἔχουσαν οὕτως· 〈οὐκ ὢν οὐδὲ κυρίως ὤν〉, φησίν, 〈ὁ ἐν κόλποις ὢν τοῦ ὄντος καὶ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὤν, κἂν Βασίλειος τοῦ διορισμοῦ τούτου καὶ τῆς προσθήκης ἀμελήσας ἐπαλλάττῃ τὴν τοῦ ὄντος προσηγορίαν παρὰ τὴν ἀλήθειαν〉. τί λέγεις; ὁ ἐν τῷ πατρὶ ὢν οὐκ ἔστι, καὶ ὁ ἐν ἀρχῇ ὢν καὶ ὁ ἐν τοῖς κόλποις ὢν διὰ τοῦτο οὐκ ἔστιν, ὅτι ἐν ἀρχῇ ἐστι καὶ ἐν τῷ πατρί ἐστι καὶ ἐν τοῖς κόλποις καθορᾶται τοῦ ὄντος; καὶ διὰ τοῦτο κυρίως οὐκ ἔστιν, ὅτι ἐν τῷ ὄντι ἐστίν; ὢ καινῶν τε καὶ παραλόγων δογμάτων. νῦν πρώτως τῆς κενοφωνίας ταύτης ἠκούσαμεν, ὅτι ὁ κύριος δι᾽ οὗ τὰ πάντα κυρίως οὐκ ἔστι. καὶ οὔπω τοῦτο δεινόν, ἀλλ᾽ ἔτι καὶ [τὸ] τούτου παραλογώτερον τὸ μὴ μόνον μὴ εἶναι αὐτὸν λέγειν ἢ μὴ κυρίως εἶναι, ἀλλὰ καὶ τῇ συνθέτῳ τε καὶ ποικίλῃ ἐνθεωρεῖσθαι φύσει· 〈οὐκ ὢν γάρ〉, φησίν, 〈οὐδὲ ἁπλοῦς ὤν〉. ᾧ δὲ τὸ ἁπλοῦν οὐ πρόσεστιν, τὸ ποικίλον δηλονότι προσμαρτυρεῖται καὶ σύνθετον. πῶς οὖν ὁ αὐτὸς καὶ οὐκ ἔστιν ὅλως καὶ σύνθετος κατὰ τὴν οὐσίαν ἐστίν; χρὴ γὰρ τῶν δύο τὸ ἕτερον, ἢ καθόλου προσμαρτυροῦντας αὐτῷ τὸ ἀνύπαρκτον μηδὲ σύνθετον λέγειν, ἢ τὸ σύνθετον ἐπικαλοῦντας αὐτῷ μὴ ἐξαιρεῖν τοῦ ὄντος.

ἀλλ᾽ ὡς ἂν πολυειδῶς τε καὶ ποικίλως γίνοιτο παρ᾽ αὐτῶν ἡ βλασφημία, πᾶσιν ἐφάλλεται τοῖς ἀθέοις νοήμασι, τῇ μὲν πρὸς τὸ ὂν συγκρίσει μὴ εἶναι κυρίως λέγουσα, τῇ δὲ πρὸς τὸ ἁπλοῦν σχέσει ἀμοιρεῖν τῆς ἁπλότητος. οὐκ ὢν οὐδὲ ἁπλῶς οὐδὲ κυρίως ὤν. τίς τῶν παραβεβηκότων τὸν λόγον καὶ τὴν πίστιν ἐξομοσαμένων τοσοῦτον ἐνεδαψιλεύσατο ταῖς ἀρνητικαῖς τοῦ κυρίου φωναῖς καὶ ἀντεφιλοτιμήθη τῷ θείῳ τοῦ Ἰωάννου κηρύγματι; ὁσάκις γὰρ ἐκεῖνος τὸ “ἦν„ τῷ λόγῳ προσεμαρτύρησε, τοσαυτάκις οὗτος ἀντιθεῖναι τὸ “οὐκ ἦν„ τῷ ὄντι ἐφιλονείκησε. καὶ τῷ ἁγίῳ στόματι τοῦ πατρὸς ἡμῶν διαμάχεται, ταῦτα προφέρων κατ᾽ αὐτοῦ τὰ ἐγκλήματα ὅτι ἀμελεῖ τῶν διορισμῶν τούτων Βασίλειος, ὄντα λέγων τὸν ἐν τῷ πατρὶ καὶ ἐν τῇ ἀρχῇ καὶ ἐν τοῖς κόλποις ὄντα, ὡς τῆς τοιαύτης προσθήκης, τῆς κατὰ τὴν ἀρχὴν καὶ τὸν κόλπον, παραγραφομένης τοῦ ὄντος τὴν ὕπαρξιν. ὢ καινῶν μαθημάτων, οἷα παιδεύουσιν οἱ παιδευταὶ τῆς ἀπάτης, οἵων δογμάτων εἰσηγηταὶ τοῖς ἀκούουσι γίνονται. τὸ ἔν τινι ὂν μὴ εἶναι διδάσκουσιν. οὐκοῦν ἐπειδὴ ἐντὸς σοῦ ἐστιν, Εὐνόμιε, ἡ καρδία καὶ ὁ ἐγκέφαλος, οὐκ ἔστι κατὰ τὸν σὸν διορισμὸν τούτων ἑκάτερον. εἰ γὰρ διὰ τοῦτο κυρίως ὁ μονογενὴς θεὸς οὐκ ἔστιν, διότι ἐν τοῖς τοῦ πατρός ἐστι κόλποις, πᾶν τὸ ἔν τινι ὂν τοῦ εἶναι πάντως ἐξῄρηται. ἀλλὰ μὴν ἐν σοὶ ἡ καρδία καὶ οὐ καθ᾽ ἑαυτὴν ἐστίν.

ἄρα κατὰ τὸν σὸν λόγον ἢ καθόλου χρὴ μὴ εἶναι λέγειν αὐτὴν ἢ μὴ κυρίως εἶναι.

Ἀλλὰ τὸ μὲν ἀπαίδευτον ἐν τοῖς εἰρημένοις παρ᾽ αὐτοῦ καὶ τὸ βλάσφημον τοσοῦτόν τε καὶ τοιοῦτον, ὡς καὶ πρὸ τῶν ἡμετέρων λόγων καταφανὲς εἶναι τοῖς γε νοῦν ἔχουσιν· ὡς δ᾽ ἂν μᾶλλον ἐπίδηλος αὐτοῦ γένοιτο μετὰ τῆς ἀσεβείας ἡ ἄνοια, τοῦτο τοῖς προειρημένοις προσθήσομεν. εἰ μόνον ἔστι κυρίως εἶναι λέγειν, ᾧ τῆς γραφῆς ὁ λόγος ἀπολελυμένον τε καὶ ἄσχετον μαρτυρεῖ τὸ εἶναι, διὰ τί καθάπερ οἱ ὑδροφοροῦντες ἐν ἐξουσίᾳ τοῦ πιεῖν ὄντες τῇ δίψῃ φθείρονται; καὶ οὕτως πρόχειρον ἔχων τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας τὸ ἀντιφάρμακον ἐπιμύσας παρέδραμεν, ὥσπερ τὸ σωθῆναι φοβούμενος, καὶ ἀδικεῖν αἰτιᾶται Βασίλειον ὅτι τοὺς προσδιορισμοὺς σιωπήσας μόνον ἐφ᾽ ἑαυτοῦ τὸ ἦν ἐπὶ τοῦ μονογενοῦς διηγήσατο. καίτοι γε δυνατὸν ἦν, ἃ ἐκεῖνος εἶδε καὶ ἕκαστος τῶν ὀφθαλμοὺς ἐχόντων ὁρᾷ, καὶ τοῦτον ἰδεῖν.

ὅ μοι δοκεῖ προφητικῶς κινηθεὶς ὁ ὑψηλὸς Ἰωάννης, ὡς ἂν ἐμφραγείη τὰ στόματα τῶν χριστομάχων τῶν διὰ τὰς προσθήκας ταύτας ἀθετούντων τοῦ Χριστοῦ τὸ κυρίως εἶναι, ἁπλῶς καὶ ἀδιορίστως εἰπεῖν ὅτι θεὸς ἦν ὁ λόγος καὶ ζωὴ ἦν καὶ φῶς ἦν, οὐ μόνον ἐν ἀρχῇ καὶ πρὸς τὸν θεὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ὤν, ὥστε διὰ τῆς τοιαύτης σχέσεως ἀναιρεῖσθαι τοῦ κυρίου τὸ κυρίως εἶναι· ἀλλὰ τῷ εἰπεῖν ὅτι θεὸς ἦν, τῇ ἀσχέτῳ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ πᾶσαν περιδρομὴν τῶν εἰς ἀσέβειαν τρεχόντων τοῖς λογισμοῖς ὑποτέμνεται καὶ ἔτι πρὸς τούτοις, ὃ καὶ μᾶλλον, ἐλέγχει τὴν τῶν ἀντικειμένων κακόνοιαν. εἰ γὰρ τὸ ἔν τινι εἶναι σημεῖον ποιοῦνται τοῦ μὴ κυρίως εἶναι, οὐδὲ τὸν πατέρα κυρίως εἶναι πάντως συντίθενται, μεμαθηκότες ἐν τῷ εὐαγγελίῳ ὅτι ὥσπερ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ὁ πατὴρ ἐν τῷ υἱῷ μένει κατὰ τὴν τοῦ κυρίου φωνήν. ἴσον γάρ ἐστι τῷ ἐν κόλποις εἶναι τοῦ πατρὸς τὸν υἱὸν τὸ ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι λέγειν. ἐν παρόδῳ δὲ καὶ τοῦτο προσεξετάσωμεν. ὅτε οὐκ ἦν, ὥς φασιν, ὁ υἱός, τί περιεῖχε τοῦ πατρὸς ὁ κόλπος; πάντως γὰρ ἢ πλήρη δώσουσιν αὐτὸν εἶναι ἢ κενὸν ὑποθήσονται.

εἰ μὲν οὖν πλήρης ἦν ὁ κόλπος, ὁ υἱὸς πάντως ἦν τοῦ κόλπου τὸ πλήρωμα· εἰ δέ τινα κενότητα τοῖς τοῦ πατρὸς ἐνθεωροῦσι κόλποις, οὐδὲν ἕτερον ἢ ἐκ παραυξήσεως αὐτῷ προσμαρτυροῦσι τὴν τελειότητα, ἀπὸ τοῦ κενοῦ τε καὶ λείποντος ἐπὶ τὸ πλῆρες μεθισταμένου καὶ τέλειον. ἀλλ᾽ Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, φησὶν ὁ Δαβὶδ περὶ τῶν ἐν σκότει διαπορευομένων. ὁ γὰρ ἐκπεπολεμωμένος τῷ ἀληθινῷ φωτὶ ἐν φωτὶ τὴν ψυχὴν ἔχειν οὐ δύναται. διὰ τοῦτο προσκείμενον ἐκ τοῦ ἀκολούθου τὸ τὴν ἀσέβειαν ταύτην ἐπανορθούμενον ὥσπερ ἀορασίᾳ πληγέντες κατὰ τοὺς Σοδομίτας οὐ κατενόησαν.

Ἀλλὰ καὶ κυριεύεσθαι λέγει παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν, οὕτω λέγων τῷ ῥήματι· 〈οὐ γὰρ οἰκειοῦται ταύτην τὴν ἀξίαν ὁ διὰ τὸν πατέρα ὢν καὶ ζῶν, τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν〉. εἰ μὲν οὖν τινι τῶν ἔξω σοφῶν ταῦτα δοκεῖ, μηδὲν ἐνοχλείσθω τὰ εὐαγγέλια μηδὲ ἡ λοιπὴ τῆς θεοπνεύστου γραφῆς διδασκαλία (τίς γὰρ κοινωνία τῷ Χριστιανῷ λόγῳ πρὸς τὴν μωρανθεῖσαν σοφίαν;)· εἰ δὲ τοῖς γραφικοῖς ἐπερείδεται, δειξάτω τοιαύτην ἐκ τῶν ἁγίων φωνήν, καὶ ἡμεῖς σιωπήσομεν. βοῶντος ἀκούω τοῦ Παύλου ὅτι Εἷς κύριος Ἰησοῦς Χριστός. ἀλλ᾽ ἀντιβοᾷ τῷ Παύλῳ Εὐνόμιος δοῦλον ὀνομάζων τὸν Χριστόν. ἄλλο γάρ τι δουλείας ἡμεῖς οὐκ ἐπιγινώσκομεν γνώρισμα πλὴν τοῦ ὑποχείριον εἶναι καὶ κυριεύεσθαι. ὁ δοῦλος δοῦλος πάντως ἐστίν· ὁ δὲ δοῦλος τῇ φύσει κύριος εἶναι οὐ δύναται, κἂν ἐκ καταχρήσεως λέγηται. καὶ τί μοι φέρειν εἰς μαρτυρίαν τῆς τοῦ κυρίου κυριότητος τὰς τοῦ Παύλου φωνάς; αὐτὸς γὰρ ὁ Παύλου δεσπότης πρὸς τοὺς μαθητάς φησιν ἀληθῶς εἶναι κύριος, ἀποδεχόμενος τὴν ὁμολογίαν τῶν διδάσκαλον αὐτὸν καὶ κύριον ὀνομαζόντων. λέγει γὰρ ὅτι Ὑμεῖς καλεῖτέ με κύριον καὶ διδάσκαλον καὶ καλῶς λέγετε· εἰμὶ γάρ.

τὸ δὲ αὐτὸ τοῦτο καὶ τὸν πατέρα παρ᾽ αὐτῶν ἐνομοθέτησε λέγεσθαι εἰπὼν Μὴ καλέσητε καθηγητὴν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς ὁ Χριστός· καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. τίνι τοίνυν προσεκτέον ἡμῖν ἐν μέσῳ τούτων ἀπειλημμένοις; ἐκεῖθεν αὐτός τε ὁ κύριος καὶ ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τὸ μὴ χρῆναι δοῦλον αὐτὸν ἐννοεῖν ἐγκελεύεται, ἀλλ᾽ οὕτω τιμᾶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ· ἐντεῦθεν Εὐνόμιος δουλείας ἐπάγει τῷ κυρίῳ γραφήν, κυριεύεσθαι λέγων τὸν τοῦ παντὸς ἐξημμένον τὸ κράτος. ἆρ᾽ ἀμφίβολος ἡμῖν τοῦ πρακτέου ἡ αἵρεσις ἢ παρ᾽ ὀλίγον ἐστὶν ἡ τοῦ λυσιτελεστέρου διάκρισις; ἀτιμάσω Παύλου τὴν συμβουλήν, ὦ Εὐνόμιε; ἀπιστοτέραν ἡγήσομαι τῆς σῆς ἀπάτης τὴν τῆς ἀληθείας φωνήν; ἀλλ᾽ Εἰ μὴ ἦλθον καὶ ἐλάλησα, φησίν, αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. ἐπεὶ οὖν αὐτὸς ἐλάλησεν αὐτοῖς, ἀληθῶς λέγων ἑαυτὸν εἶναι κύριον, οὐχὶ ψευδῶς ὀνομάζεσθαι (εἰμὶ γάρ, φησίν, οὐχὶ ὀνομάζομαι), τί ἀναγκαῖον ποιεῖν ᾧ ἀναπόδραστός ἐστιν ἐκ τοῦ προγνῶναι ἡ τιμωρία;

Ἀλλ᾽ ἴσως πάλιν ἡμῖν πρὸς ταῦτα τὴν συνήθη σοφίαν ἀντιπροβάλλεται καὶ λέξει τὸν αὐτὸν καὶ δουλεύειν καὶ κύριον εἶναι, ὑπὸ μὲν τοῦ κρατοῦντος κυριευόμενον, τῶν δὲ λοιπῶν κυριεύοντα. λέγεται γὰρ τὰ σοφὰ ταῦτα κατὰ τὰς τριόδους παρὰ τῶν ἐραστῶν τῆς ἀπάτης περιφερόμενα, οἳ διὰ τῶν ἀνθρωπίνων περιστάσεων τὰς ματαίας ἑαυτῶν ὑπολήψεις περὶ τὸ θεῖον κρατύνουσιν· ἐπειδὴ γὰρ αἱ κατὰ τὸν βίον τοῦτον συντυχίαι τῶν τοιούτων ἡμῖν πραγμάτων τὰ ὑποδείγματα φέρουσιν, οἷον ἐπ᾽ οἰκίας ἔστιν εὐπορωτέρας ἰδεῖν τὸν δραστικώτερόν τε καὶ εὐνούστερον τῶν ὁμοδούλων προτεταγμένον, προστάγματι τοῦ δεσπότου τὴν κατὰ τῶν ὁμοτίμων ὑπεροχὴν λαχόντα, ταύτην μετάγουσιν ἐπὶ τὰ θεῖα δόγματα τὴν διάνοιαν, ὥστε τὸν μονογενῆ θεὸν ὑπεζευγμένον τῇ δυναστείᾳ τοῦ ὑπερέχοντος μηδὲν ἐμποδίζεσθαι τῇ τοῦ δυναστεύοντος ἐξουσίᾳ πρὸς τὴν τῶν καταδεεστέρων ἡγεμονίαν. ἀλλ᾽ ἡμεῖς ἐρρῶσθαι φράσαντες τῇ τοιαύτῃ σοφίᾳ κατὰ τὸ ἡμέτερον τῆς διανοίας μέτρον τὸν περὶ τούτου λόγον διασκεψώμεθα. ἆρα τὸν πατέρα φύσει κύριον ὁμολογοῦσιν ἢ διὰ χειροτονίας τινὸς πρὸς τοῦτο ἐλθεῖν; ἀλλ᾽ οὐκ οἶμαι εἰς τοῦτο μανίας ἐλθεῖν τὸν καὶ ὁπωσοῦν διανοίας μετέχοντα, ὡς μὴ φύσει προσμαρτυρεῖν τῷ θεῷ τῶν ὅλων τὴν κυριότητα.

ὃ γὰρ ἁπλοῦν τῇ φύσει καὶ ἀμερὲς καὶ ἀσύνθετον, ὅπερ ἂν τύχῃ ὄν, ὅλον διόλου τοῦτό ἐστιν, οὐκ ἐκ μεταβολῆς τινος ἕτερον ἐξ ἑτέρου γινόμενον, ἀλλ᾽ ἐν ᾧ ἐστι διαμένον πρὸς τὸ ἀΐδιον. τί οὖν καὶ περὶ τοῦ μονογενοῦς ὑπειλήφασιν; ἆρα ἁπλῆν αὐτοῦ τὴν οὐσίαν ὁμολογοῦσιν ἤ τινα καὶ σύνθεσιν περὶ αὐτὴν ἐννοοῦσιν; εἰ μὲν οὖν ποικίλον τι χρῆμα καὶ πολυμερὲς εἶναι τοῦτον νομίζουσιν, οὐδὲ τὸ ὄνομα πάντως τῆς θεότητος αὐτῷ συγχωρήσουσιν, εἰς ὑλώδεις τινὰς καὶ σωματικὰς ὑπολήψεις τὸ περὶ τοῦ Χριστοῦ δόγμα μετάγοντες· εἰ δὲ ἁπλοῦν εἶναι συντίθενται, πῶς ἔστι τῇ ἁπλότητι τοῦ ὑποκειμένου τὴν τῶν ἐναντίων συνδρομὴν ἐνθεωρῆσαι; ὡς γὰρ τῆς ζωῆς καὶ τοῦ θανάτου ἄμεσός ἐστιν ἡ πρὸς τὸ ἐναντίον ἀντιδιάστασις, οὕτως ἡ κυριότης πρὸς τὴν δουλείαν ἄμικτός ἐστι καὶ ἠλλοτριωμένη τοῖς ἰδιάζουσιν. οὐ γὰρ ἄν τις ἑκάτερον τούτων ἐφ᾽ ἑαυτοῦ θεωρῶν τὸν ἴσον ἀμφοτέροις ἁρμόσειε λόγον· ὧν δὲ ὁ λόγος οὐχ ὁ αὐτός, τούτων καὶ ἡ φύσις πάντως διάφορος. εἰ οὖν ἁπλοῦς κατὰ τὴν φύσιν ὁ κύριος, πῶς ἂν γένοιτο περὶ τὸ ὑποκείμενον ἡ τῶν ἐναντίων διπλόη, δουλείας συνανακιρναμένης τῇ κυριότητι; ἀλλ᾽ εἰ κύριος κατὰ τὴν τῶν ἁγίων διδασκαλίαν ὁμολογεῖται, ἀμέτοχον αὐτὸν εἶναι τοῦ ἐναντίου ἡ ἁπλότης τοῦ ὑποκειμένου μαρτύρεται· εἰ δὲ δουλεύειν αὐτὸν ἀποφαίνονται, μάτην αὐτῷ τὸ ὄνομα προσμαρτυροῦσι τῆς κυριότητος.

τὸ γὰρ ἁπλοῦν τῇ φύσει πρὸς τὰ ἐναντία τῶν ἰδιωμάτων οὐ διασχίζεται. εἰ δὲ τὸ μὲν εἶναί φασιν αὐτὸν τὸ δὲ λέγεσθαι, τῇ φύσει μὲν δοῦλον, τῷ ὀνόματι δὲ κύριον, ῥηξάτωσαν ἐν παρρησίᾳ τοιαύτην φωνήν, καὶ ἀναπαύσουσιν ἡμᾶς τῶν μακρῶν περὶ τὴν ἀντίρρησιν πόνων. τίς γὰρ οὕτως ἐν τοῖς ματαίοις εὔσχολος, ὡς τὰ φανερά τε καὶ ἀναμφίβολα διὰ λογισμῶν ἐξελέγχειν; οὐδὲ γὰρ εἴ τις ἑαυτοῦ καταμηνύσειε τοῦ φόνου τὸ μίασμα, πόνος τις ὑπολείπεται τοῖς κατηγόροις δι᾽ ἀποδείξεών τινων ἄγειν τὴν μιαιφονίαν εἰς ἔλεγχον. οὕτω καὶ ἡμεῖς οὐκέτι τὸν ἐκ τῆς ἐξετάσεως ἔλεγχον τοῖς ἐναντίοις ἐποίσομεν, ὅταν μέχρι τούτου τῇ ἀσεβείᾳ προέλθωσιν. ὁ γὰρ δοῦλον τῇ φύσει λέγων τὸν μονογενῆ θεὸν ὁμόδουλον ἑαυτῷ τοῦτον δι᾽ ὧν λέγει κατασκευάζει. ἐκ δὲ τούτου διπλῆ ἡ ἀτοπία κατ᾽ ἀνάγκην συνενεχθήσεται. ἢ γὰρ καταφρονήσει τοῦ ὁμοδούλου καὶ τὴν πίστιν ἀρνήσεται, τὸν ζυγὸν τῆς τοῦ Χριστοῦ δεσποτείας ἀποσεισάμενος, ἢ ὑποκύψει τῷ δούλῳ καὶ ἀποστραφεὶς τὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον φύσιν τρόπον τινὰ ἑαυτὸν ἀντὶ θεοῦ σεβασθήσεται. εἰ γὰρ ἐν δουλείᾳ μὲν ἑαυτόν, ἐν δουλείᾳ δὲ ὁρᾷ καὶ τὸ σέβασμα, πρὸς ἑαυτὸν ἀτεχνῶς βλέπει ὁ ἄλλον ἑαυτὸν ἐν τῷ σεβάσματι βλέπων. ἀλλὰ μὴν τὰ ἄλλα πάντα, ὅσα κατ᾽ ἀνάγκην τῇ κακίᾳ ταύτῃ συνθεωρεῖται τοῦ δόγματος, τίς ἂν ἐξαριθμήσαιτο λόγος;

τίς γὰρ οὐκ οἶδεν ὅτι ὁ δοῦλος τῇ φύσει καὶ πρὸς δεσποτικὴν ἀνάγκην ἠσχολημένος οὐδὲ τοῦ κατὰ τὸν φόβον πάθους ἐκτὸς ἂν εἴη; συνέζευκται γάρ πως τῇ φύσει τῆς δουλείας ὁ φόβος. καὶ τούτου μάρτυς ὁ θεῖος ἀπόστολος εἰπὼν ὅτι Οὐκ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον. ὥστε καθ᾽ ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸ κατὰ τὸν φόβον πάθος ἐπιθρυλήσουσι τῷ ὁμοδούλῳ θεῷ.

