Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Προοίμιο, ιστορικό πλαίσιο και υπεράσπιση του Μεγάλου Βασιλείου

Εισαγωγή στον αντιρρητικό αγώνα, κριτική της ρητορικής και του βίου του Ευνομίου και του Αετίου, και υπεράσπιση της στάσης και της ορθοδοξίας του Μεγάλου Βασιλείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 14

Οὐκ ἦν, ὡς ἔοικε, τὸ πάντας ἐθέλειν εὐεργετεῖν καὶ τοῖς ἐπιτυχοῦσι τῶν ἀνθρώπων τὴν παρ᾽ ἑαυτοῦ χάριν ἀνεξετάστως προΐεσθαι κατὰ πάντα καλὸν καὶ τῆς τῶν πολλῶν κατηγορίας ἐλεύθερον, οὐδὲ τὸ τοῖς ἀνίατα νοσοῦσι τὴν τῶν φαρμάκων προσαπολλύειν παρασκευὴν ἐπὶ τῷ τῆς ὠφελείας σκοπῷ φέρει τι τῆς σπουδῆς ἄξιον, ἢ τοῖς δεχομένοις τὸ κέρδος ἢ τοῖς φιλοτιμουμένοις τὸν ἔπαινον. τοὐναντίον μὲν οὖν καὶ τοῦ χείρονος πολλάκις ἀφορμὴ τὸ τοιοῦτον καθίσταται· οἵ τε γὰρ νοσώδεις καὶ ἤδη πρὸς θάνατον ἕτοιμοι τοῖς δραστικωτέροις τῶν φαρμάκων εὐκόλως προσδιαφθείρονται, καὶ οἱ θηριώδεις καὶ ἄλογοι, καθώς φησί που τὸ εὐαγγέλιον, ἐν τῇ τῶν μαργαριτῶν ἀφειδίᾳ χείρους εὐεργετούμενοι γίνονται. διό μοι δοκεῖ καλῶς ἔχειν, καθὼς ὁ θεῖος προείρηκε λόγος, ἀποκρίνειν ἐν τῇ παροχῇ τῶν τιμίων τὰ ἄτιμα, ὡς ἂν μὴ λυποίη τοῦ φιλοτιμουμένου τὴν ἀγαθότητα ὁ καταπατήσας τὸν μαργαρίτην καὶ τῇ τῶν καλῶν ἀναισθησίᾳ τὴν εὐεργεσίαν ὑβρίσας.

Ταῦτα δέ μοι λέγειν ἐπῆλθεν ἐνθυμηθέντι τόν τε πᾶσιν ἀφειδῶς κοινωνοῦντα τῶν ἰδίων καλῶν, τὸν τοῦ θεοῦ ἄνθρωπον λέγω, τὸ τῆς εὐσεβείας στόμα Βασίλειον, τὸν ἐν τῇ περιουσίᾳ τῶν πνευματικῶν θησαυρῶν καὶ εἰς κακοτέχνους ψυχὰς ἀνεξετάστως πολλάκις τὴν χάριν τῆς σοφίας ἐκχέοντα, καὶ τὸν ἀγνώμονα πρὸς τοὺς ἀγαθόν τι ποιεῖν αὐτὸν ἐσπουδακότας Εὐνόμιον. οὗτος γὰρ τῷ ὑπερβάλλοντι τῆς κατὰ ψυχὴν ἀρρωστίας, ἣν περὶ τὴν πίστιν ἠσθένησεν, ἐλεεινὸς μὲν ἅπασιν ἔδοξε τοῖς τῆς ἐκκλησίας μετέχουσι (τίς γὰρ οὕτως ἀσυμπαθής, ὡς μὴ οἰκτεῖραι τὸν ἀπολλύμενον;) ἐκεῖνον δὲ μόνον πρὸς τὴν ἐγχείρησιν τῆς θεραπείας ἐκίνησε τὸν μόνον ἐν τῷ περιττεύοντι τῆς φιλανθρωπίας καὶ τοῖς ἀμηχάνοις ἐπιτολμῶντα πρὸς ἴασιν, ὃς τῇ ἀπωλείᾳ τοῦ ἀνδρὸς περιαλγήσας διὰ τὴν φυσικὴν αὐτοῦ πρὸς τοὺς ταλαιπωροῦντας συμπάθειαν οἷόν τι πονηρῶν δηλητηρίων ἀλεξιφάρμακον τὸν Ἀνατρεπτικὸν τῆς αἱρέσεως λόγον ἐπόνησε, σκοπὸν ἔχων ἀνασῶσαι πάλιν διὰ τούτων καὶ ἀποκαταστῆσαι τῇ ἐκκλησίᾳ τὸν ἄνθρωπον.

Ὁ δὲ καθάπερ ὑπὸ φρενίτιδος παραπληγεὶς τὴν διάνοιαν ἀγριαίνει τῷ θεραπεύοντι καὶ πολεμεῖ καὶ μάχεται καὶ ἐχθρὸν νομίζει τὸν ἐκ τοῦ βαράθρου τῆς ἀσεβείας ἀναλαβεῖν βιαζόμενον. καὶ ταῦτα οὐχ ἁπλῶς οὑτωσὶ κατὰ τὸ συμβὰν ἐπὶ τῶν προστυχόντων παραληρεῖ, ἀλλ᾽ ἔγγραφον στήλην τῆς μελαγχολίας ταύτης καθ᾽ ἑαυτοῦ ἀνεστήσατο. καὶ ἐν μακρῷ τῷ χρόνῳ σχολῆς ἐπιτυχὼν ὁπόσης ἐβούλετο, ὑπὲρ τὰ μεγάλα καὶ πολύσαρκα τῶν θηρίων ὤδινε λόγον ἐν παντὶ τῷ διὰ μέσου χρόνῳ καὶ βαρὺς ἦν ταῖς ἀπειλαῖς ἐν ἀπορρήτοις ἔτι διαπλάσσων τὸ κύημα, ὀψὲ δέ ποτε καὶ μόγις εἰς φῶς προήγαγεν ἀμβλωθρίδιόν τι καὶ ἀτελεσφόρητον γέννημα. ὃ πάντες μὲν οἱ τῆς αὐτῆς συμμετασχόντες διαφθορᾶς τιθηνοῦνται καὶ θάλπουσιν, ἡμεῖς δὲ διὰ τὸν ἐκ τῆς προφητείας μακαρισμόν (Μακάριος γάρ, φησίν, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν) ἐπειδὴ καὶ εἰς ἡμετέρας ἀφίκετο χεῖρας, κρατῆσαι τὸ νήπιον τοῦτο λόγιον καὶ ἐδαφίσαι πρὸς τὴν πέτραν ὡς ἕν τι τῶν Βαβυλωνίων τέκνων προεθυμήθημεν· ἡ πέτρα δὲ ἦν ὁ Χριστός, τουτέστι τῆς ἀληθείας ὁ λόγος. μόνον ἔλθοι καὶ ἐφ᾽ ἡμᾶς ἡ τὸ ἀσθενὲς ἐνισχύουσα δύναμις διὰ τῶν εὐχῶν τοῦ ἐν ἀσθενείᾳ τοῦ σώματος τὴν δύναμιν ἑαυτοῦ τελειώσαντος.

εἰ μὲν οὖν ἔτι καὶ νῦν ἡ θεοειδὴς ἐκείνη καὶ ἁγία ψυχὴ διὰ σαρκὸς ἐφεώρα τὸν ἀνθρώπινον βίον, καὶ τὸ ὑψηλὸν στόμα κατὰ τὴν ἐξ ἀρχῆς ἀποκληρωθεῖσαν χάριν αὐτῷ τὴν ἄμαχον ἐκείνην ἠφίει φωνήν, τίς ἂν εἰς τοσοῦτον πεποιθήσεως ἦλθεν, ὥστε τι περὶ τῆς ὑποθέσεως ταύτης τολμῆσαι καὶ φθέγξασθαι, πάντα λόγον καὶ πᾶσαν ἠχὴν τῆς θείας ἐκείνης σάλπιγγος ὑπερηχούσης; ἐπεὶ δὲ ὁ μὲν πρὸς θεὸν ὅλος ἀνέπτατο, πρότερον μὲν ἐν ὀλίγῳ τινὶ καὶ σκιοειδεῖ τῷ λειψάνῳ τοῦ σώματος τῆς γῆς ἐφαπτόμενος, τῷ δὲ πλείονι συμμετεωροπορῶν τῷ θεῷ, νυνὶ δὲ καὶ τὴν σκιὰν ἐκείνην τοῦ σώματος προσαφεὶς καὶ καταλιπὼν τῷδε τῷ βίῳ, οἱ δὲ κηφῆνες περιβομβοῦσι τὰ κηρία τοῦ λόγου καὶ τὸ μέλι διαλυμαίνονται, μηδεὶς ἐγκαλείτω τόλμαν ἐμοὶ ὑπὲρ τοῦ σιγῶντος στόματος διαναστάντι πρὸς ἄμυναν.

οὐδὲ γὰρ ὑπὲρ τοὺς ἄλλους ἰσχύν τινα λόγων ἐμαυτῷ συνεγνωκὼς κατεδεξάμην τὸν πόνον· ἀλλ᾽ ἀκριβῶς εἰδὼς εἴπερ τις ἕτερος, ὅτι χιλιάδες εὐθηνούντων κατὰ τὸ χάρισμα τῆς σοφίας ἐν τῇ ἐκκλησίᾳ τοῦ κυρίου πληθύνουσιν, ὅμως ἐπειδὴ πάντων μάλιστα προσήκειν ἐμοί φημι τοῦ μεταστάντος τὸν κλῆρον διά τε τοὺς γεγραμμένους καὶ τοὺς τῆς φύσεως νόμους, τούτου χάριν αὐτὸς πρὸ τῶν ἄλλων οἰκειοῦμαι τὴν κληρονομίαν τοῦ λόγου, τῶν μὲν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ συντελούντων τοῖς ἐσχάτοις συναριθμούμενος, τοῦ δὲ ἀπερρωγότος τῆς ἐκκλησίας εἰς ἀντίπαλον τάξιν οὐκ ἀσθενέστερος· ἐν γὰρ τῷ ὑγιαίνοντι σώματι καὶ τὸ ἐλάχιστον μέρος διὰ τῆς τοῦ παντὸς συμπνοίας δυνατώτερον ἂν εἴη τοῦ διεφθορότος τε καὶ τετμημένου, κἂν τὸ μὲν πλέον, τὸ δ᾽ ἔλαττον ᾖ.

Μηδεὶς δὲ μεγαλορρημονεῖν με διὰ τούτων οἰέσθω τῶν λόγων, ὡς ὑπὲρ τὴν προσοῦσαν δύναμιν ἐπὶ ματαίοις κομπάζοντα. οὐ γὰρ ἀπειροκάλως εἰς λόγων ἅμιλλαν ἢ ῥημάτων ἐπίδειξιν συγκαθεῖναι τῷ ἀνθρώπῳ πρὸς μειρακιώδη τινὰ φιλοτιμίαν προάγομαι· ἐφ᾽ ὧν γὰρ τὸ πλέον ἔχειν ἀνωφελὲς καὶ ἀνόνητον, ἑτοίμως ἐκχωροῦμεν τοῖς βουλομένοις τῆς νίκης. τουτονὶ δὲ καὶ ἄλλως μὲν “τρίβωνα λόγων„ εἶναι στοχάζομαι, πρὸς αὐτὴν βλέπων τὴν περὶ τὸ δόγμα τριβήν, διαφερόντως δὲ περὶ τὸν παρόντα πεπονηκέναι λόγον, τεκμαιρόμενος ἔκ τε τοῦ προσαναλῶσθαι τῇ λογογραφίᾳ ταύτῃ τῆς ζωῆς τοῦ συγγραφέως οὐκ ἐλάχιστον μέρος καὶ ἐκ τοῦ κατὰ πᾶσαν ὑπερβολὴν τοὺς ἐραστὰς αὐτοῦ τοῖς πεπονημένοις ἀγάλλεσθαι. καὶ οὐδὲν ἀπεικὸς τὸν ἐν τοσαύταις ἐτῶν ὀλυμπιάσι πονήσαντα πλέον τι τῶν αὐτόθεν ἐπιβαλόντων παρασκευάσασθαι. δείκνυσι δὲ μᾶλλον τὴν τοιαύτην αὐτοῦ περὶ τὸν λόγον κατατριβὴν ἡ περὶ τὰ σχήματα κατὰ τὴν τῶν ῥημάτων συνθήκην ἀπειροκαλία καὶ τὸ περιττόν τε καὶ μάταιον τῆς περὶ τὰ τοιαῦτα σπουδῆς.

πολὺν γάρ τινα συρφετὸν λεξειδίων ἐξ ὑπογυίου παρασκευῆς ἔκ τινων βιβλίων ἐρανισάμενος ἐπ᾽ ὀλίγοις τοῖς νοηθεῖσιν ἀμέτρητόν τινα σωρείαν ῥημάτων φιλοπόνως συμφορήσας τὸν “πολύκμητον„ τοῦτον ἐξειργάσατο πόνον, ὃν ἐπαινοῦσι μὲν καὶ τεθήπασιν οἱ μαθηταὶ τῆς ἀπάτης, ἐκ τῆς περὶ τὰ καίρια τάχα πηρώσεως συναφῃρημένοι παντὸς καλοῦ τε καὶ μὴ τοιούτου διάκρισιν, γελῶσι δὲ καὶ ἀντ᾽ οὐδενὸς εἶναι κρίνουσιν οἷς τὸ διορατικὸν τῆς καρδίας τῷ ῥύπῳ τῆς ἀπιστίας οὐκ ἐπημαύρωται. τίς γὰρ οὐκ ἂν εἰκότως γελάσειεν ὁρῶν τὴν μὲν ὑπόθεσιν τῆς σπουδῆς ὑπὲρ τῶν τῆς ἀληθείας δογμάτων ἐπηγγελμένην, αὐτὴν δὲ τὴν σπουδὴν εἰς ῥημάτων τε καὶ σχημάτων ἀπειροκαλίαν ἠσχολημένην ἐπ᾽ οὐδενὶ κατορθώματι; τί γὰρ ἂν καὶ μᾶλλον συναγωνίσαιτο πρὸς ἔλεγχον μὲν τῶν, ὡς αὐτὸς οἴεται, κακῶς εἰρημένων, σύστασιν δὲ τῆς ἀληθείας τῶν ζητουμένων ἐπίνοιά τις τῶν ἐν τῷ λόγῳ σχημάτων ἀλλόκοτος καὶ σύνταξις καινοπρεπής τε καὶ ἰδιάζουσα καὶ 〈ὕβρις σπουδαζομένη〉 καὶ 〈σπουδὴ〉 πάλιν 〈ὑβριζομένη〉, κατ᾽ οὐδένα ζῆλον τῶν προειληφότων ἐκπονηθεῖσα; οὐ γὰρ ἂν ἔχοι τις ἐξευρεῖν πρὸς τίνα βλέπων τῶν ἐπὶ λόγῳ γνωριζομένων ἑαυτὸν εἰς τοῦτο προήγαγεν, ὥσπερ τις τῶν ἐπὶ σκηνῆς θαυματοποιούντων διὰ παραλλήλων καὶ ἰσοκώλων ὁμοιοφώνων τε καὶ ὁμοιοκαταλήκτων ῥημάτων οἷόν τισι κροτάλοις τῷ τῶν λεξειδίων ῥυθμῷ διακυμβαλίζων τὸν λόγον.

τοιαῦτα γάρ ἐστι μετὰ πολλῶν ἑτέρων καὶ τὰ ἐν προοιμίοις αὐτοῦ τερετίσματα, τὰ βλακώδη ταῦτα καὶ παρατεθρυμμένα σωτάδεια, ἅ μοι δοκεῖ τάχα μηδὲ ἠρεμαίῳ διεξιέναι τῷ σχήματι, ἀλλ᾽ ὑποκροτῶν τῷ ποδὶ καὶ ἐπιψοφῶν τοῖς δακτύλοις λιγυρῶς ἅμα πρὸς τὸν ῥυθμὸν ἐπιφθέγγεσθαι καὶ λέγειν τὸ 〈καὶ μηδὲν ἔτι δεήσειν μήτε λόγων ἑτέρων μήτε πόνων δευτέρων〉.

Ἐν τούτοις τοίνυν καὶ τοῖς τοιούτοις τὸ πλέον ἔχειν αὐτὸν συγχωρήσας καὶ κατὰ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης πᾶσαν τὴν περὶ ταῦτα σπουδὴν ἑκὼν ὑπερβήσομαι ὡς μόνοις τοῖς πρὸς φιλοτιμίαν ὁρῶσι προσήκουσαν, εἴ γέ τινα φέρει φιλοτιμίαν ὅλως τοῖς τοιούτοις τῶν λόγων ἐνδιαθρύπτεσθαι. ἐπεὶ καὶ ὁ γνήσιος ὑπηρέτης τοῦ λόγου Βασίλειος μόνῃ τῇ ἀληθείᾳ κοσμούμενος αὐτός τε ταῖς τοιαύταις ποικιλίαις αἰσχρὸν ᾤετο κατασχηματίζειν τὸν λόγον καὶ ἡμᾶς πρὸς τὴν ἀλήθειαν μόνην ἀφορᾶν ἐξεπαίδευσε, καλῶς καὶ προσηκόντως τοῦτο νομοθετῶν. τί γὰρ χρὴ τὴν κομμωτικὴν περιεργίαν εἰς τὴν τοῦ νόθου καὶ σεσοφισμένου κάλλους συντέλειαν ἐπισύρεσθαι τὸν τῷ κόσμῳ τῆς ἀληθείας ὡραϊζόμενον; οἷς μὲν γὰρ ἄπεστιν ἡ ἀλήθεια, χρήσιμον ἴσως διὰ τῆς τῶν ῥημάτων ἡδονῆς ὑποφαρμάττειν τὸ ψεῦδος, οἷόν τι φυκίον τὴν τοιαύτην περιεργίαν ἐνδιατρίβοντας τῷ χαρακτῆρι τοῦ λόγου· οὕτω γὰρ ἂν πιθανή τε καὶ εὐπαράδεκτος ἡ ἀπάτη τοῖς ἀκούουσι γένοιτο, κατεγλωττισμένη καὶ περιηνθισμένη ταῖς τοιαύταις τοῦ λόγου κομψείαις· ὅταν δὲ καθαρὰ καὶ ἀμιγὴς παντὸς δολεροῦ προκαλύμματος σπουδάζηταί τισιν ἡ ἀλήθεια, οἴκοθεν ἐπαστράπτει τοῖς λεγομένοις τὸ κάλλος.

