Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Έλεγχος της ευνομιανής ιεράρχησης ουσιών και ενεργειών

Ανασκευή της αιρετικής διδασκαλίας περί διαβαθμίσεων της ουσίας, της απλότητας και της αγαθότητας στα πρόσωπα της Αγίας Τριάδας, και απόδειξη του αδιαίρετου της θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 14

ὡς ἂν οὖν μάλιστα ψευδὴς καὶ ἀσύστατος ἐπιδειχθείη ἡ κατὰ τῶν δογμάτων τῆς ἀληθείας κατασκευή, πρῶτον μὲν ἐπὶ λέξεως αὐτοῦ τὴν περὶ τούτων παραθήσομαι ῥῆσιν, ἔπειτα δὲ πάλιν ἐπελεύσομαι τοῖς εἰρημένοις, ἕκαστον αὐτῶν ἐξετάζων χωρίς. 〈Πᾶς ὁ τῶν καθ᾽ ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἔκ τε τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας καὶ ἐκ τῆς δι᾽ ἐκείνην μὲν οὔσης μετ᾽ ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης καὶ τρίτης γε τῆς μηδεμιᾷ μὲν τούτων συνταττομένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ τὴν ἐνέργειαν καθ᾽ ἣν γέγονεν ὑποταττομένης, συμπεριλαμβανομένων δηλαδὴ πρὸς τὴν τοῦ παντὸς λόγου συμπλήρωσιν καὶ τῶν ταῖς οὐσίαις παρεπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων.

πάλιν δ᾽ αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην τὰς δὲ δευτέραν ἐπέχειν τάξιν, συνόλως τε εἰπεῖν πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα· ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν καθ᾽ ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ᾽ ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας τὰς ἐνεργείας ἐμφαινόντων.

οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατηρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμφυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιουμένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσεχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυμένων τὴν πίστιν καὶ τῶν ἀμφισβητουμένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν, ἁρμοδιωτέραν γε μὴν καὶ τοῖς πᾶσιν ἀνυσιμωτέραν ἡγεῖσθαι τὴν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ δεύτερα κάθοδον〉.

Ἡ μὲν οὖν τεχνολογία τῆς βλασφημίας αὕτη, ὁ δὲ θεὸς ἡμῖν ὁ ἀληθινὸς ὁ τοῦ ἀληθινοῦ θεοῦ υἱὸς διὰ τῆς τοῦ ἁγίου πνεύματος ὁδηγίας κατευθύνοι τὸν λόγον πρὸς τὴν ἀλήθειαν. πάλιν δὲ τὰ εἰρημένα καθεξῆς ἀναλάβωμεν. εἶπε 〈τῶν καθ᾽ ἑαυτὸν δογμάτων συμπληροῦσθαι τὸν λόγον ἐκ τῆς ἀνωτάτης καὶ κυριωτάτης οὐσίας καὶ ἐκ τῆς δι᾽ ἐκείνην μὲν οὔσης, μετ᾽ ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης καὶ τρίτης γέ〉 φησι 〈τῆς μηδεμιᾷ τούτων συνταττομένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ τὴν ἐνέργειαν ὑποταττομένης〉. πρῶτον τοίνυν τῶν ἐν τῷ λόγῳ κακουργηθέντων τοῦτό ἐστιν, ὅτι τὸ δόγμα τὸ μυστικὸν ἐπαγγειλάμενος ἡμῖν ἐκθήσεσθαι ὥσπερ ἐπιδιορθούμενος τὰς εὐαγγελικὰς φωνὰς οὐκ ἐκείνοις κέχρηται τοῖς ὀνόμασι, δι᾽ ὧν παρέδωκεν ὁ κύριος τὸ μυστήριον ἐν τῇ τελειώσει τῆς πίστεως, ἀλλὰ τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀποσιωπήσας ἀντὶ μὲν 〈τοῦ〉 πατρὸς ἀνωτάτω τινὰ καὶ κυριωτάτην οὐσίαν λέγει, ἀντὶ δὲ τοῦ υἱοῦ τὴν δι᾽ ἐκείνην μὲν οὖσαν, μετ᾽ ἐκείνην δὲ τῶν ἄλλων πρωτεύουσαν, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος τὴν μηδεμιᾷ τούτων συνταττομένην ἀμφοτέραις δὲ ὑποτεταγμένην.