Ἀλλ᾽ ὁ μὲν τῆς αἱρέσεως θεὸς τοιοῦτος. ἡμεῖς δὲ οἱ κατὰ τὸν ἀπόστολον ἐπ᾽ ἐλευθερίᾳ παρὰ Χριστοῦ κληθέντες τοῦ τῆς δουλείας ἡμᾶς ἐλευθερώσαντος, ὅσα φρονεῖν παρὰ τῶν γραφῶν ἐδιδάχθημεν, δι᾽ ὀλίγων ἐκθήσομαι. ἐγὼ γὰρ ἐκ τῆς θείας διδασκαλίας ὁρμώμενος θαρρῶν ἀποφαίνομαι ὅτι οὐδὲ ἡμᾶς δούλους εἶναι ὁ θεῖος βούλεται λόγος, μετασκευασθείσης ἡμῖν πρὸς τὸ κρεῖττον τῆς φύσεως, καὶ ὁ πάντα λαβὼν τὰ ἡμέτερα, ἐφ᾽ ᾧτε ἀντιδοῦναι τὰ ἴδια, ὡς τὰς νόσους καὶ τὸν θάνατον καὶ τὴν κατάραν καὶ τὴν ἁμαρτίαν, οὕτω καὶ τὴν δουλείαν ἀνέλαβεν, οὐχ ὡς αὐτὸς ἔχειν ἃ ἔλαβεν, ἀλλ᾽ ὡς ἐκκαθᾶραι τῶν τοιούτων τὴν φύσιν, ἐξαφανισθέντων ἐν τῇ ἀκηράτῳ φύσει τῶν ἡμετέρων. ὡς οὖν οὐκ ἔσται κατὰ τὴν ἐλπιζομένην ζωὴν οὐ νόσος, οὐ κατάρα, οὐχ ἁμαρτία, οὐ θάνατος, οὕτως εἰς ἀφανισμὸν καὶ ἡ δουλεία μετὰ τούτων διελεύσεται. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτὴν πρὸς μαρτυρίαν καλῶ τὴν ἀλήθειαν, ἥ φησι πρὸς τοὺς μαθητὰς ὅτι Οὐκέτι καλῶ ὑμᾶς δούλους, ἀλλὰ φίλους. εἰ οὖν τὸ καθ᾽ ἡμᾶς ἔσται ποτὲ τοῦ τῆς δουλείας ὀνείδους ἐλεύθερον, πῶς ὁ τοῦ παντὸς δεσπότης ὑπὸ τῆς παραπληξίας τε καὶ μανίας τῶν ἐξεστηκότων τούτων καταδουλοῦται, οἳ κατὰ τὸ ἀκόλουθον πάντως οὐδὲ γινώσκειν αὐτὸν τὰ τοῦ πατρὸς διορίζονται διὰ τὴν περὶ τῶν δούλων ἀπόφασιν, ἥ φησιν ὅτι Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ ὁ κύριος αὐτοῦ;

ἀλλ᾽ ὅταν ταῦτα λέγωσιν, ἀκουσάτωσαν ὅτι πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ὁ υἱὸς ἔχει, καὶ πάντα βλέπει ὅσα ὁ πατὴρ ποιεῖ, καὶ οὐδὲν τῶν πατρικῶν ἀγαθῶν ἔξω τῆς τοῦ μονογενοῦς ἐστι γνώσεως. πῶς γὰρ ἄν τι τοῦ πατρὸς μὴ ἔχοι, ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα; οὐκοῦν εἰ δοῦλος μὲν οὐ γινώσκει τί ποιεῖ ὁ δεσπότης, ὁ δὲ πάντα ἐν ἑαυτῷ τὰ τοῦ πατρὸς ἔχει, νηψάτωσάν ποτε οἱ τῇ μέθῃ παράφοροι καὶ ἀναβλεψάτωσαν νῦν γοῦν πρὸς τὴν ἀλήθειαν, ὅτι ὁ πάντα ἔχων ὅσα ὁ πατὴρ ἔχει δεσπότης πάντων καὶ οὐχὶ δοῦλός ἐστι. πῶς γὰρ δύναται ἡ ἀδέσποτος ὑπόστασις δουλικὸν ἔχειν ἐφ᾽ ἑαυτῆς χαρακτῆρα καὶ ὁ τοῦ παντὸς βασιλεὺς μὴ ὁμότιμον ἔχειν ἑαυτῷ τὴν μορφήν; ἢ πῶς ἡ ἀτιμία τῆς ἀληθινῆς ἀπαυγάζεται δόξης; ἀτιμία γάρ ἐστιν ἡ δουλεία. πῶς δὲ ὁ τοῦ βασιλέως υἱὸς εἰς δουλείαν γεννᾶται; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. ἀλλ᾽ ὡς φῶς ἐκ φωτὸς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀληθείας ἀλήθεια, οὕτως καὶ ἐκ κυρίου κύριος, βασιλεὺς ἐκ βασιλέως, ἐκ θεοῦ θεός, ἐξ ἀδεσπότου ἀδέσποτος· ὅλον γὰρ ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, εἴ τι ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ, πάντως ἔχει· καὶ ἐπειδὴ πάντα τοῦ πατρός ἐστιν ὅσα ὁ υἱὸς ἔχει, ἀνάγκη πᾶσα παρὰ τῶν ἐχθρῶν τῆς τοῦ θεοῦ δόξης, εἴπερ ὁ υἱὸς δοῦλος, καὶ τὸν πατέρα εἰς δουλείαν κατάγεσθαι. οὐδὲν γὰρ ἔστι τῶν ἐν τῷ υἱῷ θεωρουμένων, ὃ μὴ τοῦ πατρός ἐστι πάντως. Πάντα γάρ, φησί, τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμά.

τί οὖν ἐροῦσιν οἱ δείλαιοι; τί [οὖν] εὐλογώτερον, τὸν υἱὸν τῇ βασιλείᾳ τοῦ πατρὸς ἐνδοξάζεσθαι, τὸν εἰπόντα ὅτι Τὰ σὰ ἐμὰ καὶ δεδόξασμαι ἐν αὐτοῖς, ἢ τὸν πατέρα τῇ ἀτιμίᾳ τῆς δουλείας τοῦ υἱοῦ καθυβρίζεσθαι; οὐ γὰρ ἔστι τὸν πάντα τὰ τοῦ υἱοῦ ἐν ἑαυτῷ περιέχοντα καὶ αὐτὸν ἐν τῷ υἱῷ ὄντα μὴ καὶ ἐν τῇ δουλείᾳ τοῦ υἱοῦ πάντως εἶναι καὶ ἐν ἑαυτῷ τὴν δουλείαν ἔχειν. ταῦτα κατορθοῖ διὰ τῆς σοφίας Εὐνόμιος, δι᾽ ὧν καθυβρίζει τῇ δουλείᾳ τὸν κύριον, τὴν αὐτὴν ἀτιμίαν τῇ ἀκηράτῳ δόξῃ τοῦ πατρὸς προστριβόμενος.

Ἀλλ᾽ ἐπαναδράμωμεν πάλιν ἐπὶ τὴν τῶν γεγραμμένων ἀκολουθίαν. τί λέγει περὶ τοῦ μονογενοῦς ὁ Εὐνόμιος; ὅτι 〈οὐκ οἰκειοῦται ταύτην τὴν ἀξίαν. ἀξίαν〉 γὰρ ὀνομάζει τὴν τοῦ ὄντος προσηγορίαν. ὢ παραλόγου φιλοσοφίας. τίς τῶν πώποτε γεγονότων ἀνθρώπων εἴτε παρ᾽ Ἕλλησιν εἴτε παρὰ τῇ βαρβαρικῇ φιλοσοφίᾳ, τίς τῶν καθ᾽ ἡμᾶς, τίς τῶν ἐν παντὶ τῷ χρόνῳ 〈ἀξίαν〉 ὄνομα τῷ ὄντι ἔθετο; πᾶν γὰρ τὸ ἐν ὑποστάσει θεωρούμενον ἡ κοινὴ τῶν λόγῳ κεχρημένων συνήθεια “εἶναι„ λέγει· παρὰ δὲ τὸ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρεσχημάτισται. ἀλλὰ νῦν καινοτομεῖται κατὰ τῆς τοῦ ὄντος σημασίας ἡ τῆς 〈ἀξίας〉 φωνή. λέγει γὰρ τὸν υἱὸν μὴ οἰκειοῦσθαι τὴν τοῦ ὄντος ἀξίαν τὸν διὰ τὸν πατέρα ὄντα καὶ ζῶντα, οὔτε 〈τὴν〉 γραφὴν ἔχων τοῦ λόγου προστήσασθαι οὔτε διά τινος ἀκολουθίας πρὸς τὴν ἄνοιαν ταύτην προαγαγὼν τὸν λόγον, ἀλλ᾽ ὥς τινα φυσώδη τροφὴν τοῖς σπλάγχνοις ἐνθέμενος ἀκατάσκευόν τε καὶ ἀσυλλόγιστον οἷόν τι πνεῦμα δυσῶδες τὴν βλασφημίαν ἐρεύγεται. 〈οὐκ οἰκειοῦται〉, φησί, 〈ταύτην τὴν ἀξίαν〉. δεδόσθω τὸ ὂν 〈ἀξίαν〉 κατονομάζεσθαι· τί οὖν ὁ ὢν οὐκ οἰκειοῦται τὸ εἶναι; ὅτι, φησί, διὰ τὸν πατέρα ἐστίν. οὐκοῦν μὴ εἶναι λέγεις τὸν τὸ εἶναι μὴ οἰκειούμενον; τὸ γὰρ 〈μὴ οἰκειοῦσθαι〉 τῷ ἀλλοτριοῦσθαι ταὐτὸν σημαίνει, καὶ πρόδηλος ἡ τῶν σημαινομένων ἀντιδιαίρεσις. τό τε γὰρ οἰκεῖον οὐκ ἀλλότριον καὶ τὸ ἀλλότριον οὐκ οἰκεῖον.

ὁ οὖν 〈μὴ οἰκειούμενος〉 τὸ εἶναι ἠλλοτρίωται πάντως τοῦ εἶναι. ὁ δὲ τοῦ εἶναι ἀλλότριος ἐν τῷ εἶναι οὐκ ἔστιν. ἀλλὰ τὴν ἀνάγκην τῆς ἀτοπίας ταύτης ἐπήγαγεν εἰπὼν 〈τῆς καὶ τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν〉. τούτου δὲ τὸ μὲν κατὰ τὴν σύμφρασιν ἀσυνάρτητον σιωπάσθω, τὸ δὲ σπουδαζόμενον ἐν τοῖς λεγομένοις ἐξεταζέσθω. τίνος ἀποδείξαντος λόγου τὸ κυριεύειν τοῦ μονογενοῦς τὴν τοῦ πατρὸς οὐσίαν πάλιν ἐκ τῆς πληθώρας ἡμῖν προσερεύγεται; τίς εὐαγγελιστὴς τούτου προέστη τοῦ λόγου; τίς ἔφοδος διαλεκτική, ποῖαι προτάσεις, τίνες κατασκευαὶ τὸ κυριεύεσθαι τὸν μονογενῆ θεὸν διὰ τίνος ἀκολουθίας ἀπέδειξαν; ἀλλὰ πρὸς ἑαυτὴν ἕλκει, φησίν, ἡ τοῦ κυριεύουσα οὐσία τὴν τοῦ υἱοῦ ὄντος ἔννοιαν. τί βούλεται αὐτῷ ὁ ἑλκηθμὸς τοῦ ὄντος καὶ πῶς προσερρίφη τοῖς εἰρημένοις ἡ τοῦ 〈ἕλκειν〉 λέξις; κρινεῖ πάντως ὁ ἐπεσκεμμένος δύναμιν λόγων. ἀλλὰ καὶ τοῦτο σιγήσομεν, ἐκεῖνον δὲ πάλιν τὸν λόγον ἀναληψόμεθα, ὅτι οὐ δίδωσιν εἶναι κατ᾽ οὐσίαν ᾧ τὸ ὄνομα τοῦ ὄντος οὐ καταλείπει. καὶ τί μάτην σκιαμαχεῖ περὶ τοῦ μὴ ὄντος μαχόμενος ὡς τοιοῦδε ὄντος; τὸ γὰρ μὴ ὂν οὔτε ὅμοιόν τινι πάντως ἐστὶν οὔτε ἀνόμοιον. ἀλλὰ διδοὺς τὸ εἶναι ἀπαγορεύει τὸ λέγεσθαι. ὢ κενῆς ἀκριβείας, ἐν τῷ μείζονι συγχωροῦντα μικρολογεῖσθαι περὶ τὸν ψόφον τοῦ ῥήματος.

πῶς δὲ ὁ 〈κυριεύων〉, ὥς φησι, τοῦ υἱοῦ 〈πρὸς ἑαυτὸν ἕλκει τοῦ ὄντος τὴν ἔννοιαν〉; εἰ μὲν γὰρ τὴν ἑαυτοῦ οὐσίαν ἕλκειν φησὶ τὸν πατέρα, περιττὸς οὗτος ὁ ἑλκηθμός· πάρεστι γὰρ αὐτῷ τὸ εἶναι καὶ μὴ ἑλκόμενον· εἰ δὲ τοῦ υἱοῦ τὸ εἶναι παρὰ τοῦ πατρός φησιν ἕλκεσθαι, πῶς ἀποσπασθήσεται τοῦ ὄντος τὸ εἶναι καὶ πρὸς τὸν ἕλκοντα μεταχωρήσει, κατιδεῖν οὐκ ἔχω. ἆρα μὴ τὴν Σαβελλίου πλάνην φαντάζεται, ὡς οὐκ ὄντος τοῦ υἱοῦ καθ᾽ ἑαυτόν, τῇ δὲ τοῦ πατρὸς ὑποστάσει προσαλιφέντος, καὶ τοῦτο βούλεται αὐτῷ τὸ 〈ἕλκεσθαι τὴν τοῦ ὄντος ἔννοιαν〉 παρὰ τῆς τοῦ υἱοῦ κυριευούσης οὐσίας; ἢ εἶναι καθ᾽ ὑπόστασιν τὸν υἱὸν οὐκ ἀρνούμενος τῆς τοῦ ὄντος αὐτόν φησι σημασίας ἀπομερίζεσθαι; καὶ πῶς ἔστι διαζευχθῆναι τῆς τοῦ εἶναι διανοίας τὸ ὄν; ἕως γὰρ ἂν ᾖ πᾶν ὅπερ ἂν ᾖ, μὴ εἶναι ὃ ἔστι φύσιν οὐκ ἔχει.

Ἀλλὰ καὶ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. 〈αὐτοῦ〉, φησί, 〈τοῦ μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ᾽ ἀξίαν ὀφειλομένην ἐπωνυμίαν. ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν τό τε ὂν καὶ γινόμενον ἀγαθὸν ἐπ᾽ ἐκεῖνον φέρων σχολῇ γ᾽ ἂν τῶν ποτε γενομένων οἰκειώσαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν〉. ἕως μὲν οὖν τισι προκαλύμμασιν ὑποκρύπτων τὴν βλασφημίαν ταῖς τῶν λογισμῶν περιόδοις κατὰ τὸ λεληθὸς τοὺς ἀπατωμένους προσήγετο, προσέχειν ᾤμην δεῖν τὸν νοῦν τοῖς κατὰ τὸ λανθάνον κακουργουμένοις καὶ ὡς ἦν οἷόν τε παραγυμνοῦν τῷ λόγῳ τὸν ὄλεθρον. ἐπεὶ δὲ παντὸς ἀπατηλοῦ προσωπείου τὸ ψεῦδος ἀπογυμνώσας λαμπρὰν ἐπὶ λέξεως τὴν βλασφημίαν ἐκτίθεται, περιττὸν ἡγοῦμαι τοῖς οὐκ ἀρνουμένοις τὴν ἀσέβειαν τοὺς διὰ τῶν λογισμῶν ἐλέγχους ἐπάγων μάταιον ὑπομένειν ὄχλον. τί γὰρ ἂν πλέον εὑρεθείη παρ᾽ ἡμῶν εἰς τὴν τῆς κακονοίας ἀπόδειξιν; οἷόν ἐστιν τὸ ἐκ τοῦ προχείρου παρ᾽ αὐτῶν ἐν τοῖς γεγραμμένοις ἐπιδεικνύμενον. μόνον ἄξιον τῆς τοῦ ἀγαθοῦ προσηγορίας φησὶ τὸν πατέρα, μόνῳ ἐκείνῳ τὴν τοιαύτην ἐπωνυμίαν ὀφείλεσθαι, ὡς καὶ τοῦ υἱοῦ συντιθεμένου τὸ μόνῳ προσήκειν ἐκείνῳ τὴν ἀγαθότητα. ἀπολελόγηται ὑπὲρ ἡμῶν ὁ κατήγορος.

τάχα γάρ τις ἐπηρεαστὴς ἐν τοῖς κατόπιν ἐνομιζόμην τοῖς ἐντυγχάνουσιν, ἐν οἷς ἀπεδείκνυον ἀλλότριον τῆς πατρικῆς ἀγαθότητος τοὺς χριστομάχους κατασκευάζειν τὸν κύριον· ἀλλὰ νῦν οἶμαι διὰ τῆς τῶν ἐναντίων ὁμολογίας ἀποδεδεῖχθαι τὸ μὴ συκοφαντικῶς ἡμᾶς τὸ τοιοῦτον ἔγκλημα τοῖς ἐχθροῖς ἐπιφέρειν. ὁ γὰρ μόνῳ τῷ πατρὶ κατ᾽ ἀξίαν ὀφείλεσθαι τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν λέγων κἀκείνῳ μόνῳ προσήκειν εἰπὼν τὴν τοιαύτην φωνὴν τὴν περιεσταλμένην ἐν τοῖς προάγουσι πονηρίαν νῦν ἀνακεκαλυμμένῳ δημοσιεύει τῷ λόγῳ. μόνῳ φησὶ τῷ πατρὶ προσήκειν τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν. ἆρα μετὰ τῆς ἐγκειμένης τῇ φωνῇ σημασίας ἢ διεζευγμένην τῆς οἰκείας ἐμφάσεως; εἰ μὲν οὖν τὸ ὄνομα τοῦ ἀγαθοῦ μόνον ἀνατίθησι τῷ πατρὶ κατ᾽ ἐξαίρετον, ἐλεεινὸς ἂν εἴη τῆς ἀλογίας, ῥήματος διακένου ψόφον τῷ πατρὶ χαριζόμενος· εἰ δὲ τὸ νόημα τὸ διὰ τοῦ ἀγαθοῦ σημαινόμενον μόνῳ προσήκειν οἴεται τῷ θεῷ καὶ πατρί, βδελυκτὸς ἂν εἴη τῆς ἀσεβείας, τῶν Μανιχαίων τὴν νόσον ἐπὶ τῶν ἰδίων δογμάτων ἀνανεούμενος. ὡς γὰρ ὑγεία καὶ νόσος, οὕτως καὶ ἀγαθότης καὶ πονηρία ταῖς ἀλλήλων ἀναιρέσεσι παρυφίστανται, ὥστε τὴν τοῦ ἑνὸς ἀπουσίαν ὕπαρξιν τοῦ ἑτέρου γίνεσθαι. εἰ οὖν μόνῳ τῷ πατρὶ προσήκειν λέγει τὴν ἀγαθότητα, ἀποκλείει ταύτης πᾶν ὅτιπέρ ἐστιν ἐν τοῖς οὖσι παρὰ τὸν πατέρα νοούμενον, ὥστε τοῖς πᾶσι καὶ τὸν μονογενῆ θεὸν τοῦ ἀγαθοῦ συναπείργεσθαι.

ὡς γὰρ ὁ μόνον γελαστικὸν εἶναι λέγων τὸν ἄνθρωπον τὸ μηδὲν τῶν λοιπῶν ζῴων τῆς ἰδιότητος ταύτης μετέχειν συνενεδείξατο, οὕτως ὁ ἐν μόνῳ τῷ πατρὶ τὸ ἀγαθὸν εἶναι ἀποφηνάμενος χωρίζει τὰ πάντα τῆς κατὰ τὸ ἀγαθὸν ἰδιότητος. εἰ οὖν μόνος ὁ πατὴρ κατ᾽ ἀξίαν ὀφειλομένην ἔχει τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν, καθώς φησιν ὁ Εὐνόμιος, οὐδενὶ τῶν ἄλλων ἡ τοιαύτη φωνὴ κυρίως ἐφαρμοσθήσεται. πᾶσα δὲ προαίρεσις ὁρμητικὴ ἤτοι κατὰ τὸ ἀγαθὸν ἐνεργεῖται πάντως ἢ πρὸς τὸ ἀντικείμενον φέρεται. τὸ γὰρ πρὸς οὐθέτερον ἐπιρρεπῶς ἔχειν ἢ τῶν ἀψύχων ἴδιον ἢ τῶν ἀναισθήτων ἐστίν. εἰ τοίνυν μόνος ὁ πατὴρ ἀγαθὸς οὐκ ἐπίκτητον ἔχων ἀλλ᾽ ἐν τῇ φύσει τὴν ἀγαθότητα, οὐ κοινωνεῖ δὲ τῷ πατρὶ τῆς φύσεως ὁ υἱός, καθὼς ἡ αἵρεσις βούλεται, ὁ τῆς ἀγαθῆς οὐσίας ἀμέτοχος καὶ τῆς τοῦ ἀγαθοῦ πάντως ἐπωνυμίας συνηλλοτρίωται. ὁ δὲ μήτε τῆς φύσεως τοῦ ἀγαθοῦ μήτε τῆς ἐπωνυμίας μετέχων οὐκ ἀγνοεῖται πάντως ὅστις ἐστί, κἂν ἐγὼ φείσωμαι τοῦ βλασφήμου ὀνόματος. παντὶ γὰρ δῆλόν ἐστιν ὅτι τὸ πονηρόν τε καὶ ἀντικείμενον εἰς τὴν τοῦ υἱοῦ ἔννοιαν ὑποβληθῆναι φιλονεικεῖ ὁ Εὐνόμιος. ὁ γὰρ μὴ ἀγαθὸς πρὸς ποῖον ὄνομα οἰκείως ἔχει, παντὶ φανερὸν τῷ διανοίας μετέχοντι.