Μέλλων δὲ ἤδη τῆς ἐξετάσεως ἅπτεσθαι τῶν εἰρημένων ἀμηχανεῖν μοι δοκῶ καθάπερ ἐν νηνεμίᾳ τις γεωργός, οὐκ ἔχων ὅπως διακρίναιμι τὸν καρπὸν καὶ τὸ ἄχυρον· τοσοῦτον ἐν τῷ θημῶνι τούτῳ τῶν λόγων τὸ περιττόν τε καὶ ἀχυρῶδές ἐστιν, ὡς ἐγγὺς εἶναι τοῦ μηδ᾽ ὅλως νομίζειν ἐν πᾶσι τοῖς εἰρημένοις ὑπ᾽ αὐτοῦ πραγμάτων εἶναί τινα καὶ νοημάτων ὑπόστασιν. τὸ γὰρ πᾶσιν ἐφεξῆς τοῖς γεγραμμένοις ἐπεξιέναι μάταιόν τε ἅμα πρὸς τὴν σπουδὴν καὶ ἐπίπονον καὶ οὐδὲ συμβαῖνον κρίνω τῷ ἡμετέρῳ σκοπῷ· οὔτε γὰρ τοσοῦτον περίεστιν ἡμῖν τῆς σχολῆς, 〈ὡς〉 ἔχειν κατ᾽ ἐξουσίαν ἐνευκαιρεῖν τοῖς ματαίοις, καὶ προσήκειν οἶμαι τὸν δόκιμον ἐργάτην μὴ περὶ τὰ μάταια κατατρίβειν τὴν δύναμιν, ἀλλ᾽ ἐν οἷς ὁ πόνος τὸν καρπὸν ὁμολογούμενον ἔχει.

Ὅσα τοίνυν εὐθὺς ἐν προοιμίοις ἀποσεμνύνων ἑαυτὸν ὡς 〈ἀληθείας〉 προστάτην τῷ τῆς 〈ἀπιστίας〉 ὀνείδει τῶν ἀντιτεταγμένων καθάπτεται λέγων 〈ἔμμονόν τι καὶ δυσέκνιπτον αὐτοῖς ἐντετηκέναι τὸ μῖσος〉, καὶ ὡς ἐπισοβαρεύεται τοῖς ἔναγχος 〈ἐγνωσμένοις〉 αὐτῷ, τίνα μὲν τὰ γνωσθέντα μὴ προστιθείς, 〈κρίσιν〉 δέ τινα τῶν ἀμφισβητησίμων ἐν αὐτοῖς γεγενῆσθαι λέγων καί τινα δίκην ἔννομον τὴν τοῦ σωφρονεῖν ἀνάγκην τοῖς οὐκ ἐν δίκῃ θρασυνομένοις ἐπάγουσαν, λέγων οὑτωσὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν Λύδιον ἁρμονίαν ἐκείνην· 〈καὶ τῶν οὐκ ἐν δίκῃ θρασυνομένων ἐννόμῳ δίκῃ σωφρονεῖν ἠναγκασμένων〉, ἣν καὶ 〈ἀπόρρησιν τῶν ἐπαναστάντων〉 ὠνόμασεν οὐκ οἶδ᾽ ὅ τι νοῶν τὴν 〈ἀπόρρησιν〉, καὶ πάντα τὰ τοιαῦτα ὡς μάταιον ὄχλον καὶ εἰς οὐδὲν φέροντα χρήσιμον παραδραμοῦμαι τῷ λόγῳ· εἰ δέ τινα τοῦ αἱρετικοῦ φρονήματος συνηγορίαν πεποίηται, πρὸς τοῦτό μοι καλῶς ἔχειν ἡγοῦμαι τὴν πλείω ποιεῖσθαι σπουδήν. οὕτω γὰρ καὶ ὁ τῶν θείων δογμάτων ὑποφήτης ἐν τῷ καθ᾽ ἑαυτὸν λόγῳ πεποίηκεν, ὃς πολλῶν ὄντων τῶν δυναμένων εἰς πλάτος ἐκτεῖναι τὸν λόγον διὰ τῶν ἀναγκαίων προϊὼν μόνων συντέμνει τὸ πλῆθος τῆς ὑποθέσεως, τὰ κεφάλαια τῆς βλασφημίας ἐκ πάντων τῶν εἰρημένων ἐν τῇ βίβλῳ τῆς ἀσεβείας ἀναλεξάμενος.

Εἰ δέ τις ἐπιζητεῖ κατὰ τὴν τοῦ λόγου τάξιν ἀκολούθως ἀντιταχθῆναι καὶ τὸν ἡμέτερον, εἰπάτω τὸ κέρδος. τί πλέον γενήσεται τοῖς ἀκούουσιν, εἰ τὸν γρῖφον καὶ τὸ αἴνιγμα τῆς ἐπιγραφῆς διαλύσαιμι, ὃ κατὰ τὴν τραγικὴν σφίγγα εὐθὺς ἡμῖν ἐν προοιμίοις προτείνεται, τὴν καινὴν ἐκείνην 〈Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν〉 καὶ τὸν πολὺν ἐπὶ τούτῳ λῆρον καὶ τὴν μακρὰν τοῦ ὀνείρου καταλέγων διήγησιν; οἶμαι γὰρ ἱκανῶς ἀποκναίειν τοὺς ἐντυγχάνοντας καὶ ἐν μόνῳ τῷ λόγῳ τοῦ Εὐνομίου σῳζόμενον τό τε γλίσχρον καὶ μάταιον τῆς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου καινότητος καὶ τὸ φορτικὸν ἅμα καὶ περίαυτον τῶν οἰκείων διηγημάτων, οἵους 〈πόνους καὶ ἄθλους〉 ἑαυτοῦ διεξέρχεται 〈διὰ πάσης γῆς τε καὶ θαλάττης πεφοιτηκότας καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ κηρυσσομένους〉. εἰ δὲ ταῦτα πάλιν γράφοιτο καὶ μετὰ προσθήκης, ὡς εἰκός, τῶν τῆς ψευδολογίας ἐλέγχων πλεοναζόντων τὸν λόγον, τίς οὕτως στερρὸς φανεῖται καὶ ἀδαμάντινος, ὡς μὴ προσναυτιᾶσαι τῇ ἀκαιρίᾳ τοῦ πόνου;

εἰ δὲ καὶ τὴν ἔνθεον ἐκείνην ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τίς 〈ὁ κατὰ τὸν Εὔξεινον Πόντον διὰ τῆς ὁμωνυμίας αὐτὸν προλυπήσας〉, οἷος ὁ βίος, τίνες αἱ σπουδαί, πῶς 〈διεφέρετο πρὸς τὸν Ἀρμένιον διὰ τὴν ὁμοτροπίαν τοῦ ἤθους, εἶτα ἐπὶ τίσι συνέθεντό τε μετ᾽ ἀλλήλων καὶ κατηλλάγησαν, ὡς ἐπὶ τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν Ἀέτιον〉, τὸν διδάσκαλον αὐτοῦ, 〈συμφρονῆσαι〉 (τούτοις γὰρ αὐτὸν ἀποσεμνύνει τοῖς ἐπαίνοις), εἶτα τίς 〈ἡ καθ᾽ αὑτοῦ μηχανὴ καὶ ἐπίνοια, δι᾽ ἧς εἰς κρίσιν〉 τὸν ἄνδρα 〈κατέστησαν, ἔγκλημα ποιούμενοι τὸ εὐδοκιμεῖν〉 αὐτὸν 〈καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι〉· εἰ ταῦτα λέγοιμι πάντα, ἆρ᾽ οὐχὶ καθάπερ οἱ τῶν ὀφθαλμῶν τὴν νόσον ἐκ τῆς πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ᾽ ἑαυτοὺς ἕλκοντες, οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ περὶ τὴν ματαίαν σπουδὴν ἀρρωστήματος, ἑπόμενος κατ᾽ ἴχνος τῇ φλυαρίᾳ καὶ τὰ καθ᾽ ἕκαστον ἐξετάζων, τίνας φησὶ 〈δούλους εἰς ἐλευθερίαν ἀφιεμένους καὶ τίνα μυουμένων σχέσιν καὶ ἀργυρωνήτων τάξιν〉, καὶ τί βούλονται 〈Μόντιος〉 καὶ 〈Γάλλος〉 καὶ 〈Δομετιανὸς〉 ἐπεισιόντες τῷ λόγῳ καὶ 〈μάρτυρες ψευδεῖς〉 καὶ 〈βασιλεὺς ὀργιζόμενος〉 καὶ 〈εἰς ὑπερορίαν〉 τινὲς 〈μεθιστάμενοι〉; τί γὰρ ἂν καὶ γένοιτο τούτων ματαιότερον τῶν διηγημάτων τῷ γε μὴ ψιλὴν ἱστορίαν διηγήσασθαι βουλομένῳ, ἀλλὰ διελέγξαι τὸν ἀντειπόντα τῷ τῆς αἱρέσεως δόγματι;

πολὺ δὲ μᾶλλον τὰ ἐπὶ τούτοις διὰ τῆς ἱστορίας δηλούμενα πλείονα τὴν ἀχρηστίαν ἔχει· οἶμαι γὰρ μηδ᾽ ἂν αὐτὸν τὸν συγγραφέα διελθεῖν ἀνυστάκτως, κἂν φυσικῇ τινι στοργῇ κρατῶνται πρὸς τοὺς ἐξ αὑτῶν οἱ πατέρες. δηλοῦται γὰρ ἐκεῖ δῆθεν τὰ πεπραγμένα καὶ τὰ πάθη διὰ τοῦ λόγου εἰς ὕψος αἴρεται καὶ εἰς τραγῳδίας ὄγκον ἡ ἱστορία μετασκευάζεται.

Ἀλλ᾽ ἵνα μὴ καὶ αὐτῷ τῷ παραιτεῖσθαι πλέον τοῦ δέοντος ἐμβραδύνω τοῖς ἀνονήτοις 〈καὶ〉 καθάπερ ὁ διὰ βορβόρου τινὸς διελαύνων τὸν ἵππον καὶ τῆς ἐκεῖθεν ἀηδίας καταπιμπλάμενος, οὕτω κἀγὼ διὰ τῆς μνήμης τῶν γεγραμμένων διεξάγων τὸν λόγον καταμολύνω τὸ σύγγραμμα, πρέπειν ἡγοῦμαι πάντα τὸν τοιοῦτον συρφετόν, ὅπως ἂν ᾖ δυνατόν, ὑψηλῷ καὶ ταχεῖ τῷ ἅλματι τοῦ λόγου διαπηδήσας (ἱκανὸν γὰρ κέρδος ἡ ταχεῖα τῶν ἀηδῶν ἀναχώρησις) πρὸς τὸ πέρας τῆς ἱστορίας ἐπισπεῦσαι τὸν λόγον, ὡς ἂν μὴ καὶ τῷ ἐμῷ βιβλίῳ τὰ τῆς πικρίας αὐτῶν ἐνστάζοιτο ῥήματα. μόνῃ γὰρ πρεπέτω τῇ Εὐνομίου φωνῇ τὰ τοιαῦτα λέγειν περὶ ἱερέων θεοῦ, 〈ὑπασπιστὰς καὶ ῥαβδούχους καὶ δορυφόρους καταπλήσσοντας, διερευνωμένους, λαθεῖν οὐκ ἐπιτρέποντας τὸν κρυπτόμενον〉, καὶ ὅσα ἄλλα κατὰ πολιᾶς ἱερέων οὐκ αἰσχύνεται γράφων.

ὥσπερ γὰρ ἐν τοῖς παιδευτηρίοις τῶν ἔξωθεν λόγων εἰς γυμνασίαν τῆς κατὰ τὴν γλῶσσαν καὶ τὸν νοῦν ἑτοιμότητος ἀφορμαὶ καταφορᾶς τοῖς μειρακίοις προβάλλονται κατά τινος ἀορίστου προσώπου, οὕτω κατ᾽ εὐθεῖαν ἐπεμβαίνει τοῖς μνημονευθεῖσιν ὁ συγγραφεὺς καὶ τὴν κακήγορον αὐτοῖς ἐπαφίησι γλῶσσαν καὶ τὰ ἔργα τῆς πονηρίας σιγήσας ψιλὴν αὐτῶν κατασκεδάζει τὴν ἑωλοκρασίαν τῶν ὕβρεων, πᾶν ὄνειδος κατ᾽ αὐτῶν συμπλάσσων καὶ συντιθεὶς ἐν ταῖς λοιδορίαις τὰ ἄμικτα, 〈φαιοτρίβωνά τινα στρατιώτην〉, καὶ 〈ἅγιον〉 καὶ 〈ἐξάγιστον, ὑπὸ νηστείας τε ὠχριῶντα καὶ ὑπὸ πικρίας φονῶντα, καὶ〉 πολλὴν ἄλλην τοιαύτην βωμολοχίαν. 〈καὶ〉 καθάπερ ἐν ταῖς ἔξω πομπαῖς διαβέβληταί τις ὡς δι᾽ ὑπερβολὴν ἀναιδείας ἄνευ προσωπείου κωμάζων, οὕτως οὐδενὶ παραπετάσματι τὴν πικρίαν ἑαυτοῦ συσκιάσας γυμνῇ καὶ ἀπηρυθριασμένῃ φωνῇ τὰ ἐκ τῆς ἁμάξης προφέρει· εἶτα ὁμολογεῖ ἐφ᾽ οἷς παροξύνεται, ὅτι 〈σπουδὴν ἐποιοῦντο〉, φησίν, 〈ἐκεῖνοι μὴ πολλοὺς τῇ ἀπάτῃ〉 τούτων 〈συνδιαστρέφεσθαι〉.

καὶ διὰ τοῦτο χαλεπαίνει, ἐπὶ τῷ μὴ πᾶσιν οἷς ἐβούλοντο τόποις κατ᾽ ἐξουσίαν ἐνδιατρίβειν, ἀλλὰ γενέσθαι κατὰ τὸ πρόσταγμα τοῦ τότε κρατοῦντος Φρυγίαν αὐτοῖς ἐνδιαίτημα, ὡς ἂν μὴ πολλοὶ βλάπτοιντο τῇ πονηρᾷ συνουσίᾳ, καὶ ὑπὲρ τούτων ἀγανακτῶν ἐκεῖνα γράφει· 〈καὶ ἡ πολλὴ βαρύτης τῶν ἄθλων καὶ τὰ δυσβάστακτα πάθη καὶ ἡ γενναία τῶν παθημάτων ὑπομονή, τὸ Φρυγίαν〉 αὐτοὺς 〈ἀντὶ τῆς ἐνεγκούσης ἀλλάξασθαι〉.

Πάνυ γε. οὐ γὰρ ὄνειδος ἦν τῷ Ὀλτισηριώτῃ τὰ συμβεβηκότα καὶ τοῦ πατρικοῦ φρονήματος καθαίρεσιν φέροντα καὶ τὴν τοῦ γένους ἀξίαν ὑβρίζοντα, ὡς μὴ ἂν ἑλέσθαι ταῦτα, ἐφ᾽ οἷς οὗτος νῦν χαλεπαίνει, τὸν ὀνομαστὸν ἐκεῖνον καὶ διώνυμον Πρίσκον, τὸν τοῦ πατρὸς τούτου πατέρα, ὅθεν τούτῳ τὰ λαμπρὰ καὶ περίβλεπτα τοῦ γένους ἐστὶ διηγήματα, ὁ 〈μυλὼν〉 καὶ τὸ 〈σκύτος〉 καὶ τὸ 〈οἰκετικὸν σιτηρέσιον〉 καὶ ἡ λοιπὴ τοῦ Χαναὰν κληρονομία, καὶ ἐπὶ τούτοις ἔδει κακίζεσθαι 〈τοὺς τὴν μετάστασιν αὐτοῖς προξενήσαντας〉; —συντίθεμαι τούτῳ κἀγώ· ὄντως ἄξιοι τῆς παρ᾽ αὐτῶν μέμψεως οἱ τούτων αὐτοῖς αἴτιοι γεγονότες, εἴπερ ὅλως εἰσί τινες ἢ γεγόνασιν, ὅτι 〈τῶν προβεβιωμένων ἡ γνῶσις διὰ τούτων συγκαλυφθεῖσα παραιρεῖται τῶν σεμνοτέρων τὴν μνήμην〉 καὶ οὐκ ἐᾷ πολυπραγμονεῖσθαι τὰ τῶν παρόντων πρεσβύτερα, ὁποίας ἑκάτερος τὸ κατ᾽ ἀρχὰς ἀξίας ὡρμήθησαν, ποίαν ἐκ πατέρων ἔχοντες ἀκολουθίαν τοῦ βίου, τί μικρὸν ἢ μεῖζον τῶν ἐλευθέροις πρεπόντων ἑαυτοῖς συνεγνωκότες ἔπειτα 〈τοσοῦτον ἐγνωρίσθησάν τε καὶ ὠνομάσθησαν, ὥστε καὶ βασιλεῦσι γενέσθαι γνώριμοι〉, καθὼς μεγαλαυχεῖται νῦν τῷ συγγράμματι, 〈καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς ἐπ᾽ αὐτοῖς συγκινεῖσθαι καὶ ἐπὶ πολὺ τῆς οἰκουμένης τὰ καθ᾽ ἑαυτοὺς διαφέρεσθαι〉.