καίτοιγε εἰ οὕτως εἰπεῖν οἰκειότερον ἦν, οὐκ ἂν πάντως ἠπόρησεν ἡ ἀλήθεια τῆς τῶν ῥημάτων τούτων εὑρέσεως οὐδ᾽ ἂν πάντως οἱ καθεξῆς ἐκδεξάμενοι τοῦ μυστηρίου τὸ κήρυγμα, οἵ τε ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι καὶ οἱ μετ᾽ ἐκείνους πᾶσαν τὴν οἰκουμένην τῶν εὐαγγελικῶν δογμάτων καταπληρώσαντες, καὶ πάλιν οἱ μετὰ ταῦτα κατὰ καιρούς τινας τὰς περὶ τοῦ δόγματος κινουμένας ἀμφιβολίας ἐν κοινῷ συνεδρίῳ διαλαβόντες, ὧν αἱ παραδόσεις ἔγγραφοι ταῖς ἐκκλησίαις ἀεὶ διασῴζονται, εἰ ταῦτα λέγειν ἐχρῆν, οὐκ ἂν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐποιοῦντο τὴν μνήμην, εἴπερ ὅλως εὐσεβὲς ἢ ἀκίνδυνον ἦν πρὸς τὴν καινότητα ταύτην μεταχαράττειν τὰ τῆς πίστεως ῥήματα· ἢ πάντες ἀμαθεῖς ἦσαν ἐκεῖνοι καὶ ἀκατήχητοι τῶν μυστηρίων καὶ 〈τῶν προσφυῶν〉, ὥς φησιν οὗτος, 〈ὀνομάτων〉 ἀνήκοοι οἱ μήτε εἰδότες μήτε θελήσαντες τῶν παραδοθέντων ἡμῖν παρὰ τῆς θείας φωνῆς ὀνομάτων τὰς ἰδίας ἐννοίας προτιμοτέρας ποιήσασθαι; ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκείαν αὐτῶν καὶ φυσικὴν πρὸς ἄλληλα σχέσιν ὑπ᾽ αὐτῶν τῶν ὀνομάτων ἐπιγινώσκουσι. τὸ γὰρ τῆς φύσεως συγγενὲς ἐκ τῶν προσηγοριῶν τούτων αὐτομάτως διερμηνεύεται.

ἵνα οὖν μὴ ταῦτα νοῆται περὶ τοῦ ἀληθινοῦ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ, διὰ τοῦτο ὑποκλέπτει τῶν ἀκουόντων τὴν διὰ τῶν ὀνομάτων συνεισιοῦσαν τῆς οἰκειότητος ἔμφασιν, καὶ καταλιπὼν τὰ θεόπνευστα ῥήματα διὰ τῶν ἐπινοηθέντων ἐπὶ λύμῃ τῆς ἀληθείας ποιεῖται τὴν τοῦ δόγματος ἔκθεσιν.

Καλῶς δὲ τοῦτό φησιν, οὐ τῶν καθόλου τῆς ἐκκλησίας δογμάτων, ἀλλὰ τῶν καθ᾽ ἑαυτοὺς ἐν τούτοις 〈συμπληροῦσθαι τὸν λόγον〉. ἔστι δὲ πρόχειρος μὲν παντὶ τῷ γε νοῦν ἔχοντι τῆς ἀσεβείας τῶν εἰρημένων ἡ κατανόησις. οὐδὲν δὲ ἴσως ἀπὸ καιροῦ καὶ καθ᾽ ἕκαστον διεξετάσαι τῷ λόγῳ, τί βουλόμενος τὸ 〈ἀνώτατόν τε καὶ κυριώτατον〉 μόνῃ προσμαρτυρεῖ τοῦ πατρὸς τῇ οὐσίᾳ, οὔτε τοῦ υἱοῦ οὔτε τοῦ ἁγίου πνεύματος ἄνω τε καὶ κυρίαν εἶναι συγχωρῶν τὴν οὐσίαν. οἶμαι γὰρ ἔγωγε μελέτην εἶναι ταύτην τῆς παντελοῦς κατὰ τὴν οὐσίαν ἀρνήσεως τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος, καὶ τοῦτο λεληθότως κατασκευάζεσθαι διὰ τῆς τοιαύτης τεχνολογίας, τὸ μέχρις ὀνόματος εἶναι ταῦτα δοκεῖν, τὴν δὲ ἀληθῆ τῆς ὑποστάσεως αὐτῶν ὁμολογίαν διὰ τῆς τοιαύτης κατασκευῆς ἀθετεῖσθαι· καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ χαλεπῶς ἄν τις κατανοήσειε μικρὸν προσδιατρίψας τῷ λόγῳ. οὐκ ἔστι τοῦ νομίζοντος ἀληθῶς εἶναι κατ᾽ ἰδίαν ὑπόστασιν τὸν μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἀκριβολογεῖσθαι περὶ τὴν ὁμολογίαν τῶν ὀνομάτων, οἷς ἀποσεμνύνειν οἴεται δεῖν τὸν ἐπὶ πάντων θεόν· ἦ γὰρ ἂν ἦν τῆς ἐσχάτης εὐηθείας τῷ πράγματι συντιθέμενον μικρολογεῖσθαι περὶ τὰ ῥήματα. νυνὶ δὲ τῷ μόνῃ προσμαρτυρῆσαι τοῦ πατρὸς τῇ οὐσίᾳ τὸ 〈ἀνώτατόν τε καὶ κυριώτατον〉 ἔδωκε διὰ τῆς σιωπῆς περὶ τῶν ὑπολοίπων ὡς οὐ κυρίως ὑφεστώτων στοχάζεσθαι.