ὡς γὰρ ὁ μὴ ἀνδρεῖος δειλὸς καὶ ὁ μὴ δίκαιος ἄδικος καὶ ὁ μὴ σοφὸς ἄφρων ἐστίν, οὕτως καὶ ὁ μὴ ἀγαθὸς πρόδηλον ἔχει τὸ ἀντιφωνούμενον ὄνομα, πρὸς ὃ τὴν τοῦ μονογενοῦς ἔννοιαν ἐξωθεῖν ὁ χριστομάχος βιάζεται, ἄλλος Μάνης ἢ Βαρδησάνης τῇ ἐκκλησίᾳ γινόμενος. ταῦτά ἐστιν ἐν οἷς οὐδὲν τὸν λόγον ἡμῶν εἶναί φαμεν τῆς σιωπῆς ἐναργέστερον. μυρία γάρ τις εἰπὼν καὶ πάντας λογισμοὺς ἀνακινήσας οὐκ ἂν εἴποι τοιοῦτον εἰς κατηγορίαν οὐδέν, οἷον παρ᾽ αὐτῶν ἐκείνων ἐν παρρησίᾳ κηρύσσεται. τί γὰρ ἄν τις πρὸς κακίαν εὕροι πικρότερον ἢ τὸ μὴ λέγειν ἀγαθὸν εἶναι τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἐπὶ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης καταβάντα φύσεως, διὰ μόνην φιλανθρωπίαν τοῦτο ποιήσαντα; ἀντὶ τίνος οὖν, εἰπέ μοι, ταῦτα τῷ κυρίῳ ἀνταποδίδοτε (χρήσομαι γὰρ τῇ Μωϋσέως πρὸς τοὺς Ἰσραηλίτας φωνῇ); οὐκ ἀγαθὸς ὅστις σε κόνιν ἄψυχον ὄντα θεοειδεῖ κάλλει κατακοσμήσας ἔμψυχον εἰκόνα τῆς ἑαυτοῦ δυνάμεως ἀνεστήσατο; οὐκ ἀγαθὸς ὁ διὰ σὲ μορφὴν δούλου λαβὼν καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς τὰ παθήματα τῆς σῆς ἁμαρτίας ἀναδεξάμενος καὶ δοὺς ἑαυτὸν ἀντάλλαγμα τοῦ σοῦ θανάτου καὶ ὑπὲρ ἡμῶν κατάρα καὶ ἁμαρτία γενόμενος; οὐδὲ Μαρκίων ὑμᾶς, ὁ τῶν ὑμετέρων δογμάτων προστάτης, κατὰ τοῦτο τὸ μέρος ἐπανωρθώσατο;

ᾧ κοινὸν μὲν πρὸς τὸ ὑμέτερον φρόνημα τῶν θεῶν ἡ δυὰς καὶ τὸ παρηλλάχθαι κατὰ τὴν φύσιν ἑκάτερον πρὸς τὸν ἕτερον οἴεσθαι, φιλανθρωπότερον δὲ τὸ τὴν ἀγαθότητα τῷ θεῷ τοῦ εὐαγγελίου προσμαρτυρεῖν· ὑμεῖς δὲ καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως τὸν μονογενῆ θεὸν ἀφορίζετε, ὡς ἂν καὶ τὸν Μαρκίωνα τῇ κακίᾳ τοῦ δόγματος ὑμῶν παραδράμοιτε.

Ἀλλ᾽ ἀντιλαμβάνονται τῶν γεγραμμένων καὶ οὔ φασι δίκαια πάσχειν ὑπὲρ τῶν τῆς γραφῆς ῥημάτων κατηγορούμενοι. αὐτὸν γὰρ λέγουσιν εἰρηκέναι τὸν κύριον τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. οὐκοῦν ὡς ἂν μὴ καὶ κατὰ τῶν θείων ῥημάτων ἡ συκοφαντία τὴν ἰσχὺν ἔχοι, αὐτὸν τὸν εὐαγγελικὸν λόγον ἐν ὀλίγῳ διαληψόμεθα. νέον οἶδε τοῦτον ἡ ἱστορία τὸν πλούσιον πρὸς ὅν φησι τὴν φωνὴν ταύτην ὁ κύριος, ἀπολαυστικὸν οἶμαί τινα τῶν κατὰ τὸν βίον ἡδέων καὶ φιλοκτήμονα. λυπεῖσθαι γὰρ αὐτόν φησι πρὸς τὴν συμβουλὴν τῆς τῶν προσόντων αὐτῷ ἀποκτήσεως καὶ μὴ ἑλέσθαι τῶν κτημάτων τὴν ζωὴν ἀνταλλάξασθαι. οὗτος ἐπειδή τινα ζωῆς αἰωνίας ἐπιδεδημηκέναι διδάσκαλον ἤκουσεν, ἐλπίδι τοῦ εἰς ἀεὶ τρυφήσειν παρατεινομένης αὐτῷ τῆς ζωῆς εἰς ἀτέλεστον προσῄει θωπεύων τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ τὸν κύριον, μᾶλλον δὲ οὐχὶ τὸν νοούμενον κύριον, ἀλλὰ τὸν φαινόμενον ἐν τῇ τοῦ δούλου μορφῇ. οὐ γὰρ τοιοῦτος ἦν οἷος διασχεῖν τὸ καταπέτασμα τῆς σαρκὸς καὶ διϊδεῖν ἰσχύσαι τὸ τῆς θεότητος ἄδυτον. ὁ τοίνυν τὰς καρδίας ὁρῶν κύριος εἶδε πρὸς ὅ τι βλέπων ὁ νέος ἱκέτευεν, ὅτι οὐχὶ πρὸς τὸ θεῖον εἶχε τὴν ψυχὴν ἀτενίζουσαν, ἀλλὰ τὸν ἄνθρωπον ἐλιπάρει διδάσκαλον ἀγαθὸν ὀνομάζων διὰ τὴν ἐλπίδα τοῦ μαθεῖν τὸ τοιοῦτον μάθημα, δι᾽ οὗ κωλυθήσεσθαι προσεδόκα τὸν θάνατον. οὐκοῦν εἰκότως ὁ παρακληθεὶς παρ᾽ αὐτοῦ οὗτος καὶ ἀποκρίνεται.

τῆς γὰρ ἐντεύξεως οὐ πρὸς τὸν θεὸν λόγον γεγενημένης, ἀκολούθως καὶ ἡ ἀπόκρισις ἐκ τοῦ ἀνθρωπίνου πρὸς τὸν ἱκετεύσαντα γίνεται, διπλῆν ἐπάγουσα τῷ νέῳ τὴν παίδευσιν. διδάσκει γὰρ κατὰ ταὐτὸν ὅτι τε τῷ βίῳ προσήκει καὶ οὐχὶ ῥημάτων εὐφημίᾳ θεραπεύειν τὸ θεῖον ἐν τῷ τὰς ἐντολὰς ποιεῖν καὶ τῶν προσόντων πάντων ὠνεῖσθαι τὴν αἰώνιον ζωήν, καὶ ὅτι τὸ ἀνθρώπινον ἐν πονηρίᾳ διὰ τὴν ἁμαρτίαν γενόμενον ἀποκέκριται τῆς κυρίας τοῦ ἀγαθοῦ κλήσεως· καὶ διὰ τοῦτό φησι· Τί με λέγεις ἀγαθόν; διὰ τοῦ εἰπεῖν “ἐμὲ„ τὴν ἀνθρωπίνην φύσιν τὴν περὶ αὐτὸν ὑποδεικνύων τῷ λόγῳ, τῇ δὲ θεότητι προσμαρτυρήσας τὴν ἀγαθότητα ἑαυτὸν ἄντικρυς ἀγαθὸν ἀπεφήνατο τὸν ἀληθῶς ὑπὸ τοῦ εὐαγγελίου θεὸν κηρυσσόμενον. εἰ μὲν γὰρ ἀπεσχοινίζετο τῆς τοῦ θεοῦ προσηγορίας ὁ μονογενὴς υἱός, οὐκ ἦν ἄτοπον ἴσως τὸ ἀλλότριον αὐτὸν καὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας οἴεσθαι. εἰ δὲ δὴ καὶ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι διαβοῶσι τοῦ μονογενοῦς τὴν θεότητα, μαρτυρεῖται δὲ παρ᾽ αὐτοῦ τοῦ κυρίου τῷ θεῷ προσήκειν τὸ τῆς ἀγαθότητος ὄνομα, πῶς οὐ κοινωνεῖ τῆς ἀγαθότητος ὁ κοινωνῶν τῆς θεότητος; ὅτι γὰρ καὶ προφῆται θεὸν ὁμολογοῦσι τὸν κύριον καὶ εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, οὐδεὶς οὕτω τῶν θείων ἀμύητος ὡς λόγῳ δεῖσθαι περὶ τούτων μαθεῖν.

τίς γὰρ οὐκ οἶδεν ἐν τῇ τετάρτῃ καὶ τεσσαρακοστῇ ψαλμῳδίᾳ ὅτι θεὸν παρὰ θεοῦ χριόμενον τὸν Χριστὸν ὁ προφήτης διακηρύσσει τῷ λόγῳ; καὶ πάλιν τὸν Ἠσαΐαν οὕτω προδήλως βοῶντα τοῦ υἱοῦ τὴν θεότητα τίς ἀγνοεῖ τῶν καθωμιληκότων τῇ προφητείᾳ, ἐν οἷς μετὰ τῶν ἄλλων καὶ τοῦτό φησιν ὅτι Σεβωεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ θεός. τίς γὰρ ἄλλος θεὸς ὁ ἐν ἑαυτῷ θεὸν ἔχων καὶ αὐτὸς ὢν θεὸς πλὴν τοῦ μονογενοῦς, εἰπάτωσαν οἱ τῆς προφητείας ἀνήκοοι· τὴν δὲ τοῦ Ἐμμανουὴλ ἑρμηνείαν καὶ τὴν τοῦ Θωμᾶ μετὰ τὴν ἐπίγνωσιν ὁμολογίαν τήν τε τοῦ Ἰωάννου μεγαλοφωνίαν ὡς πρόδηλον οὖσαν καὶ τοῖς ἔξω τῆς πίστεως σιωπήσομαι. ἀλλ᾽ οὐδὲ τὰς Παύλου φωνὰς δι᾽ ἀκριβείας οἶμαι δεῖν παρατίθεσθαι πᾶσιν οὔσας σχεδὸν διὰ στόματος, ὃς οὐ μόνον θεόν, ἀλλὰ καὶ μέγαν θεὸν καὶ ἐπὶ πάντων θεὸν ὀνομάζει τὸν κύριον, πρὸς μὲν Ῥωμαίους λέγων ὅτι Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, πρὸς δὲ τὸν μαθητὴν ἑαυτοῦ Τίτον γράφων Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Τιμοθέῳ δὲ διαρρήδην βοᾷ ὅτι Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι.

πανταχόθεν τοίνυν ἀποδειχθέντος τοῦ θεὸν εἶναι τὸν μονογενῆ υἱὸν πῶς ὁ θεῷ προσήκειν τὴν ἀγαθότητα λέγων τῆς ἐπωνυμίας ταύτης ἀλλοτρίαν ἀποδείκνυσι τοῦ υἱοῦ τὴν θεότητα, καὶ ταῦτα αὐτοῦ τοῦ κυρίου τὸ ἀγαθὸν ἑαυτῷ προσμαρτυροῦντος ἐν τῇ περὶ τῶν μεμισθωμένων εἰς τὸν ἀμπελῶνα παραβολῇ; ἐκεῖ γὰρ τῶν προκεκμηκότων δυσανασχετούντων τῇ τῶν μισθωμάτων ἰσομοιρίᾳ καὶ ζημίαν κρινόντων ἰδίαν τῶν τελευταίων τὴν εὐπραγίαν, φησὶ πρός τινα τῶν χαλεπαινόντων ὁ δίκαιος κριτὴς ὅτι Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι τὴν ἡμέραν; ἰδοὺ ἔχεις τὸ σόν· θέλω δὲ καὶ τῷ ἐσχάτῳ χαρίσασθαι ὥσπερ καὶ σοί. μὴ οὐκ ἔχω ἐξουσίαν ἐν τοῖς ἐμοῖς ποιεῖν ὃ θέλω; ἢ ὁ ὀφθαλμός σου πονηρός, ὅτι ἐγὼ ἀγαθός εἰμι; πάντως δὲ οὐδεὶς περὶ τούτου φιλονεικήσει, ὅτι ἡ τοῦ κατ᾽ ἀξίαν διανομὴ ἴδιον τοῦ κριτοῦ ἔργον ἐστί· κριτὴν δὲ τὸν μονογενῆ θεὸν εἶναι πάντες οἱ μαθηταὶ τοῦ εὐαγγελίου συντίθενται. Ὁ γὰρ πατήρ, φησί, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ. ἀλλ᾽ οὐκ ἀφίστανται τῶν γεγραμμένων. φασὶ γὰρ τὴν τοῦ ἑνὸς προσθήκην κυρίως εἰς τὸν πατέρα βλέπειν. οὐδεὶς γάρ, φησίν, ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. ἆρ᾽ οὖν ἀτονήσει πρὸς συνηγορίαν ἑαυτῆς ἡ ἀλήθεια; ἢ πολλαχόθεν ἔστιν ἐν εὐκολίᾳ πολλῇ καὶ τοῦτον ἐξελέγξαι τὸν παραλογισμὸν τῆς ἀπάτης;

ὁ γὰρ ταῦτα περὶ τοῦ πατρὸς εἰπὼν κἀκεῖνα πρὸς τὸν πατέρα φησὶν ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ καὶ δεδόξασμαι ἐν αὐτοῖς. εἰ δὲ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ φησιν εἶναι, ἓν δὲ τῶν ἐν τῷ πατρὶ θεωρουμένων ἡ ἀγαθότης, ἢ πάντα οὐκ ἔχει, εἴπερ τοῦτο οὐκ ἔχει, καὶ ψεύδεσθαι φήσουσι τὴν ἀλήθειαν, ἢ εἴπερ ἀθέμιτον καθυπονοεῖσθαι τὴν ὄντως ἀλήθειαν ὡς εἰς ψεῦδος ἐκφερομένην, ὁ πάντα τὰ τοῦ πατρὸς ἑαυτοῦ λέγων οὐδὲ τῆς ἀγαθότητος ἐκτὸς εἶναι συνωμολόγησεν. ὁ γὰρ ἐν ἑαυτῷ τὸν πατέρα ἔχων καὶ τὰ τοῦ πατρὸς ἐμπεριειληφὼς πάντα, μετὰ πάντων δηλονότι καὶ τὴν ἀγαθότητα ἔχει. οὐκοῦν ἀγαθὸς ὁ υἱός.

Ἀλλ᾽ οὐδείς, φησίν, ἀγαθός, εἰ μὴ εἷς ὁ θεός· τοῦτο παρὰ τῶν ἐναντίων προφέρεται. οὐδὲ αὐτὸς ἀποβάλλω τὸν λόγον, οὐ μὴν ἀρνοῦμαι διὰ τοῦτο τοῦ υἱοῦ τὴν θεότητα. ὁ δὲ ὁμολογῶν θεὸν εἶναι τὸν κύριον καὶ τὸ ἀγαθὸν αὐτῷ πάντως διὰ τῆς ὁμολογίας ταύτης συνεμαρτύρησεν. εἰ γὰρ ἴδιον θεοῦ ἡ ἀγαθότης, θεὸς δὲ ὁ κύριος, ἀγαθὸς ἄρα διὰ τῶν τεθέντων ὁ υἱὸς ἀναπέφηνεν. ἀλλά, φησί, τοῦ ἑνὸς ἡ λέξις ἀποκρίνει τὸν υἱὸν τῆς τοῦ ἀγαθοῦ κοινωνίας. ἀλλὰ ῥᾴδιον δεῖξαι ὅτι οὐδὲ τὸ ἓν τοῦτο διαχωρίζει τοῦ υἱοῦ τὸν πατέρα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τὸ ἓν ἀσυνδύαστον ἔχει τὴν σημασίαν, ἐπὶ δὲ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τὸ ἓν οὐκ ἐν μονότητι καθορᾶται. Ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν. εἰ οὖν εἷς μὲν ὁ ἀγαθός, ἑνότης δέ τις ἐν τῷ υἱῷ καὶ τῷ πατρὶ θεωρεῖται, ἄρα ὁ κύριος τῷ ἑνὶ μαρτυρήσας τὴν ἀγαθότητα καὶ ἑαυτῷ διὰ τοῦ ἑνὸς τὴν ἐπωνυμίαν ταύτην προσεμαρτύρησε τῷ ἓν ὄντι πρὸς τὸν πατέρα καὶ οὐκ ἀπορρηγνυμένῳ τῆς κατὰ φύσιν ἑνότητος. ἀλλ᾽ ὅπως ἂν διὰ πάντων ἔκδηλον γένοιτο τοῦ σεμνοῦ λογογράφου τὸ φιλομαθὲς καὶ εὐπαίδευτον, καὶ αὐτὴν κατανοήσωμεν ἐπὶ λέξεως τῶν γεγραμμένων τὴν σύνταξιν. 〈οὐκ οἰκειοῦται〉, φησί, 〈τὴν τοῦ ὄντος ἀξίαν〉 ὁ υἱός, ἀξίαν ὀνομάζων αὐτὸ τὸ εἶναι. πῶς οἶδε κυρίως τοῖς πράγμασιν ἐφαρμόζειν τὰ ῥήματα.

καὶ ἐπειδὴ διὰ τὸν πατέρα ἐστίν, ἀλλοτριοῦσθαι αὐτὸν ἑαυτοῦ λέγει, ὡς καὶ 〈τῆς τούτου κυριευούσης οὐσίας πρὸς ἑαυτὴν ἑλκούσης τὴν τοῦ ὄντος ἔννοιαν〉· τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἂν εἴ τις λέγοι ὅτι ὁ ἀργυρώνητος, καθ᾽ ὃ ἔστι, κατὰ τὴν ἰδίαν ὑπόστασιν οὐκ ἐκεῖνός ἐστιν, ἀλλ᾽ ὁ ἐωνημένος, τῆς κατ᾽ οὐσίαν αὐτοῦ ὑποστάσεως εἰς τὴν τοῦ κυριεύσαντος φύσιν ἀναληφθείσης. ταῦτα τὰ ὑψηλὰ τοῦ θεολόγου νοήματα, ἡ δὲ τῶν προειρημένων ἀπόδειξις οἵα; 〈αὐτοῦ〉, φησί, τοῦ 〈μονογενοῦς ἀποδιδόντος τῷ πατρὶ τὴν μόνῳ κατ᾽ ἀξίαν ὀφειλομένην ἐπωνυμίαν〉. καὶ ταῦτα εἰπὼν ἐπάγει τὸ μόνον εἶναι ἀγαθὸν τὸν πατέρα. ποῦ τοίνυν ἐν τούτοις ἀρνεῖται ὁ υἱὸς τὴν ἐπωνυμίαν τοῦ ὄντος; ὅπερ κατασκευάζει ὁ Εὐνόμιος, ταῦτα προστιθεὶς ἐπὶ λέξεως· 〈ὁ γὰρ τὴν τοῦ ἀγαθοῦ πρόσρησιν μόνῳ προσήκειν διδάξας ἐκείνῳ τῷ καὶ τῆς σφετέρας καὶ πάσης ἀγαθότητος αἰτίῳ καὶ πᾶν τό τε ὂν καὶ τὸ γινόμενον ἀγαθὸν ἐπ᾽ ἐκεῖνον φέρων σχολῇ γ᾽ ἂν τῶν ποτε γενομένων οἰκειώσαιτο τὴν ἐξουσίαν καὶ τὴν τοῦ ὄντος ἐπωνυμίαν〉. τί κοινωνεῖ τοῖς εἰρημένοις ἡ ἐξουσία; πῶς δὲ μετὰ ταύτης καὶ τῆς τοῦ ὄντος ἐπωνυμίας ὁ υἱὸς ἠλλοτρίωται; ἀλλ᾽ οὐκ οἶδα τί χρὴ πλέον ἐν τούτοις ποιεῖν, γελᾶν τὴν ἀμαθίαν ἢ ἐλεεῖν τὴν ἀπώλειαν.

ἥ τε γὰρ 〈τῆς σφετέρας〉 λέξις οὐχ οὕτως ἐκληφθεῖσα ὡς πέφυκέ τε καὶ εἴωθεν ἐν χρήσει γίνεσθαι παρὰ τοῖς εἰδόσι κεχρῆσθαι λόγῳ πολλὴν αὐτῷ μαρτυρεῖ τῆς ἀντωνυμικῆς τεχνολογίας τὴν ἐπιστήμην, ἣν καὶ τὰ παιδάρια παρὰ τοῖς γραμματισταῖς ἀμογητὶ διεξέρχεται, καὶ τὸ παρενεχθῆναι τοῦ προκειμένου γελοίως αὐτὸν πρὸς τὰ μηδὲν ἐπικοινωνοῦντα τῷ λόγῳ καὶ τὸ † σχήματι συμπεραστικῷ τὸ μὴ κοινωνεῖν τὸν υἱὸν τῆς ἐπωνυμίας τοῦ ὄντος ταῖς ἀλλοκότοις † ἐφαρμοζόμενον κατασκευαῖς, καὶ πάντα τὰ τοιαῦτα καθάπερ ἐξεπίτηδες ἐπὶ γέλωτι σύγκειται, ὥστε τι καὶ παθεῖν τυχὸν τοὺς ἀμελεστέρους καὶ ἐπιγελάσαι τῷ ἀσυναρτήτῳ τῶν λόγων. ἀλλὰ τὸ μὴ εἶναι τὸν θεὸν λόγον ἢ ἀγαθὸν πάντως μὴ εἶναι (ταῦτα γὰρ κατασκευάζει δι᾽ ὧν τήν τε τοῦ ὄντος ἐπωνυμίαν καὶ τὴν τοῦ ἀγαθοῦ μὴ οἰκειοῦσθαι λέγει) καὶ τὸ κατασκευάζειν τὴν τῶν γινομένων ἐξουσίαν μὴ προσήκειν αὐτῷ, ταῦτα δακρύων ἄξια καὶ θρηνητικῆς συναυλίας.