Ἆρ᾽ οὐχὶ τῷ ὄντι τὰ μέγιστα διὰ τούτων ἠδίκηται ἢ αὐτὸς οὗτος ὁ λογογράφος ἢ ὁ προστάτης αὐτοῦ καὶ τοῦ ὁμοίου βίου καθηγητὴς Ἀέτιος; ὅν μοι δοκεῖ μὴ τοσοῦτον πρὸς τὴν τῶν δογμάτων ἀπάτην βλέπων ἐζηλωκέναι, πολὺ δὲ μᾶλλον πρὸς τὴν τοῦ βίου παρασκευήν τε καὶ εὐπορίαν. λέγω δὲ ταῦτα οὐ στοχασμοῖς τισι τεκμαιρόμενος, ἀλλὰ τῶν ἀκριβῶς ἐγνωκότων αὐτήκοος γεγονώς. τὰ γὰρ κατὰ τὸν Ἀέτιον τοῦτον Ἀθανασίου ποτὲ τοῦ Γαλατῶν ἐπισκόπου λέγοντος ἤκουσα, ἀνδρὸς οὐκ ἄν τι πρὸ τῆς ἀληθείας προτιμήσαντος, ἀλλὰ καὶ εἰς μαρτυρίαν τῶν πολλῶν τοῦ λόγου Γεωργίου τοῦ ἐκ Λαοδικείας ἐπιστολὴν προδεικνύντος. ἔλεγε δὲ μὴ παρὰ τὴν πρώτην αὐτὸν ἐγκεχειρηκέναι τῇ τῶν δογμάτων ἀτοπίᾳ, χρόνοις δὲ ὕστερον τέχνην βίου τὴν καινοτομίαν ταύτην προστήσασθαι. ἐκδύντα γὰρ αὐτὸν ἤδη τὴν δουλείαν Ἀμπελίδος, τῆς κεκτημένης αὐτόν (τὸ δ᾽ ὅπως οὐδὲν δέομαι λέγειν, ὡς ἂν μὴ δόξαιμι κακοηθέστερον τοῦ διηγήματος ἅπτεσθαι) εἶναι μὲν καμινευτὴν κατ᾽ ἀρχάς, τὴν ἔμπυρον ταύτην καὶ βάναυσον τέχνην διὰ χειρὸς ἔχοντα, σφύρᾳ βραχείᾳ καὶ ἄκμονι μικρῷ προσκαθήμενον ὑπὸ τριχίνῃ σκηνῇ, γλίσχρως καὶ μετὰ πόνου τὰ ἀναγκαῖα τοῦ βίου διὰ τῆς ἐργασίας ταύτης συμποριζόμενον.

τίς γὰρ ἂν καὶ γένοιτο μισθὸς ἄξιος λόγου τῷ θεραπεύοντι τὰ ὑπόσαθρα τῶν χαλκωμάτων καὶ παραβύοντι τὰς τρυμαλιὰς καὶ τὸν κασσίτερον ταῖς πληγαῖς ἐπιλύοντι καὶ μολιβδοχοοῦντι τῶν λεβήτων τὰς βάσεις; γενέσθαι δὲ τῆς τοῦ βίου μεταβολῆς αἰτίαν συμφοράν τινα διὰ τῆς τέχνης συμβᾶσαν αὐτῷ. λαβόντα γάρ ποτε παρὰ γυναικὸς στρατιώτιδος χρύσεόν τι σκεῦος τῶν περὶ δέρην ἢ χεῖρα προκοσμημάτων, ἐφ᾽ ᾧτε τὴν γενομένην αὐτῷ πληγὴν διορθώσασθαι, ἀπατῆσαι δι᾽ ἐπινοίας τὴν ἄνθρωπον καὶ ὑφελέσθαι μὲν τὸ χρυσίον, ἀντιδοῦναι δὲ χάλκεον αὐτῇ τὸ σκεῦος, ἰσομέγεθες τῷ χρυσῷ καὶ κατὰ τὴν ἐπιφάνειαν ὁμοίως ἔχον δι᾽ ἐπιπολαίου βαφῆς, χρυσίῳ τὸν χαλκὸν ἐπαλείψαντα· κατασοφισθεῖσαν δὲ τῷ φαινομένῳ τὴν ἄνθρωπον (δεινὸς γὰρ ἦν καὶ τῇ χαλκευτικῇ διὰ τῶν τῆς τέχνης σοφισμάτων τοὺς χρωμένους παραλογίσασθαι) χρόνῳ φωρᾶσαι τὴν περὶ τὸ χρυσίον κακουργίαν, ἐξαλειφθείσης ἐκ τοῦ χαλκοῦ τῆς βαφῆς. εἶτα μετελθεῖν ἐν δίκῃ τὸν κλέπτην, στρατιωτῶν τινων κατὰ τὸ συγγενὲς καὶ ὁμόφυλον συγκινηθέντων εἰς ἀγανάκτησιν, τὸν δὲ παθόντα μετὰ τὴν τόλμαν ἐκείνην ὅσα παθεῖν εἰκὸς τὸν ἀπατεῶνα καὶ κλέπτην ὅρκῳ τῆς τέχνης ἑαυτὸν ἀποστῆσαι, ὥσπερ οὐχὶ τῆς προαιρέσεως ἀλλὰ τοῦ ἐπιτηδεύματος τὴν ἐπιθυμίαν αὐτῷ τῆς κλοπῆς ἐμποιήσαντος.

ἀκόλουθον δὲ μετὰ τοῦτο γενόμενον ἰατροῦ τινος τῶν ἀγυρτευόντων, ὡς ἂν μὴ παντελῶς ἀποροίη τῆς ἀναγκαίας τροφῆς, 〈ἐν〉 οἰκίαις τε ταῖς ἀφανεστέραις καί τισιν ἀπερριμμένοις ἀνθρώποις ἐπὶ τῷ προσχήματι τῆς ἰατρικῆς περιφέρεσθαι. εἶτα κατ᾽ ὀλίγον εἰς εὐπορίαν αὐτῷ τῆς ἐπινοίας ἐλθούσης, Ἀρμενίου τινὸς εὐεξαπατήτου διὰ τὸ βάρβαρον ὡς ἰατρῷ προσέχειν ἀναπεισθέντος καὶ συχνὸν αὐτῷ ὑποχορηγοῦντος ἀργύριον, μικρὸν ἡγεῖσθαι ἤδη τὸ θητεύειν ἑτέροις ἐπὶ τῇ τέχνῃ, ἀλλ᾽ αὐτὸν ἀξιοῦν ἰατρὸν καὶ εἶναι καὶ ὀνομάζεσθαι. ἐντεῦθεν τοίνυν συλλόγων τε μετεῖχεν ἰατρικῶν καὶ τοῖς πρὸς ἔριν λογομαχοῦσι καταμιγνύμενος τῶν βοώντων εἷς ἦν, καὶ ἐν τῇ τοῦ λόγου τροπῇ τὸ καθ᾽ ἑαυτὸν προτιθεὶς οὐ μικρῶς ἐσπουδάζετο παρὰ τῶν τὸ ἀναιδὲς τῆς φωνῆς πρὸς τὰς ἑαυτῶν φιλονεικίας ἐκμισθουμένων.

Λιπαρωτέρας δὲ διὰ τούτων προσγενομένης αὐτῷ τῆς μάζης οὐκ ἐπιμένειν ᾤετο δεῖν οὐδὲ τούτῳ τῷ βίῳ, ἀλλὰ καὶ τὴν ἰατρικὴν ἐκείνην μετὰ τῆς χαλκευτικῆς κατ᾽ ὀλίγον ὑπαπεδύετο. Ἀρείου δὲ τοῦ θεομάχου τὰ πονηρὰ ταῦτα σπέρματα τῶν ζιζανίων ἐνσπείραντος, ὧν ὁ καρπός ἐστι τῶν Ἀνομοίων τὰ δόγματα, αἱ τῶν ἰατρείων σχολαὶ τηνικαῦτα τοῖς περὶ τοῦ ζητήματος ἐκείνου θορύβοις περιηχοῦντο. ἐμμελετήσας τοίνυν τῇ τοιαύτῃ διατριβῇ καί τινα συλλογισμῶν ἔφοδον ἐξ Ἀριστοτελικῶν ἀπηχημάτων παρατηρήσας, ὀνομαστὸς ἦν τὸν πατέρα τῆς αἱρέσεως Ἄρειον τῇ καινότητι τῶν ἐφευρεθέντων ὑπερβαλλόμενος· μᾶλλον δὲ τῶν παρ᾽ ἐκείνου τεθέντων τὴν ἀκολουθίαν κατανοήσας ἀγχίνους τις ἔδοξεν εἶναι καὶ τῶν κρυφίων εὑρετικός, τὸ κτιστὸν καὶ τὸ ἐξ οὐκ ὄντων ἀνόμοιον εἶναι τῷ κτίσαντι καὶ τῷ παραγαγόντι ἐκ τοῦ μὴ ὄντος ἀποφηνάμενος. ἐπειδὴ τοίνυν διὰ τῶν τοιούτων λόγων τὰς φιλοκαίνους τῶν ταῦτα νοσούντων ἀκοὰς ἐγαργάλιζε, γινώσκει τὴν κενοφωνίαν ταύτην καὶ ὁ Βλέμμυς Θεόφιλος, ᾧ συνηθείας τινὸς περὶ τὸν Γάλλον προϋπαρχούσης καὶ ὁ Ἀέτιος εἰς τὰ βασίλεια δι᾽ αὐτοῦ παρεδύετο.

τοῦ δὲ περὶ τὸν ὕπαρχον Δομετιανὸν καὶ Μόντιον ἄγους τηνικαῦτα τολμηθέντος τῷ Γάλλῳ, πάντες οἱ κοινωνοὶ τοῦ μιάσματος συμμετεῖχον, ὡς εἰκός, τῆς ἐκείνου καταστροφῆς· ἀλλ᾽ οὗτος ἐκδύνει τὴν τιμωρίαν, οὐδὲ τοῦ παθεῖν τι κακὸν μετὰ τῶν συναιτίων τοῦ ἄγους ἄξιος εἶναι κριθείς. ἐπὶ τούτοις τοῦ μεγάλου Ἀθανασίου βασιλικῇ δυναστείᾳ τῆς Ἀλεξανδρέων ἐκκλησίας μετατεθέντος, Γεωργίου δὲ τοῦ Ταρβασθηνίτου τὸν ἐκείνου λαὸν διασπῶντος, πάλιν Ἀλεξανδρεὺς ὁ Ἀέτιος, οὐδενὸς ἔλαττον ἔχων τῶν ὑποτρεφομένων καὶ παρασιτούντων τῷ Καππαδόκῃ· οὐδὲ γὰρ τῆς κολακείας ἀμελετήτως εἶχεν, ὡς τὸν Γεώργιον (ἦν γὰρ δὴ Χαναναῖος κἀκεῖνος καὶ διὰ τοῦτο πρὸς τὸν ὁμογενῆ καὶ ὁμόφυλον ἐπιτηδείως εἶχε) χαίρειν τε τούτῳ, πάλαι τῇ διαστροφῇ κατειλημμένον τοῦ δόγματος, καὶ εὕρεμα εἶναι τῷ Ἀετίῳ κατ᾽ ἐξουσίαν προκείμενον.

Οὐ τοίνυν λανθάνει ταῦτα τὸν γνήσιον αὐτοῦ ζηλωτὴν Εὐνόμιον τοῦτον, ὃς τοῦ κατὰ φύσιν ἑαυτοῦ πατρός, βελτίστου τὰ ἄλλα πλὴν γενέσθαι τοιούτου πατέρα, εὐγνώμονα μὲν καταμαθὼν καὶ νενομισμένην τὴν τοῦ βίου διαγωγήν, μοχθηρὰν δὲ διὰ πενίαν καὶ μυρίων γέμουσαν πόνων· γεωργὸς γάρ τις ἦν ἐπικεκυφὼς τῷ ἀρότρῳ καὶ πολὺν πόνον περὶ τὸ βραχὺ γήδιον ἔχων, διὰ δὲ τοῦ χειμῶνος ὅτε τῶν περὶ τὴν γῆν καμάτων εἶχε τὴν ἄδειαν, τὰ πρῶτα στοιχεῖα καὶ τὰς συλλαβὰς τοῖς παιδίοις ὑποχαράσσων εὐμηχάνως διὰ τῶν μισθωμάτων ἐκείνων τὰ πρὸς τὸν βίον ἐπεσιτίζετο· ταῦτα τοίνυν περὶ τὸν ἑαυτοῦ πατέρα βλέπων ἐρρῶσθαι φράσας τῷ τε ἀρότρῳ καὶ τῇ σμινύῃ καὶ πᾶσι τοῖς πατρικοῖς ἐργαλείοις, ὡς ἂν μὴ καὶ αὐτὸς προσταλαιπωροίη τοῖς ὁμοίοις τῶν πόνων, πρῶτον μὲν τῆς Προυνίκου σοφίας γίνεται μαθητής, καὶ γράφειν εἰς τάχος ἐκμελετήσας συνῆν τὰ πρῶτα τῶν ἐκ τοῦ γένους οἶμαί τινι, μισθὸν τῆς ἐν τῷ γράφειν ὑπηρεσίας τὴν τροφὴν ἔχων, εἶτα παιδαγωγῶν τοῦ τρέφοντος αὐτὸν τὰ μειράκια κατ᾽ ὀλίγον εἰς ῥητορικῆς ἐπιθυμίαν προέρχεται. καὶ τὰ ἐν τῷ μέσῳ παρίημι, τόν τε ἐπὶ τῆς πατρίδος αὐτοῦ βίον καὶ ἐφ᾽ οἷς ἐν τῇ Κωνσταντινουπόλει κατελήφθη καὶ μετὰ τίνων.

Μετὰ δὲ ταῦτα περὶ χλανίδα καὶ ζώνην ἀσχοληθείς, ὥς φασιν, ἐπειδὴ πάντα μικρὰ καὶ οὐδὲν τῆς ἐπιθυμίας ἄξιον ἐκ τῆς περὶ ταῦτα σπουδῆς ἑώρα συναγειρόμενον, καταλιπὼν τὰ λοιπὰ τοῦ βίου ἐπιτηδεύματα μόνον ἐξ ἁπάντων ἐθαύμασε τὸν Ἀέτιον, οὐκ ἀσυνέτως οἶμαι, πρός γε τὸν ἑαυτοῦ σκοπόν, εἰς ἐπίνοιαν βίου τοῦτο ἐπιλεξάμενος. ἀφ᾽ οὗ γὰρ μετέσχε τῆς ἀπορρήτου ταύτης σοφίας, ἐξ ἐκείνου “πάντα ἄσπαρτα αὐτῷ καὶ ἀνήροτα φύεται.„ σοφὸς γάρ τίς ἐστι περὶ ἃ τὴν σπουδὴν ἔχει, καὶ ἔγνω πῶς ἄν τις μάλιστα τοὺς ἐμπαθεστέρους τῶν ἀνθρώπων προσοικειώσαιτο. ἐπειδὴ γὰρ εὐάλωτόν ἐστιν ὡς τὰ πολλὰ δι᾽ ἡδονῆς τὸ ἀνθρώπινον, καὶ πολλὴ πρὸς τὸ πάθος τοῦτο τῆς φύσεώς ἐστιν ἡ εὐκολία, ἐκ τῶν τραχυτέρων ἐπιτηδευμάτων πρὸς τὸ τῆς ἡδονῆς λεῖον ἑτοίμως καταπιπτούσης, ὡς ἂν μάλιστα κοινωνοὺς ἑαυτῷ πολλοὺς τῆς νόσου τῶν δογμάτων προσεταιρίσαιτο. τούτου χάριν ἡδὺς γίνεται τοῖς ὑπ᾽ αὐτοῦ τελουμένοις, τὸ πρόσαντες καὶ ἐπίπονον τῆς ἀρετῆς ὡς ἀπίθανον εἰς τὴν τοῦ μυστηρίου παραδοχὴν ἀποβάλλων.

καὶ οἷα μὲν διδάσκουσιν ἐν ἀπορρήτοις καὶ ὅσα ἐκλαλοῦσιν καὶ εἰς τὸ ἐμφανὲς ἄγουσιν οἱ δι᾽ ἀπάτης παραδεδεγμένοι τὸ μίασμα, τήν τε ἀπόρρητον ἐκείνην μυσταγωγίαν καὶ οἷα παρὰ τοῦ σεμνοῦ τῶν μυστηρίων ἱεροφάντου διδάσκονται, βαπτισμῶν τε τρόπον καὶ φύσεως συνηγορίαν καὶ πάντα τὰ τοιαῦτα, εἴ τινι σχολὴ δι᾽ ἀκριβείας μαθεῖν, ἐκείνους διερωτάτω οἷς ἀνεύθυνον φέρειν τι τῶν ἀπρεπῶν διὰ στόματος· ἡμεῖς δὲ σιγήσομεν. οὐδὲ γὰρ κατηγοροῦντας μεμνῆσθαι τῶν τοιούτων εὐαγὲς τοὺς καὶ λόγῳ τιμᾶν μαθόντας τὴν καθαρότητα οὐδὲ τοῖς ἐκμελεστέροις τῶν διηγημάτων καταρρυπαίνειν τὴν συγγραφήν, κἂν ἡ ἀλήθεια τοῖς λεγομένοις προσῇ.