πῶς γὰρ ἔστιν ἀληθῶς εἶναί τι λέγειν, ᾧ μὴ προσμαρτυρεῖται τὸ κυρίως εἶναι; ἀνάγκη γὰρ ἐφ᾽ ὧν οὐχ ὁμολογεῖται τὸ κύριον, τοῖς ἀντιδιαστελλομένοις τῶν ὀνομάτων συντίθεσθαι. τὸ γὰρ μὴ κύριον ἄκυρον πάντως· ὥστε ἡ τοῦ μὴ κυρίως εἶναι κατασκευὴ τῆς παντελοῦς ἀνυπαρξίας ἀπόδειξις γίνεται. πρὸς ἣν ἔοικεν ὁ Εὐνόμιος βλέπων ταῦτα καινοτομεῖν ἐν τῷ καθ᾽ ἑαυτὸν δόγματι τὰ ὀνόματα. οὐ γὰρ δὴ δι᾽ ἀπειρίαν φήσει τις αὐτὸν εἰς ἀνόητον ὑπόληψιν ἐκπεσόντα τοπικῶς τὸ ἄνω πρὸς τὸ ὑποβεβηκὸς διαστέλλειν καὶ τῷ πατρὶ καθάπερ γεώλοφόν τινα σκοπιὰν ἀφορίζοντα τὸν υἱὸν τοῖς κοιλοτέροις ἐγκαθιδρύειν. οὐδεὶς γὰρ οὕτω παῖς τὴν διάνοιαν, ὡς ἐπὶ τῆς νοερᾶς τε καὶ ἀσωμάτου φύσεως τὴν κατὰ τόπον διαφορὰν ἐννοεῖν. ἴδιον γὰρ σωμάτων ἡ ἐπὶ τόπου θέσις, τὸ δὲ τῇ φύσει νοερόν τε καὶ ἄϋλον πόρρω τῆς κατὰ τόπον ἐννοίας ὁμολογεῖται. τίς οὖν ἡ αἰτία τοῦ 〈ἀνωτάτω〉 λέγεσθαι μόνου τοῦ πατρὸς τὴν οὐσίαν; εἰς γὰρ ταύτας τὰς ὑπονοίας ἐξ ἀμαθίας τινὸς αὐτὸν παραφέρεσθαι οὐκ ἄν τις εὐκόλως ὑπονοήσειε τὸν ἐν πολλοῖς, οἷς ἐπιδείκνυται, σοφὸν εἶναι προσποιούμενον καί, καθὼς ἀπαγορεύει ἡ θεία γραφή, [καὶ] τὰ περισσὰ σοφιζόμενον.

Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλλου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον, μὴ ὅτι τοῖς ἐπὶ σοφίᾳ πλεονεκτεῖν ὑπειλημμένοις, ὅτι ἀνενδεὴς πρὸς τελείαν ἀγαθότητά τε καὶ δύναμιν καὶ πάντα τὰ τοιαῦτα ἥ τε τοῦ μονογενοῦς καὶ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν ὑπόστασις. τὰ γὰρ ἀγαθὰ πάντα, ἕως ἂν ἀπαράδεκτα τοῦ ἐναντίου μένῃ, ὅρον οὐκ ἔχει τῆς ἀγαθότητος, ἐπειδὴ μόνοις τοῖς ἐναντίοις πέφυκε περιγράφεσθαι, ὡς ἐπὶ τῶν καθ᾽ ἕκαστον ὑποδειγμάτων ἔστιν ἰδεῖν. ἡ δύναμις ἀσθενείας περιλαβούσης ἵσταται, ἡ ζωὴ θανάτῳ περιορίζεται, φωτὸς πέρας τὸ σκότος γίνεται, καὶ πάντα συνελόντι φάναι, τὰ καθ᾽ ἕκαστον ἀγαθὰ τοῖς ἐναντίοις ἐναπολήγει. εἰ μὲν οὖν τρεπτὴν πρὸς τὸ χεῖρον τὴν φύσιν τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος ὑποτίθεται, εἰκότως ἐπ᾽ αὐτῶν κατασμικρύνει τὴν τῆς ἀγαθότητος ἔννοιαν, ὡς δυναμένων καὶ τοῖς ἐναντίοις συνενεχθῆναι. εἰ δὲ ἀνεπίδεκτός ἐστι τοῦ χείρονος ἡ θεία τε καὶ ἀναλλοίωτος φύσις, καὶ τοῦτο παρ᾽ αὐτῶν τῶν ἐχθρῶν ὡμολόγηται, ἀόριστος πάντως ἐν τῷ ἀγαθῷ θεωρεῖται, τὸ δὲ ἀόριστον τῷ ἀπείρῳ ταὐτόν ἐστιν. ἀπείρου δὲ καὶ ἀορίστου πλεονασμὸν καὶ ἐλάττωσιν ἐννοεῖν τῆς ἐσχάτης ἀλογίας ἐστί. πῶς γὰρ ἂν ὁ τῆς ἀπειρίας διασωθείη λόγος, εἰ τὸ πλέον τε καὶ ἔλαττον ἐν αὐτῷ δογματίζοιτο;

ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον διαγινώσκομεν· ἐφ᾽ ὧν δὲ πέρας οὐκ ἔστι, πῶς ἄν τις δυνηθείη τὸ περισσὸν ἐννοῆσαι; ἢ οὐχὶ τοῦτο, χρονικὴν δέ τινα τὴν ὑπεροχὴν ἐννοῶν κατὰ τὰ πρεσβεῖα τῆς ἀρχαιότητος τὸ πλέον νέμει, καὶ διὰ τοῦτο τὴν τοῦ πατρὸς οὐσίαν μόνην ἀνωτάτω φησίν; οὐκοῦν εἰπάτω, τίνι τὸ πλέον τῆς τοῦ πατρὸς ζωῆς διεμέτρησε, μηδενὸς διαστήματος χρονικοῦ προεπινοουμένου τῆς τοῦ μονογενοῦς ὑποστάσεως.

Καίτοι εἰ καὶ τοῦτο ἦν (εἰρήσθω γὰρ καθ᾽ ὑπόθεσιν τέως), ἡ τῷ χρόνῳ προήκουσα τῆς μεταγενεστέρας οὐσίας τί μᾶλλον ἔχει τὸ εἶναι, κατ᾽ αὐτὸν λέγω τὸν τοῦ εἶναι λόγον, ὥστε τὴν μὲν 〈ἀνωτάτω καὶ κυρίαν〉 λέγειν, τὴν δὲ μὴ οὕτως ἔχειν; τοῦ γὰρ προγενεστέρου πρὸς τὸ νεώτερον ὁ μὲν χρόνος τῆς ζωῆς πλείων ἐστίν, ἡ δὲ οὐσία παρὰ τοῦτο οὔτε πλέον οὔτε ἔλαττον ἔχει. σαφέστερον δὲ τοῦτο καὶ δι᾽ ὑποδειγμάτων γενήσεται. τί ἔλαττον εἶχε τοῦ Ἀβραὰμ κατὰ τὸν τῆς οὐσίας λόγον ὁ μετὰ δεκατέσσαρας γενεὰς ἀναδειχθεὶς Δαβίδ; ἆρά τι μετεποιήθη τῆς ἀνθρωπότητος ἐπὶ τούτου καὶ ἧττον ἄνθρωπος ἦν, ὅτι τῷ χρόνῳ μεταγενέστερος; καὶ τίς οὕτως ἠλίθιος ὥστε τοῦτο εἰπεῖν; εἷς γὰρ ἐφ᾽ ἑκατέρων τῆς οὐσίας ὁ λόγος, οὐδὲν τῇ παρόδῳ τοῦ χρόνου συναλλοιούμενος. οὐδ᾽ ἄν τις εἴποι τὸν μὲν μᾶλλον ἄνθρωπον εἶναι διὰ τὸ προήκειν τῷ χρόνῳ, τὸν δὲ ἔλαττον μετέχειν τῆς φύσεως, ὅτι μεθ᾽ ἑτέρους τῇ ζωῇ ἐπεδήμησεν, ὥσπερ ἢ προαναλωθείσης ἐν τοῖς προλαβοῦσιν τῆς φύσεως, ἢ τοῦ χρόνου τὴν δύναμιν ἐν τοῖς παρῳχηκόσι προδαπανήσαντος. οὐδὲ γὰρ ἐπὶ τῷ χρόνῳ ἔστιν ἀφορίζειν ἑκάστῳ τὰ μέτρα τῆς φύσεως, ἀλλὰ αὐτὴ μὲν ἐφ᾽ ἑαυτῆς μένει διὰ τῶν ἐπιγινομένων ἑαυτὴν συντηροῦσα· ὁ δὲ χρόνος φέρεται κατὰ τὸν ἴδιον τρόπον εἴτε περιέχων εἴτε καὶ παραρρέων τὴν φύσιν παγίαν καὶ ἀμετάθετον ἐν τοῖς ἰδίοις μένουσαν ὅροις.