Οὐδὲ γὰρ κατά τινα προπετῆ καὶ ἀνεπίσκεπτον ὁρμὴν ἅπαξ που τὸ τοιοῦτον παραφθεγξάμενος εἶτα ἐπανορθοῦται τοῖς ἐφεξῆς τὸ πλημμέλημα, ἀλλ᾽ ἐμφιλοχωρεῖ τῇ κακίᾳ, τοῖς δευτέροις φιλονεικῶν ὑπερβαλέσθαι τὰ φθάσαντα. λέγει γὰρ προϊὼν τοσοῦτον αὐτὸν εἶναι κάτω τῆς θείας φύσεως, ὅσον ἀπ᾽ ἐκείνου πρὸς τὸ ταπεινότερον ἡ τῶν ἀγγέλων ὑποβέβηκε φύσις, οὐ τούτοις γράφων τοῖς ῥήμασιν, ἀλλὰ κατασκευάζων δι᾽ ὧν λέγει τὴν τοιαύτην διάνοιαν. ἔξεστι δὲ κρῖναι τὸν λόγον τοῖς ἐντυγχάνουσιν. ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· 〈ὃς τῷ μὲν ἄγγελος ὠνομάσθαι σαφῶς ἐδίδαξε δι᾽ ὅτου διήγγειλε τοὺς λόγους καὶ τίς ὁ ὤν, τῷ δὲ καὶ θεὸς προσειρῆσθαι τὴν ἰδίαν ἔδειξε κατὰ πάντων ὑπεροχήν. ὁ γὰρ τῶν δι᾽ αὐτοῦ γενομένων θεὸς ἄγγελος τοῦ ἐπὶ πάντων θεοῦ〉. ἐγκόπτει μεταξὺ τὸν λόγον θυμὸς ἐμπεσὼν τῇ καρδίᾳ καὶ συγκέχυται πρὸς τὸ πάθος ὁ λογισμὸς εἰς ὀργὴν ὑπὸ τῶν λεγομένων παρακινούμενος. καὶ τάχα μοι τὸ τοιοῦτον πάθος τῆς ψυχῆς οὐκ ἀσύγγνωστον. τίνι γὰρ οὐκ ἂν ἐκ τούτων ὁ θυμὸς ἐπιζέσειε, τοῦ μὲν ἀποστόλου πᾶσαν ἀγγελικὴν φύσιν ὑποχείριον εἶναι τοῦ κυρίου βοῶντος, συμπαραλαμβάνοντος δὲ εἰς μαρτυρίαν τοῦ δόγματος καὶ τὴν προφητικὴν μεγαλοφωνίαν;

Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι αὐτοῦ, καὶ τὸ Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ τὸ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· πάντα πρὸς ἔνδειξιν τοῦ μονογενοῦς θεοῦ ταῦτα τοῦ ἀποστόλου διεξιόντος, τί πάθω τὸν τῶν ἀγγέλων κύριον ἄγγελον εἶναι παρὰ τοῦ χριστομάχου ἀκούων, οὐ κατὰ τὸ συμβὰν τὸν τοιοῦτον ἀπορρίψαντος λόγον, ἀλλ᾽ ἐναγωνιζομένου τῇ ἀτοπίᾳ, ὡς μηδὲν πλέον Ἰωάννου καὶ Μωϋσέως τὸν κύριον ἔχειν κατασκευάζεσθαι; λέγει γὰρ περὶ ἐκείνου ὁ λόγος Οὗτός ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. ἄγγελος οὖν ὁ Ἰωάννης. ἀλλὰ κἂν θεὸν ὀνομάζῃ τὸν κύριον ὁ ἐχθρὸς τοῦ κυρίου, ἀναλογεῖν αὐτὸν κατασκευάζει τῇ Μωϋσέως θεότητι, ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων θεοῦ θεράπων, τῶν δὲ Αἰγυπτίων ἐτάχθη θεός. καίτοι καὶ τὸ ἐπὶ πάντων, καθὼς καὶ ἐν τοῖς κατόπιν εἴρηται, κοινὸν τῷ υἱῷ πρὸς τὸν πατέρα, τοῦ ἀποστόλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυρηκότος φωνὴν ἐν οἷς φησιν Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεός. ἀλλ᾽ οὗτος εἰς ἀγγέλου τάξιν κατάγει τὸν τῶν ἀγγέλων κύριον, ὥσπερ οὐκ ἀκηκοὼς ὅτι οἱ ἄγγελοι λειτουργικὰ πνεύματα καὶ πυρὸς φλόγες εἰσί.

διὰ τούτων γὰρ ὁ ἀπόστολος ἀσύγχυτον καὶ σαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν, τὴν μὲν ὑποχείριον φύσιν πνεῦμά τι εἶναι καὶ πῦρ ὁριζόμενος, τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαίνων ὀνόματι. καὶ τοσούτων ὄντων τῶν τὴν δόξαν τοῦ μονογενοῦς θεοῦ διαγγελλόντων μόνος τοῖς πᾶσιν ἀντιβοᾷ ὁ Εὐνόμιος 〈ἄγγελον〉 αὐτὸν 〈τοῦ ἐπὶ πάντων〉 λέγων 〈θεοῦ〉, τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων ἀντιδιαστολῇ ἕνα τῶν πάντων εἶναι διοριζόμενος, τῇ δὲ πρὸς τοὺς ἀγγέλους τοῦ ὀνόματος κοινωνίᾳ τὸ μηδὲν ἐκείνων παρηλλάχθαι τῇ φύσει κατασκευάζων. πολλάκις γὰρ τὸ τοιοῦτον ἐν τοῖς κατόπιν φησίν, ὅτι ὅσα τῆς αὐτῆς κοινωνεῖ προσηγορίας, οὐδ᾽ ἂν κατὰ τὴν φύσιν ἑτέρως ἔχοι. ἆρ᾽ οὖν ἔτι τῶν εὐθυνόντων ὁ λόγος προσδέεται περὶ τοῦ διαρρήδην βοῶντος τὸν ἄγγελον μὴ τὸν ἴδιον, ἀλλὰ τὸν τοῦ ὄντος ἀπαγγέλλειν λόγον; διὰ γὰρ τούτου δείκνυται ὅτι ὁ ἐν ἀρχῇ ὢν λόγος [θεὸς λόγος] οὐκ αὐτὸς λόγος ἐστίν, ἀλλ᾽ ἑτέρου τινὸς λόγου γίνεται λόγος, διάκονός τε· καὶ ἄγγελος ἐκείνου γινόμενος. κἀκεῖνο δὲ τίς ἀγνοεῖ τῶν πάντων ὅτι τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαιρεῖται μόνον; ὥστε ὁ τὸν υἱὸν ἀντιδιαστείλας τῷ ὄντι σαφῶς ἰουδαΐζει, τὴν τοῦ μονογενοῦς ὑπόστασιν ὑπεκκλέπτων τοῦ δόγματος. ὃν γὰρ ἔξω τῆς τοῦ ὄντος ἐπωνυμίας λέγει, καὶ τοῦ εἶναι πάντως ἐξῃρῆσθαι κατασκευάζει.

οὐ γὰρ δὴ τὸ εἶναι διδοὺς πρὸς τὸν τοῦ ῥήματος ἦχον διενεχθήσεται.

Ἀλλὰ καὶ τῇ γραφῇ κρατύνειν ἐπιχειρεῖ τὴν ἀτοπίαν καὶ προβάλλεται τὸν Μωϋσέα συνήγορον κατὰ τῆς ἀληθείας. ὡς γὰρ ἐκεῖθεν ἡμῖν διαλεγόμενος τοὺς οἰκείους μύθους κατ᾽ ἐξουσίαν διέξεισι λέγων ὅτι ὁ 〈μὲν ἀποστέλλων Μωϋσέα αὐτὸς ἦν ὁ ὤν, δι᾽ οὗ δὲ ἀπέστελλε καὶ ἐλάλει, τοῦ μὲν ὄντος ἄγγελος, τῶν δὲ ἄλλων ἁπάντων θεός〉. ἀλλ᾽ ὅτι μὲν οὐκ ἐκ τῶν γεγραμμένων ἐστὶν ἡ ῥῆσις, ἐξ αὐτῆς ἐστι τῆς γραφῆς ὁ ἔλεγχος· εἰ δὲ τὸν νοῦν φησι τοῦτον εἶναι τοῦ γράμματος, αὐτὸς ἡμῖν ἐξεταστέος ὁ πρωτότυπος τῆς γραφῆς λόγος. καὶ πρῶτόν γε κατανοήσωμεν ὅτι τῶν μετ᾽ αὐτὸν θεὸν ὁ Εὐνόμιος ὀνομάσας τὸν κύριον οὐδὲν αὐτῷ πλέον παρὰ τὴν ἀγγελικὴν δίδωσι φύσιν. οὐδὲ γὰρ ὁ Μωϋσῆς ἀκούσας θεὸς εἶναι τοῦ Φαραῶ ἐξέβη τὴν ἀνθρωπότητα, ἀλλ᾽ ἐν τῇ φύσει τὸ ὁμότιμον ἔχων τῇ τῆς ἐξουσίας ὑπεροχῇ τῶν ὁμογενῶν ὑπερήρθη καὶ οὐδὲν ἐκώλυσεν αὐτὸν πρὸς τὸ μὴ εἶναι ἄνθρωπον τὸ κληθῆναι θεόν. οὕτω καὶ ἐνταῦθα ἕνα τῶν ἀγγέλων ὁ Εὐνόμιος αὐτὸν εἶναι κατασκευάσας θεραπεύει τὸ τοιοῦτο πλημμέλημα τῇ τῆς θεότητος κλήσει κατὰ τὸν ἀποδοθέντα λόγον, ὁμωνυμίᾳ τινὶ πρὸς αὐτὸν τὴν τοῦ θεοῦ προσηγορίαν κοινοποιήσας. ἐξετάσωμεν πάλιν αὐτὰ τὰ ῥήματα τῆς βλασφημίας ἐκθέμενοι. 〈ὁ ἀποστέλλων〉, φησί, 〈τὸν Μωϋσέα αὐτὸς ἦν ὁ ὤν, δι᾽ οὗ δὲ ἀπέστειλεν, ὁ τοῦ ὄντος ἄγγελος ἦν〉, οὕτως ὀνομάζων τὸν κύριον.

οὐκοῦν ὑπ᾽ αὐτῆς ἐλέγχεται τῆς γραφῆς ἡ ἀτοπία τοῦ λογογράφου, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον μὴ ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπιστῆσαι, ἀλλ᾽ αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι. ἔχει δὲ οὕτως ἡ λέξις ἐκ προσώπου τοῦ θεοῦ· Βάδιζε, κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι· καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεταί σου ᾗ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι. καὶ πάλιν μετ᾽ ὀλίγα φησὶ Καὶ συναποστελῶ πρότερόν σου τὸν ἄγγελόν μου. εἶτα μικρὸν κατὰ τὴν ἀκολουθίαν γίνεται παρὰ τοῦ θεράποντος πρὸς τὸν θεὸν ἱκετηρία τοῦτον ἔχουσα τὸν τρόπον· Εἰ εὕρηκα χάριν ἐναντίον σου, συμπορευθήτω ὁ κύριός μου μεθ᾽ ἡμῶν· καὶ πάλιν Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν· εἶτα ἀπόκρισις τοῦ θεοῦ πρὸς τὸν Μωϋσέα· Καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας. οὐκοῦν εἰ Μωϋσῆς μὲν παραιτεῖται τὸν ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτῷ συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας ὁ μονογενής ἐστι θεός. εἰ δὲ πρὸς τοῦτό τις ἀντιλέγοι, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν.

εἰ γὰρ ἄγγελος μὲν τοῖς Ἰσραηλίταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλούμενος ὁ μονογενὴς οὐκ ἔστι, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἢ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν ἐκκλησίαν τοῦ θεοῦ μεταφέρεται. οὐκοῦν τῶν δύο τὸ ἕτερον ἐξ ἀνάγκης ὁμολογήσουσιν, ἢ μηδαμοῦ παρεῖναι τῷ Μωϋσῇ τὸν μονογενῆ θεὸν ἢ αὐτὸν τὸν υἱὸν εἶναι τὸν ὄντα, παρ᾽ οὗ ὁ λόγος πρὸς τὸν θεράποντα γίνεται.

Ἀλλ᾽ ἀντιλέγει τοῖς εἰρημένοις αὐτὴν τὴν γραφὴν προτεινόμενος λέγουσαν 〈ἀγγέλου προτετάχθαι φωνήν, καὶ οὕτως ἐπῆχθαι τὸν τοῦ ὄντος διάλογον〉. τοῦτο δὲ οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν ἡμετέρων ἐστίν. καὶ ἡμεῖς γάρ φαμεν ἐναργῶς τὸν προφήτην τὸ περὶ τοῦ Χριστοῦ μυστήριον ἐμφανὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον ἄγγελον τὸν ὄντα προσαγορεῦσαι, ὡς ἂν μὴ μόνης τῆς τοῦ ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης πρὸς τὸν πατέρα ὁ νοῦς τῶν λεγομένων ἐπαναφέροιτο. ἀλλ᾽ ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν λόγον τὸν ἐν ἀρχῇ ὄντα διαγγέλλοντα τοῦ ἰδίου πατρὸς τὴν βουλὴν τῇ ἐνεργείᾳ τῆς ἀγγελίας ἐπονομαζόμενον ἄγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον αὐτὸν λόγον εἰπὼν οὕτως ἐπάγει τὸ θεὸν εἶναι τὸν λόγον, ὡς ἂν μὴ προηγησαμένης τῆς τοῦ θεοῦ προσηγορίας πρὸς τὸν πατέρα ταῖς ὑπονοίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς ἄγγελον προονομάσας αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν φανερῶς τὸ κατὰ τὸν Χριστὸν προαγγελθείη μυστήριον, διὰ μὲν τοῦ ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας τὴν κατ᾽ αὐτὸ τὸ εἶναι τοῦ υἱοῦ πρὸς τὸν πατέρα φυσικὴν οἰκειότητα.

εἰ δὲ καὶ τὸν Ἠσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελον, οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφὲς γὰρ ἐκεῖ καὶ ἀναντίρρητον ὡς ἡ κατὰ τὸ ἀνθρώπινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται. Παιδίον γάρ, φησίν, ἐγεννήθη ἡμῖν καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. πρὸς ὃ καὶ τὸν Δαβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ᾽ ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ᾽ οἰκονομίαν ὁ κύριος, εἰς τὴν τῆς βασιλείας ἀξίαν ἀναληφθείσης. Κατεστάθην γάρ, φησί, βασιλεὺς ὑπ᾽ αὐτοῦ, ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. οὐκοῦν ἄγγελός τε καὶ λόγος σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα κατὰ τὴν αὐτὴν ἔννοιαν λέγεται ὁ τὴν πατρικὴν ἀγαθότητα δι᾽ ἑαυτοῦ γνωρίζων. ὅ τε γὰρ ἄγγελος μηνυτής τινος γίνεται, καὶ ὁ λόγος ὡσαύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα, καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τύπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι᾽ ἑαυτῆς ἑρμηνεύει, ὡς ἰσοδυναμεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο τὸ ἄγγελος τῆς τοῦ ὄντος ἐπωνυμίας προτέτακται, ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ πατρός, ὢν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερκείμενος τῆς ὀνοματικῆς σημασίας.

διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ τοῦ ἀποστόλου μεμαρτύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ᾽ ὡς ὑπὲρ πᾶν ὄνομα ὄντος τοῦ ὄντως ὄντος.

Ἀλλ᾽ ὁρῶ γὰρ εἰς ἄμετρον ἤδη τὸν λόγον παρατεινόμενον καὶ δέδοικα τὸ δοκεῖν ἀδόλεσχός τις εἶναι καὶ περιττὸς τὴν φωνὴν εἰς πλῆθος προαγαγὼν τὴν ἀντίρρησιν, καίτοι πολλὰ τῆς διὰ μέσου λογογραφίας τοῦ ἀντιπάλου παραδραμὼν προμηθείᾳ τοῦ μὴ πρὸς πολλὰς ἐπῶν μυριάδας ἐκταθῆναι τὸν λόγον. τοῖς γὰρ φιλοπονωτέροις καὶ τὸ μὴ σύντομον διαβολῆς ἐστιν ἀφορμή, οἷς δὲ μὴ πρὸς τὴν χρεῖαν, ἀλλὰ πρὸς τὴν τῶν ἀργῶν τε καὶ ἀσπούδων ἐπιθυμίαν βλέπει ὁ νοῦς, δι᾽ εὐχῆς ἐστιν ὀλίγοις βήμασι πολλὰ στάδια τῆς ὁδοῦ διανύειν. τί οὖν χρὴ πράττειν ἐφελκομένης ἡμᾶς ἐπὶ τὸ πρόσω τῆς βλασφημίας; ἢ τάχα περιττόν ἐστι καὶ ὄντως ἀδόλεσχον τοῖς ὁμοίοις τῶν ἐπιχειρημάτων ἐναγωνίζεσθαι; πᾶσα γὰρ αὐτῶν ἡ σπουδὴ καὶ κατὰ τὸν ἐφεξῆς αὐτοῦ λόγον σύμφωνος τοῖς προεξητασμένοις ἐστίν, οὐδὲν καινὸν εἰς κατασκευὴν παρὰ τὰ προλαβόντα τῶν ἐπιχειρημάτων ἔχουσα. εἰ τοίνυν ἔρρωται ἡμῖν ἡ τῶν προεκτεθέντων ἀνατροπή, καὶ τὰ λειπόμενα τοῖς προεξητασμένοις συναπελήλεγκται· εἰ δὲ τοῖς ἐριστικοῖς καὶ ἀντιτύποις ἐν τῷ παρειμένῳ τὸ κράτιστον εἶναι δοκεῖ, ἀναγκαῖον ἂν εἴη τούτων ἕνεκεν διὰ βραχέων ἐπιδραμεῖν τὸ ὑπόλοιπον.

Λέγει μὴ εἶναι τὸν κύριον πρὸ τῆς ἰδίας γεννήσεως ὁ μηδενὶ τοῦ πατρὸς αὐτὸν διειργόμενον ἐπιδεικνύειν ἔχων, καὶ τοῦτό φησιν οὐκ ἀπὸ γραφῆς τὸν λόγον πιστούμενος, ἀλλ᾽ ἐκ τῶν ἰδίων λογισμῶν κατασκευάζων τὸ λῆμμα. τοῦτο δὲ κοινὸν πρὸς ἅπαντα τὰ τῆς κτίσεως ἀποδέδεικται μέρη· οὐ βάτραχος, οὐ σκώληξ, οὐ κάνθαρος, οὐ πόα, οὐκ ἄκανθα, οὐκ ἄλλο τι τῶν εὐτελεστάτων πρὸ τῆς ἰδίας συστάσεως ἦν. ὥστε ὅπερ διὰ τῆς λογικῆς τεχνολογίας ἐπὶ τοῦ υἱοῦ σὺν ἱδρῶτι καὶ πόνῳ κατασκευάζει, τοῦτο καὶ ἐπὶ τῶν τυχόντων τῆς κτίσεως μορίων προωμολόγηται, καὶ ὁ πολύς ἐστι πόνος τῷ λογογράφῳ δεῖξαι τοῖς ἐσχάτοις τῶν ἐν τῇ κτίσει τὸν μονογενῆ θεὸν ἐν τῇ κοινωνίᾳ τῶν ἰδιωμάτων ὁμότιμον. οὐκοῦν ἱκανὸν τεκμήριον τοῦ κακῶς αὐτοὺς περὶ τῶν δογμάτων φρονεῖν τὸ συμβαίνειν αὐτοῖς τὰς ὑπολήψεις τήν τε περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὴν περὶ τῆς τῶν βατράχων γενέσεως. εἶτά φησιν ἴσον κατ᾽ ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸ πρὸ γεννήσεως μὴ εἶναι. πάλιν ὁ αὐτὸς ἁρμόσει καὶ πρὸς τοῦτό μοι λόγος, ὅτι καὶ ἐπὶ κυνὸς καὶ ψύλλης καὶ ὄφεως καὶ οὑτινοσοῦν τῶν ἐσχάτων τὸ ἴσον εἰπών τις οὐχ ἁμαρτήσεται, ἐπείπερ ἴσον κατὰ ἀλήθειαν καὶ δύναμιν τῷ ἀγέννητον μὴ εἶναι τὸν κύνα τὸ πρὸ τῆς γεννήσεως αὐτὸν μὴ εἶναι.

εἰ δὲ κατὰ τὸν διορισμὸν αὐτῶν, ὃν πολλαχῇ διωρίσαντο, ὅσα κοινωνεῖ τῶν ἰδιωμάτων, κοινωνεῖ καὶ τῆς φύσεως, ἴδιον δὲ τοῦ κυνὸς καὶ τῶν καθ᾽ ἕκαστον τὸ πρὸ τοῦ γενέσθαι μὴ εἶναι, ὅπερ καὶ ἐπὶ τοῦ υἱοῦ κατασκευάζειν οἴεται χρῆναι, τὸ λειπόμενον τῆς κατασκευῆς ὁ ἀκροατὴς πάντως ἐκ τοῦ ἀκολούθου κατόψεται.

Ἀλλὰ πρὸς τὸ μετριώτερον μετάγει τὸν λόγον, νέμων τι καὶ φιλανθρωπίας αὐτῷ, καί φησιν 〈οὐ μόνον ὄντα καὶ ὑπὲρ πάντα τὰ ὄντα φαμὲν εἶναι τὸν υἱὸν〉 ὁ μικρὸν ἐν τοῖς κατόπιν τῆς τοῦ ὄντος ἐπωνυμίας αὐτὸν ἀποσχοινίζων, 〈ἀλλὰ καὶ κύριον αὐτόν〉, φησί, 〈καὶ δημιουργὸν καὶ θεὸν πάσης αἰσθητῆς τε καὶ νοητῆς οὐσίας λέγομεν〉. ἣν τί οἴεται, κτιστὴν εἶναι ἢ ἄκτιστον; εἰ γὰρ πάσης νοητῆς οὐσίας ὁμολογεῖ κύριον καὶ θεὸν καὶ δημιουργὸν εἶναι τὸν υἱόν, ἀνάγκη πᾶσα, εἰ μὲν ἄκτιστον εἶναι λέγοι ταύτην, ψεύδεσθαι τῆς ἀκτίστου φύσεως τὴν δημιουργίαν τῷ υἱῷ προσμαρτυροῦντα, εἰ δὲ κτιστὴν πιστεύοι, αὐτὸν ἑαυτοῦ κτίστην εἶναι κατασκευάζει. εἰ γὰρ μὴ τῷ καθ᾽ ἑαυτὸν ἀκτίστῳ τῆς νοητῆς οὐσίας ἀφορίζοιτο ἡ δημιουργία, οὐδὲν ἔτι τὸ διακρῖνον ὑπολειφθήσεται, τῆς τε αἰσθητῆς κτίσεως καὶ τῆς νοερᾶς οὐσίας ἐπικοίνου νοουμένης. ἀλλ᾽ ἐπάγει τούτοις 〈ὅτι ἐν τῇ τῶν ὄντων κτίσει παρὰ τοῦ πατρὸς ἐπιτέτραπται τὴν τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, δημιουργίαν καὶ τῶν γενομένων τὴν πρόνοιαν, ἀρκούσης αὐτῷ τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως πρὸς τὰς γενέσεις τῶν δημιουργηθέντων〉. ταῦτα βιάζεται μὲν τὸ πλῆθος τῶν γεγραμμένων ἐν συντόμῳ παραδραμεῖν, παρακατέχει δέ πως ἡ βλασφημία τὸν λόγον, πολὺν ἑσμὸν νοημάτων οἷόν τινων ἰοβόλων σφηκῶν περιέχουσα. ἐπετράπη, φησί, παρὰ τοῦ πατρὸς τὴν δημιουργίαν.