Πλὴν οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι καθάπερ τῷ Ἀετίῳ πορισμὸς ἦν ἡ ἀσέβεια [ἡ Ἀριστοτέλους κακοτεχνία], τὸν αὐτὸν τρόπον καὶ τῷ κατηρτισμένῳ μαθητῇ κατὰ τὸ ἴσον τῷ διδασκάλῳ λιπαρῶς ἐμβιοτεύειν τῇ ἁπλότητι τῶν ἀπατηθέντων ὑπῆρξε. τί οὖν τοσοῦτον ἠδίκηκεν ὁ κατὰ τὸν Εὔξεινον Πόντον Βασίλειος ἢ ὁ κατὰ τὴν Ἀρμενίαν Εὐστάθιος, περὶ ὧν ἡ μακρὰ παρενθήκη τῆς ἱστορίας ἐξυπτιάζεται; τί τὸν τοῦ βίου σκοπὸν αὐτῶν λελυπήκασι; τί δὲ οὐχὶ μᾶλλον τὴν καινὴν αὐτῶν δόξαν ἐπὶ τὸ μεῖζον ἔθρεψαν; πόθεν γὰρ αὐτοῖς τὸ γνωσθῆναι καὶ εἰς τοσοῦτον ὀνομασθῆναι ἢ οὐχὶ διὰ τῶν ἀνδρῶν ἐκείνων προσγέγονεν, εἴπερ ἀληθεύει κατ᾽ αὐτῶν ὁ κατήγορος;

τὸ γὰρ 〈εὐδοκίμους ὄντας ἐκείνους〉, καθὼς ὁ συγγραφεὺς μαρτυρεῖ, ἀξιομάχους ἑαυτοῖς κρῖναι τοὺς μηδαμόθεν ἔχοντας τὸ γινώσκεσθαι ἀφορμὴ τοῦ μέγα φρονεῖν εἰκότως καθίσταται τοῖς ἀντιταχθεῖσι πρὸς τοὺς πλέον ἔχειν ὑπειλημμένους τῶν ἄλλων· ἐκ δὲ τούτου περιῆν τὸ συσκιάζεσθαι μὲν τοῦ προτέρου βίου τὸ ταπεινὸν καὶ ἀνώνυμον, ἀπὸ δὲ τῶν μετὰ ταῦτα γνωρίμους εἶναι, ἃ φευκτὰ μὲν ἄλλως ἐστὶν τοῖς γε νοῦν ἔχουσιν (οὐ γὰρ ἄν τις εὔξαιτο τῶν εὖ φρονούντων μέγας ἐν κακῷ νομισθῆναι), τοῖς δὲ τοιούτοις ὁ ἀκρότατος ὅρος τῆς εὐκληρίας δοκεῖ· καθάπερ φασὶ τῶν ἀδόξων τινὰ καὶ ταπεινῶν κατὰ τὴν Ἀσίαν ὀνομαστὸν γενέσθαι παρ᾽ Ἐφεσίοις ἐπιθυμήσαντα μέγα μέν τι καὶ λαμπρὸν ἔργον μηδὲ εἰς νοῦν βαλέσθαι (μηδὲ γὰρ δύνασθαι), γενέσθαι δὲ τῶν ἐπὶ τοῖς μεγίστοις γνωρισθέντων διασημότερον, ὑπερβολήν τινα βλάβης ἐξευρόντα κατὰ τῶν Ἐφεσίων. εἶναι μὲν γάρ τι τῶν δημοσίων παρ᾽ αὐτοῖς λαμπρότητι πάσῃ καὶ πολυτελείᾳ περίβλεπτον, τὸν δὲ ἄνθρωπον πυρὶ τὴν μεγαλουργίαν ἐκείνην ἐξαφανίσαντα ὁμολογῆσαι τὸ τῆς ψυχῆς πάθος ἐπὶ τῇ τόλμῃ κρινόμενον, ὅτι τὸ παρὰ πολλῶν γνωσθῆναι μέγα ποιούμενος ἐπενόησε τῷ μεγέθει τοῦ κακοῦ τὸ ὄνομα τοῦ τετολμηκότος συμμνημονεύεσθαι. τοιαύτη καὶ τούτοις ἡ τῆς περιφανείας ὑπόθεσις, πλὴν ὅσον πρὸς τὸ μεῖζον ἐν τῷ κακῷ τὴν παραλλαγὴν ἔχει.

οὐ γὰρ ἀψύχοις οἰκοδομήμασιν, ἀλλ᾽ αὐτῇ τῇ ζώσῃ οἰκοδομίᾳ τῆς ἐκκλησίας διαλυμαίνονται, οἷόν τι πῦρ τὴν τοῦ δόγματος ἐνέντες παραφοράν.

Ἀλλὰ τὸν μὲν περὶ τοῦ δόγματος λόγον εἰς τὸν ἴδιον καιρὸν ὑπερθήσομαι. τέως δὲ νῦν ὁ διὰ τὸ ἀληθεύειν μισεῖσθαι παρὰ τῶν ἀπίστων ἐν προοιμίοις αἰτιασάμενος οἵᾳ κέχρηται τῇ ἀληθείᾳ σκοπήσωμεν· οὐδὲ γὰρ ἴσως ἀπὸ καιροῦ καὶ διὰ τῶν ἔξω τοῦ δόγματος λόγων ὅπως ἔχει περὶ τὴν ἀλήθειαν μαθόντας τεκμηρίῳ τούτῳ καὶ πρὸς τὰ δόγματα χρήσασθαι. Ὁ γὰρ πιστός, φησίν, ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστι. μέλλων γὰρ τὴν 〈Ὑπὲρ τῆς ἀπολογίας ἀπολογίαν〉 συγγράφειν, τὴν καινὴν καὶ παράλογον ταύτην τοῦ λόγου καὶ ἐπιγραφὴν καὶ ὑπόθεσιν, τὴν αἰτίαν λέγει τῆς τοιαύτης παραδοξολογίας οὐχ ἑτέρωθεν ἀλλ᾽ ἐκ τοῦ ἀντειπόντος αὐτῷ πρὸς τὸν πρότερον γεγενῆσθαι λόγον. ἐκείνῳ μὲν γὰρ ἦν τῷ λόγῳ 〈Ἀπολογία τὸ〉 ὄνομα· λαβομένου δὲ τοῦ διδασκάλου ἡμῶν, ὡς μόνοις τοῖς κατηγορουμένοις τῆς ἀπολογίας πρεπούσης, εἰ δέ τις ἐφ᾽ ἑαυτοῦ κατ᾽ ἐξουσίαν γεγράφοι, ἄλλο τι καὶ οὐκ ἀπολογίαν εἶναι τὸ συγγραφόμενον, τὸ μὲν μὴ δεῖν ἐπὶ προλαβούσῃ κατηγορίᾳ τὴν ἀπολογίαν ποιεῖσθαι διὰ τὸ περιφανὲς τῆς ἀτοπίας οὐκ ἀντιλέγει, ὡς δὲ κατηγορηθεὶς ἐπὶ τοῖς μεγίστοις πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολογήσασθαί φησιν.

ὅσον δὲ τὸ ψεῦδός ἐστιν ἐν τούτοις, πρόδηλον ἐξ αὐτῶν οἶμαι τῶν εἰρημένων γενήσεσθαι. 〈Πολλὰ καὶ δυσβάστακτα πάθη〉 παρὰ τῶν κατακρινάντων αὐτοῦ γεγενῆσθαι κατῃτιάσατο· καὶ ταῦτα ἔξεστιν ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῦ γεγραμμένων μαθεῖν. πῶς οὖν ταῦτα πέπονθεν, εἴπερ ἐπὶ ταῖς αἰτίαις ἀπολελόγηται; εἰ μὲν γὰρ ἐχρήσατο πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων τῇ ἀπολογίᾳ, ψευδὴς ἡ τραγῳδία πάντως ἐκείνη καὶ μάτην συμπέπλασται· εἰ δὲ πέπονθεν ἅπερ εἴρηκε, δηλονότι μὴ ἀπολογησάμενος πέπονθε. πάσης γὰρ ἀπολογίας οὗτός ἐστιν ὁ σκοπός, τὸ μὴ ἐᾶσαι παρακρουσθῆναι διὰ συκοφαντίας τοὺς κυρίους τῆς ψήφου· εἰ μὴ ἄρα τοῦτο λέγειν ἐπιχειρήσει, ὅτι τὴν μὲν ἀπολογίαν ἐπὶ τῆς κρίσεως προεβάλετο, προσαγαγέσθαι δὲ τοὺς δικάζειν λαχόντας οὐ δυνηθεὶς τῶν ἀντιδικούντων ἠλαττώθη. ἀλλ᾽ οὐδὲ εἶπεν ἐπὶ τῆς κρίσεως τοιοῦτον οὐδὲν οὐδ᾽ ἐμέλλησε. πῶς γάρ; ὅς γε ὁμολογεῖ διὰ τοῦ συγγράμματός που τοῖς ἐχθροῖς τε καὶ πολεμίοις δικασταῖς χρήσασθαι μὴ ἐθελῆσαι· 〈ἡμεῖς γάρ〉, φησίν, 〈ὅτι σιωπῶντες ἑάλωμεν, ὁμολογοῦμεν, κακούργων καὶ πονηρῶν εἰς τὴν τῶν δικαζόντων χώραν εἰσφρησάντων〉.

ἔνθα καὶ σφόδρα σφαδάζων, ὡς οἶμαι, καὶ τῷ λογισμῷ πρὸς ἑτέροις ὤν, ἐμπλακέντα τῷ λόγῳ τὸν σολοικισμὸν εὐπαρύφως οὐ κατενόησε, πάνυ σοβαρῶς τῇ λέξει τῶν 〈εἰσφρησάντων〉 ὑπαττικίσας· ὡς ἡ χρῆσις ἄλλη μὲν παρὰ τοῖς κατωρθωκόσι τὸν λόγον, ἣν ἴσασιν οἱ τοῖς τοῦ ῥήτορος λόγοις καθομιλήσαντες, ἄλλη δὲ παρὰ τῷ νέῳ ἀττικιστῇ ἐνομίσθη. ἀλλ᾽ οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον.

Μικρὸν δὲ προελθὼν καὶ τοῦτο προστίθησιν· 〈εἰ γὰρ ὅτι μὴ τοῖς κατηγόροις δικασταῖς ἐχρησάμην, διὰ τοῦτο ἀναιρεῖν οἴεται τὴν ἀπολογίαν, λέληθεν αὑτὸν λίαν ὢν ἀκέραιος〉. πότε οὖν ὁ δριμὺς καὶ ἐπὶ τίνων ἀπολελόγηται ὁ τοὺς μὲν δικαστὰς διὰ τὴν ἔχθραν παραγραψάμενος, παρὰ δὲ τὴν κρίσιν, ὡς αὐτὸς διαβεβαιοῦται, σιγήσας; ὁρᾶτε τὸν σφοδρὸν τῆς ἀληθείας ἀγωνιστήν, ὡς δι᾽ ὀλίγου μεταβαλλόμενος αὐτομολεῖ πρὸς τὸ ψεῦδος καὶ τῷ ῥήματι τιμῶν τὴν ἀλήθειαν ἐπὶ τῶν ἔργων ἀντικαθίσταται. ἀλλ᾽ ἐκεῖνο χαρίεν, ὅτι καὶ πρὸς αὐτὴν ἀτονεῖ τὴν συνηγορίαν τοῦ ψεύδους. πῶς γὰρ ὁ αὐτὸς καὶ δικαίως πρὸς τὴν ἐπενεχθεῖσαν κρίσιν ἀπολελόγηται καὶ φρονίμως πάλιν διὰ τὸ ἐν ἐχθροῖς εἶναι τὴν κρίσιν ἀπεσιώπησε; καίτοι καὶ δι᾽ αὐτοῦ τοῦ λόγου, ᾧ τὴν 〈Ἀπολογίαν〉 ἐπέγραψε, φανερῶς δείκνυται τὸ μηδαμῶς συστῆναι αὐτῷ δικαστήριον.

οὐ γὰρ πρὸς δικαστὰς ὡρισμένους τὸ προοίμιον τοῦ λόγου προτείνεται, ἀλλὰ πρός τινας ἀορίστους ἀνθρώπους, τούς τε κατὰ τὸν καιρὸν ἐκεῖνον ὄντας καὶ τοὺς ὕστερον γενησομένους· ἐφ᾽ οἷς ἔγωγε καὶ αὐτὸς συντίθεμαι μεγάλης αὐτῷ δεῖν τῆς ἀπολογίας, οὐ κατὰ τὴν νῦν συγγραφεῖσαν ἑτέρας πάλιν ἀπολογίας εἰς συνηγορίαν προσδεομένην, ἀλλά τινος γεννικῆς τε καὶ ἔμφρονος πεῖσαι τοὺς ἀκούοντας δυναμένης, ὅτι μὴ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς ἦν ὅτε ταῦτα συνέγραφεν, ὃς δικαστήριον ἑαυτῷ συνεκρότει τῶν μήτε παρόντων, τάχα δὲ μηδὲ γενηθέντων ἀνθρώπων, καὶ τοῖς οὐκ οὖσιν ἀπελογεῖτο καὶ παρῃτεῖτο τοὺς μὴ γεγονότας 〈μήπω τῷ πλήθει διακρίνειν τῆς ἀληθείας τὸ ψεῦδος, τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον συνάπτοντας〉. πρέπει γὰρ ὄντως πρὸς τοὺς τοιούτους δικαστὰς τοὺς ἔτι ἐν τῇ ὀσφύϊ τῶν πατέρων ὄντας τὴν τοιαύτην ἀπολογίαν προτείνεσθαι καὶ οἴεσθαι δίκαια λέγειν, ὅτι ταῖς πάντων δόξαις μόνος ἀντιβαίνειν ἔγνωκε καὶ τῶν κατὰ πᾶσαν τὴν οἰκουμένην τὸ ὄνομα τοῦ Χριστοῦ δοξαζόντων ἀξιοπιστοτέραν οἴεται τὴν πεπλανημένην ἑαυτοῦ τῆς ψυχῆς φαντασίαν.

Γραφέτω, εἰ δοκεῖ, καὶ τῆς δευτέρας ἀπολογίας ἀπολογίαν ἄλλην· ἡ γὰρ νῦν οὐ διόρθωσις τῶν ἡμαρτημένων, κατασκευὴ δὲ μᾶλλον τῶν ἐγκλημάτων ἐστί. τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶσα νόμιμος ἀπολογία πρὸς τὴν τοῦ ἐπενεχθέντος ἐγκλήματος ἀναίρεσιν βλέπει; οἷον ὁ κλοπῆς ἢ φόνου ἤ τινος ἑτέρου πλημμελήματος αἰτίαν ἔχων ἢ ἀρνεῖται καθόλου τὴν πρᾶξιν ἢ εἰς ἕτερον μετατίθησι τοῦ κακοῦ τὴν αἰτίαν ἢ εἰ μηδὲν δύναιτο τούτων, συγγνώμην καὶ ἔλεον αἰτήσει παρὰ τῶν κυρίων τῆς ψήφου. ἐνταῦθα δὲ οὔτε ἄρνησιν ὁ λόγος τῶν ἐπενεχθέντων ἔχει οὔτε τὴν εἰς ἑτέρους μετάστασιν οὔτε καταφεύγει πρὸς ἔλεον οὔτε τὴν πρὸς τὸ μέλλον εὐγνωμοσύνην κατεπαγγέλλεται, ἀλλ᾽ αὐτὸ τὸ κατηγορούμενον ἔγκλημα διὰ φιλοπονωτέρας κατασκευῆς ἰσχυροποιεῖται. τὸ μὲν γὰρ προφερόμενον, καθὼς αὐτὸς οὗτός φησιν, 〈ἀσεβείας〉 ἐστὶ 〈γραφή〉, οὐκ ἀόριστον αὐτῷ τὴν αἰτίαν ἐπάγουσα, ἀλλ᾽ αὐτὸ προφέρουσα τῆς ἀσεβείας τὸ εἶδος· ἡ δὲ ἀπολογία τὸ δεῖν ἀσεβεῖν κατασκευάζει, οὐκ ἀναιροῦσα τὴν αἰτίαν, ἀλλὰ βεβαιοῦσα τὸ ἔγκλημα.

ἀδήλων μὲν γὰρ ὄντων τῶν τῆς εὐσεβείας δογμάτων ἧττον ἴσως ἦν ἐπικίνδυνον τὸ κατατολμᾶν τῆς καινότητος· πάσαις δὲ τῶν εὐσεβούντων ψυχαῖς παγίας τῆς τοῦ ὀρθοῦ λόγου διδασκαλίας ἐνυπαρχούσης ὁ τὰ ἐναντία τοῖς κοινῇ παρὰ πάντων ἐγνωσμένοις βοῶν ἆρα ἀπολογεῖται ὑπὲρ ὧν ἐγκαλεῖται, ἢ μᾶλλον ἐφέλκεται καθ᾽ ἑαυτοῦ τὴν τῶν ἀκουόντων ὀργὴν καὶ πικρότερος ἑαυτοῦ κατήγορος ἵσταται; ἐγὼ μὲν τοῦτό φημι. ὥστε εἴπερ εἰσὶ κατὰ τὸν λόγον τοῦ συγγραφέως ἢ ἀκροαταὶ τῶν ἀπολογηθέντων ἢ κατήγοροι τῶν κατὰ τῆς εὐσεβείας αὐτῷ τολμηθέντων, αὐτὸς εἰπάτω ἢ πῶς οἱ κατήγοροι καθυφήσουσιν ἢ τίνα οἱ δικασταὶ περὶ αὐτοῦ τὴν ψῆφον ἐξοίσουσι, προκατασκευαζομένου διὰ τῆς ἀπολογίας τοῦ πλημμελήματος.

Ἀλλὰ ταῦτα μὲν οὐκ οἶδα πῶς παρενέπεσεν ἐκ τῆς ἀκολουθίας τοῦ λόγου τῷ μὴ καλῶς προῆχθαι τὴν ἀπολογίαν. οὐδὲ γὰρ περὶ τοῦ πῶς ἐχρῆν ἀπολογήσασθαι πρόκειται νῦν ἐξετάζειν, ἀλλ᾽ εἰ ἀπολελόγηται ὅλως. πρὸς δὲ τὸ προτεθὲν ἐπανέλθωμεν, ὅτι τοῖς ἰδίοις ἁλίσκεται φανερῶς οὕτως ὁ δυσχεραίνων τὸ ψεῦδος· 〈κεκρίσθαι〉 λέγει καὶ 〈παρανόμων ἐπιτυχεῖν δικαστῶν〉 καὶ 〈διὰ γῆς καὶ θαλάσσης ἀγόμενος πρὸς ἡλίου τε φλογμὸν καὶ κόνιν κακοπαθῆσαι〉· εἶτα πάλιν περιστέλλων τὸ ψεῦδος ἥλῳ τὸν ἧλον κατὰ τὴν παροιμίαν ἐκκρούει, ἄλλῳ ψεύδει τοῦτο τὸ ψεῦδος ἐπανορθούμενος. πάντων γὰρ αὐτῷ συνεπισταμένων ὅτι οὐδεμίαν ἔρρηξεν ἐν δικαστηρίῳ φωνήν, παρῃτῆσθαί φησι τὸ τῶν ἐχθρῶν δικαστήριον καὶ σιγῶν ἁλῶναι. πῶς ἄν τις μᾶλλον ἐξελεγχθείη καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς ἑαυτὸν ἐναντίως ἔχων; ὅταν ἐγκαλῆται περὶ τῆς ἐπιγραφῆς τοῦ λόγου, τῇ κρίσει τὴν ἀνάγκην τῆς ἀπολογίας προστίθησιν· ὅταν ἐλέγχηται μηδὲν ἐπὶ τῶν δικαζόντων εἰπών, ἀρνεῖται τὴν κρίσιν καὶ ἀπαξιοῖ τοὺς δικάζοντας. ὁρᾶτε τὸν σφοδρὸν τοῦτον πρόμαχον τῆς ἀληθείας, ὡς ἐρρωμένως πρὸς τὸ ψεῦδος ἀντικαθίσταται.