οὐκοῦν οὐδὲ εἰ τῷ χρόνῳ δοθείη τὸ πλέον ἔχειν, καθὼς ὁ λόγος ὑπέθετο, κυρίως τῷ πατρὶ μόνῳ τὸ ἀνώτατον τῆς οὐσίας προσμαρτυρήσουσι· μηδεμιᾶς δὲ οὔσης τῆς κατὰ τὰ πρεσβεῖα τοῦ χρόνου διαφορᾶς (πῶς γὰρ ἄν τις ἐπὶ τῆς προαιωνίου φύσεως τὸ τοιοῦτον ἐπινοήσειε, παντὸς διαστήματος μετρητικοῦ κάτω τῆς θείας φύσεως εὑρισκομένου) τίς καταλείπεται λόγος τοῖς ἐπιχειροῦσι τὴν πρόχρονόν τε καὶ ἀκατάληπτον οὐσίαν τῇ πρὸς τὸ ἄνω καὶ κάτω διαφορᾷ διασχίζειν;

Ἀλλ᾽ οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι συνηγορία τοῦ Ἰουδαϊκοῦ δόγματός ἐστι τὸ παρὰ τούτων δογματιζόμενον, μόνην ὑφεστάναι τοῦ πατρὸς τὴν οὐσίαν ἐνδεικνυμένων, ἣν μόνην κυρίως εἶναι διισχυρίζονται, τὴν δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐν τοῖς μὴ οὖσι λογιζομένων. πᾶν γὰρ τὸ μὴ κυρίως ὂν ἐν ῥήματι μόνῳ καὶ καταχρήσει συνηθείας εἶναι λέγεται, ὥσπερ καὶ ἄνθρωπος ὀνομάζεται οὐχ ὁ διὰ μιμήσεως ἐπὶ τῆς εἰκόνος δεικνύμενος, ἀλλ᾽ ὁ κυρίως λεγόμενος. οὗτος οὐχ ὁμοίωμα τοῦ ἀνθρώπου, ἀλλὰ τὸ ἀρχέτυπόν ἐστι τοῦ ὁμοιώματος· ἡ δὲ εἰκὼν μέχρις ὀνόματος ἄνθρωπος καὶ διὰ τοῦτο οὐκ ἔχει τὸ κυρίως λέγεσθαι ὅπερ λέγεται, ὅτι οὐκ ἔστι τῇ φύσει ὃ ὀνομάζεται. καὶ ἐνταῦθα τοίνυν εἰ μόνου τοῦ πατρὸς ἡ οὐσία κυρίως λέγεται, ἡ δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος οὐκέτι, τί ἄλλο ἢ οὐχὶ ἄρνησίς ἐστι περιφανὴς τοῦ σωτηρίου κηρύγματος; οὐκοῦν ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὰς συναγωγὰς τῶν Ἰουδαίων παλινδρομείτωσαν, ἐν τῷ μὴ διδόναι τὸν υἱὸν κυρίως εἶναι τὸ μηδὲ ὅλως εἶναι κατασκευάζοντες· τὸ γὰρ ἄκυρον τῷ ἀνυπάρκτῳ ταὐτόν ἐστιν.

Ἐπεὶ δὲ καὶ σοφὸς εἶναι τὰ τοιαῦτα βούλεται καὶ διαπτύει τοὺς ἄνευ λογικῆς ἐντρεχείας ἐπιχειροῦντας τῷ γράφειν, εἰπάτω τοῖς καταφρονουμένοις ἡμῖν, ἐκ ποίας σοφίας τὸ μᾶλλόν τε καὶ ἧττον τῆς οὐσίας ἐγνώρισε. τις 〈ὁ〉 λόγος ὁ τὴν τοιαύτην διαφορὰν παραστήσας, ὅτι οὐσία τις ἑτέρας οὐσίας μᾶλλον ἔστι; κατ᾽ αὐτὸ λέγω τὸ σημαινόμενον τῆς οὐσίας· μὴ γὰρ δὴ προφερέτω τὰς τῶν ποιοτήτων ἢ τὰς τῶν ἰδιωμάτων διαφοράς, ὅσαι περὶ τὴν οὐσίαν τῷ λόγῳ τῆς ἐπινοίας καταλαμβάνονται, ἄλλο τι παρὰ τὸ ὑποκείμενον οὖσαι. οὐ γὰρ ἀτμῶν ἢ χρωμάτων ἢ βάρους ἢ δυνάμεως ἢ ἀξιώματος ἢ τρόπων καὶ ἤθους διαφορὰς ἢ εἴ τι ἄλλο περί τε σῶμα καὶ ψυχὴν θεωρεῖται, ταῦτα πρόκειται νῦν ἐξετάζειν, ἀλλ᾽ αὐτὸ λέγω τὸ ὑποκείμενον, ᾧ κυρίως τὸ τῆς οὐσίας ἐπικέκληται ὄνομα, εἴ τινα πρὸς ἄλλην οὐσίαν ἐν τῷ μᾶλλον εἶναι τὴν διαφορὰν ἔχει. ἀλλ᾽ οὔπω μέχρι τοῦ νῦν ἀκηκόαμεν δύο τινῶν ὁμολογουμένων εἶναι, ἕως ἂν ἀμφότερα ᾖ, τὸ μέν τι μᾶλλον, τὸ δ᾽ ἔλαττον εἶναι· ἔστι γὰρ ὁμοίως ἑκάτερον, ἕως ἂν ᾖ, καθὸ ἔστιν, ὑπεξῃρημένου, καθὼς προείρηται, τοῦ κατὰ τὸ προτιμότερον ἢ διαρκέστερον λόγου.