εἰ δὲ περὶ χειροτέχνου τινὸς ὁ λόγος ἐγίνετο κατὰ γνώμην τοῦ μισθουμένου μεταχειριζομένου τὴν ἐργασίαν, ἆρ᾽ οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσατο λόγοις; καὶ γὰρ περὶ τοῦ Βεσελεὴλ τὸ ἴσον οὐχ ἁμαρτάνομεν λέγοντες ὅτι ἐπιτραπεὶς παρὰ τοῦ Μωϋσέως τὴν σκηνοποιΐαν δημιουργὸς τῶν ἐκεῖ μνημονευθέντων ἐγένετο, οὐκ ἂν ἐπὶ τὴν πρᾶξιν ἐλθὼν μὴ πρότερον θείᾳ τε δυνάμει τὴν ἐπιστήμην κτησάμενος καὶ τῇ τοῦ Μωϋσέως ἐπιτροπῇ τῆς ἐνεργείας κατατολμήσας. οὐκοῦν ἡ τοῦ 〈ἐπιτετράφθαι〉 λέξις ἐπίκτητον αὐτῷ γεγενῆσθαι τὴν δημιουργικὴν ἐνδείκνυται δύναμίν τε καὶ ἐξουσίαν, ὡς πρὶν ἐπιτραπῆναι μήτε θαρσοῦντα μήτε δυνάμενον, ἐπεὶ δὲ τὴν τῶν ἔργων ἐξουσίαν ἔλαβε καὶ ἀποχρῶσαν πρὸς τὰ ἔργα τὴν δύναμιν, οὕτω γεγενῆσθαι δημιουργὸν τῶν ὄντων, 〈ἀρκούσης αὐτῷ〉, καθώς φησιν ὁ Εὐνόμιος, 〈τῆς ἄνωθεν ἀποκληρωθείσης δυνάμεως〉. ἆρα μὴ κατά τινα τερατείαν τῶν γενεθλιακῶν λόγων καὶ ἐν εἱμαρμένῃ τινὶ τοῦ υἱοῦ τὴν γέννησιν τίθεται, καθάπερ φασὶν οἱ τὴν ματαίαν ταύτην ἐξησκηκότες ἀπάτην κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπιπλοκάς τε καὶ ἀποστάσεις τὰς ἀποκληρώσεις τῶν βίων τοῖς τικτομένοις συμβαίνειν, τῆς ἄνωθεν εἱρμῷ τινι φερομένης δινήσεως τὰς περί τι δυνάμεις τοῖς γινομένοις ἐπικλωθούσης;

τάχα τι τοιοῦτον ὁ σοφὸς ἐννοεῖ καί φησι τῷ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι καθάπερ ἐν κοίλοις τισὶ καθειργμένῳ χωρίοις ἄνωθεν ἀποκεκληρῶσθαι διαμεμετρημένην πρὸς τὴν ποσότητα τῶν γινομένων τὴν δύναμιν. παραδραμοῦμαι καὶ τοῦτον διὰ συντομίας τὸν λόγον, ἐξ ὀλίγης τῆς τῶν ἐξετασθέντων ἀρχῆς σπέρματα πρὸς τὴν κατανόησιν τῆς βλασφημίας τοῖς συνετωτέροις τῶν ἐντυγχανόντων καταβαλλόμενος. εἶτα διὰ τῶν ἐφεξῆς ἀπολογία τις ὑπὲρ ἡμῶν αὐτῷ γέγραπται. οὐ γὰρ ἂν ἔτι δοκοίημεν τοῖς ἐντυγχάνουσι παραστοχάζεσθαι τῆς διανοίας τοῦ λόγου καὶ πρὸς τὸ ὑπεύθυνον μεθερμηνεύειν τὰ ῥήματα, αὐτῆς τῆς ἐκείνου φωνῆς ὁμολογούσης τὴν ἀτοπίαν. ἔχει γὰρ οὕτω τὰ γεγραμμένα· 〈ἦ γὰρ οὐχὶ γῆ μὲν καὶ ἄγγελος οὐκ ὄντα γέγονεν〉; ὁρᾶτε τὸν ὑψηλὸν θεολόγον ὡς οὐκ αἰσχύνεται τὸν αὐτὸν γῇ τε καὶ ἀγγέλοις καὶ αὐτῷ τῷ ποιητῇ τοῦ παντὸς ἐφαρμόζων λόγον; οὐκοῦν εἰ τὰ αὐτὰ πρέπειν οἴεται περί τε τῆς γῆς καὶ τοῦ κυρίου λέγειν, ἢ καὶ ταύτην πάντως θεοποιήσει ἢ καὶ ἐκεῖνον ταύτῃ συνατιμάσει.

Εἶτα προστίθησι τούτοις δι᾽ ὧν ἀπογνυμνοῦται πλέον ἡ βλασφημία, ὡς μηδὲ παιδὶ δυσκατανόητον εἶναι τὸ ἄτοπον. φησὶ γὰρ ὅτι 〈μακρὸν ἂν εἴη πάσας ἐπεξιέναι τῶν νοητῶν τὰς γενέσεις ἢ τὰς οὐσίας, αἷς ἁπάσαις οὐχὶ κοινή τις ἡ τοῦ μὴ ὄντος φύσις, ἀλλὰ κατὰ τὰς τοῦ δημιουργήσαντος ἐνεργείας ἡ παραλλαγή〉. ταῦτα γὰρ καὶ σιωπώντων ἡμῶν ἀρίδηλον ἔχει καὶ περιφανῆ τὴν κατὰ τοῦ υἱοῦ βλασφημίαν, ὅταν ὁμολογῇ τὸ κατὰ πάσης γενέσεως καὶ οὐσίας λεγόμενον μηδὲν ἀπᾴδειν τοῦ περὶ τῆς θείας τοῦ μονογενοῦς ὑποστάσεως λόγου. ἀλλά μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντα τὴν διὰ μέσου τῆς βλασφημίας κατασκευὴν τρόπον τινὰ προδιελεγχθεῖσαν ἐν τοῖς ἐξητασμένοις ἐπὶ τὰ κεφάλαια τῆς τοῦ δόγματος αὐτῶν κατηγορίας ἐλθεῖν. εὑρεθήσεται γὰρ μάταιον μὲν ἀποδεικνὺς τὸ τῆς παλιγγενεσίας μυστήριον, ἀνόνητον δὲ τὴν μυστικὴν δωροφορίαν, τήν τε μετουσίαν τούτων εἰς οὐδὲν πλέον τοῖς μετέχουσι γινομένην.

φησὶ γὰρ μετὰ τοὺς συντόνους ἐκείνους ἀγῶνας, ἐν οἷς Οὐαλεντίνους τε καὶ Κηρίνθους καὶ Βασιλίδας καὶ Μοντανοὺς καὶ Μαρκίωνας εἰς διαβολὴν τοῦ καθ᾽ ἡμᾶς προεστήσατο δόγματος, καὶ κατασκευάσας τὸ μηδὲ πρὸς τὴν τῶν Χριστιανῶν προσηγορίαν οἰκείως ἔχειν τοὺς ἄγνωστον ἀποφαινομένους τὴν θείαν φύσιν, ἄγνωστον δὲ καὶ τὸν τῆς γεννήσεως τρόπον, καὶ συναριθμήσας τοῖς διαβεβλημένοις ἡμᾶς, οὕτως ἐπάγει τὸν παρ᾽ ἑαυτοῦ λόγον ἐν τούτοις τοῖς ῥήμασιν· 〈ἡμεῖς δὲ πειθόμενοι τοῖς ἁγίοις καὶ μακαρίοις ἀνδράσιν οὔτε τῇ σεμνότητι τῶν ὀνομάτων οὔτε ἐθῶν καὶ μυστικῶν συμβόλων ἰδιότητι κυροῦσθαί φαμεν τὸ τῆς εὐσεβείας μυστήριον, τῇ δὲ τῶν δογμάτων ἀκριβείᾳ〉. ὅτι μὲν οὖν οὐδὲ τότε τοῖς εὐαγγελισταῖς οὔτε τοῖς ἀποστόλοις οὔτε τινὶ τῶν τῆς ἀρχαιοτέρας γραφῆς καθηγησαμένων πεισθεὶς ταῦτα γράφει, παντὶ δῆλον τῷ τὴν ἱεράν τε καὶ θείαν οὐκ ἀγνοοῦντι γραφήν. ἀκόλουθον δ᾽ ἂν εἴη ἁγίους αὐτὸν καὶ μακαρίους ἄνδρας οἴεσθαι λέγειν Μανιχαῖον Νικόλαον Κόλουθον Ἀέτιον Ἄρειον καὶ πάντας τοὺς τοῦ αὐτοῦ χοροῦ, οἷς ἀκολουθῶν ταῦτα νομοθετεῖ, ὅτι οὔτε τῶν ὀνομάτων ἡ ὁμολογία οὔτε τὰ ἔθη τῆς ἐκκλησίας οὔτε τὰ μυστικὰ σύμβολα κυροῖ τὴν εὐσέβειαν.

ἡμεῖς δὲ μεμαθηκότες παρὰ τῆς ἁγίας φωνῆς ὅτι ἂν μή τις γεννηθῇ ἄνωθεν δι᾽ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ὅτι Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐκεῖνος ζήσεται εἰς τὸν αἰῶνα, πεπείσμεθα τῇ ὁμολογίᾳ τῶν θείων ὀνομάτων, πατρὸς λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, κυροῦσθαι τὸ τῆς εὐσεβείας μυστήριον καὶ τῇ τῶν μυστικῶν ἐθῶν τε καὶ συμβόλων κοινωνίᾳ τὴν σωτηρίαν κρατύνεσθαι· δόγματα δὲ δι᾽ ἐπιμελείας καὶ τοῖς ἔξω τοῦ μυστηρίου πολλάκις ἐξήτασται, καὶ πολλῶν ἔστιν ἀκούειν ὑπόθεσιν ἑαυτοῖς εἰς λόγων ἅμιλλαν τὸ ἡμέτερον δόγμα προβαλλομένων, καί τινας αὐτῶν 〈ὁρῶμεν〉 καὶ κατεπιτυγχάνοντας τῆς ἀληθείας πολλάκις καὶ οὐδὲν ἧττον ἠλλοτριωμένους τῆς πίστεως. ἐπειδὴ τοίνυν καταφρονεῖ μὲν τῶν σεμνῶν ὀνομάτων, δι᾽ ὧν τῆς θειοτέρας γεννήσεως ἡ δύναμις τοῖς διὰ πίστεως μετιοῦσι τὴν χάριν νέμει, περιορᾷ δὲ τὴν τῶν μυστικῶν συμβόλων τε καὶ ἐθῶν κοινωνίαν, ἐν οἷς ὁ Χριστιανισμὸς τὴν ἰσχὺν ἔχει, εἴπωμεν τὸ τοῦ προφήτου μικρὸν παρῳδήσαντες πρὸς τοὺς ἀκροατὰς τῆς ἀπάτης ὅτι Ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε τὴν ἀπώλειαν καὶ ζητεῖτε ψεῦδος; πῶς οὐχ ὁρᾶτε τὸν διώκτην τῆς πίστεως εἰς παράβασιν τοῦ Χριστιανισμοῦ τοὺς πειθομένους αὐτῷ προκαλούμενον;

εἰ γὰρ ἄχρηστος μὲν ἡ τῶν σεμνῶν τε καὶ τιμίων τῆς ἁγίας τριάδος ὀνομάτων ὁμολογία, ἀνόνητα δὲ τὰ ἔθη τῆς ἐκκλησίας, ἐν δὲ τοῖς ἔθεσι τούτοις ἐστὶν ἡ σφραγίς, ἡ προσευχή, τὸ βάπτισμα, ἡ τῶν ἁμαρτιῶν ἐξαγόρευσις, ἡ περὶ τὰς ἐντολὰς προθυμία, ἡ περὶ τὸ ἦθος κατόρθωσις, τὸ κατὰ σωφροσύνην βιοῦν, τὸ πρὸς τὸ δίκαιον βλέπειν, τὸ μὴ ταῖς ἐπιθυμίαις ἐρεθίζεσθαι μήτε ἡδονῆς ἡττᾶσθαι μήτε ἀρετῆς ἀπολείπεσθαι, εἰ οὖν μηδὲν τῶν τοιούτων ἐθῶν ἐπ᾽ ἀγαθῷ κατορθοῦσθαι λέγει μηδὲ τὰ μυστικὰ σύμβολα φυλακτήρια μὲν τῶν περὶ τὴν ψυχὴν ἀγαθῶν, καθὼς πεπιστεύκαμεν, γίνεσθαι, ἀποτρόπαια δὲ τῶν κατ᾽ ἐπιβουλὴν τοῦ πονηροῦ τοῖς πεπιστευκόσιν ἐπαγομένων, τί ἄλλο καὶ οὐχὶ φανερῶς ἐμβοᾷ τοῖς ἀνθρώποις λῆρον ἡγεῖσθαι τῶν Χριστιανῶν τὸ μυστήριον, καταγελᾶν τῆς σεμνότητος τῶν θείων ὀνομάτων, παίγνιον οἴεσθαι τὰ τῆς ἐκκλησίας ἔθη, φλυαρίαν τινὰ καὶ μωρίαν τὰ κατὰ τὸ μυστήριον ἐνεργούμενα πάντα; τί πλέον οἱ τῷ Ἑλληνισμῷ παραμένοντες εἰς διαβολὴν τοῦ καθ᾽ ἡμᾶς προφέρουσι δόγματος; οὐχὶ κἀκεῖνοι γέλωτος ἀφορμὴν τὸ σεμνὸν ποιοῦνται τῶν ὀνομάτων, ἐν οἷς ἡ πίστις κρατύνεται, καὶ διαχλευάζουσι τὰ μυστικὰ σύμβολα καὶ τὰ διατηρούμενα παρὰ τῶν μεμυημένων ἔθη; τὸ δὲ ἐν δόγμασι δεῖν μόνοις οἴεσθαι τὴν εὐσέβειαν εἶναι, τίνος οὕτως ἴδιον ὡς τῶν Ἑλλήνων ἐστίν;

ἐπεὶ κἀκεῖνοί φασιν εἶναί τι κατὰ τὴν ἑαυτῶν ὑπόληψιν τοῦ κηρύγματος ἡμῶν πιθανώτερον καί τινα μέγαν ἐξ αὐτῶν τινες ὑποτίθενται θεὸν ὑπερανεστηκότα τῶν ἄλλων καὶ ὑποχειρίους τινὰς δυνάμεις ὁμολογοῦσι, διά τινος τάξεως καὶ ἀκολουθίας ἀλλήλων μὲν πρὸς τὸ μεῖζον ἢ καταδεέστερον διαφερούσας, ὑπεζευγμένας δὲ πάσας ἐπίσης τῷ ὑπερέχοντι. ταῦτα τοίνυν καὶ οἱ καθηγηταὶ τῆς νέας εἰδωλολατρίας κηρύσσουσι, καὶ οὐ δεδοίκασιν οἱ ἑπόμενοι τὴν ἐπικειμένην τοῖς παραβεβηκόσι κατάκρισιν, ὥσπερ οὐ συνιέντες ὅτι τὸ ἔργῳ τι ποιῆσαι τῶν ἀτόπων τοῦ διὰ ῥήματος ἐξαμαρτεῖν μόνου παρὰ πολὺ χαλεπώτερον. οἱ τοίνυν ἔργῳ μὲν τὴν πίστιν ἀρνούμενοι καὶ τὰ ἔθη φαυλίζοντες καὶ τὴν τῶν ὀνομάτων ὁμολογίαν περιορῶντες καὶ τὸν ἐκ τῶν μυστικῶν συμβόλων ἁγιασμὸν ἀντ᾽ οὐδενὸς εἶναι κρίνοντες, πρὸς δὲ τὰ σεσοφισμένα ῥήματα βλέπειν ἀναπεισθέντες καὶ ἐν τῇ τοῦ 〈γεννητοῦ〉 καὶ 〈ἀγεννήτου〉 τεχνολογίᾳ τὴν σωτηρίαν εἶναι νομίζοντες τί ἄλλο καὶ οὐχὶ παραβάται τῶν τῆς σωτηρίας δογμάτων εἰσίν;

Εἰ δέ τις οἴεται ταῦτα κατά τινα συκοφαντίαν παρ᾽ ἡμῶν αὐτοῖς ἐπιφέρεσθαι, καθ᾽ ἑαυτὸν διασκεψάσθω τὰ παρ᾽ αὐτοῦ γεγραμμένα, τά τε προτεθέντα ἡμῖν εἰς ἐξέτασιν καὶ ὅσα κατὰ τὸ ἀκόλουθον τοῖς εἰρημένοις ἐπάγεται. φησὶ γὰρ τὸν τοῦ κυρίου νόμον παραγραφόμενος (νόμος γάρ ἐστιν ἡ τῆς θείας μυσταγωγίας παράδοσις) μὴ εἰς πατέρα τε καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τὸ βάπτισμα γίνεσθαι, καθὼς ἐνετείλατο τοῖς μαθηταῖς παραδιδοὺς τὸ μυστήριον, ἀλλ᾽ 〈εἰς δημιουργὸν καὶ κτίστην καὶ οὐ μόνον πατέρα〉, φησί, 〈τοῦ μονογενοῦς, ἀλλὰ καὶ θεόν〉. Ὢ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν πῶς ἀναταράσσει τῇ ἰλυώδει προσθήκῃ καὶ ἀναθολοῖ τὴν ἀλήθειαν, πῶς οὐ δέδοικε τὴν ἐπικειμένην ἀρὰν κατὰ τῶν προστιθέντων τι ταῖς θείαις φωναῖς ἢ ὑφαιρεῖν τολμώντων; ἀναγνῶμεν ἐπ᾽ αὐτῶν τῶν ῥημάτων τὴν τοῦ κυρίου φωνήν.

Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ποῦ κτίσμα τὸν υἱὸν προσηγόρευσε; ποῦ κτίστην καὶ δημιουργὸν τοῦ μονογενοῦς τὸν πατέρα ὁ λόγος ἐδίδαξε; ποῦ δοῦλος θεοῦ ἐν τοῖς εἰρημένοις ὁ υἱὸς εἶναι διδάσκεται; ποῦ θεὸς τοῦ υἱοῦ ἐν τῇ παραδόσει τοῦ μυστηρίου κηρύσσεται; ἆρα νοεῖτε καὶ συνίετε οἱ δι᾽ ἀπάτης κατασυρέντες πρὸς τὴν ἀπώλειαν, τίνα τῶν ἰδίων ψυχῶν καθηγητὴν προεστήσασθε τὸν νοθεύοντα τὰς ἁγίας γραφάς, τὸν μεταποιοῦντα τὰς θείας φωνάς, τὸν ἀναθολοῦντα τῷ ἰδίῳ βορβόρῳ τὸ καθαρὸν τῶν τῆς εὐσεβείας δογμάτων, τὸν μὴ μόνον καθ᾽ ἡμῶν τὴν ἑαυτοῦ γλῶσσαν ὁπλίζοντα, ἀλλὰ καὶ αὐτὰς μετασκευάζειν ἐπιχειροῦντα τὰς ἁγίας φωνάς, τὸν κυριωτέραν τὴν ἰδίαν διαστροφὴν τῆς τοῦ κυρίου διδασκαλίας ἀποδεῖξαι φιλονεικοῦντα; οὔπω καθορᾶτε ὅτι ἀντεγείρει ἑαυτὸν τῷ προσκυνουμένῳ ὀνόματι, ὥστε σιωπηθῆναι μὲν τῷ χρόνῳ τὸ τοῦ κυρίου ὄνομα, ἀντεισαχθῆναι δὲ ταῖς ἐκκλησίαις ἀντὶ τοῦ Χριστοῦ τὸν Εὐνόμιον; οὔπω λογίζεσθε ὅτι μελέτη καὶ παρασκευὴ καὶ προοίμιον τῆς τοῦ ἀντιχρίστου παρουσίας τὸ ἄθεον τοῦτο παρὰ τοῦ διαβόλου προκαταβέβληται κήρυγμα;

ὁ γὰρ τῶν τοῦ Χριστοῦ λόγων κυριωτέρας τὰς ἰδίας φωνὰς ἀποδεῖξαι φιλονεικῶν καὶ μεταλλάξαι τὴν πίστιν ἀπὸ τῶν θείων ὀνομάτων καὶ τῶν μυστικῶν ἐθῶν καὶ συμβόλων εἰς τὴν ἰδίαν ἀπάτην, τί ἂν ἄλλο κυρίως καὶ οὐχὶ ἀντίχριστος λέγοιτο;

Ἀλλ᾽ ἴδωμεν καὶ τὸ ἐκ τοῦ ἀκολούθου τῇ βλασφημίᾳ προσκείμενον, ὅπερ ἐστὶν αὐτὸ τὸ κεφάλαιον τῆς τοῦ δόγματος αὐτῶν συνηγορίας. οἴονται γὰρ ἰσχυροτάτην ἀπόδειξιν ὧν λέγουσιν ἔχειν οἱ τὸ μεγαλεῖον τῆς τοῦ μονογενοῦς δόξης εἰς ταπεινὰς καὶ δουλοπρεπεῖς ὑπολήψεις κατάγοντες τὸν πρὸς τὴν Μαρίαν τοῦ κυρίου λόγον, ὃν μετὰ τὴν ἀνάστασιν πρὸ τῆς ἀνόδου πεποίηται λέγων Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύθητι δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς ὅτι ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. τὴν μὲν οὖν εὐσεβῆ τῶν εἰρημένων διάνοιαν, καθ᾽ ἣν πεπιστεύκαμεν εἰρῆσθαι ταῦτα πρὸς τὴν Μαρίαν, πρόδηλον οἶμαι τοῖς παραδεξαμένοις ἐν ἀληθείᾳ τὴν πίστιν. προστεθήσεται δὲ ὅμως καὶ παρ᾽ ἡμῶν ὁ περὶ τούτου λόγος ἐν τῷ καθήκοντι τόπῳ· τέως δὲ μαθεῖν ἄξιον παρὰ τῶν προφερόντων ἡμῖν τὰς τοιαύτας φωνὰς ὅ τι τὸ ἀναβαῖνον καὶ τὸ ὁρώμενον καὶ τὸ διὰ τῆς ἁφῆς γνωριζόμενον καὶ ἔτι πρὸς τούτοις τὸ τοῖς ἀνθρώποις διὰ τῆς ἀδελφότητος οἰκειούμενον, ἆρα τῆς θείας ἢ τῆς ἀνθρωπίνης φύσεως ἴδιον εἶναι νομίζουσιν.