εἶτα τοιοῦτος ὢν 〈πονηρὸν〉 καὶ 〈κακοήθη〉 καὶ 〈ψεύστην〉 τὸν μέγαν Βασίλειον ὀνομάζειν τολμᾷ, καὶ ἔτι πρὸς τούτοις 〈θρασύν, ἀμαθῆ, παρέγγραπτον, τῶν θείων ἀμύητον〉, προστίθησι δὲ τῷ καταλόγῳ τῆς λοιδορίας καὶ 〈παραπληξίαν〉 καὶ 〈μανίαν〉 καὶ μυρία τοιαῦτα σποράδην παντὶ καταμιγνύων τῷ λόγῳ, ὥσπερ ἐξαρκεῖν οἰόμενος τὴν ἑαυτοῦ πικρίαν ἀντίρροπον ταῖς πάντων ἀνθρώπων μαρτυρίαις γενήσεσθαι, οἳ καὶ τὸ ὄνομα τοῦ μεγάλου καθάπερ τινὸς τῶν ἀρχαίων ἁγίων τεθήπασι, καὶ νομίζει τὸν ἄτρωτον τῷ μώμῳ δύνασθαι μόνον διὰ τῆς λοιδορίας λυμήνασθαι. οὐχ οὕτω ταπεινὸς ὁ ἥλιος, ὡς μέχρις ἐκείνου φθάσαι τὸν κατ᾽ αὐτοῦ λίθους ἢ ἄλλο τι βάλλοντα· πάλιν γὰρ ἐπαναστρέφει τὰ βληθέντα κατὰ τοῦ πέμψαντος, ὁ δὲ σκοπὸς μένει τῆς βολῆς ὑψηλότερος.

κἄν τις ὡς ἀλαμπῆ διαβάλλῃ τὸν ἥλιον, οὐ τὸ φῶς τῆς ἀκτῖνος ἐκ τῶν σκωμμάτων ἠμαύρωσεν, ἀλλ᾽ ὁ μὲν ἥλιος ἔσται καὶ σκωπτόμενος ἥλιος, τοῦ δὲ λοιδοροῦντος ὡς ἀφεγγῆ τὴν ἀκτῖνα ἡ πήρωσις τῶν ὁρατικῶν αἰσθητηρίων ἀπελεγχθήσεται· κἂν ὅτι μάλιστα τούς τε ἀκουσομένους καὶ τοὺς ἐντευξομένους πείθειν ἐθέλῃ καθ᾽ ὁμοιότητα τῆς ἀπολογίας ἐκείνης μὴ ταῖς πάντων περὶ τοῦ ἡλίου δόξαις προστίθεσθαι μηδὲ τὴν τῶν πολλῶν πεῖραν τῆς ἰδίας ὑπολήψεως ποιεῖσθαι κυριωτέραν, 〈τῇ πλείονι μοίρᾳ τὸ κρεῖττον προσάπτοντας〉, μάτην ἐπὶ τῶν βλεπόντων παραληρήσει καὶ εἰς οὐδὲν πλέον ταῖς κοιναῖς δόξαις ἑαυτὸν ἀντιστήσει.

Εἴ τις οὖν εὔνους τῷ Εὐνομίῳ, πεισάτω χαλινὸν αὐτὸν ἐπιθεῖναι τῷ στόματι μηδὲ ἀφηνιάζειν τῇ ἀταξίᾳ τοῦ λόγου μηδὲ πρὸς κέντρα λακτίζειν μηδὲ θρασυστομεῖν κατὰ τοῦ τιμίου ὀνόματος, ἀλλὰ καὶ τῇ μνήμῃ λαμβάνοντα μόνον τὸν μέγαν Βασίλειον εὐλαβείας καὶ δέους τὴν ψυχὴν ἀναπίμπλασθαι. τί γὰρ αὐτῷ καὶ πλέον ἐκ τῆς ἀμέτρου πομπείας ταύτης γενήσεται, ὅταν ὁ μὲν τοιοῦτος δοκῇ παρὰ πᾶσιν οἷον αὐτὸν ἀνακηρύττει ὁ βίος, ὁ λόγος, ἡ κοινὴ τῆς οἰκουμένης περὶ αὐτοῦ μαρτυρία, ὁ δὲ κακίζειν ἐπιχειρῶν τὸν ἑαυτοῦ δεικνύῃ τρόπον, ὡς μὴ δυνάμενος, καθώς φησί που τὸ εὐαγγέλιον, ἀγαθὰ λαλεῖν τῷ πονηρὸς εἶναι, ἀλλ᾽ ἐκ τοῦ περισσεύματος τῆς καρδίας φθέγγεσθαι καὶ ἐκ τοῦ πονηροῦ θησαυροῦ προχειρίζεσθαι; ὅτι γὰρ ψιλὰ τῆς λοιδορίας ἐστὶ τὰ ῥήματα τῆς τῶν πραγμάτων ἀληθείας οὐ προσαπτόμενα, ἐξ αὐτῶν ἐστι τῶν γεγραμμένων ὁ ἔλεγχος. ὑπέθετό τινα τόπον ἐν ᾧ τὸν περὶ τῶν δογμάτων ἀγῶνα συστῆναί φησιν, ἀνώνυμον δὲ τοῦτον καὶ οὐδενὶ γνωρίμῳ σημείῳ δηλούμενον, ὥστε ἀνάγκην εἶναι τῷ ἀκροατῇ πεπλανημένως τῶν ἀδήλων καταστοχάζεσθαι· ἐν τούτῳ φησὶ 〈σύλλογον〉 γεγενῆσθαι τῶν 〈πανταχόθεν λογάδων〉 καὶ ἐνακμάζει τῷ λόγῳ νεανικῶς, “ὑπ᾽ ὄψιν ἄγων„ δῆθεν τὴν τῶν πραγμάτων διασκευήν.

εἶτα 〈διδασκάλοις τισὶ〉 λέγει, μηδὲ τούτων ὀνομαστὶ μεμνημένος, 〈τὸν περὶ τῶν ἐσχάτων προκεῖσθαι δρόμον, ὑποφωνεῖν〉 δὲ παρόντα τὸν ἡμέτερον καθηγητὴν καὶ πατέρα, 〈τῆς δὲ κρίσεως πρὸς τοὺς ἐναντίους τὸ κράτος μετατιθείσης φεύγειν〉 αὐτὸν 〈τοὺς τόπους, καταλιπόντα τὴν τάξιν〉, καί τινα 〈καπνὸν τῆς πατρίδος μεταδιώκειν〉, καὶ πολύς ἐστι διασύρων ἐν τῇ ὑπογραφῇ τῆς δειλίας τὸν ἄνδρα· ἅπερ ἔξεστιν ἐκ τῶν ἐκεῖ γεγραμμένων τῷ βουλομένῳ μαθεῖν. οὐ γὰρ ἐμοὶ σχολὴ πάντα τὸν ἔμετον τῆς ἐκείνου χολῆς τῶν ἐμῶν λόγων κατασκεδάζειν, ἀλλ᾽ οὗ χάριν ἐπεμνήσθην τῶν εἰρημένων, πρὸς τοῦτο καὶ μεταβήσομαι.

Τίς ἐκεῖνος ὁ ἀνώνυμος χῶρος ἐν ᾧ ὁ περὶ τῶν δογμάτων ἐξετάζεται λόγος; τίς 〈ὁ καιρὸς ὁ τοὺς ἀρίστους ἐπὶ τὸν ἀγῶνα καλῶν〉; τίνες 〈οἱ ἄνθρωποι οἱ διὰ γῆς καὶ θαλάττης πρὸς τὴν κοινωνίαν τῶν πόνων ἑαυτοὺς κατεπείξαντες〉; τίνα λέγει 〈κόσμον ἐπὶ τοῖς ἐκβησομένοις μετέωρον, ἀναμένοντα τῆς ψήφου τὴν κρίσιν〉; ἢ τίς 〈ὁ διατιθεὶς τοὺς ἀγῶνας〉; ἢ ταῦτα μὲν ἐάσθω κατὰ τὴν τῶν παίδων ἐν τοῖς διδασκαλείοις συνήθειαν τοῖς τοιούτοις παρευρέμασιν ὄγκον τινὰ καὶ μέγεθος ἐπιμηχανᾶσθαι τῷ λόγῳ, ἐκεῖνο δὲ μόνον εἰπάτω, τίς 〈ὁ ἄμαχος ἐκεῖνος ἀγωνιστὴς ᾧ συμπλακῆναί〉 φησι 〈δειλιᾶσαι〉 τὸν διδάσκαλον ἡμῶν. εἰ μὲν γὰρ καὶ τοῦτο συμπέπλασται, νικάτω πάλιν καὶ τὸ πλέον ἐχέτω τῆς ματαιότητος, ἡμεῖς δὲ σιγήσομεν· ἐν γὰρ τῷ σκιαμαχεῖν ἐπ᾽ οὐδενὶ χρησίμῳ ἡ ἀληθής ἐστι νίκη τὸ τῆς τοιαύτης νίκης ἑκουσίως ὑφίεσθαι· εἰ δὲ περὶ τῶν ἐν Κωνσταντινουπόλει γεγονότων φησὶ κἀκεῖνο τὸ συνέδριον λέγει καὶ ταῖς ἐκεῖ τραγῳδίαις ἐμφλεγμαίνει τῷ λόγῳ καὶ τὸν μέγαν καὶ δυσανταγώνιστον ἀθλητὴν ἑαυτὸν ὀνομάζει, δεξαίμεθα 〈ἂν〉 τὰς αἰτίας, ὅτι παρόντες τῷ καιρῷ τῶν ἀγώνων τοῖς ἀγωνιζομένοις οὐ συνεπλάκημεν.

Δειξάτω τοίνυν ὁ ἐκείνῳ τὴν δειλίαν ἐπονειδίζων, εἰ κατῆλθεν εἰς μέσους αὐτός, εἴ τινα ἔρρηξεν ὑπὲρ τῆς καθ᾽ ἑαυτὸν εὐσεβείας φωνήν, εἰ κατέτεινε λόγον νεανικῶς, εἰ λαμπρῶς πρὸς τοὺς ἀντιτεταγμένους διηγωνίσατο· ἀλλ᾽ οὐκ ἂν εἰπεῖν ἔχοι ἢ ἑαυτῷ μάχεται περιφανῶς. ὡμολόγησε γὰρ σιωπῇ δεδέχθαι τὴν παρὰ τῶν δικαστῶν ἐπενεχθεῖσαν ψῆφον. εἰ τοίνυν ἔδει παρὰ τοὺς ἀγῶνας λέγειν (τοῦτο γὰρ νομοθετεῖ νῦν τῷ συγγράμματι), διὰ τί τότε σιωπῶν κατακρίνεται; εἰ δὲ καλῶς ἐποίησεν ἐπὶ τῶν δικαζόντων τὴν ἡσυχίαν τιμήσας, τίς ἡ ἀποκλήρωσις τὸν μὲν ἐπαινεῖσθαι σιγῶντα, ἡμῖν δὲ πρὸς διαβολῆς εἶναι τὴν ἡσυχίαν; τί ἄν τις ἀδικώτερον τῆς ἀτοπίας ταύτης ἐπινοήσειεν, εἰ τῶν δύο μετὰ τοὺς ἀγῶνας πεποιημένων τὸν λόγον ἑαυτὸν μὲν κατὰ καιρὸν ἀπολελογῆσθαι λέγει, τοσοῦτον τοῦ καιροῦ κατόπιν γενόμενον, τὸν δὲ ἀντειπόντα τῷ λόγῳ κακίζει ὡς τοῦ καιροῦ τῶν ἀγώνων καθυστερήσαντα; ἢ τάχα προδιαβαλεῖν ἔδει τῇ ἀντιρρήσει τὸν μέλλοντα ῥηθήσεσθαι λόγον· τοῦτο γάρ, ὡς ἔοικε, τῷ ἐγκλήματι λείπεται. τί δήποτε προγνούς, ἃ γράφειν ἔμελλε, παρὰ τὸν τῆς κρίσεως ἐκείνης καιρὸν οὐ διήλεγξεν; ὅτι γὰρ οὐκ ἐν τῇ κρίσει τὴν ἀπολογίαν ταύτην πεποίηται, φανερόν ἐστι, δι᾽ ὧν ὡμολόγησε.

πάλιν γὰρ τῶν αὐτῶν ῥημάτων ἐπιμνησθήσομαι. 〈ἡμεῖς γάρ〉, φησίν, 〈ὅτι σιωπῶντες ἑάλωμεν, ὁμολογοῦμεν〉, καὶ τὴν αἰτίαν προστίθησι· 〈πονηρῶν〉, φησίν, 〈ἀνθρώπων〉 τὴν τοῦ δικάζειν ἀξίαν λαχόντων, μᾶλλον δέ, ὡς αὐτὸς λέγει, 〈εἰς τὴν τῶν δικαζόντων χώραν εἰσφρησάντων〉. ὅτι δὲ πάλιν τὸν προσήκοντα καιρὸν τῇ ἀπολογίᾳ προσμαρτυρεῖ, ἐξ ἑτέρων ὧν εἶπε δῆλόν ἐστιν. οὕτω γὰρ ἡ λέξις ἔχει· 〈ἀλλ᾽ ὅτι μέν〉, φησίν, 〈οὐ πλασάμενος, ὑπὸ δὲ τῶν μεσιτῶν ἀναγκαζόμενος κατὰ τὸν προσήκοντα καιρὸν καὶ τρόπον ἐπὶ τὴν ἀπολογίαν προήχθην, ἔκ τε τῶν πραγμάτων αὐτῶν καὶ τῶν τούτου λόγων γέγονε δῆλον〉. τί οὖν ἐρεῖ ὁ πανταχοῦ ῥᾳδίως ἐπιστρέφων τὸν λόγον; οὐκ ἔδει σιωπᾶν ἐπὶ τῶν ἀγώνων Βασίλειον; διὰ τί οὖν ἄφωνος ἐπὶ τῶν αὐτῶν ἀγώνων Εὐνόμιος; ἀλλ᾽ εὔκαιρος ἡ μετὰ τοὺς ἀγῶνας ἀπολογία τούτῳ· πῶς οὖν ἄκαιρος ἡ πρὸς τὰ εἰρημένα μάχη ἐκείνῳ;

Ἀλλὰ πάντων μᾶλλον, ὡς ἔοικεν, ἀληθὴς τοῦ ὁσίου ὁ λόγος, ὅτι ἐν προσποιήσει δὴ τῆς ἀπολογίας κατασκευὴν τῶν δογμάτων ἑαυτοῦ πρὸς τὸ δοκοῦν ἐποιήσατο, καὶ ὁ κατ᾽ ἀλήθειαν τοῦ Φινεὲς ζηλωτής, ὁ ἐξολοθρεύων ἐν τῇ ῥομφαίᾳ τοῦ λόγου πάντα τὸν ἀπὸ τοῦ κυρίου πορνεύσαντα, τὴν ἰατικὴν μὲν τῆς ψυχῆς, ἀναιρετικὴν δὲ τῆς ἀσεβείας ἐπήγαγε μάχαιραν, τὴν ἀντίρρησιν λέγω τῆς βλασφημίας. εἰ δὲ ἀντιτύπως οὗτος ἔχει καὶ τὴν θεραπείαν οὐ δέχεται ὁ τὴν ψυχὴν ἑαυτοῦ διὰ τῆς ἀποστασίας νεκρώσας, τοῦ ἑλομένου τὸ κακὸν ἡ αἰτία· φησὶ τοῦτο καὶ ὁ ἔξωθεν λόγος. τοιοῦτος μὲν οὖν κατά τε τῆς ἀληθείας καὶ καθ᾽ ἡμῶν ὁ Εὐνόμιος. ἡμῖν δὲ ἐξῆν μὲν κατὰ τὸν ἀρχαιότερον νόμον τὸν συγχωροῦντα τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας ἀφθόνως αὐτὸν ἀντιβάλλειν τοῖς ὀνείδεσι καὶ ἐν πολλῇ τῇ ῥᾳστώνῃ πρὸς τὸν λελυπηκότα φιλοτίμως ταῖς λοιδορίαις ἐνδαψιλεύεσθαι· εἰ γὰρ τοσοῦτον ἐκεῖνος εἰς ὕβριν καὶ λοιδορίαν εὐπόρησε κατὰ τοῦ μηδεμίαν εἴσοδον δεδωκότος τῷ μώμῳ, πόσους εἰκὸς εὑρεθῆναι τοιούτους λόγους τοῖς τὸν σεμνὸν αὐτοῦ διακωμῳδοῦσι βίον;

ἀλλ᾽ ἐπειδὴ τῷ εὐαγγελίῳ μαθητεύειν ὑπὸ τοῦ μαθητοῦ τῆς ἀληθείας ἐξ ἀρχῆς ἐπαιδεύθημεν, οὔτε ὀφθαλμὸν ἀντεκκόπτομεν οὔτε ὀδόντα ὀδόντος ἀνταλλασσόμεθα, εἰδότες ὅτι τὰ πονηρὰ τῶν γινομένων τοῖς ἐναντίοις λύεσθαι πέφυκε καὶ οὐκ ἄν τι τῶν κακῶς λεγομένων ἢ πραττομένων εἰς τὸ ἀνήκεστον προχωρήσειεν, εἴ τι τῶν χρηστοτέρων διὰ μέσου παρεμπεσὸν τὸ συνεχὲς τῆς τῶν κακῶν ἀκολουθίας ἐκκόψειεν. οὐκοῦν καὶ ἡ τοῦ λοιδορεῖσθαι καὶ ὑβρίζειν ἀκολουθία διὰ μακροθυμίας ἵσταται τῆς ἐπὶ τὰ πρόσω φορᾶς· ὡς εἴ γέ τις ὕβρει τὴν ὕβριν καὶ λοιδορίᾳ τὴν λοιδορίαν ἀμύνοιτο, πλεονάσει πάντως τρέφων διὰ τῶν ὁμοίων τὸ ἄτοπον.

Διὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγον. εἰ δέ τις παραιτεῖσθαί με τὸ λοιδορεῖν δι᾽ ἀπειρίαν τῆς τῶν ὁμοίων ἀντιδόσεως λέγοι, σκεψάσθω ἑαυτόν, ὅση πρὸς τὸ χεῖρόν ἐστιν ἡ εὐκολία δίχα τινὸς πραγματείας αὐτομάτως πρὸς τὴν ἁμαρτίαν κατολισθαίνουσα. τὸ γὰρ γίνεσθαι κακὸν ἐν τῷ προελέσθαι μόνον ἀπόκειται καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ἡ βούλησις. πολὺ δὲ πλέον τὸ εὔκολον ἐν τοῖς κατὰ τὴν γλῶσσάν ἐστι πλημμελήμασι. τὰ μὲν γὰρ λοιπὰ τῶν ἁμαρτημάτων καὶ χρόνου καὶ πραγμάτων καὶ τῆς ἔξωθεν συνεργίας εἰς τὸ γενέσθαι προσδέεται, ἡ δὲ τοῦ λόγου πρόσφυσις κατ᾽ ἐξουσίαν ἔχει τὸ πλημμελεῖν. ἀπόδειξις δὲ τῶν λεγομένων αὐτὸς ὁ ἐν χερσὶν ἡμῶν τοῦ Εὐνομίου λόγος, ὃν ὁ μὴ παρέργως κατανοήσας εὑρήσει τὸ κάταντες τῆς ἐν τοῖς ῥήμασιν ἁμαρτίας, ἣν μιμεῖσθαι πάντως τῶν εὐπορωτάτων ἐστί, κἂν παντελῶς τις ἀμελετήτως ἔχῃ τῆς τοῦ βλασφημεῖν ἐμπειρίας. τί γὰρ δεῖ κάμνειν ὀνοματοποιοῦντα τὰς ὕβρεις, ἐξὸν τοῖς ῥηθεῖσιν αὐτοῖς ἐπὶ τὸν ὑβρίσαντα χρήσασθαι;

πάντα γὰρ ἐν τῷ μέρει τούτῳ τοῦ λόγου ψευδῆ καὶ βλάσφημα πρὸς τὰ ἐν αὐτῷ παραδείγματα συμπεπλασμένα διερραψῴδησε, καὶ οὐκ ἔστιν ὅ τι οὐκ ἐγγέγραπται τῶν ἀτόπων. 〈δεινός〉, φησίν, 〈ἐριστικός, ἀληθείας ἐχθρός, σοφιστής, ἀπατεών, ταῖς τῶν πολλῶν δόξαις καὶ μνήμαις ἀντιταττόμενος, τὸν ἐκ τῶν πραγμάτων οὐκ αἰσχυνόμενος ἔλεγχον, οὐ φόβον ἐκ τῶν νόμων, οὐ ψόγον ἐξ ἀνθρώπων διευλαβούμενος, ἀλήθειαν δεινότητος διακρίνειν οὐκ ἐπιστάμενος〉· προστίθησι τούτοις καὶ 〈ἀναίδειαν καὶ πρὸς τὸ λοιδορεῖν ἑτοιμότητα〉· εἶτα 〈ἐκμελῆ〉 φησι 〈καὶ μαχομένων ὑπονοιῶν πλήρη καὶ ἐξ ἀναρμόστων τὸν λόγον ἁρμόζοντα καὶ ταῖς ἰδίαις φωναῖς μαχόμενον καὶ τὰ ἐναντία φθεγγόμενον〉. καὶ πολλὰ εἰπεῖν περὶ αὐτοῦ κακὰ θέλων, εἶτα τὴν πικρίαν τῆς ψυχῆς ἐμπλῆσαι ἐν τῇ καινότητι τῶν ὕβρεων οὐ δυνάμενος, ἐπειδὴ οὐκ ἔχει ὅ τι καὶ εἴπῃ, πολλάκις ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται καὶ ἅπαξ εἰπὼν ἐπανακυκλοῖ πάλιν καὶ ἐκ τρίτου τὰ αὐτὰ καὶ ἐκ τετάρτου καὶ ὑπὲρ τοῦτο, ὥσπερ τινὰ δίαυλον ἀνακάμπτων τῷ λόγῳ διὰ τῶν αὐτῶν ὕβρεων καὶ τῆς λοιδορίας ληρημάτων, ἄνω καὶ κάτω διὰ τῶν ὁμοίων περιχωρῶν· ὥστε μηκέτι χαλεπαίνειν αὐτοῦ τῇ ἀναισχυντίᾳ τῶν ὕβρεων, ἐν τῷ προσκορεῖ τῶν λεγομένων τὸν θυμὸν ὑπεκλύοντα.

βδελύξαιτο γὰρ ἄν τις μᾶλλον ἢ εἰς ὀργὴν ἔλθοι· οὕτως ἀνδραποδώδη καὶ χαρίτων ἄμοιρα καὶ ἀπὸ τῆς τριόδου τὰ σκώμματα, γραός τινος διακωθωνιζομένης καὶ ὑπ᾽ ὀδόντα γρυζούσης οὐδ᾽ ὁτιοῦν διαφέροντα.

Τί οὖν; ἆρα ἐπεξελθεῖν δεῖ τοῖς καθ᾽ ἕκαστον καὶ περὶ πάντων τῶν ἐφ᾽ ὕβρει ῥηθέντων φιλοπόνως ἀπολογήσασθαι, ὅτι οὐκ ἦν τοιοῦτος καθ᾽ οὗ ταῦτα συμπέπλασται; ἀλλ᾽ οὕτω γ᾽ ἂν καὶ ἡμεῖς συγκαθυβρίζειν δοκοίημεν τὸν ἀντὶ φωστῆρος τῇ γενεᾷ διαλάμψαντα, ἀγαπητῶς τὸ μὴ κακοῦργον καὶ κατεγνωσμένον εἶναι διὰ τῶν λόγων ἀποδεικνύοντες. ἀλλὰ μέμνημαι τῆς θείας ἐκείνης φωνῆς, ὡς προφητικῶς περὶ αὐτοῦ τὰ ἐκ τῆς προφητείας ἐφθέγξατο, ὅπου ταῖς ἀναισχύντοις αὐτὸν τῶν γυναικῶν παρεικάζει, αἳ τὰ ἴδια ὀνείδη ταῖς σωφρονούσαις προφέρουσι. τίνα γὰρ ἐχθρὸν τῆς ἀληθείας οἱ λόγοι κηρύσσουσι; τίνα ταῖς τῶν πολλῶν δόξαις ἀντιτασσόμενον; τίς αἰτεῖται παρὰ τῶν ἐντυγχανόντων αὐτοῦ τῷ συγγράμματι μὴ πρὸς τὸ πλῆθος τῶν μαρτυρούντων ὁρᾶν μηδὲ πρὸς τὴν ἀρχαιότητα βλέπειν μηδὲ πρὸς τὸ ἀξιόπιστον τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ῥέπειν ταῖς γνώμαις; ἆρα τοῦ αὐτοῦ ἐστι καὶ ταῦτα γράφειν καὶ ἐκεῖνα προφέρειν, καὶ ταῖς μὲν ἑαυτοῦ καινοτομίαις ζητεῖν τοὺς ἀκούοντας ἕπεσθαι, φαυλίζειν δὲ πάλιν ἑτέρους ὡς ταῖς κοιναῖς ὑπολήψεσιν ἀντιβαίνοντας;

τὸ δὲ 〈μὴ αἰσχύνεσθαι τὸν ἐκ τῶν πραγμάτων ἔλεγχον〉 καὶ 〈τὸν ἀνθρώπινον ψόγον〉 καὶ ὅσα τοιαῦτα κατὰ ταὐτὸ διεξέρχεται, ταῖς τῶν ἀκουόντων γνώμαις καταλείπω σκοπεῖν ἐπὶ τίνος ἀληθές ἐστι λέγειν, ἆρα τοῦ σωφροσύνην καὶ κοσμιότητα καὶ πᾶσαν καθαρότητα ψυχῆς τε καὶ σώματος διὰ τῆς ἀκριβεστάτης ἐγκρατείας νομοθετοῦντος ὁμοίως ἑαυτῷ τε καὶ τοῖς πλησιάζουσιν, ἢ τοῦ κελεύοντος μὴ παρέχειν πράγματα τῇ φύσει πρὸς τὸ δοκοῦν διὰ τῶν τοῦ σώματος ὀρέξεων προϊούσῃ μηδὲ ἀντιβαίνειν ταῖς ἡδοναῖς μηδὲ ἀκριβολογεῖσθαι περὶ τὴν τοιαύτην τοῦ βίου σπουδήν; οὐδὲ γὰρ εἶναί τινα βλάβην ψυχῆς διὰ τῶν τοιούτων συνισταμένην, ἀλλὰ μόνην ἀρκεῖν τῷ ἀνθρώπῳ τὴν αἱρετικὴν πίστιν πρὸς τελειότητα. εἰ δὲ ἀρνεῖται τὸ μὴ οὕτως ἔχειν αὐτοῖς τὰ διδάγματα, εὐξαίμην ἂν ἔγωγε καὶ τῶν εὖ φρονούντων ἕκαστος ἀληθεύειν αὐτὸν ἐν τοῖς τοιούτοις ἀρνούμενον· ἀλλ᾽ οὐκ ἐάσουσιν αὐτῷ προχωρῆσαι τὴν ἄρνησιν οἱ γνήσιοι μαθηταί, ἢ τὸ μέγιστον αὐτοῦ θεώρημα πεσεῖται καὶ καταλυθήσεται ἡ συσκευὴ τῶν διὰ τοῦτο μάλιστα προσεδρευόντων τῷ δόγματι. 〈ἀναιδὴς〉 δὲ τίς καὶ 〈τὸν ἀνθρώπινον ψόγον οὐκ εὐλαβούμενος〉, ἐκ τῶν ἐν νεότητι βεβιωμένων ἢ ἐκ τῶν μετὰ ταῦτα βούλει σκοπήσωμεν; ἀλλὰ δι᾽ ἀμφοτέρων ἐπ᾽ αὐτὸν ἂν εὕροις ἐπανιοῦσαν τῆς ἀναιδείας τὴν μέμψιν. οὐ τὰ αὐτὰ γὰρ ἑκατέροις οὔτε ἡ νεότης οὔτε ὁ μετὰ ταῦτα μαρτυρεῖ βίος.

ὑπομνησάτω ἑαυτὸν ὁ λογογράφος τῶν τε ἐπὶ τῆς πατρίδος κατὰ τὸν τῆς νεότητος καιρὸν καὶ τῶν ἐν Κωνσταντινουπόλει βεβιωμένων αὐτῷ, καὶ ἀκουσάτω παρὰ τῶν εἰδότων οἷα τῷ συκοφαντουμένῳ συνίσασιν. εἰ δὲ ἐκ τῶν ἐφεξῆς ἐπιτηδευμάτων τις ἐθέλοι σκοπεῖν, αὐτὸς εἰπάτω, τίς ἄξιος τοιούτου ὀνόματος, ὁ τὴν πατρῴαν οὐσίαν καὶ πρὸ τῆς ἱερωσύνης ἀφειδῶς ἀναλώσας τοῖς πένησι καὶ μάλιστα ἐν τῷ τῆς σιτοδείας καιρῷ, καθ᾽ ὃν ἐπεστάτει τῆς ἐκκλησίας, ἔτι ἐν τῷ κλήρῳ τῶν πρεσβυτέρων ἱερατεύων, καὶ μετὰ ταῦτα μηδὲ τῶν ὑπολειφθέντων φεισάμενος, ὡς ἂν καὶ αὐτὸς τὸ τοῦ ἀποστόλου καυχήσαιτο ὅτι Δωρεὰν ἄρτον οὐκ ἔφαγον, ἢ ὁ προσόδων ἀφορμὴν τὴν τοῦ δόγματος προστασίαν πεποιημένος, ὁ εἰσδύνων εἰς τὰς οἰκίας αὐτόκλητος οὐδὲ τὴν ἐκ τοῦ πάθους ἀηδίαν τῇ καθ᾽ ἑαυτὸν διαγωγῇ περιστέλλων οὐδὲ τὴν φυσικὴν τῶν ὑγιαινόντων πρὸς τοὺς τοιούτους ἀποστροφὴν λογιζόμενος, ὁ κατὰ τὸν παλαιὸν νόμον διὰ τὴν ἁφὴν τῆς σημασίας ἔξω τῆς παρεμβολῆς τῶν οἰκούντων ἀφοριζόμενος. 〈Προπετὴς〉 δὲ πάλιν καὶ 〈ὑβριστὴς〉 καὶ 〈καθ᾽ ἑκάτερον ψεύστης〉 ὀνομάζεται παρὰ τοῦ 〈μακροθύμως ἐν πραΰτητι τοὺς ἀντιδιατιθεμένους παιδεύοντος〉. οὕτω γὰρ ἐν τῷ συγγράμματι τοῖς περὶ αὐτοῦ λόγοις ἐνδιαθρύπτεται ὁ μηδεμίαν πικρίας ὑπερβολὴν ἀφιεὶς ἐν οἷς ἄν τι προενεγκεῖν ἐξισχύσῃ.

πόθεν τοίνυν καὶ ἐκ ποίων πραγμάτων τὴν ὕβριν αὐτοῦ καὶ τὸ προπετὲς διελέγχει; 〈ὅτι〉, φησί, 〈καὶ Καππαδόκην ὄντα με Γαλάτην ὠνόμασεν〉. εἶτα τὸν ἐν τῷ μεθορίῳ τῶν πατρίδων τὴν οἴκησιν ἔχοντα ἐν ἀνωνύμῳ τινὶ τῆς Κορνιασπινῆς ἐσχατιᾷ εἰ ἀντὶ τοῦ Ὀλτισηρέως Γαλάτην ὠνόμασεν (εἴπερ δὴ ὅλως καὶ τοῦτο προσειπὼν ἐπιδείκνυται· οὐ γὰρ εὗρον ἐν τοῖς ἡμετέροις βιβλίοις τοῦτο προσκείμενον, δεδόσθω δὲ ὅμως εἰρῆσθαι) ὑπὲρ τούτων 〈προπετὴς〉 καὶ 〈ὑβριστὴς〉 καὶ 〈ψεύστης〉 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα; καὶ οὐ συνίησιν ὁ σοφός, ὅτι ἡ ἐπὶ μικροῖς παρὰ τοῦ συκοφάντου κατηγορία μεγάλην συνηγορίαν τῆς δεξιότητος τοῦ κατηγορουμένου παρίστησιν; οὐ γὰρ ἂν πρὸς κατηγορίαν κεκινημένος τῶν μειζόνων φειδόμενος ἐν τοῖς μικροτέροις ἀπησχόλει τὴν πονηρίαν· ὑπὲρ ὧν καὶ πολύς ἐστιν ἐπαίρων καὶ δεινῶν τὸ ἀδίκημα καὶ σεμνῶς περὶ τοῦ ψεύδους φιλοσοφῶν, ἴσον εἰς ἀτοπίαν κρίνων, ἐάν τε περὶ μειζόνων ἐάν τε περὶ μικροτέρων ὁ λόγος. οἶδε γὰρ κατὰ τοὺς πατέρας αὐτοῦ τῆς αἱρέσεως, τοὺς γραμματεῖς λέγω καὶ Φαρισαίους, ἀκριβῶς μὲν διϋλίζειν τὸν κώνωπα, ἀφειδῶς δὲ καταπίνειν τὴν σκολιὰν κάμηλον τὴν τῷ βάρει τῆς πονηρίας πεφορτισμένην.

πρὸς ὃν οὐκ ἄτοπον ἦν ἴσως εἰπεῖν ὅτι φείδου τῆς τοιαύτης νομοθεσίας ἐν τῇ καθ᾽ ἡμᾶς πολιτείᾳ, τὸ παρ᾽ οὐδὲν ἡγεῖσθαι κελεύειν βραχύτητι πραγμάτων καὶ μεγέθει διακρίνειν τὴν πρὸς τὸ ψεῦδος διαβολήν. οὐ γὰρ ὁμοίως ἁμαρτάνει Παῦλος ψευδόμενος καὶ Ἰουδαϊκῶς ἁγνιζόμενος ἐπὶ καιροῦ τῶν χρησίμως ἀπατωμένων, καὶ Ἰούδας ἐν τῷ τῆς προδοσίας καιρῷ φίλον καὶ προσήγορον σχῆμα ὑποδυόμενος. ἐψεύσατο καὶ Ἰωσὴφ ἐν φιλανθρωπίᾳ τοὺς ἀδελφοὺς διαπαίζων, καὶ ταῦτα τὴν ὑγείαν τοῦ Φαραὼ ἐπομνύμενος· ἀλλ᾽ ἐψεύσαντο καὶ οἱ ἀδελφοὶ κατ᾽ αὐτοῦ πρότερον μὲν θάνατον, μετὰ ταῦτα δὲ δουλείαν διὰ τὸν φθόνον βουλεύσαντες, καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν· ψεύδεται Σάρρα ἐπερυθριῶσα τῷ γέλωτι· ψεύδεται καὶ ὁ ὄφις εἰς θείαν μεταβαίνειν φύσιν τὸν ἄνθρωπον ἐκ τῆς παρακοῆς εἰσηγούμενος. πολλὴ 〈μὲν οὖν〉 τοῦ ψεύδους ἡ πρὸς τὰς ὑποθέσεις διαφορά, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅση, εἴτε ἐκ τῶν ἀρχαίων διηγημάτων εἴτε ἐκ τοῦ νῦν βίου δοκιμάζοις τὸν λόγον. οὐκοῦν καὶ ἡμεῖς δεξώμεθα, ὅτι κατὰ τὴν κοινὴν περὶ τῶν ἀνθρώπων ἀπόφασιν, ἣν διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπεφήνατο ὅτι Πᾶς ἄνθρωπος ψεύστης, καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος συνηνέχθη τῷ ψεύδει, τὴν ὅμορόν τινι χώραν ἀγνοίᾳ ἢ ὑπεροψίᾳ τῆς τοῦ τόπου προσηγορίας κατὰ τὸ συμβὰν ἐπιφημίσας. ἀλλ᾽ ἐψεύσατο καὶ Εὐνόμιος, καὶ τί τὸ ψεῦδος; αὐτῆς τῆς ἀληθείας παραγραφή.