Εἰ μὲν οὖν οὐ δίδωσιν ὅλως ἐν οὐσίᾳ τὸν μονογενῆ θεωρεῖσθαι (πρὸς τοῦτο γὰρ ἔοικε λεληθότως αὐτῷ κατολισθαίνειν ὁ λόγος), ὁ μὴ διδοὺς αὐτῷ τὸ κυρίως εἶναι μηδὲ τὸ ἧττον ἐπ᾽ αὐτοῦ συγχωρείτω. εἰ δὲ ἐνούσιον δύναμιν ὁμολογεῖ τὸν υἱὸν ὁπωσοῦν ὑποστάντα (οὔπω γὰρ περὶ τούτου διαμαχόμεθα), τί πάλιν ἀφαιρεῖται ὃ δίδωσι τὸν ὁμολογηθέντα εἶναι, τὸ μὴ κυρίως εἶναι κατασκευάζων, ὅπερ ἴσον ἐστί, καθὼς εἴρηται, τῷ μηδὲ ὅλως εἶναι; ὡς γὰρ οὐκ ἔστιν ἄνθρωπον εἶναι, ᾧ μὴ τελείως ὁ κατὰ τὸ ὄνομα λόγος ἐφήρμοσται, τῷ δὲ ἐλλείποντι τῶν ἰδιωμάτων ὅλος ὁ τῆς οὐσίας αὐτῷ συνδιαγράφεται λόγος, οὕτω καὶ ἐπὶ παντὸς πράγματος, ᾧ μὴ τελείως μήτε κυρίως τὸ εἶναι προσμαρτυρεῖται, οὐδεμίαν ἀπόδειξιν ἔχει τῆς ὑποστάσεως ἡ μερικὴ τοῦ εἶναι συγκατάθεσις, ἀλλὰ τὴν καθόλου τοῦ ὑποκειμένου ἀναίρεσιν κατασκευάζει ἡ περὶ τοῦ μὴ τελείως εἶναι κατασκευή. ὥστε εἰ μὲν εὖ φρονεῖ, πρὸς τὴν εὐσεβῆ διάνοιαν μεταθέσθω, τὸ ἧττον καὶ τὸ ἄκυρον ἐπὶ τῆς οὐσίας τοῦ μονογενοῦς τε καὶ τοῦ ἁγίου πνεύματος ὑφελὼν ἐκ τοῦ δόγματος. εἰ δὲ ἀσεβεῖν ἔγνωκε πάντως, [ὡς] ἔγωγε οὐκ οἶδα ἀνθ᾽ ὅτου καὶ βούλεται τὸν κτίστην ἑαυτοῦ καὶ θεὸν καὶ εὐεργέτην διὰ βλασφημίας ἀμείβεσθαι.

τὴν γοῦν τοῦ δοκεῖν τις εἶναι κατὰ τὴν παίδευσιν ὑπόνοιαν ζημιούσθω, ἀμαθῶς οὐσίαν ὑπερτιθεὶς οὐσίας καὶ τὴν μὲν ἄνω τὴν δὲ κάτω κατὰ τὸν μὴ εὑρισκόμενον λόγον ἀποφαινόμενος καὶ τῇ μὲν τὸ κύριον τῇ δὲ τὸ μὴ τοιοῦτον προσμαρτυρῶν. οὔτε γὰρ τῶν ἔξω τῆς πίστεως πεφιλοσοφηκότων ἔγνωμέν τινα τοῦτο ληρήσαντα, οὔτε ταῖς θεοπνεύστοις φωναῖς οὔτε ταῖς κοιναῖς ἐννοίαις τὸ τοιοῦτο συμβαίνει.