εἰ μὲν γὰρ τὸ ψηλαφητὸν καὶ ὁρατὸν καὶ βρώσει καὶ πόσει διοικούμενον καὶ τοῖς ἀνθρώποις ὁμογενὲς καὶ ἀδελφὸν καὶ ὅσα περὶ τὴν σωματικὴν καθορᾶται φύσιν, πάντα ταῦτα καὶ ἐν θεότητι βλέπουσι, λεγέτωσαν περὶ τοῦ μονογενοῦς θεοῦ καὶ ταῦτα καὶ ὅσα βούλονται μαρτυρείτωσαν αὐτῷ, καὶ τὴν πορευτικὴν ἐνέργειαν καὶ τὴν τοπικὴν μετάστασιν, ὅπερ ἴδιον τῶν ἐν σώματι περιγεγραμμένων ἐστίν. εἰ δὲ ὁ μὲν διὰ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει (πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασῴζοιτο;)

καὶ ὁ εἰπὼν Πνεῦμα ὁ θεός, φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτὸς ὅτι Ψηλαφήσατέ με, ἵνα δείξῃ ὅτι ψηλαφητὴ μὲν ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον, καὶ ὁ εἰπὼν Πορεύομαι, τὴν τοπικὴν διασημαίνει μετάστασιν, ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω ἑαυτοῦ ἔχει εἰς ὃ κατά τινα κίνησιν ἡ μεταχώρησις γίνεται (οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐνεργῆσαι τὴν κίνησιν, μὴ τοῦ μεθισταμένου τὸν μὲν ἐν ᾧ ἦν ἀπολείποντος, ἕτερον δὲ ἀντιμεταλαμβάνοντος τόπον τὸ δὲ διὰ πάντων ἧκον καὶ ἐν πᾶσιν ὂν καὶ πάντα περικρατοῦν καὶ ὑπ᾽ οὐδενὸς τῶν ὄντων περιειργόμενον οὐκ ἔχει ὅπου μεταχωρήσει τῷ μηδὲν εἶναι κενὸν τοῦ θείου πληρώματος), πῶς καταλιπόντες οὗτοι τὸ ἐκ τοῦ φαινομένου τὰς φωνὰς γίνεσθαι ταύτας τῇ θείᾳ τε καὶ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζουσι φύσει, σαφῶς τοῦ ἀποστόλου ἐν τῇ πρὸς Ἀθηναίους δημηγορίᾳ τὸ τοιοῦτον ἀπαγορεύοντος ἐπὶ θεοῦ νομίζειν, ὡς οὐχὶ διὰ ψηλαφήσεως εὑρισκομένης τῆς θείας δυνάμεως, ἀλλὰ διὰ νοητῆς θεωρίας καὶ πίστεως; ἢ πάλιν ὁ βεβρωκὼς ἐν ὀφθαλμοῖς τῶν μαθητῶν καὶ ὁ ἐπαγγειλάμενος ἐν τῇ Γαλιλαίᾳ προάξειν τε καὶ ὀφθήσεσθαι, τίνα τὸν ὀφθησόμενον αὐτοῖς μηνύει; ἆρα τὸν θεόν, ὃν οὔτε ἑώρακέ τις οὔτε ἰδεῖν δύναται, ἢ τὸν σωματικὸν χαρακτῆρα τουτέστι τὴν τοῦ δούλου μορφήν, ἐν ᾗ ἦν ὁ θεός;

εἰ τοίνυν φανερῶς διὰ τῶν εἰρημένων πρὸς τὸ βλεπόμενον καὶ ἀντιτυποῦν καὶ κινούμενον καὶ ὁμογενὲς τῇ φύσει τῶν μαθητῶν ἡ διάνοια τῶν εἰρημένων φέρεται, τῶν δὲ τοιούτων οὐδὲν περὶ τὸν ἀόρατόν τε καὶ ἀσώματον καὶ ἀναφῆ καὶ ἀνείδεον καθορᾶται, πῶς αὐτὸν τὸν μονογενῆ θεὸν τὸν ἐν ἀρχῇ ὄντα καὶ ἐν τῷ πατρὶ ὄντα εἰς τὸ ὁμότιμον Πέτρῳ καὶ Ἀνδρέᾳ καὶ Ἰωάννῃ καὶ τοῖς λοιποῖς τῶν ἀποστόλων κατάγουσιν ἐν τῷ καὶ ἀδελφοὺς αὐτοὺς λέγειν εἶναι τοῦ μονογενοῦς καὶ ὁμοδούλους; καὶ πᾶσα πρὸς τοῦτον αὐτοῖς τὸν σκοπὸν ἡ σπουδὴ βλέπει, τὸ δεῖξαι τοσοῦτον ἀφεστῶτα κατὰ τὸ μεγαλεῖον τῆς φύσεως τὸν υἱὸν τῆς τοῦ πατρὸς ἀξίας τε καὶ δυνάμεως καὶ οὐσίας, ὅσον καὶ τῆς ἀνθρωπίνης οὐσίας ὑπερανέστηκε. καὶ τῆς διανοίας ταύτης τοῦτον τὸν λόγον ποιοῦνται συνήγορον τὸν ἐκ τοῦ ἴσου τήν τε τοῦ πατρὸς καὶ τὴν τοῦ θεοῦ φωνὴν ἐπί τε τοῦ κυρίου καὶ τῶν μαθητῶν τοῦ κυρίου κοινοποιοῦντα, ὡς μηδεμιᾶς μεταξὺ νοουμένης κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾶς ἐν τῷ παραπλησίως αὐτὸν καὶ τούτου κἀκείνων πατέρα τε καὶ θεὸν εἶναι νομίζεσθαι.

Καὶ τοιαύτη τίς ἐστιν ἡ κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας κατασκευή, 〈ὡς ἢ καὶ τοῖς μαθηταῖς διὰ τῆς σχετικῆς σημασίας τὸ κοινὸν τῆς οὐσίας πρὸς τὸν πατέρα συμμαρτυρεῖσθαι, ἢ μηδὲ τὸν κύριον διὰ τῆς φωνῆς ταύτης εἰς κοινωνίαν τῆς τοῦ πατρὸς ἄγειν φύσεως, καὶ ὡς τὴν δουλείαν τῶν μαθητῶν τὸ θεὸν αὐτῶν ὀνομασθῆναι τὸν ἐπὶ πάντων παρίστησι, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸν υἱὸν δουλεύειν τῷ θεῷ διὰ τῶν εἰρημένων ὁμολογεῖσθαι〉. ὅτι μὲν οὖν οὐ τῇ θεότητι τοῦ μονογενοῦς ἐφαρμόζεται τὰ πρὸς τὴν Μαρίαν ῥήματα, δι᾽ αὐτῆς ἔστι τῆς τῶν εἰρημένων διανοίας μαθεῖν. ὁ γὰρ διὰ πάντων πρὸς τὸ ὁμότιμον τῆς ἀνθρωπίνης βραχύτητος ἑαυτὸν ταπεινώσας, ἐκεῖνος φθέγγεται τὰ εἰρημένα. τίς δὲ αὐτῶν τῶν ῥημάτων ἐστὶν ἡ διάνοια, τὴν μὲν ἀκρίβειαν εἰδεῖεν ἂν οἱ διὰ τοῦ πνεύματος τὰ βάθη τοῦ μυστηρίου διερευνώμενοι· ὅσα δὲ καὶ εἰς 〈τὴν〉 ἡμετέραν ἥκει κατάληψιν κατὰ τὴν τῶν πατέρων ὑφήγησιν, ταῦτα δι᾽ ὀλίγων παραθησόμεθα. ὁ τῇ φύσει πατὴρ τῶν ὄντων, ἐξ οὗ τὰ πάντα τὴν γένεσιν ἔχει, εἷς παρὰ τῆς τοῦ ἀποστόλου μεγαλοφωνίας ἀνακεκήρυκται. Εἷς γὰρ θεός, φησί, καὶ πατήρ, ἐξ οὗ τὰ πάντα. οὐκοῦν ἡ ἀνθρωπίνη φύσις οὐκ ἀλλαχόθεν ἐπεισῆλθε τῇ κτίσει οὐδὲ αὐτομάτως ἐνεφύη τοῖς γεγονόσιν, ἀλλὰ τὸν ποιητὴν καὶ αὐτὴ τῆς ἰδίας συστάσεως οὐκ ἄλλον ἔσχεν ἢ τὸν πατέρα τῶν πάντων.

καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐποπτικὴν εἴτε τὴν προνοητικὴν ἐξουσίαν σημαίνει, οἰκείως ἔχει πρὸς τὸ ἀνθρώπινον. ὁ γὰρ τὴν δύναμιν παρασχὼν τοῖς οὖσι τοῦ εἶναι, θεὸς καὶ ἐπόπτης τῶν ὑπ᾽ ἐκείνου γεγονότων ἐστίν. ἀλλ᾽ ἐπειδὴ κατ᾽ ἐπιβουλὴν τοῦ ἐνσπείραντος ἡμῖν τὸ τῆς ἀπειθείας ζιζάνιον οὐκέτι τοῦ πατρικοῦ χαρακτῆρος ἡ φύσις ἡμῶν τὴν εἰκόνα ἐφ᾽ ἑαυτῆς διεσώσατο, ἀλλὰ πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη, διὰ τοῦτο διὰ τῆς κατὰ τὴν προαίρεσιν ὁμοιότητος εἰς τὴν πονηρὰν συγγένειαν τοῦ πατρὸς τῆς ἁμαρτίας εἰσεποιήθη· ὡς μηκέτι τοῦ ἀποκηρυχθέντος ἐν τῇ ἰδίᾳ κακίᾳ τὸν ἀγαθόν τε καὶ ἀληθινὸν εἶναι πατέρα τε καὶ θεόν, ἀλλ᾽ ἀντὶ μὲν τοῦ φύσει ὄντος θεοῦ τοὺς φύσει μὴ ὄντας θεοὺς τιμηθῆναι, καθώς φησιν ὁ ἀπόστολος, ἀντὶ δὲ τοῦ ἀληθινοῦ πατρὸς τὸν ψευδώνυμον νομισθῆναι πατέρα, καθώς που δι᾽ αἰνίγματος ὁ προφήτης Ἰερεμίας λέγει ὅτι Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν. ἐπειδὴ τοίνυν τὸ κεφάλαιον τῆς συμφορᾶς ἡμῶν τοῦτο ἦν, τὸ ἐξοικειωθῆναι τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀνθρώπινον καὶ τῆς θείας ἐπόψεώς τε καὶ κηδεμονίας ἔξω γενέσθαι, διὰ τοῦτο ὁ πᾶσαν τὴν λογικὴν κτίσιν ποιμαίνων καταλιπὼν ἐν τοῖς ὑψηλοῖς τὴν ἀπλανῆ τε καὶ ὑπερκόσμιον ποίμνην τὸ πεπλανημένον πρόβατον, τὴν ἡμετέραν λέγω φύσιν, ὑπὸ φιλανθρωπίας μετέρχεται.

πολλοστὸν γάρ ἐστι καὶ ἐλάχιστον μέρος, εἰ πρὸς τὸ πᾶν κρίνοιτο, ἡ ἀνθρωπίνη φύσις ἡ μόνη κατὰ τὸ τῆς παραβολῆς αἴνιγμα τῆς λογικῆς ἑκατοντάδος διὰ τῆς κακίας ἀποφοιτήσασα. ἐπεὶ οὖν ἀποξενωθεῖσαν τοῦ θεοῦ τὴν ἡμετέραν ζωὴν δι᾽ ἑαυτῆς πάλιν ἐπὶ τὸν ὑψηλόν τε καὶ οὐράνιον χῶρον ἀναληφθῆναι ἀμήχανον ἦν, διὰ τοῦτο, καθώς φησιν ὁ ἀπόστολος, ὁ μὴ γνοὺς ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτία γίνεται καὶ τῆς κατάρας ἡμᾶς ἐλευθεροῖ τὴν ἡμετέραν κατάραν οἰκειωσάμενος καὶ τὴν ἔχθραν ἡμῶν τὴν διὰ τῆς ἁμαρτίας πρὸς τὸν θεὸν γεγενημένην ἀναλαβὼν καὶ ἐν ἑαυτῷ ἀποκτείνας κατὰ τὸν τοῦ ἀποστόλου λόγον (ἔχθρα δὲ ἦν ἡ ἁμαρτία) καὶ γενόμενος ὅπερ ἡμεῖς δι᾽ ἑαυτοῦ πάλιν συνῆψε τῷ θεῷ τὸ ἀνθρώπινον. τὸν γὰρ καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τοῦτον διὰ καθαρότητος τῇ συγγενείᾳ τοῦ πατρὸς τῆς φύσεως ἡμῶν προσοικειώσας πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγγενῆ φύσιν πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο. καὶ τοῦτο διὰ τῆς γυναικὸς οὐ πρὸς ἐκείνους τοὺς μαθητὰς μόνον, ἀλλὰ καὶ πρὸς πάντας τοὺς μέχρι τοῦ νῦν μαθητευομένους τῷ λόγῳ εὐαγγελίζεται, ὅτι οὐκέτι ἐν ἀποκηρύκτοις ὁ ἄνθρωπος οὐδὲ τῆς τοῦ θεοῦ βασιλείας ἀπόβλητος, ἀλλὰ πάλιν υἱός, πάλιν ὑπὸ τὸν θεὸν τεταγμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγιασθέντος καὶ τοῦ φυράματος.

Ἰδοὺ γάρ, φησίν, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός· ὅθεν ὑμεῖς ἀπεφοιτήσατε σάρκες καὶ αἷμα διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ὑμᾶς ἀναλαβὼν ἐπανήγαγεν ὁ δι᾽ ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος πατὴρ καὶ θεός, οὗ πρότερον διὰ τῆς ἀποστασίας ἠλλοτριώθημεν. οὐκοῦν εὐαγγελίζεται τὴν ἀγαθὴν ταύτην εὐεργεσίαν διὰ τῶν εἰρημένων ὁ κύριος, καὶ ἔστι τὰ ῥήματα οὐ τῆς τοῦ υἱοῦ ταπεινότητος ἔλεγχος, ἀλλὰ τῆς ἡμετέρας πρὸς τὸν θεὸν καταλλαγῆς εὐαγγέλια. τὸ γὰρ περὶ τὸν κατὰ Χριστὸν ἄνθρωπον γεγενημένον κοινὴ τῆς φύσεως τῶν ἀνθρώπων χάρις ἐστίν. ὥσπερ γὰρ τὸ κατωφερὲς καὶ εἰς γῆν βρῖθον τοῦ σώματος διαέριον ἐπὶ τοὺς οὐρανοὺς ἰδόντες φερόμενον πιστεύομεν κατὰ τὸν τοῦ ἀποστόλου λόγον καὶ ἡμεῖς ἁρπαγήσεσθαι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, οὕτως ἀκηκοότες, ὅτι τῆς ἡμετέρας ἀπαρχῆς πατὴρ καὶ θεὸς γέγονεν ὁ ἀληθινὸς θεὸς καὶ πατήρ, οὐκέτι ἀμφιβάλλομεν τὸν αὐτὸν καὶ ἡμέτερον πατέρα καὶ θεὸν γενέσθαι, μαθόντες ὅτι εἰς τὴν αὐτὴν εἰσελευσόμεθα, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ Χριστός. τὸ δὲ διὰ γυναικὸς τὴν χάριν μηνύεσθαι καὶ αὐτὸ σύμφωνόν ἐστι τῷ ἀποδοθέντι νοήματι.

ἐπειδὴ γάρ, καθώς φησιν ὁ ἀπόστολος, ἡ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονε καὶ τῆς ἀποστάσεως τῆς ἀπὸ τοῦ θεοῦ διὰ τῆς παρακοῆς προηγήσατο, διὰ τοῦτο πρώτη τῆς ἀναστάσεως γίνεται μάρτυς, ἵνα τὴν ἐκ τῆς παραβάσεως καταστροφὴν διὰ τῆς κατὰ τὴν ἀνάστασιν πίστεως ἀνορθώσῃ, καὶ ὥσπερ τῶν τοῦ ὄφεως λόγων τὸ κατ᾽ ἀρχὰς γενομένη πρὸς τὸν ἄνδρα διάκονός τε καὶ σύμβουλος ἀρχὴν τοῦ κακοῦ τῷ βίῳ καῖ᾽ ἀκολουθίαν εἰσήνεγκεν, οὕτω τοῦ θανατώσαντος τὸν ἀποστάτην δράκοντα τοὺς λόγους τοῖς μαθηταῖς διακομίσασα ἀρχηγὸς τοῖς ἀνθρώποις τῆς πίστεως γένηται, δι᾽ ἧς εἰκότως ἀναλύεται ἡ πρώτη τοῦ θανάτου ἀπόφασις. ἀλλ᾽ εὑρεθῆναι μὲν εἰκὸς παρὰ τῶν ἐπιμελεστέρων ὠφελιμωτέραν τινὰ τῶν προκειμένων ἐξήγησιν· εἰ δὲ καὶ μηδὲν εὑρίσκοιτο, ἐκείνην πάντως ἀργεῖν τὴν παρὰ τῶν ἐχθρῶν προφερομένην συγκρίσει τῆς εὑρεθείσης πάντα οἶμαι τὸν εὐσεβοῦντα συνθήσεσθαι. ἡ μὲν γὰρ ἐπὶ καθαιρέσει τῆς τοῦ μονογενοῦς δόξης συμπέπλασται καὶ πλέον οὐδέν· αὕτη δὲ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τὸν σκοπὸν περιέχει. ἐδείχθη γὰρ ὅτι οὐχ ὁ ἀναφής τε καὶ ἀμετάθετος καὶ ἀόρατος, ἀλλὰ τὸ βλεπόμενόν τε καὶ κινούμενον καὶ ψηλαφώμενον, ὅπερ τῆς ἀνθρωπίνης φύσεως ἴδιόν ἐστι, τῇ Μαρίᾳ τὴν ἐντολὴν ἐδίδου πρὸς τοὺς ἀδελφοὺς διακονῆσαι τὸν λόγον.

Ἔτι καὶ τοῦτο προσεξετάσωμεν, οἵαν πεποίηται τὴν ἀπολογίαν ὑπὲρ ὧν ἀπηλέγχθη παρὰ τοῦ μεγάλου Βασιλείου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ θεὸν ἀφορίζων ἐν τῷ λέγειν 〈ὅσον διέστηκε τὸ γεννητὸν πρὸς τὸ ἀγέννητον, τοσοῦτον παρήλλακται τὸ φῶς πρὸς τὸ φῶς〉.

δείξαντος γὰρ ἐκείνου μὴ κατὰ ὕφεσίν τινα καὶ ἐπίτασιν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τὴν διάστασιν εἶναι, ἀλλ᾽ ἐκ διαμέτρου τὴν ἀντίθεσιν ἐν τοῖς σημαινομένοις ὑπάρχειν, καὶ συλλογισαμένου διὰ τῆς τῶν τεθέντων ἀκολουθίας ὅτι ἀναλόγως τῇ 〈ἀγεννησίᾳ〉 καὶ τῇ 〈γεννήσει〉 τοῦ πατρικοῦ φωτὸς πρὸς τὸ τοῦ υἱοῦ παραλλάσσοντος ἀνάγκη πᾶσα μὴ ἐλάττωσιν φωτὸς ἐπὶ τοῦ υἱοῦ νοηθῆναι, ἀλλὰ παντελῆ ἀλλοτρίωσιν (ὡς γὰρ οὐκ ἔστιν εἰπεῖν ὑφειμένην ἀγεννησίαν εἶναι τὴν γέννησιν, ἀλλὰ καθόλου διέστηκεν ἀντιθετικῶς ἀπ᾽ ἀλλήλων τὰ σημαινόμενα τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως, οὕτως εἰ τὴν αὐτὴν φυλάσσοι παραλλαγὴν τὸ πατρικὸν φῶς πρὸς τὸ ἐν τῷ υἱῷ νοούμενον, οὐκέτι φῶς ἐκ τῆς ἀκολουθίας ὁ υἱὸς εἶναι ὑποληφθήσεται, ἐπίσης αὐτῆς τε τῆς ἀγεννησίας καὶ τοῦ κατ᾽ αὐτὴν φωτὸς ἔξω γινόμενος· ὁ δὲ ἄλλο τι παρὰ τὸ φῶς ὢν δηλαδὴ πρὸς τὸ ἀντικείμενον οἰκείως κατὰ τὸ ἀκόλουθον ἕξει)· ταύτης τοίνυν τῆς ἀτοπίας ἐκ τῶν τεθέντων ἀναφανείσης, ἀναλύειν ἐπιχειρεῖ ὁ Εὐνόμιος ταῖς τεχνικαῖς ἐφόδοις τῶν ἀποδείξεων οὑτωσὶ λέγων· 〈ἴσμεν γάρ, ἴσμεν τὸ φῶς τὸ ἀληθινόν, ἴσμεν τὸν κτίσαντα τὸ φῶς μετὰ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἠκούσαμεν αὐτῆς τῆς ζωῆς καὶ ἀληθείας Χριστοῦ λέγοντος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· μεμαθήκαμεν παρὰ τοῦ μακαρίου Παύλου φῶς ἀπρόσιτον ὀνομάζοντος τὸν ἐπὶ πάντων θεὸν τῇ τε προσθήκῃ διορίζοντος καὶ τὴν ὑπεροχὴν τοῦ φωτὸς ἐκδιδάσκοντος· εἶτα τοσαύτην φωτὸς παραλλαγὴν μεμαθηκότες οὐκ ἀνεξόμεθα μέχρι ψιλῆς γοῦν ἀκοῆς τὴν αὐτὴν εἶναι φωτὸς ἔννοιαν〉.