τὸν ἀεὶ ὄντα ποτὲ μὴ εἶναι λέγει, τὸν ἀληθῶς υἱὸν ψευδώνυμον ἔχειν τὴν προσηγορίαν κατασκευάζει, τὸν κτίστην πάντων αὐτὸν κτίσμα εἶναι καὶ ποίημα διορίζεται, τὸν κυριεύοντα τῶν ὅλων δοῦλον προσαγορεύει, τὸν ἐκ φύσεως τὸ ἄρχειν ἔχοντα τῇ δουλευούσῃ φύσει συγκατατάσσει. ἆρα μικρὰ τοῦ ψεύδους ἡ διαφορὰ καὶ τοσαύτη, ὡς ἀντ᾽ οὐδενὸς οἴεσθαί τινα τὸ οὕτως ἢ ἑτέρως ἐψεῦσθαι δοκεῖν;

Ἀλλὰ καὶ 〈τὸν σοφιστικὸν λόγον〉 ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ διδάσκαλος ἡμῶν, ὅτι ἐν τῷ καιρῷ τῆς τῶν πραγμάτων καταστροφῆς οὗτος “ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπηνέγκατο„. τί οὖν ὁ τοὺς σοφιστὰς διελέγχων ποιεῖ; εὐθὺς ἐπιφύεται τῷ τοῦ ἄθλου ὀνόματι καὶ συνομολογεῖσθαι παρ᾽ ἡμῶν φησι τὸ καὶ ἀπολελογῆσθαι καὶ νικῆσαι διὰ τῆς ἀπολογίας καὶ τὸ ἐκ τῆς νίκης ἆθλον διὰ τῶν ἀγώνων κομίσασθαι καὶ συντίθησι συλλογισμόν, διὰ τῶν ἀναντιρρήτων, ὡς οἴεται, συμπεραίνων τὸν λόγον. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ᾽ αὐτοῦ ἐπὶ λέξεως. 〈εἰ γὰρ τὸ ἆθλον, φησί, νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατηγορίαν ἡ δίκη, ὁ τὸ ἆθλον διδοὺς ἀναγκαίαν εἶναι φήσει καὶ τὴν ἀπολογίαν〉. τί οὖν ἡμεῖς;

ἠγωνίσθαι μὲν αὐτὸν καὶ πάνυ σφοδρῶς τε καὶ ἐρρωμένως τὸν πονηρὸν τοῦτον ἀγῶνα τῆς ἀσεβείας οὐκ ἀντιλέγομεν καὶ οὐ μικρῷ τῷ μέτρῳ τοὺς ὁμοίους ὑπερβεβληκέναι καὶ ὑπερέχειν ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν, ἀλλ᾽ οὐχὶ κατὰ τῶν ἀντιτεταγμένων ἐσχηκέναι τὰ νικητήρια, συγκρίσει δὲ τῶν συνδραμόντων αὐτῷ δι᾽ ἀσεβείας ἐπὶ τὴν πλάνην προτερεύειν πάντων ἐν τῇ περιουσίᾳ τοῦ ψεύδους καὶ οὕτω λαβεῖν ἀντὶ τῆς εἰς τὸ κακὸν ὑπερβολῆς ἆθλον τὴν Κύζικον, ὡς πάντων τῶν ἐπὶ τοῖς ὁμοίοις κατὰ τῆς ἀληθείας κονισαμένων τὸ πλέον ἔχοντα, καὶ ἐπὶ τῇ νίκῃ τῇ κατὰ τὴν βλασφημίαν ἀναρρηθῆναι λαμπρῷ καὶ περιφανεῖ τῷ κηρύγματι ἐν τῷ μισθὸν τῆς ἀτοπίας αὐτῷ παρὰ τῶν οὕτως ἀγωνοθετούντων ἐξαιρεθῆναι τὴν Κύζικον. καὶ ὅτι ταῦτα κατὰ τὴν ῥηθεῖσαν διάνοιαν παρ᾽ ἡμῶν ὡμολόγηται, δείκνυσιν ὁ ἡμέτερος λόγος, ὅτι ἀσεβείας ἆθλον, οὐχὶ ἀπολογίας κατόρθωμά φαμεν αὐτῷ γεγενῆσθαι τὴν Κύζικον. τί οὖν κοινὸν ἔχει τὰ παρ᾽ ἡμῶν εἰρημένα πρὸς τὴν παιδιώδη ταύτην τῶν σοφισμάτων πλοκήν, ὡς διὰ τοῦτο συστῆναι αὐτῷ καὶ τὴν δίκην καὶ τὴν ἀπολογίαν κατασκευάζεσθαι; ὅμοιον γὰρ τὸ τοιοῦτον ὥσπερ ἄν τις ἐν συμποσίῳ πλείω τῶν ἄλλων τὸν ἄκρατον ἐγχεάμενος καὶ διὰ τοῦτο γέρως τινὸς παρὰ τῶν συμμεθυόντων ἀξιωθεὶς τὴν ἐν τῷ συμποσίῳ νίκην τεκμήριον ποιοῖτο τοῦ καὶ ἐν δικαστηρίοις δεδικάσθαι καὶ ὑπερέχειν δικασάμενος.

ἐξέσται γὰρ κἀκείνῳ τὴν πλοκὴν τοῦ συλλογισμοῦ τούτου μιμήσασθαι· εἰ τὸ ἆθλον νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατηγορίαν ἡ δίκη, ἐνίκησα τὴν δίκην ἐγώ, ἐπειδὴ πίνων ἐστέφθην ἐν τῷ τῆς πολυποσίας ἀγῶνι. ἀλλ᾽ ἐρεῖ τις πάντως πρὸς τὸν οὕτω καλλωπιζόμενον, ὅτι ἄλλοι ἀγῶνες ἐν δικαστηρίῳ καὶ ἄλλος τρόπος τῆς ἐν συμποσίοις ἀθλήσεως· καὶ ὁ νικήσας διὰ τῆς κύλικος οὐδὲν ἔχει πλέον ἐκ τῆς τοιαύτης νίκης τῶν ἐν δικαστηρίοις ἀντιτεταγμένων αὐτῷ, κἂν τοῖς ἀνθίνοις στεφάνοις ἐπαγλαΐσηται. οὐκοῦν οὐδὲ ὁ τῷ λόγῳ τῆς ἀσεβείας τῶν ὁμοίων προτεταγμένος ἤδη καὶ τοῦ ἐν τῇ κρίσει νενικηκέναι διὰ τοῦ ἄθλου τῆς ἀσεβείας τὴν μαρτυρίαν παρέχεται. τί οὖν συνηγορεῖ τῇ μὴ ῥηθείσῃ ἀπολογίᾳ ἡ τοῦ προέχειν αὐτὸν ἐν ἀσεβείᾳ παρ᾽ ἡμῶν μαρτυρία;

εἰ μὲν γὰρ ἀπολογησάμενος πρὸς τοὺς δικαστὰς καὶ τῶν ἀντιτεταγμένων κρατήσας οὕτως ἐδέξατο τὴν ἐπὶ Κυζίκῳ τιμήν, καιρὸν ἂν εἶχε τὰ ἡμέτερα καθ᾽ ἡμῶν προχειρίζεσθαι· εἰ δὲ συνεχῶς ἐπὶ τοῦ λόγου μαρτύρεται, ὅτι φεύγων τὸ δυσμενὲς τῶν κυρίων τῆς ψήφου σιωπῇ δέχεται τὴν ἐπαχθεῖσαν αὐτῷ τιμωρίαν, ἐν ἐχθροῖς διαθέσθαι τοὺς ἀγῶνας οὐκ ἀνασχόμενος, τί ἑαυτὸν φενακίζει καὶ τῇ φωνῇ τοῦ ἄθλου εἰς μαρτυρίαν τοῦ ἀπολελογῆσθαι συγκέχρηται μὴ συνιεὶς ὁ θαυμάσιος τοῦ ἄθλου τὴν ἔμφασιν, ὅτι καθάπερ τι γέρας καὶ ἀριστεῖον αὐτῷ τῆς κατὰ τὴν ἀσέβειαν ὑπεροχῆς “ἡ Κύζικος προεπόθη„. ἀλλ᾽ ἐπειδὴ πρὸς τὸ δοκοῦν δέχεται τὸ ἆθλον καὶ ὡς δωρεὰν ἐπινίκιον, δεξάσθω καὶ τὸ συνημμένον τῷ λόγῳ, ὅτι ἐν ἀσεβείᾳ τὸ πλέον διὰ τῆς νίκης ἔσχεν. ἐπειδὴ γὰρ τοῖς ἡμετέροις καθ᾽ ἡμῶν ἰσχυρίζεται, ἢ ἀμφοτέροις ἢ οὐθετέροις κεχρῆσθαι δίκαιος.

Ἀλλ᾽ ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος· ἐν δὲ τοῖς λοιποῖς τῶν ἐφ᾽ ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθήσεται; ἐν οἷς 〈δειλόν τε καὶ ἄτολμον καὶ τοὺς τραχυτέρους τῶν πόνων ἀποδιδράσκοντα〉 καὶ πάντα τὰ τοιαῦτα κατ᾽ αὐτοῦ διεξέρχεται, φιλοπόνως διασκευάζων τῆς δειλίας τὰ πάθη, 〈οἰκίσκον λανθάνοντα〉 καὶ 〈θύραν ἀσφαλῶς ἐπικειμένην〉 καὶ 〈πτόησιν πρὸς τὸν φόβον τῶν εἰσιόντων〉 καὶ 〈φωνὴν〉 καὶ 〈βλέμμα〉 καὶ 〈τὰ ἐπὶ τοῦ προσώπου γνωρίσματα〉 καὶ πάντα τὰ τοιαῦτα, δι᾽ ὧν τῆς δειλίας τὸ πάθος διασημαίνεται. ἀλλ᾽ εἰ καὶ μηδὲν ἕτερον κατεψευσμένος ἠλέγχετο, ἱκανὸν ἂν ἦν τοῦτο μόνον αὐτοῦ διελέγξαι τὸν τρόπον. τίς γὰρ οὐκ οἶδε τὸν μέγαν ἐκεῖνον ἀγωνιστὴν ἐν τῷ καιρῷ τῆς τοῦ βασιλέως Οὐάλεντος κατὰ τῶν ἐκκλησιῶν τοῦ κυρίου φιλονεικίας ὅπως ὑπερανέστη τῇ μεγαλοφυΐᾳ τῆς γνώμης τοῦ τοσούτου τῶν πραγμάτων ὄγκου καὶ τῶν φοβούντων ὑψηλότερος ἦν, πάσης τῆς ἐπιμηχανηθείσης αὐτῷ καταπλήξεως ὑπεραρθεὶς τῷ φρονήματι; τίς τῶν κατὰ τὴν ἑῴαν ἀνθρώπων, τίς τῶν κατὰ τὰ τελευταῖα τῆς καθ᾽ ἡμᾶς οἰκουμένης οἰκούντων τὴν ὑπὲρ τῆς ἀληθείας αὐτοῦ μάχην πρὸς τοὺς κρατοῦντας ἠγνόησε; τίς οὐ κατεπλάγη πρὸς τὸν ἀντίπαλον ἀπιδών;

οὐδὲ γὰρ τῶν ἐπιτυχόντων εἷς ἦν οὐδὲ ἐν σοφισματίοις κιβδήλοις τὴν τοῦ νικᾶν ἐκέκτητο δύναμιν, οὗ καὶ τὸ ὑπερέχειν ἄδοξον καὶ τὸ ἡττηθῆναι ἀζήμιον, ἀλλὰ πᾶσαν μὲν ὑφ᾽ ἑαυτὸν εἶχεν εὐθηνουμένην τότε τὴν Ῥωμαίων ἀρχήν· καὶ τῇ τοσαύτῃ βασιλείᾳ κομῶν προείληπτο τῇ κατὰ τοῦ δόγματος ἡμῶν διαβολῇ, Εὐδοξίου τοῦ Γερμανικείας δι᾽ ἀπάτης αὐτὸν πρὸς ἑαυτὸν μεταστήσαντος· πάντας δὲ τοὺς ἐν τέλει καὶ τοὺς περὶ αὐτὸν θεραπευτὰς καὶ τοὺς ἐπὶ τῶν πραγμάτων παραδυναστεύοντας συναγωνιστὰς εἶχε τῆς ἰδίας ὁρμῆς, τοὺς μὲν ἑκουσίως διὰ τὴν ὁμοιοτροπίαν τῆς γνώμης προσκεκλικότας, τοὺς δὲ πολλοὺς τῷ φόβῳ τῆς δυναστείας τὰ πρὸς ἡδονὴν ἑτοίμως χαριζομένους, καὶ διὰ τῆς ἀποτομίας τῆς κατὰ τῶν ἀντεχομένων τῆς πίστεως τῆς ὑγιαινούσης τὴν πρὸς αὐτὸν ἐνδεικνυμένους σπουδήν. ὅτε φυγαὶ καὶ δημεύσεις καὶ ἐξορίαι ἀπειλαί τε καὶ προστιμήματα κίνδυνοι φυλακαὶ δεσμωτήρια μάστιγες καὶ τί γὰρ οὐχὶ τῶν δεινοτάτων ἐνηργεῖτο κατὰ τῶν μὴ συντεθειμένων τῇ τοῦ βασιλέως ὁρμῇ· ὅτε χαλεπώτερον ἦν ἐν οἴκῳ θεοῦ καταληφθῆναι τοὺς εὐσεβοῦντας ἢ ἐπὶ τοῖς πονηροτάτοις τῶν ἐγκλημάτων ἁλῶναι.

ἀλλὰ τὸ μὲν τούτοις πᾶσι καθ᾽ ἕκαστον ἐπεξιέναι μεγάλης τινὸς ἂν δέοιτο συγγραφῆς καὶ χρόνου πολλοῦ καὶ πραγματείας ἰδίας, ἄλλως τε καὶ φανερῶν ἅπασιν ὄντων τῶν τηνικαῦτα κακῶν οὐδὲν ἂν γένοιτο πλέον πρὸς τὸν παρόντα λόγον ἐκ τοῦ μετὰ ἀκριβείας τὰς συμφορὰς ἐκείνας ἐπὶ τῶν πραγμάτων ἐκτίθεσθαι. ὕπεστι δὲ καὶ φορτικὸν ἕτερον ἐν τῷ περὶ αὐτῶν διηγήματι, τὸ καὶ τῶν ἡμετέρων τινὰ μνήμην ἐξ ἀνάγκης ποιήσασθαι καθεξῆς διεξιόντα τὴν τῶν σκυθρωπῶν ἱστορίαν. εἰ γάρ τι καὶ πέπρακται τοιοῦτον ἡμῖν διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας οἷον φιλοτιμίαν φέρειν τῷ διηγήματι, τοῖς πλησίον καταλιπεῖν ἡ σοφία κελεύει· Ἐγκωμιαζέτω σε γάρ, φησίν, ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη. ὅπερ ὁ τὰ πάντα περιεσκεμμένος μὴ συνειδὼς τὸ πλεῖστον τῆς συγγραφῆς ἐν ταῖς περὶ ἑαυτοῦ μεγαληγορίαις ἠσχόλησε.

Πάντα τοίνυν ἐγὼ τὰ τοιαῦτα παραδραμὼν τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἔργα μετὰ ἀκριβείας ἐκθήσομαι. ἦν τοίνυν ὁ ἀντιτεταγμένος αὐτῷ πρὸς ἀντίπαλον τάξιν βασιλεὺς αὐτός, ὁ δὲ ὑπηρετῶν αὐτοῦ ταῖς ὁρμαῖς ὁ πάσης ἄρχων μετ᾽ ἐκεῖνον τῆς βασιλείας, οἱ συνεργοῦντες δὲ πρὸς τὴν τοιαύτην ἐπιθυμίαν οἱ περὶ αὐτὸν πάντες. προσκείσθω τούτοις καὶ ὁ καιρὸς εἰς ἀκριβεστέραν βάσανον καὶ ἐπίδειξιν τῆς γενναίας τοῦ ἀθλητοῦ πεποιθήσεως. τίς οὖν ἦν ὁ καιρός; ἐξήλαυνε μὲν τῆς Κωνσταντινουπόλεως ἐπὶ τὴν ἑῴαν ὁ βασιλεύς, ἄρτι τοῖς κατὰ τῶν βαρβάρων αὐτῷ κατορθωθεῖσιν ἐπῃρμένος τὸ φρόνημα καὶ οὐδὲν ἀντιβαίνειν αὐτοῦ ταῖς ὁρμαῖς ἀξιῶν· προηγεῖτο δὲ αὐτοῦ τῆς πορείας ὁ ὕπαρχος ἀντ᾽ ἄλλου τινὸς τῶν εἰς τὴν ἀρχὴν ἀναγκαίων τοῦτο προδιοικούμενος, τὸ μή τινα τῶν ἐπὶ τῆς πίστεως ὄντων μένειν ἐφέστιον, ἀλλὰ τούτους μὲν ἀπελαύνεσθαι πάντας πανταχόθεν, ἑτέρους δὲ ἀντ᾽ ἐκείνων πάλιν αὐτοχειροτονήτους τινὰς ἐπὶ ὕβρει τῆς θείας οἰκονομίας εἰσάγεσθαι. μετὰ τοιαύτης οὖν γνώμης καθάπερ νέφους τινὸς χαλεποῦ τῆς δυναστείας ἐκ τῆς Προποντίδος κατὰ τῶν ἐκκλησιῶν κινηθείσης καὶ τῆς μὲν Βιθυνίας ἀθρόως ἐρημωθείσης, Γαλατίας δὲ σὺν πολλῇ τῇ ῥᾳστώνῃ παρασυρείσης καὶ πάντων αὐτοῖς κατὰ νοῦν διὰ μέσου κεχωρηκότων, προὔκειτο ἤδη τῇ ἀκολουθίᾳ τοῦ κακοῦ τὸ ἡμέτερον.