Τὸν μὲν οὖν σκοπὸν τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας ἱκανῶς ἐκ τῶν εἰρημένων οἴομαι πεφανερῶσθαι, ὅτι καθάπερ ὁρμητήριον ἢ θεμέλιον τῆς πάσης ἑαυτοῦ περὶ τὸ δόγμα κακουργίας τὰ ῥήματα ταῦτα προϋποβάλλεται, ἵνα κατασκευάσας τὸ μόνην τὴν μίαν οὐσίαν 〈ἀνωτάτω τε καὶ κυριωτάτην〉 νομίζειν ῥᾳδίως κατατρέχῃ τῶν ἄλλων ὡς ἐν τοῖς κάτω καὶ μὴ κυρίως θεωρουμένων. δείκνυσι δὲ τοῦτο μάλιστα διὰ τῶν ἑξῆς, ἐν οἷς τὰ δοκοῦντα περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος διαλεγόμενος οὐκ ἐπὶ τῶν ὀνομάτων ἔρχεται τούτων, ἵνα μή, καθὼς προεῖπον, τὸ οἰκεῖον τῆς φύσεως αὐτῶν ταῖς προσηγορίαις καὶ μὴ βουλόμενος παραστήσῃ, ἀλλ᾽ ἀνώνυμον αὐτῶν ποιεῖται τὴν μνήμην ὁ δογματίζων ἀπὸ τῶν 〈προσφυῶν ὀνομάτων〉 καὶ ῥημάτων δεῖν τὰς τῶν ἀκουόντων διανοίας προσάγεσθαι. καίτοι τί προσφυέστερον ὄνομα τοῦ παρ᾽ αὐτῆς τῆς ἀληθείας ὠνομασμένου; ἀλλ᾽ ἀντιδογματίζει τοῖς εὐαγγελίοις οὐχ υἱὸν ὀνομάζων, ἀλλὰ 〈τὴν δι᾽ ἐκείνην μὲν οὖσαν, μετ᾽ ἐκείνην δὲ πάντων τῶν ὄντων πρωτεύουσαν.〉 τοῦτο δὲ ὅτι μὲν ἐπὶ καθαιρέσει τῆς εὐσεβοῦς περὶ τοῦ μονογενοῦς ὑπολήψεως λέγεται, ἐκ τῆς λοιπῆς αὐτοῦ κατασκευῆς μᾶλλον φανερωθήσεται.

ἐπεὶ δὲ μέσως ἔχειν δοκεῖ τὰ εἰρημένα, ὡς καὶ τὸν μηδὲν ἀσεβὲς περὶ τοῦ Χριστοῦ λέγοντα χρήσασθαι ἄν ποτε τοῖς ῥήμασι τούτοις, διὰ τοῦτο καὶ αὐτὸς τὸν περὶ τοῦ κυρίου λόγον νῦν ὑπερβήσομαι, ταῖς φανερωτέραις κατ᾽ αὐτοῦ βλασφημίαις ταμιευσάμενος τὴν ἀντίρρησιν· περὶ δὲ τοῦ ἁγίου πνεύματος ἐπειδὴ φανερᾷ καὶ ἀπαρακαλύπτῳ χρῆται τῇ βλασφημίᾳ, λέγων ἀσύντακτον εἶναι πατρὶ καὶ υἱῷ, ἀμφοτέροις δὲ 〈ὑποτεταγμένον〉, ἤδη καθόσον ἂν οἷός τε ὦ, ἐξετάσω τὸν λόγον.

Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶτον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ᾽ εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος πᾶσαν αὐτῷ τὴν ἄλογον φύσιν ὑπέταξεν ὁ κτίσας θεός, καθὼς ὁ μέγας Δαβὶδ ἐν ὕμνοις τὴν χάριν ταύτην διεξιὼν ἀνευφήμησε. Πάντα γάρ, φησίν, ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ ἐπ᾽ ὀνόματος μέμνηται τῶν ὑποτεταγμένων. ἔστι πάλιν ὑποταγῆς παρὰ τῇ θείᾳ γραφῇ καὶ ἄλλο τὸ σημαινόμενον. τῶν γὰρ ἐν τοῖς πολέμοις κατορθωθέντων αὐτῷ τῷ θεῷ τῶν ὅλων ἀνατιθεὶς τὴν αἰτίαν Ὑπέταξε λαούς, φησίν, ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ πάλιν Ὁ ὑποτάσσων λαοὺς ὑπ᾽ ἐμέ. καὶ πολλάκις ἔστι τὴν φωνὴν ταύτην ἐν ταῖς θείαις εὑρεῖν γραφαῖς τὸ κατὰ τῶν ἀντιτεταγμένων κράτος ὑποσημαίνουσαν. τὸ γὰρ τοῦ ἀποστόλου περὶ τῆς ἐν ὑστέρῳ γενησομένης ὑποταγῆς πάντων τῶν ἀνθρώπων πρὸς τὸν μονογενῆ καὶ δι᾽ αὐτοῦ πρὸς τὸν πατέρα, ἐν οἷς ἐν τῷ βάθει τῆς σοφίας τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ λέγει, τὴν πάντων ἀνθρώπων ὑπακοὴν διὰ τῆς τοῦ υἱοῦ τοῦ μετεσχηκότος τῆς ἀνθρωπότητος πρὸς τὸν πατέρα ὑποταγῆς αἰνισσόμενος, ὡς πλείονος καὶ φιλοπονωτέρας δεόμενον τῆς ἐξηγήσεως πρὸς τὸ παρὸν ὑπερθήσομαι.