ἆρα σπουδάζων τὰ τοιαῦτα διὰ τῶν ἐπιχειρημάτων κατὰ τῆς ἀληθείας προβάλλεται ἢ τῆς ἀναισθησίας τῶν ἑπομένων αὐτοῦ ταῖς ἀπάταις ἀποπειρώμενος, πότερον δύνανται συνιδεῖν τὸν παιδιώδη παραλογισμὸν τοῦ σοφίσματος ἢ καὶ πρὸς τὴν οὕτω πρόδηλον ἀπάτην ἀναισθητοῦσιν; ἐγὼ μὲν γὰρ οἶμαι μηδένα οὕτως ἀνόητον, ὡς μὴ συνιέναι τὴν ἐκ τῆς ὁμωνυμίας ἀπάτην, δι᾽ ἧς ὁ Εὐνόμιος ἑαυτόν τε καὶ τοὺς κατ᾽ αὐτὸν παρακρούεται. φῶς οἱ μαθηταί, φησίν, ὠνομάσθησαν, φῶς δὲ λέγεται καὶ τὸ ἐν τῇ κτίσει γενόμενον. εἶτα τίς οὐκ οἶδεν ὅτι 〈τὸ〉 ὄνομα μόνον ἐν τούτοις ἐστὶ κοινόν, τὸ δὲ σημαινόμενον ἐφ᾽ ἑκατέρου διάφορον; τὸ μὲν γὰρ ἡλιακὸν φῶς ὄψεώς ἐστι διακριτικόν, ὁ δὲ τῆς διδασκαλίας τῶν μαθητῶν λόγος ταῖς ψυχαῖς τὸν φωτισμὸν τῆς ἀληθείας ἐντίθησιν. εἰ μὲν οὖν ταύτην καὶ ἐπ᾽ ἐκείνου τοῦ φωτὸς τὴν διαφορὰν οἶδεν, ὡς τὸ μὲν σώματος οἴεσθαι, τὸ δὲ ψυχῆς εἶναι φῶς, οὐκέτι ἡμῖν ἔσται πρὸς αὐτὸν λόγος οὐδείς, αὐτῆς τῆς ἀπολογίας καὶ πρὸ τῶν ἡμετέρων αὐτὸν λόγων κατακρινούσης.

εἰ δὲ τὴν τοιαύτην ἐπ᾽ ἐκείνου τοῦ φωτὸς διαφορὰν κατὰ τὸν τῆς ἐνεργείας τρόπον εὑρεῖν οὐκ ἔχει (οὐ γὰρ τὸ μὲν ὀφθαλμῶν σαρκός, τὸ δὲ διανοίας ἐστὶ φωτιστικόν, ἀλλὰ μία καὶ τούτου κἀκείνου τοῦ φωτὸς ἡ ἐνέργεια ἐπὶ τῶν αὐτῶν ἐνεργουμένη), πῶς διὰ τῶν ἡλιακῶν ἀκτίνων καὶ τῶν ἀποστολικῶν λόγων τὸ παρηλλάχθαι τὸ μονογενὲς φῶς πρὸς τὸ πατρικὸν φῶς ἀποδείκνυσιν; ἀλλ᾽ ὁ μὲν υἱὸς ἀληθινόν, φησί, λέγεται φῶς, ὁ δὲ πατὴρ ἀπρόσιτον. οὐκοῦν οἱ προσδιορισμοὶ τὴν κατὰ τὸ μεῖζον διαφορὰν τοῦ πατρικοῦ φωτὸς ἑρμηνεύουσιν. ἄλλο γάρ τι τὸ ἀληθινὸν καὶ ἄλλο τὸ ἀπρόσιτον οἴεται. εἶτα τίς οὕτως ἠλίθιος, ὡς μὴ συνιδεῖν τὴν τῶν σημαινομένων ταὐτότητα; τὸ γὰρ ἀληθινόν τε καὶ τὸ ἀπρόσιτον ἐπίσης τοῖς κατὰ τὸ ἐναντίον νοουμένοις ἐστὶν ἀπροσπέλαστον. ὡς γὰρ τὸ ἀληθὲς τὴν τοῦ ψεύδους οὐ προσδέχεται μίξιν, οὕτως καὶ τὸ ἀπρόσιτον τὸν τοῦ ἐναντίου προσεγγισμὸν οὐ προσίεται. κακῷ γὰρ πάντως ἀπρόσιτόν ἐστι τὸ ἀπρόσιτον. τὸ δὲ τοῦ υἱοῦ φῶς κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν ἐν κακίᾳ τις τὸ ἀληθινὸν βλέποι; ἐπεὶ οὖν οὐ κακὸν ἡ ἀλήθεια, οὐκ ἄν τις καὶ τῇ ἀληθείᾳ τὸ ἐν τῷ πατρὶ φῶς ἀπρόσιτον εἶναι λέγοι. εἰ γὰρ ἀποσείοιτο τὴν ἀλήθειαν, τῷ ψεύδει πάντως συνενεχθήσεται. τοιαύτη γὰρ τῶν ἀντικειμένων ἡ φύσις, ὡς ἐν τῇ ἀπουσίᾳ τοῦ κρείττονος τὸ ἐξ ἀντιθέτου νοούμενον ἀναφαίνεσθαι.

εἰ μὲν οὖν τις λέγοι πόρρω τῆς ἐναντίας παραθέσεως τὸ ἐν τῷ πατρὶ φῶς θεωρεῖσθαι, ἐστοχασμένως τοῦ ἀποστολικοῦ βουλήματος ἑρμηνεύσει τοῦ ἀπροσίτου τὴν λέξιν. εἰ δὲ τὴν πρὸς τὸ ἀγαθὸν ἀλλοτρίωσιν σημαίνειν τὸ ἀπρόσιτον λέγοι, οὐδὲν ἕτερον ἢ αὐτὸν ἑαυτῷ ἐχθρόν τε καὶ ἀλλότριον ὑποθήσεται, ἀγαθὸν ὄντα καὶ ἀγαθῷ ἀντικείμενον. ἀλλὰ μὴν τοῦτο τῶν ἀμηχάνων ἐστί· τὸ γὰρ ἀγαθὸν οἰκείως ἔχει τῷ ἀγαθῷ. οὐκ ἄρα τὸ φῶς τοῦτο πρὸς ἐκεῖνο παρήλλακται· ὅ τε γὰρ υἱὸς φῶς ἀληθινὸν ὅ τε πατὴρ φῶς ἐστιν ἀπρόσιτον. εἴποιμι δ᾽ ἂν καταθαρσήσας ὅτι καὶ ὁ ὑπαλλάσσων ἐφ᾽ ἑκατέρου τὰς τοιαύτας προσηγορίας οὐχ ἁμαρτήσεται. τό τε γὰρ ἀληθινὸν ἀπρόσιτόν ἐστι τῷ ψεύδει, [καὶ] τὸ ἀπρόσιτόν τε πάλιν ἐν ἀκραιφνεῖ τῇ ἀληθείᾳ καταλαμβάνεται. οὐκοῦν ταὐτὸν τῷ ἀληθινῷ τὸ ἀπρόσιτον, ὅτι κατὰ τὸ ἴσον ἐστὶ τὸ ἐν ἑκατέρῳ σημαινόμενον τῷ κακῷ ἀπροσπέλαστον. τίνα οὖν ἐν τούτοις ἐπινοεῖ τὴν παραλλαγὴν ὁ διὰ τῆς τῶν φώτων ὁμωνυμίας ἑαυτόν τε καὶ τοὺς καθ᾽ ἑαυτὸν φενακίζων; ἀλλὰ μηδὲ τοῦτο παραδράμωμεν ἀνεξέταστον, ὅτι παραποιήσας τὴν τοῦ ἀποστόλου ῥῆσιν κατὰ τὸ ἑαυτῷ δοκοῦν ὡς παρ᾽ ἐκείνου τὸν λόγον ἐκτίθεται. φησὶ γὰρ ὁ Παῦλος ὅτι Φῶς οἰκῶν ἀπρόσιτον. διαφέρει δὲ πολὺ τὸ αὐτόν τε εἶναι καὶ τὸ ἔν τινι λέγειν εἶναι.

ὁ γὰρ εἰπὼν ὅτι Φῶς οἰκῶν ἀπρόσιτον, τῇ τῆς οἰκήσεως φωνῇ οὐκ αὐτὸν ἀλλὰ τὸ περὶ αὐτὸν ἐνεδείξατο, ὅπερ ἴσον ἐστὶ κατὰ τὸν ἡμέτερον λόγον τῷ εὐαγγελικῷ ῥήματι τῷ λέγοντι ἐν τῷ υἱῷ τὸν πατέρα εἶναι. φῶς γὰρ ἀληθινὸν ὁ υἱός, ἀπρόσιτος δὲ τῷ ψεύδει ἐστὶν ἡ ἀλήθεια· φῶς ἀπρόσιτον ἄρα ὁ υἱός, ἐν ᾧ οἰκεῖ ὁ πατήρ [ἤτοι ἐν ᾧ ἐστιν ὁ πατήρ].

Ἀλλ᾽ ἐναγωνίζεται τοῖς ματαίοις καί φησιν 〈ἐξ αὐτῶν τῶν πραγμάτων καὶ τῶν πεπιστευμένων λογίων παρέχομαι τῶν λεγομένων τὴν πίστιν〉. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· εἰ δὲ κατ᾽ ἀξίαν τῶν ἐπηγγελμένων προάγει τὸν λόγον, ὁ συνετὸς πάντως ἀκροατὴς ἐπισκοπήσει. 〈ὁ μακάριος〉, φησίν, 〈Ἰωάννης ἐν ἀρχῇ εἶναι τὸν λόγον φήσας καὶ τοῦτον ζωὴν προσειπών, εἶτα τὴν ζωὴν φῶς ὀνομάσας, μικρὸν ὑποβὰς Καὶ ὁ λόγος σὰρξ ἐγένετο, φησίν. εἰ τοίνυν τὸ μὲν φῶς ἐστιν ἡ ζωή, ἡ δὲ ζωὴ ὁ λόγος, ὁ δὲ λόγος σὰρξ ἐγένετο, αὐτόθεν γίνεται φανερὸν ὅτι τὸ φῶς ἐν σαρκὶ γέγονε〉. τί οὖν; ἐπειδὴ τὸ φῶς καὶ ἡ ζωὴ καὶ ὁ θεὸς καὶ ὁ λόγος ἐν σαρκὶ ἐφανερώθη, διὰ τοῦτο παρήλλακται πρὸς τὸ ἐν τῷ πατρὶ φῶς τὸ ἀληθινὸν φῶς; καὶ μὴν μαρτυρεῖται παρὰ τοῦ εὐαγγελίου, ὅτι καὶ ἐν τῷ σκότει γενόμενον ἀπρόσιτον ἔμεινε τῇ ἐναντίᾳ φύσει. Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ, φησίν, ἔλαμψε, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

εἰ μὲν οὖν ἠλλοιώθη πρὸς τὸ ἐναντίον καὶ ἐδυναστεύθη τῷ ζόφῳ τὸ φῶς ἐν τῇ σκοτίᾳ γενόμενον, ἰσχυρὸν ἂν ἦν πρὸς ἀπόδειξιν τοῖς βουλομένοις ἐπιδεικνύειν, ὅσον πρὸς τὸ χεῖρον παρήλλακται τοῦτο τὸ φῶς πρὸς τὸ ἐν τῷ πατρὶ θεωρούμενον· εἰ δὲ καὶ ὁ λόγος, κἂν ἐν σαρκὶ γένηται, λόγος μένει, καὶ τὸ φῶς, κἂν ἐν τῇ σκοτίᾳ λάμψῃ, φῶς οὐδὲν ἧττόν ἐστι, τοῦ ἐναντίου τὴν κοινωνίαν οὐ προσδεχόμενον, καὶ ἡ ζωή, κἂν ἐν τῷ θανάτῳ γένηται, ἐν ἑαυτῇ φυλάσσεται, καὶ ὁ θεός, κἂν τὴν τοῦ δούλου μορφὴν ὑπέλθῃ, οὐκ αὐτὸς γίνεται δοῦλος, ἀλλ᾽ εἰς κυριότητα καὶ βασιλείαν ἐξαιρεῖται τὸ ὑποχείριον, κύριον καὶ Χριστὸν ποιῶν τὸ ταπεινὸν καὶ ἀνθρώπινον, πῶς διὰ τούτου πρὸς τὸ χεῖρον τὴν παραλλαγὴν τοῦ φωτὸς ἐπιδείκνυσιν, ἴσως ἑκατέρου τὸ ἄτρεπτον εἰς κακίαν καὶ τὸ ἀναλλοίωτον ἔχοντος, οὐδὲ τούτῳ προσέχων, ὅτι ὁ πρὸς τὸν σαρκωθέντα λόγον ἰδών, ὃς ἦν καὶ φῶς καὶ ζωὴ καὶ θεός, ἐπέγνω διὰ τῆς ὀφθείσης δόξης τὸν πατέρα τῆς δόξης εἰπὼν Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.

Ἀλλ᾽ ἦλθεν ἐπὶ τὸν ἀνανταγώνιστον λόγον τὸν πάλαι μὲν ἡμῖν ἐκ τῆς ἀκολουθίας τῶν λεγομένων πεφωραμένον, νῦν δὲ γυμνῇ τῇ φωνῇ προφερόμενον. βούλεται γὰρ ἐμπαθῆ τινα καὶ ἐπίκηρον καὶ οὐδὲν τῆς ὑλικῆς καὶ ῥοώδους φύσεως διαφέρουσαν ἐπιδεῖξαι τοῦ υἱοῦ τὴν οὐσίαν, ὡς ἂν διὰ τούτου τὴν πρὸς τὸν πατέρα διαφορὰν ἀποδείξειεν. φησὶ γὰρ 〈εἰ μὲν ἔχει δεικνύναι καὶ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ᾽ ἐξουσίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νόμοις ἀνθρωπίνοις πολιτεύεσθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς〉. εἰ ταῦτα παρ᾽ ἡμῶν προεφέρετο διὰ τῶν προκατεσκευασμένων κατὰ τὸ ἀκόλουθον ἐξευρισκόντων, μὴ συμμαρτυρούμενα ταῖς ἐκείνου φωναῖς. τίς οὐκ ἂν ἡμᾶς συκοφαντεῖν ᾐτιάσατο, ὡς περινοίᾳ τινὶ λόγων πρὸς τὴν ἀτοπίαν ταύτην τὸ δόγμα τῶν ὑπεναντίων ἐκβάλλοντας; νυνὶ δὲ συνηγορία τίς ἐστι τοῦ πεφροντισμένως ἡμᾶς μετὰ τῆς ἀληθείας εὐθύνειν τὸν τῆς αἱρέσεως λόγον τὸ μηδὲ παρ᾽ αὐτῶν ἐκείνων τὴν κατὰ τὸ ἀκόλουθον ἀναφαινομένην ἀτοπίαν σιωπηθῆναι.

ἰδοὺ γὰρ πῶς ἀπαρακάλυπτός ἐστι καὶ πεπαρρησιασμένη ἡ κατὰ τοῦ μονογενοῦς θεοῦ μάχη, καὶ τὸ κατὰ φιλανθρωπίαν ἔργον διαβολὴ καὶ κατηγορία τῆς τοῦ υἱοῦ τοῦ θεοῦ φύσεως παρὰ τῶν ἐχθρῶν ἐνομίσθη, ὡς οὐχὶ προνοητικῶς, ἀλλὰ φυσικῶς αὐτοῦ πρὸς τὸν ἐν σαρκὶ βίον καὶ τὸ τοῦ σταυροῦ πάθος κατολισθήσαντος. καὶ ὥσπερ φύσις ἐστὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ τῷ πυρὶ τὸ ἔμπαλιν, καὶ οὐκ ἀντιμεταλαμβάνουσι τὰς ἀλλήλων ἰδιότητας αἱ ὗλαι, ὥστε ἀνωφερῆ μὲν εἶναι τὸν λίθον, βρίθειν δὲ τὸ πῦρ ἐπὶ τὸ κάτω φερόμενον, οὕτως κατασκευάζουσι τῇ μὲν τοῦ υἱοῦ φύσει συνουσιῶσθαι τὰ πάθη καὶ διὰ τοῦτο πρὸς τὸ συγγενὲς ἑαυτῇ καὶ οἰκεῖον ἐλθεῖν, τὴν δὲ τοῦ πατρὸς ἐλευθέραν οὖσαν τῶν τοιούτων παθῶν ἀπρόσιτον μεῖναι τῇ τῶν κακῶν προσβολῇ. φησὶ γὰρ τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, μήτε γενόμενον ἐν σαρκὶ μήτε γενέσθαι δυνάμενον. ἤρκει τὸ πρότερον τῶν εἰρημένων εἰπεῖν, ὅτι ὁ πατὴρ οὐκ ἐν σαρκὶ ἐγένετο· νυνὶ δὲ διπλῆ τίς ἐστι διὰ τῆς προσθήκης ἡ τοῦ ἀτόπου κατασκευή. ἢ γὰρ τοῦ υἱοῦ κατηγορεῖ κακίαν ἢ τοῦ πατρὸς ἀδυναμίαν. εἰ μὲν γὰρ κακὸν ἡ τῆς σαρκὸς κοινωνία, τῷ μονογενεῖ θεῷ προσμαρτυρεῖ τὴν κακίαν· εἰ δὲ ἀγαθὸν ἡ φιλανθρωπία, ἀδύνατον εἰς τὸ ἀγαθὸν ἀποδείκνυσι τὸν πατέρα, λέγων μὴ ἂν αὐτὸν δυνηθῆναι τὴν τοιαύτην χάριν διὰ σαρκὸς ἐνεργῆσαι.

καίτοι τίς οὐκ οἶδε τῶν πάντων, ὅτι ἡ ζωοποιὸς δύναμις ὁμοίως ἐκ πατρός τε καὶ υἱοῦ πρόεισιν εἰς ἐνέργειαν;

Ὥσπερ γάρ, φησίν, ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποεῖ, ἡμᾶς δηλαδὴ νεκροὺς λέγων τοὺς τῆς ἀληθινῆς ἀποπεσόντας ζωῆς. εἰ οὖν ὥσπερ ὁ πατὴρ ζωοποιεῖ, οὕτω καὶ οὐκ ἄλλως ὁ υἱὸς τὴν αὐτὴν ἐνεργεῖ χάριν, πῶς ὁ θεομάχος κατ᾽ ἀμφοτέρων κινεῖ τὴν βλάσφημον γλῶσσαν, τὸν μὲν πατέρα τῇ πρὸς τὸ ἀγαθὸν ἀδυναμίᾳ, τὸν δὲ υἱὸν τῇ πρὸς τὸ κακὸν οἰκειότητι καθυβρίζων;

Ἀλλ᾽ οὐκ ἔστι, φησί, τῷ φωτὶ τὸ φῶς ἴσον, διότι τὸ μὲν ἀληθινόν, τὸ δὲ ἀπρόσιτον λέγεται. τὸ οὖν ἀληθινὸν ἐν ἐλαττώσει κρίνεται; διὰ τί; καὶ μὴν ἐκείνων ἐστὶ λόγος, ὅτι διὰ τοῦτο μείζων καὶ ὑψηλοτέρα τοῦ πατρὸς ἡ θεότης παρὰ τὴν τοῦ υἱοῦ νοεῖται, διότι ὁ μὲν ἀληθινὸς θεὸς ἐν τῷ εὐαγγελίῳ προσείρηται, ὁ δὲ χωρὶς τῆς τοῦ ἀληθινοῦ προσθήκης. πῶς οὖν ὁ αὐτὸς λόγος ἐπὶ μὲν τῆς θεότητος αὔξησιν, ἐπὶ δὲ τοῦ φωτὸς ἐλάττωσιν τοῦ νοουμένου σημαίνει; εἰ γὰρ διὰ τοῦτο μείζονα τοῦ υἱοῦ τὸν πατέρα φησίν, ὅτι ἀληθινὸς θεός ἐστι, κατὰ τὸν αὐτὸν λόγον μείζων ἂν ὁμολογηθείη τοῦ πατρὸς ὁ υἱός, ὅτι ὁ μὲν ἀληθινὸν φῶς, ὁ δὲ οὐχ οὕτως κατονομάζεται. 〈ἀλλὰ τοῦτο μέν〉, φησί, 〈τὸ φῶς τὰ τῆς φιλανθρωπίας ἐνήργησεν, ἐκεῖνο δὲ πρὸς τὴν τοιαύτην χάριν ἀνενέργητον ἔμεινε〉. καινὸς προτιμήσεως τρόπος· τὸ ἄπρακτον εἰς φιλανθρωπίαν τοῦ ἐνεργήσαντος ὑπέρτερον κρίνουσιν. ἀλλ᾽ οὔτε ἔστιν οὔτε γενήσεται τοιοῦτον ἐν Χριστιανοῖς ποτε νόημα, δι᾽ οὗ κατασκευάζεται μὴ πᾶν ἀγαθόν, ὅτιπερ ἐν τοῖς οὖσίν ἐστιν, ἐκ τοῦ πατρὸς τὴν αἰτίαν ἔχειν. τῶν δὲ καθ᾽ ἡμᾶς ἀγαθῶν τὸ κεφάλαιον ἡ πρὸς τὴν ζωὴν ἐπάνοδος παρὰ τοῖς εὖ φρονοῦσι πεπίστευται· αὕτη δὲ διὰ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας τοῦ κυρίου κατώρθωται, οὐκ ἀπράκτου καὶ ἀνενεργήτου, καθὼς ἡ αἵρεσις βούλεται, τοῦ πατρὸς ἐν τῷ καιρῷ τῆς οἰκονομίας ἀπιδιάσαντος.

οὐ γὰρ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ πέμψας με μετ᾽ ἐμοῦ ἐστι, καὶ Ὁ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα ταῦτα. πῶς οὖν ἡ αἵρεσις μόνῳ τῷ υἱῷ τὴν ὑπὲρ ἡμῶν χάριν προσμαρτυροῦσα ἀπόμοιρον ποιεῖ τὸν πατέρα τῆς ἐπὶ τοῖς κατορθωθεῖσιν εὐχαριστίας; μόνοις γὰρ κατὰ φύσιν ὀφείλεται τοῖς εὐεργέταις ἡ τῆς εὐχαριστίας ἀντίδοσις, ὁ δὲ πρὸς εὐεργεσίαν ἀδύνατος ἔξω τοῦ εὐχαριστεῖσθαι πάντως ἐστίν. ὁρᾷς ὡς διὰ πάντων αὐτοῖς πρὸς τοὐναντίον ὁ σκοπὸς περιτρέπεται τῆς κατὰ τοῦ μονογενοῦς βλασφημίας, κατὰ τὸ ἀκόλουθον ἐπὶ τὸν πατέρα μεταβαινούσης. καί μοι δοκεῖ κατ᾽ ἀνάγκην τὸ τοιοῦτον συμβαίνειν. εἰ γὰρ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα, κατὰ τὴν θείαν ἀπόφασιν, δῆλον ὅτι καὶ ἡ πρὸς τὸ ἐναντίον κατὰ τοῦ υἱοῦ σπουδὴ ἐπὶ τὸν πατέρα τὴν ἀναφορὰν ἔχει. ἐγὼ δέ φημι δεῖν τοῖς ἁπλούστερον δεχομένοις τὸ περὶ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν κήρυγμα ἴσης εὐχαριστίας πρός τε τὸν υἱὸν καὶ τὸν πατέρα τὴν αὐτὴν χάριν ὑπόθεσιν γίνεσθαι, καὶ τὸ πατρικὸν θέλημα τοῦ υἱοῦ τελειώσαντος (τοῦτο δέ ἐστι τὸ πάντας ἀνθρώπους σωθῆναι, καθώς φησιν ὁ ἀπόστολος) ὁμοίως ἐπὶ τῇ χάριτι ταύτῃ τιμᾶν τὸν πατέρα τε καὶ τὸν υἱόν, ὡς οὐκ ἂν γενομένης ἡμῖν τῆς σωτηρίας, εἰ μὴ τὸ ἀγαθὸν θέλημα τοῦ πατρὸς διὰ τῆς ἰδίας δυνάμεως αὐτοῦ προῆλθεν ἡμῖν εἰς ἐνέργειαν. δύναμιν δὲ τοῦ πατρὸς τὸν υἱὸν εἶναι παρὰ τῶν γραφῶν μεμαθήκαμεν.