τί οὖν ὁ μέγας τότε Βασίλειος 〈ὁ δειλός〉, ὥς φησιν οὗτος, 〈καὶ ἄτολμος καὶ ὑποπτήσσων τὰ φοβερὰ καὶ οἰκίσκῳ λανθάνοντι τὴν σωτηρίαν πιστεύων〉; ἆρα κατεπλάγη τὴν τοῦ κακοῦ προσβολήν; ἆρα τὸ πάθος τῶν προεαλωκότων σύμβολον πρὸς τὴν ἀσφάλειαν τῶν καθ᾽ ἑαυτὸν ἐποιήσατο; ἆρα κατεδέξατο τοὺς εἶξαι πρὸς ὀλίγον τῇ ῥύμῃ τοῦ κακοῦ συμβουλεύοντας μηδὲ εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἐμβαλεῖν ἐπὶ ἀνθρώπων καταγυμνασθέντων τοῖς αἵμασιν; ἢ πᾶσα λόγων ὑπερβολὴ καὶ πᾶν ὕψος νοημάτων τε καὶ ῥημάτων κάτω που τῆς ἀληθείας ἐλέγχεται; πῶς γὰρ ἄν τις διεξέλθοι τῷ λόγῳ τὴν τοσαύτην τῶν φοβερῶν καταφρόνησιν; πῶς ἄν τις ὑπ᾽ ὄψιν ἀγάγοι τὸν καινὸν ἐκεῖνον ἀγῶνα, ὃν οὔτε παρὰ ἀνθρώπων οὔτε πρὸς ἀνθρώπους εἰκότως ἄν τις συστῆναι φήσειεν, ἀλλ᾽ ἀρετὴν καὶ παρρησίαν Χριστιανοῦ πρὸς δυναστείαν φονῶσαν ἀνταγωνίζεσθαι;

Ἐκάλει μὲν γὰρ πρὸς ἑαυτὸν προλαβὼν τὴν τοῦ βασιλέως ἐπιστασίαν ὁ ὕπαρχος ὁ καὶ ἄλλως οὖσαν φοβερὰν διὰ τὸ μέγεθος τὴν ἀρχὴν φοβερωτέραν τῇ ἀφειδίᾳ τῶν τιμωριῶν καταστήσας, καὶ μετὰ τὰς τραγῳδίας ἐκείνας, ἃς κατὰ Βιθυνῶν ἐξειργάσατο, Γαλατῶν ὑπὸ τῆς συνήθους εὐκολίας ἀκονιτὶ παραστάντων, ἕτοιμον ᾤετο καὶ τὸ καθ᾽ ἡμᾶς αὐτῷ πρὸς τὸ δοκοῦν ἀπαντήσεσθαι. τῆς δὲ τῶν ἔργων ἀποτομίας προοίμιον ὁ λόγος ἐγίνετο ἀπειλαῖς ὁμοῦ μεμιγμένος καὶ ὑποσχέσεσι, πεισθέντι μὲν τὴν ἐκ βασιλέως τιμὴν καὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας προτείνων, ἐνισταμένῳ δὲ πάντα ὅσα πικρία ψυχῆς προσλαβοῦσα τὸ δύνασθαι κατ᾽ ἐξουσίαν βουλεύεται. τὰ μὲν οὖν παρ᾽ ἐκείνων τοιαῦτα. ὁ δὲ ἡμέτερος τοσοῦτον ἀπέσχεν εἰς κατάπληξίν τινα διὰ τῶν ὁρωμένων ἢ λεγομένων ἐλθεῖν, ὥστε καθάπερ τις ἰατρὸς ἢ σύμβουλος ἀγαθὸς εἰς διόρθωσιν πλημμελημάτων παρακληθεὶς καὶ ὑπὲρ τῶν προτετολμημένων αὐτοῖς μεταγινώσκειν ἐνεκελεύετο καὶ τὸ λοιπὸν παύσασθαι κατὰ τῶν δούλων τοῦ κυρίου φονῶντας· εἶναι γὰρ αὐτοῖς τῆς ἐπινοίας πλέον οὐδὲν ἐπὶ τῶν μόνην τὴν τοῦ θεοῦ βασιλείαν καὶ τὸ ἀθάνατον κράτος θεραπευόντων. μηδὲ γὰρ δύνασθαι τοὺς κακοποιεῖν βουλομένους εὑρεῖν τι τοιοῦτον ὃ λυπήσει τὸν Χριστιανὸν ἢ ῥηθὲν ἢ γινόμενον.

δήμευσις οὐχ ἅψεται, φησί, τοῦ μόνην κεκτημένου τὴν πίστιν· ὑπερορισμὸς οὐ φοβήσει τὸν πάσης τῆς γῆς μετὰ τῆς αὐτῆς γνώμης ἐπιβατεύοντα καὶ πᾶσαν μὲν ὡς ἀλλοτρίαν διὰ τὸ πρόσκαιρον τῆς ἐνοικήσεως, πᾶσαν δὲ πάλιν ὡς οἰκείαν διὰ τὸ ὁμόδουλον τῆς κτίσεως βλέποντα. τὸ δὲ πληγὰς ἢ πόνους ἢ θάνατον ὑποστῆναι, ὅταν ὑπὲρ τῆς ἀληθείας ἐξῇ, μηδὲ γυναιξὶ τοῦτο φόβον παρέχειν, ἀλλ᾽ εἶναι πᾶσι Χριστιανοῖς τὸν ἀνωτάτω τῆς εὐκληρίας ὅρον τὸ ὑπὲρ τῆς ἐλπίδος τι ταύτης τῶν ἀνηκέστων παθεῖν· λυπεῖσθαι δὲ μόνον ἔλεγεν ὅτι εἷς ἐστιν ἐν τῇ φύσει ὁ θάνατος καὶ οὐδεμίαν μηχανὴν ἐξευρίσκει πολλοῖς δυνηθῆναι θανάτοις τῆς ἀληθείας προαγωνίσασθαι.

Οὕτω δὲ αὐτοῦ πρὸς τὰς ἀπειλὰς ἐκείνας ἑαυτὸν ἀντεπαίροντος καὶ πάντα τὸν ὄγκον τῆς δυναστείας ἐκείνης ἀντ᾽ οὐδενὸς παραβλέποντος, ὥσπερ ἐπὶ σκηνῆς ἀθρόως ἐν ταῖς τῶν προσώπων ὑπαλλαγαῖς ἀνθ᾽ ἑτέρων ἕτερα δείκνυται, τὸν αὐτὸν τρόπον καὶ ἡ πικρία τῶν ἀπειλῶν ἐξαίφνης εἰς κολακείαν μετεσκευάζετο καὶ μεταβαλὼν ὁ τέως βαρὺς καὶ καταπληκτικὸς τῷ φρονήματι τοὺς ἐπιεικεῖς τε καὶ ὑφειμένους τῶν λόγων Σὺ δέ, φησί, μὴ μικρὸν ποιοῦ βασιλέα τὸν μέγαν τῷ σῷ καταμιχθῆναι λαῷ, ἀλλὰ δέξαι κἀκείνου κληθῆναι διδάσκαλος μηδὲ ἀντιβῇς τῷ βουλήματι· βούλεται δὲ μικροῦ τινος τῶν ἐν τῇ πίστει γεγραμμένων ὑφαιρεθέντος, τῆς τοῦ ὁμοουσίου λέξεως, τοῦτο γενέσθαι. ἀλλὰ τὸ μὲν μετασχεῖν τῆς ἐκκλησίας τὸν βασιλέα τῶν μεγίστων εἶναι πάλιν ὁ διδάσκαλος ἀποκρίνεται. μέγα γάρ, φησί, τὸ ψυχὴν περισώσασθαι, οὐχ ὅτι βασιλέως, ἀλλ᾽ ὅτι ὅλως ἀνθρώπου· τῆς δὲ πίστεως τοσοῦτον ἀπέχειν ὑφαίρεσιν ἢ προσθήκην ποιήσασθαι, ὡς μηδὲ τὴν τάξιν ἂν ὑπαλλάξαι τῶν γεγραμμένων. ταῦτα 〈ὁ δειλός τε καὶ ἄνανδρος.

ὁ πρὸς τὸν ψόφον τῆς θύρας ἐπτοημένος〉, πρὸς τὸν τοσοῦτον τῷ ἀξιώματι καὶ εἶπε τῷ λόγῳ καὶ διὰ τῶν ἔργων τὸ ῥηθὲν ἐπιστώσατο· ὃς τὴν τῶν ἐκκλησιῶν τότε καταστροφὴν οἷόν τινα χειμάρρουν διὰ τῶν δυναστειῶν ῥέουσαν ἔστησεν ἐν ἑαυτῷ καὶ ἀπέστρεψε, μόνος ἀρκέσας τῇ τοῦ κακοῦ προσβολῇ, καθάπερ τις ἐν θαλάσσῃ πέτρα μεγάλη καὶ ἄσειστος ἀντὶ κύματος πολλοῦ καὶ μεγάλου τὴν τῶν δεινῶν προσβολὴν ἐν ἑαυτῷ περιθρύψας.

Καὶ οὐ μέχρι τούτων ἔστη τὰ τῆς ἀγωνίας αὐτῷ, ἀλλ᾽ ἐκδέχεται πάλιν ὁ βασιλεὺς τὴν πεῖραν αὐτός, ἀγανακτῶν ὅτι μὴ κατὰ τὴν πρώτην προσβολὴν τὰ καθ᾽ ἡδονὴν κατειργάσατο. ὥσπερ τοίνυν διὰ τοῦ μαγείρου Ναβουζαρδὰν ἐπὶ τῶν Ἱεροσολύμων ποτὲ ὁ Ἀσσύριος τὴν τοῦ ναοῦ καθαίρεσιν τῶν Ἰσραηλιτῶν κατειργάσατο, οὕτω καὶ οὗτος Δημοσθένει τινὶ τῷ ἐπὶ τῶν ὄψων τεταγμένῳ καὶ τῶν μαγείρων ἄρχοντι ὡς ἰταμωτέρῳ τῶν ἄλλων τὴν τοιαύτην ὑπηρεσίαν προστάξας κρατήσειν ᾤετο τοῦ παντὸς ἐγχειρήματος. πάντα τοίνυν ἐκείνου διακυκῶντος καί τινος τῶν ἐκ τοῦ Ἰλλυρικοῦ θεομάχων πυκτίον ἔχοντος ἐν χερσὶ καὶ τοὺς ἐν τέλει πρὸς τοῦτο πάντας ἀθροίζοντος καὶ χαλεπώτερον τῆς προλαβούσης ὁρμῆς τοῦ Μοδέστου πάλιν τὴν ὀργὴν ἀναφλέξαντος, πάντες μὲν συνεκινοῦντο πρὸς τὴν τοῦ βασιλέως ὀργὴν συναγανακτοῦντες αὐτῷ χαλεπαίνοντι καὶ τῷ τῆς ἐξουσίας θυμῷ χαριζόμενοι, πάντες δὲ τῷ φόβῳ τῶν προσδοκωμένων προκατεβέβληντο. πάλιν γὰρ ἐκεῖνος ὁ ὕπαρχος, πάλιν [φόβων] ἐπαναστάσεις τῶν προτέρων σφοδρότεραι καὶ τῶν ἀπειλῶν προσθῆκαι καὶ ὁ θυμὸς ἀκμαιότερος καὶ ἡ περὶ τὸ δικαστήριον τραγῳδία, κήρυκες εἰσαγωγεῖς ῥαβδοῦχοι κιγκλίδες παραπετάσματα, δι᾽ ὧν εὐκόλως καὶ τὰ τῶν σφόδρα παρεσκευασμένων καταπτοεῖται φρονήματα· καὶ πάλιν ὁ ἀθλητὴς τοῦ θεοῦ τοῖς δευτέροις τῶν ἀγώνων καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσι δόξαν ὑπερβαλλόμενος.

εἰ δὲ ζητεῖς τούτων τὰς ἀποδείξεις, εἰς αὐτὰ βλέπε τὰ πράγματα. ποῖον γὰρ οὐκ ἐπενείματο τόπον τῶν ἐκκλησιῶν ἡ τηνικαῦτα καταστροφή; ποῖον ἔμεινεν ἔθνος τῆς τῶν αἱρετικῶν ἐπιστασίας ἀπείρατον; τίς τῶν κατὰ τὰς ἐκκλησίας εὐδοκιμούντων οὐκ ἀπεσείσθη τῶν πόνων; ποῖος διέφυγε λαὸς τὴν τοιαύτην ἐπήρειαν; οὐ Συρία πᾶσα καὶ τῶν ποταμῶν ἡ μέση μέχρι τῶν πρὸς τοὺς βαρβάρους ὅρων, οὐ Φοινίκη καὶ Παλαιστίνη καὶ Ἀραβία καὶ Αἴγυπτος καὶ τὰ ἔθνη τῆς Λιβύης ἕως τοῦ τέρματος τῆς καθ᾽ ἡμᾶς οἰκουμένης, οὐ τὰ ἐπὶ τάδε πάντα, Ποντικοὶ καὶ Κίλικες Λύκιοι Λυδοὶ Πισίδαι Πάμφυλοι Κᾶρες Ἑλλησπόντιοι νησιῶται μέχρι τῆς Προποντίδος αὐτῆς, οὐ τὰ ἐπὶ Θρᾴκης πάντα ἕως ἦν ἡ Θρᾴκη καὶ τὰ περὶ αὐτὴν ἔθνη ἕως πρὸς τὸν Ἴστρον αὐτόν· τί τῶν πάντων ἐπὶ σχήματος ἔμεινε, πλὴν εἰ μή τι προκατείχετο τῷ τοιούτῳ κακῷ; ἀλλὰ μόνος ἐκ πάντων ὁ Καππαδόκειος λαὸς τῆς κοινῆς τῶν ἐκκλησιῶν συμφορᾶς οὐκ ἐπῄσθετο, ὃν ὁ μέγας πρόμαχος ἡμῶν ἐπὶ τῶν πειρασμῶν διεσώσατο.

Ταῦτα τὰ 〈τῆς δειλίας〉 τοῦ διδασκάλου ἡμῶν ἀποτελέσματα· ταῦτα τοῦ 〈κατεπτηχότος τοὺς τραχυτέρους τῶν πόνων〉 τὰ κατορθώματα, οὐκ ἐν γραϊδίοις δυστήνοις εὐδοκιμοῦντος οὐδὲ ἀπατᾶν γυναικάρια πρὸς πᾶσαν ἀπάτην εὐκόλως ἔχοντα μελετῶντος οὐδὲ ὑπὸ τῶν κατεγνωσμένων καὶ κατεφθαρμένων θαυμάζεσθαι μέγα κρίνοντος, ἀλλὰ διὰ τῶν ἔργων δείξαντος τὴν ἰσχὺν τῆς ψυχῆς καὶ τὸ ἄτρεπτον καὶ ἀνδρεῖον καὶ γεννικὸν τοῦ φρονήματος. οὗ τὸ κατόρθωμα σωτηρία μὲν τῆς πατρίδος ἁπάσης, εἰρήνη δὲ τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας, ὑπόδειγμα δὲ παντὸς ἀγαθοῦ τοῖς κατ᾽ ἀρετὴν ζῶσιν, ἀνατροπὴ τῶν ἐναντίων, συνηγορία τῆς πίστεως, ἀσφάλεια τῶν ἀσθενεστέρων, βεβαίωσις τῶν προθυμοτέρων, πάντα ὅσα τῆς κρείττονος μοίρας εἶναι πεπίστευται. ἐπὶ τούτων μόνων τῶν διηγημάτων ἀκοή τε καὶ ὄψις [ἐπὶ] τῶν πραγμάτων συμβαίνουσι· ταὐτὸν γάρ ἐστι λόγῳ τε τὰ καλὰ διηγήσασθαι καὶ ἔργῳ δεῖξαι τὴν μαρτυρίαν τῶν λόγων καὶ ἀμφότερα δι᾽ ἀλλήλων πιστώσασθαι, τήν τε μνήμην ἀπὸ τῶν φαινομένων καὶ τὰ πράγματα διὰ τῶν λεγομένων.

Ἀλλὰ γὰρ οὐκ οἶδ᾽ ὅπως τοσοῦτον ἔξω τῶν προκειμένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ᾽ ὕβρει ῥηθέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τῷ Εὐνομίῳ κέρδος οὐ μικρὸν ἡ περὶ τὰ τοιαῦτα τοῦ λόγου διατριβὴ ἐν τῇ τῶν ἀνθρωπίνων ἀδικημάτων κατηγορίᾳ τοῖς κυριωτέροις προσβῆναι κωλυομένου. ὥσπερ οὖν τὸν ἐπὶ φόνῳ κρινόμενον ὑπὲρ τῆς ἐν ῥήμασι προπετείας κακίζειν τῶν ἀχρήστων ἐστίν (ἀρκεῖ γὰρ ὁ φόνος ἀπελεγχθεὶς τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκεῖν, κἂν μηδεμία προπέτεια λόγων τῷ μιαιφόνῳ συναπελέγχηται), οὕτω μοι καλῶς ἔχειν δοκεῖ μόνην αὐτοῦ τὴν ἀσέβειαν εἰς ἔλεγχον ἀγαγεῖν, τὰς δὲ καθ᾽ ἡμῶν λοιδορίας χαίρειν ἐᾶσαι. δῆλον γὰρ ὅτι περὶ τὰ μέγιστα καὶ κυριώτατα τῆς πονηρίας φωραθείσης καὶ τὰ λοιπὰ πάντα τῇ δυνάμει συναπελέγχεται, κἂν μὴ τοῖς καθ᾽ ἕκαστον ἀκριβῶς ἐπεξίωμεν. ἔστι τοίνυν τὸ κεφάλαιον τῶν παρ᾽ αὐτοῦ κατασκευαζομένων βλασφημία μὲν εἰς τὸ δόγμα τῆς εὐσεβείας ἔν τε τῷ προάγοντι λόγῳ καὶ ἐν τῷ νῦν παρ᾽ ἡμῶν εὐθυνομένῳ, σπουδὴ δὲ πᾶσα καθελεῖν καὶ παραγράψασθαι καὶ ἀνατρέψαι παντελῶς τὰς περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὰς περὶ τοῦ ἁγίου πνεύματος εὐσεβεῖς ὑπολήψεις.