Πάλιν δὲ τὰ εἰρημένα κατανοήσωμεν. 〈εἰ μὲν ἔχει δεικνύναι〉, φησί, 〈τὸν ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς〉. πρόδηλος γὰρ ὁ τῶν εἰρημένων σκοπὸς δι᾽ αὐτῆς τῆς τῶν ῥημάτων κατασκευῆς, ὅτι οὐκ οἴεται τῇ παντοδυνάμῳ θεότητι τὸν υἱὸν καὶ πρὸς τὸ τοιοῦτον εἶδος τῆς φιλανθρωπίας ἰσχύσαι, ἀλλὰ τῷ φύσεως ἐμπαθοῦς εἶναι τὸ κατὰ τὸν σταυρὸν δέξασθαι πάθος. ἀλλά μοι σκοπουμένῳ καὶ ἀναζητοῦντι, πόθεν ταῖς τοιαύταις τῶν ὑπολήψεων περὶ τὸ θεῖον συνέπεσεν, ὡς τὸ μὲν ἀγέννητον φῶς ἀπρόσιτον εἶναι τῷ ἐναντίῳ καὶ καθαρῶς ἀπαθὲς καὶ ἀκήρατον οἴεσθαι, τὸ δὲ γεννητὸν ἐπαμφοτερίζειν κατὰ τὴν φύσιν, ὡς οὐκ ἀκραιφνές τε καὶ καθαρὸν ἐν ἀπαθείᾳ φυλάσσειν τὸ θεῖον, ἀλλά τινα συμμιγῆ τε καὶ σύγκρατον ἐκ τῶν ἐναντίων τὴν οὐσίαν ἔχειν τὴν καὶ τῆς τοῦ ἀγαθοῦ μετουσίας ὀρεγομένην καὶ πρὸς ἐμπαθῆ διάθεσιν μεταρρέουσαν, ἐπειδὴ παρὰ τῆς γραφῆς οὐκ ἦν τῆς τοιαύτης ἀτοπίας τὰς ὑποθέσεις εὑρεῖν, ἐπῆλθέ μοι λογίσασθαι, μή ποτε ἄρα τὰς τῶν Αἰγυπτίων περὶ τὸ θεῖον μυθολογίας θαυμάσας τὰς ἐκείνων δόξας τοῖς περὶ τοῦ μονογενοῦς ἐγκαταμίγνυσι λόγοις.

φασὶ γὰρ ἐκείνους τὴν ἀλλόκοτον εἰδωλοποιΐαν, ὅταν ἀνθρωπίνοις μέλεσιν ἀλόγων τινῶν μορφὰς ἐφαρμόζωσιν, αἴνιγμα λέγειν εἶναι τῆς συμμίκτου φύσεως, ἣν προσαγορεύουσι δαίμονα, ταύτην δὲ λεπτοτέραν μὲν τῶν ἀνθρώπων εἶναι καὶ πολὺ τῇ δυνάμει τὴν ἡμετέραν ὑπερφέρουσαν φύσιν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχειν, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συγκεκραμένον, ἡδονήν τε καὶ πόνον ἀναδεχόμενον, ὧν οὐδὲν περὶ τὸν ἀγέννητον εἶναι θεόν. καὶ γὰρ κἀκεῖνοι λέγουσι τοῦτο τὸ ὄνομα, τῷ ὑπερέχοντι κατὰ τὰς ὑπολήψεις αὐτῶν θεῷ τὴν ἀγεννησίαν ἐπιφημίζοντες. ἔοικεν οὖν ἡμῖν ὁ σοφὸς θεολόγος οὗτος ἐκ τῶν Αἰγυπτίων ἀδύτων Ἄνουβιν ἢ Ἶσιν ἢ Ὄσιριν τῷ κηρύγματι τῶν Χριστιανῶν ἐπεισάγειν πλὴν τῆς τῶν ὀνομάτων ὁμολογίας· διαφέρει δὲ πάντως οὐδὲν εἰς ἀσέβειαν ὅ τε ὁμολογῶν τὰ τῶν εἰδώλων ὀνόματα καὶ ὁ τὰς περὶ τούτων δόξας ἐν ἑαυτῷ κρατύνας, τῶν δὲ ὀνομάτων φειδόμενος. εἰ τοίνυν ἐκ μὲν τῆς θείας γραφῆς συνηγορίαν τινὰ τῆς ἀσεβείας ταύτης εὑρεῖν οὐκ ἔστιν, ἐκ δὲ τῶν ἱερογλυφικῶν αἰνιγμάτων ὁ λόγος αὐτοῖς τὴν ἰσχὺν ἔχει, πάντως οὐκ ἄδηλον τί προσήκει τοὺς εὖ φρονοῦντας περὶ τούτων λογίσασθαι.

ὅτιδ᾽ οὐκ ἐπηρεαστικῶς ταύτην τὴν διαβολὴν ἐπιφέρομεν, αὐτὸς ἂν γένοιτο ἡμῖν μάρτυς διὰ τῶν ἰδίων λόγων Εὐνόμιος, ὁ τὸν ἀγέννητον μὲν ἀπρόσιτον φῶς λέγων καὶ εἰς πεῖραν παθημάτων ἐλθεῖν μὴ δυνάμενον, ἐπὶ δὲ τοῦ γεννητοῦ κατάλληλόν τε καὶ συγγενῆ τὴν τοιαύτην διάθεσιν εἶναι διοριζόμενος· ὡς μηδὲ χάριν τῷ μονογενεῖ θεῷ τὸν ἄνθρωπον ὧν ἕνεκεν ἔπαθεν ἔχειν, εἴπερ αὐτομάτως κατὰ τὸν λόγον αὐτῶν πρὸς τὴν τῶν παθημάτων πεῖραν κατώλισθεν, τῆς ἐμπαθοῦς οὐσίας φυσικῶς πρὸς τοῦτο κατασυρείσης, ὅπερ οὐδεμιᾶς ἄξιον εὐχαριστίας ἐστί. τίς γὰρ ἂν ἐν χάριτος δέξαιτο μέρει τὸ κατ᾽ ἀνάγκην συμβαῖνον, κἂν ἐπικερδὲς καὶ ὠφέλιμον ᾖ; οὔτε γὰρ τῷ πυρὶ τῆς θερμότητος οὔτε τῷ ὕδατι τῆς ῥοῆς χάριν γινώσκομεν, εἰς τὴν ἀνάγκην τῆς φύσεως ἀνάγοντες τὸ γινόμενον, διὰ τὸ μὴ δύνασθαι τὸ πῦρ τῆς θερμαντικῆς ἐνεργείας ἀπολειφθῆναι ἢ στάσιμον ἐπὶ πρανοῦς μεῖναι τὸ ὕδωρ, αὐτομάτως τῆς τοπικῆς ἐπικλίσεως ἐφελκομένης ἐπὶ τὸ πρόσω τὴν κίνησιν. εἰ οὖν φύσεως ἀνάγκῃ τὴν διὰ σαρκὸς εὐεργεσίαν παρὰ τοῦ υἱοῦ γεγενῆσθαι τοῖς ἀνθρώποις λέγουσιν, οὐδεμίαν πάντως χάριν γινώσκουσιν, ὅτι οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ᾽ εἰς φυσικὴν ἀνάγκην τὸ γεγονὸς ἀναφέρουσιν.

εἰ δὲ τῆς δωρεᾶς αἰσθανόμενοι τὴν εὐεργεσίαν ἀτιμάζουσι, δέδοικα μὴ πρὸς τοὐναντίον περιτραπῇ πάλιν αὐτοῖς ἡ ἀσέβεια καὶ προτιμοτέραν ποιήσωνται τὴν ἐμπαθῆ τοῦ υἱοῦ διάθεσιν τῆς πατρικῆς ἀπαθείας, ἐν τῷ καθ᾽ ἑαυτοὺς ἀγαθῷ τὴν τοῦ καλοῦ κρίσιν ποιούμενοι. εἰ γὰρ καὶ τὸν υἱόν, καθὼς περὶ τοῦ πατρὸς δογματίζουσιν, ἀπαράδεκτον εἶναι συνέβη τοῦ πάθους, ἀδιόρθωτος ἔμεινεν ἂν ἡ τῆς φύσεως ἡμῶν συμφορά, οὐκ ὄντος τοῦ διὰ τῆς οἰκείας πείρας εἰς ἀφθαρσίαν ἐξαιρουμένου τὸν ἄνθρωπον, καὶ οὕτω λανθάνει τῶν σοφιστῶν ἡ δεινότης, δι᾽ ὧν καθαιρεῖν ἐπιχειρεῖ τοῦ μονογενοῦς θεοῦ τὸ μεγαλεῖον, εἰς μείζονάς τε καὶ προτιμοτέρας ὑπολήψεις αὐτὸν περιάγουσα, ἐπείπερ ὁ δυνάμενος δρᾶσαι τοῦ ἀδυνατοῦντος πρὸς τὸ ἀγαθὸν προτιμότερος.

Ἀλλ᾽ αἰσθάνομαι ὑπατακτοῦντος τοῦ λόγου· οὐ γὰρ ἐπιμένει τῷ καθήκοντι δρόμῳ, κατὰ τοὺς θερμούς τε καὶ θυμώδεις τῶν πώλων ταῖς τῶν ἀνταγωνιστῶν βλασφημίαις συνεκφερόμενος πρὸς τὰ τῆς ὑποθέσεως ἄτοπα. οὐκοῦν καθεκτέον αὐτὸν πέρα τοῦ μέτρου πρὸς κατασκευὴν τῶν ἀτόπων ἀφηνιάζοντα. συγγνώσεται δὲ πάντως ὁ εὐγνώμων ἀκροατὴς ἐπὶ τοῖς εἰρημένοις, οὐχ ἡμῖν τὴν ἀνακύπτουσαν ἐκ τῆς ἐξετάσεως ἀτοπίαν, ἀλλὰ τοῖς τὰς πονηρὰς ὑποτιθεμένοις ἀρχὰς λογιζόμενος. ἡμῖν δὲ πρὸς ἕτερόν τι τῶν εἰρημένων μετακτέον τὴν θεωρίαν. φησὶ γὰρ ὅτι 〈καὶ σύνθετον ἡμῖν τὸν θεὸν ἀπεργάζεται τῷ κοινὸν μὲν ὑποθέσθαι τὸ φῶς, ἰδιότησι δέ τισι καὶ ποικίλαις διαφοραῖς θατέρου χωρίζειν θάτερον. σύνθετον γὰρ οὐδὲν ἧττον τὸ κοινότητι μιᾷ συνενηνεγμένον, διαφοραῖς δέ τισι καὶ συνδρομαῖς ἰδιωμάτων χωριζόμενον〉. πρὸς ταῦτα δὲ βραχὺς ἡμῖν ὁ λόγος καὶ εὐαπάλλακτος. ὃ γὰρ τοῖς ἡμετέροις ἐπεγκαλεῖ δόγμασιν, εἰ μὴ διὰ τῶν ἰδίων κατασκευάζει λόγων, καθ᾽ ἡμῶν αὐτῶν ὁμολογοῦμεν τὸ ἔγκλημα. σκεψώμεθα γὰρ τὰ παρ᾽ αὐτοῦ γεγραμμένα. φῶς ἀληθινὸν ὀνομάζει τὸν κύριον, ἀπρόσιτον δὲ φῶς τὸν πατέρα. οὐκοῦν τὴν κατὰ τὸ φῶς κοινωνίαν καὶ αὐτὸς ὡμολόγησεν, οὕτως ὀνομάσας ἑκάτερον.

τῶν δὲ προσηγοριῶν προσφυῶς τοῖς πράγμασιν ἐφηρμοσμένων, καθὼς πολλαχῇ διωρίσατο, οὐ ψιλὴν νοοῦμεν τοῦ φωτὸς τὴν φωνὴν δίχα τινὸς διανοίας ἐπὶ τῆς θείας φύσεως λέγεσθαι, ἀλλά τινος ὑποκειμένου κατηγορεῖσθαι. οὐκοῦν τῇ κατὰ τὸ ὄνομα κοινωνίᾳ καὶ τὴν τῶν σημαινομένων ὁμολογοῦσι ταὐτότητα, ἐπείπερ ὧν τὰ ὀνόματα τὰ αὐτά, τούτων ἀπεφήναντο μηδὲ τὰς φύσεις ἑτέρως ἔχειν. ἑνὸς τοίνυν ὄντος τοῦ κατὰ τὸ φῶς σημαινομένου ἡ τοῦ ἀπροσίτου καὶ τοῦ ἀληθινοῦ προσθήκη κατὰ τὸν τῆς αἱρέσεως λόγον τὸ κοινὸν διορίζει τοῖς ἰδιάζουσιν, ὡς ἄλλο μὲν τὸ τοῦ πατρὸς φῶς, ἕτερον δὲ τὸ τοῦ υἱοῦ νοηθῆναι, τοῖς ἰδιώμασιν ἀπ᾽ ἀλλήλων διακρινόμενα. ἢ τοίνυν ἀνατρεψάτω τὰ ἴδια, ἵνα μὴ σύνθετον δι᾽ ὧν λέγει κατασκευάσῃ τὸ θεῖον, ἢ μηδὲ ἡμῶν ταῦτα κατηγορείτω, ἅπερ ἐν τοῖς ἰδίοις βλέπει λόγοις. οὐδὲν γὰρ τὴν ἁπλότητα διὰ τούτων ὁ λόγος λυμαίνεται, ἐπειδὴ κοινότης τε καὶ ἰδιότης οὐσία οὐκ ἔστιν, ὥστε τὴν συνδρομὴν τούτων σύνθετον ἀποδεικνύειν τὸ ὑποκείμενον. ἀλλ᾽ ἡ μὲν οὐσία καθ᾽ ἑαυτὴν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστὶ διαμένει, ἐκεῖνο οὖσα ὅπερ ἐστί· ταῦτα δὲ τῶν περὶ αὐτὴν νοουμένων τε καὶ θεωρουμένων εἶναι πᾶς τις ἂν εἴποι διανοίας μετέχων, ἐπεὶ καὶ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους ἔστι τι κοινὸν τῆς θείας φύσεως κατανοῆσαι, ἀλλ᾽ οὐ διὰ τοῦτο ἀνθρωπότης τὸ θεῖον ἢ θεότης ἐστὶ τὸ ἀνθρώπινον.

ἀγαθὸν γὰρ τὸν θεὸν εἶναι πιστεύοντες οἴδαμεν καὶ ἐπ᾽ ἀνθρώπου τοῦτο τὸ ὄνομα παρὰ τῆς γραφῆς τεταγμένον. ἀλλὰ διαιρεῖ τὴν ἐκ τῆς ὁμωνυμίας κοινότητα τὸ ἰδιάζον ἐφ᾽ ἑκατέρου τῆς σημασίας. ὁ μὲν γὰρ πηγὴ τῆς ἀγαθότητος ὢν ἀπ᾽ αὐτῆς ὀνομάζεται, ὁ δὲ μετέχων τῆς ἀγαθότητος συμμετέχει καὶ τοῦ ὀνόματος· καὶ οὐ διὰ τοῦτο σύνθετος ὁ θεός, ὅτι κοινωνεῖ πρὸς τὸν ἄνθρωπον τῆς τοῦ ἀγαθοῦ προσηγορίας. οὐκοῦν φανερῶς ἐκ τούτων ὁμολογεῖται ὅτι ἄλλος ὁ τῆς κοινότητος καὶ ἄλλος ὁ τῆς οὐσίας ἐστὶ λόγος, καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο σύνθεσίς τις καὶ πολυμέρεια περὶ τὴν ἁπλῆν τε καὶ ἄποσον κατασκευάζεται φύσιν, εἴ τι τῶν ἐπιθεωρουμένων ἢ ἐν ἰδιότητι βλέποιτο ἢ κατὰ κοινοῦ τινος τὴν σημασίαν ἔχοι.

Ἀλλ᾽ ἐφ᾽ ἕτερον, εἰ δοκεῖ, τῶν εἰρημένων μετέλθωμεν τὸν διὰ μέσου λῆρον χαίρειν ἐάσαντες, ᾧ φιλοπόνως τὴν Ἀριστοτελικὴν τῶν ὄντων διαίρεσιν ἐπιθρυλῶν τῷ ἡμετέρῳ λόγῳ ἐξείργασται γένη καὶ εἴδη καὶ διαφορὰς καὶ ἄτομα καὶ πᾶσαν τὴν ἐν ταῖς κατηγορίαις τεχνολογίαν ἐπὶ διαβολῇ τῶν ἡμετέρων δογμάτων προεχειρίσατο. ταῦτα τοίνυν ἐάσαντες ἐπὶ τὸ βαρὺ καὶ δυσανταγώνιστον αὐτοῦ τῷ λόγῳ μετέλθωμεν. Δημοσθενικῷ γὰρ θυμῷ τὸν ἑαυτοῦ λόγον τονώσας ἄλλος τις ἡμῖν ἐξ Ὀλτισήριδος Παιανιεὺς ἀναπέφηνε, τὸ δριμὺ τοῦ ῥήτορος ἐν τῷ καθ᾽ ἡμῶν ἀγῶνι μιμούμενος. ἐκθήσομαι δὲ κατὰ λέξιν αὐτὰ τοῦ λογογράφου τὰ ῥήματα. 〈ναί〉, φησίν, 〈ἀλλ᾽ εἰ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως ἔχοντος κατ᾽ ἴσον ὑποβαίνοι τὸ γεννητὸν φῶς πρὸς τὸ ἀγέννητον φῶς, τὸ μὲν γενήσεται φῶς, τὸ δὲ σκότος〉. τὸ μὲν οὖν ὀξὺ καὶ εὔστοχον τῆς πρὸς τὴν ἀντίθεσιν ἀπαντήσεως, ὅτῳ σχολή, διὰ τῶν ἐκείνου μαθέτω λόγων. ἐγὼ δὲ τὸν τῶν ἡμετέρων ὑποκριτὴν ἀξιώσαιμ᾽ ἂν ἢ τὰ ἡμέτερα λέγειν (ἢ ὡς ἐγγυτάτω προσάγειν τοῦ λόγου τὴν μίμησιν), ἢ καθὼς πεπαίδευται καὶ δύναται κεχρημένον τῷ λόγῳ ἐκ τοῦ ἰδίου προσώπου καὶ μὴ ἐξ ἡμῶν διαλέγεσθαι. μήποτε γὰρ οὕτω παραχθείη τῶν ἡμετέρων μηδείς, ὥστε τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἐναντίως κατὰ τὸ σημαινόμενον ἔχοντος ὑπόβασιν τοῦ ἑτέρου τὸ ἕτερον οἴεσθαι.

πᾶν γὰρ τὸ ἀντικείμενον οὐκ ἐν ὑφέσει τὴν διαφοράν, ἀλλ᾽ ἐν παντελεῖ τῇ κατὰ τὸ σημαινόμενον ἀλλοτριώσει τὴν ἀντιδιαστολὴν ἔχει, οἷον καθεύδειν τινὰ λέγομεν ἢ μὴ καθεύδειν, καθῆσθαι ἢ μὴ καθῆσθαι, γεγεννῆσθαι ἢ μὴ γεγεννῆσθαι, τἆλλα πάντα κατὰ τὸν αὐτὸν τύπον· ὧν ἡ τοῦ ἑνὸς ἄρσις θέσις τοῦ ἀντικειμένου γίνεται. ὥσπερ οὖν τὸ ζῆν οὐχὶ ὕφεσίς ἐστι τοῦ μὴ ζῆν, ἀλλὰ παντελὴς ἐναντίωσις, οὕτω τὸ γεγεννῆσθαι οὐχ ὕφεσιν τοῦ μὴ γεννηθέντος ἐνοήσαμεν, ἀλλ᾽ ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον, ὡς τὸ ἐν ἑκατέρῳ σημαινόμενον μηδενὶ τρόπῳ κοινωνεῖν πρὸς τὸ ἕτερον μήτε ἐν ὀλίγῳ μήτε ἐν πλείονι. ὁ τοίνυν τὸ ἐξ ἐναντίου νοούμενον ὑποβαίνειν πρὸς τὸ ἀντικείμενον λέγων ἐκ τοῦ ἰδίου προαγέτω προσώπου τὸν λόγον. ὁ γὰρ ἡμέτερος ἰδιωτισμὸς τὰ τοῖς ἀντικειμένοις ἀναλογοῦντα κατὰ τὸ ἴσον τοῖς πρωτοτύποις καὶ πρὸς ἑαυτὰ λέγει διΐστασθαι. ὥστε εἰ καὶ τῷ φωτὶ τὴν αὐτὴν παραλλαγὴν ἣν τῷ γεννητῷ πρὸς τὸ ἀγέννητον ἐνορᾷ ὁ Εὐνόμιος, τὸν ἡμέτερον ἐπαναλήψομαι λόγον, ὅτι ὡς ἐκεῖ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος ἀκοινώνητον πρὸς τὸ ἀντικείμενον μένει, οὕτως εἴπερ τῷ ἑνὶ μέρει τῶν ἀντιθέτων τὸ φῶς συναρμοσθείη, τὸ λειπόμενον συζυγὲς τῷ σκότῳ πάντως ἀναδειχθήσεται, τῆς ἀντιθετικῆς ἀνάγκης ἀναλόγως τοῖς προάγουσι καὶ τὸν τοῦ φωτὸς λόγον πρὸς τὸ ἀντικείμενον διαστελλούσης.

ταῦτα ἡμεῖς οἱ 〈δίχα λογικῆς ἐντρεχείας ἐπιχειροῦντες τῷ γράφειν〉, καθώς φησιν ὁ διαβάλλων ἡμᾶς, πρὸς τὸν νέον Παιανιέα διὰ τῆς ἐπιχωρίου γλώττης ὑπαγροικίζομεν. πῶς δὲ πρὸς τὴν ἀντίθεσιν ταύτην διηγωνίσατο τοὺς θερμοὺς ἐκείνους καὶ πῦρ πνέοντας λόγους κατὰ τὴν Δημοσθενικὴν εὐτονίαν καθ᾽ ἡμῶν προβαλλόμενος, ὅσοις καθ᾽ ἡδονήν ἐστι τὸ γελᾶν, αὐτοῖς ἐπερχέσθωσαν τοῖς γεγραμμένοις τῷ ῥήτορι. τὸ γὰρ ἡμέτερον πρὸς μὲν ἔλεγχον τῶν τῆς ἀσεβείας δογμάτων οὐ λίαν δυσκίνητον, πρὸς δὲ τὸ κωμῳδεῖν τὴν ἀμαθίαν τῶν ἀπαιδεύτων παντελῶς ἐστιν ἀνεπιτήδειον.