ἀλλ᾽ ἐν τοῖς προδήλοις, ἐν οἷς οὐδεμίαν ἀμφιβολίαν τὸ τῆς ὑποταγῆς σημαινόμενον ἔχει, κατὰ τίνα νοῦν ὑποτετάχθαι τὴν τοῦ πνεύματος οὐσίαν τῇ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἀποφαίνεται; ὡς ὁ υἱὸς τῷ πατρὶ ὑποτάσσεται, καθὼς νοεῖ ὁ ἀπόστολος; οὐκοῦν κατὰ τοῦτο συντάσσεται τῷ υἱῷ τὸ πνεῦμα, οὐχ ὑποτάσσεται, εἴπερ τὰ δύο πρόσωπα τῶν ὑποταττομένων ἐστίν; ἢ οὐχ οὕτως; πῶς οὖν ἑτέρως; ὡς τῇ λογικῇ φύσει τὴν ἄλογον ἐν τῷ ψαλμῷ μεμαθήκαμεν; οὐκοῦν τοσοῦτον παρήλλακται ὅσον ἡ τῶν κτηνῶν πρὸς τὸν ἄνθρωπον. ἀλλὰ παραγράφεται καὶ τοῦτον ἴσως τὸν λόγον. οὐκοῦν ἐπὶ τὸν λειπόμενον ἥξει, ὅτι ἀντιτεταγμένη καὶ ἀντιστατοῦσα τὸ πρότερον μετὰ ταῦτα διὰ βιαιοτέρας ἀνάγκης ὑποκύπτειν κατηναγκάσθη τῷ κατισχύσαντι; ἐπιλεξάσθω τῶν εἰρημένων ὃ βούλεται· ἀλλ᾽ οὐκ οἶδα τί τούτων ἑλόμενος τὴν ἄφυκτον κατάκρισιν τῆς βλασφημίας ἐκφεύξεται, εἴτε ἐν ἴσῳ τοῖς ἀλόγοις ὑποτετάχθαι λέγοι τὸ πνεῦμα, ὡς τῷ ἀνθρώπῳ τοὺς ἰχθύας καὶ τὰ πετεινὰ καὶ τὰ πρόβατα, εἴτε καθ᾽ ὁμοιότητα τῶν ἀφεστώτων ὥσπερ αἰχμάλωτον προσάγοι τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν.

Ἢ τούτων μὲν οὐδέν, φήσει δὲ μὴ κατὰ τὴν τῆς γραφῆς ἔννοιαν τῷ τῆς ὑποταγῆς ῥήματι χρήσασθαι, ἀλλὰ καθ᾽ ἕτερον σημαινόμενον ὑποτετάχθαι τὸ πνεῦμα τῷ πατρὶ καὶ τῷ υἱῷ λέγειν; τί οὖν ἐστι τοῦτο; ἆρα ὅτι τρίτον κατὰ τὴν τάξιν ἦν 〈ἣ〉 παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς παρεδόθη, διὰ τοῦτο ὑποτάσσειν νομοθετεῖ καὶ οὐ συντάσσειν; οὐκοῦν καὶ τὸν πατέρα τῷ μονογενεῖ κατὰ τὸν αὐτὸν λόγον ὑποτασσέτω, ἐπειδὴ πολλαχοῦ προτάξασα τοῦ κυρίου τὸ ὄνομα ἡ θεία γραφὴ ἐν δευτέροις τοῦ ἐπὶ πάντων θεοῦ τὴν μνήμην πεποίηται. Ἐγὼ καὶ ὁ πατήρ, φησὶν ὁ κύριος, τὸ καθ᾽ ἑαυτὸν προτάσσων. καὶ Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ μυρία τοιαῦτα τοῖς φιλοπόνως ἀναζητοῦσι τὰς ἐκ τῶν γραφῶν μαρτυρίας πάρεστιν ἀναλέξασθαι, οἷον κἀκεῖνό ἐστι· Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὥστε κατὰ τὸν λόγον τοῦτον ὑποτετάχθω τῷ υἱῷ καὶ τῷ πνεύματι ὁ ἐπὶ πάντων θεός, ἐν τρίτῃ τάξει παρὰ τοῦ Παύλου μνημονευθείς.

ἀλλ᾽ οὐδέπω καὶ νῦν ταύτης ἀκηκόαμεν τῆς σοφίας, ἣ τὸ δεύτερον καὶ τρίτον ἔκ τινος ἀκολουθίας λεγόμενον εἰς τὴν τῶν ὑποχειρίων καὶ ὑποτεταγμένων ἀπωθεῖται τάξιν, ὅπερ οὗτος βούλεται, τὴν τῆς παραδόσεως τῶν προσώπων ἀκολουθίαν ἀξιωμάτων καὶ φύσεων ὑπεροχάς τε καὶ ἐλαττώσεις κατασκευάζων ἐνδείκνυσθαι. τῆς γὰρ τῶν φύσεων ἑτερότητος ἐνδεικτικὴν εἶναι τὴν τῆς τάξεως ἀκολουθίαν ὁρίζεται, οὐκ οἶδα πόθεν φαντασθεὶς τὰ τοιαῦτα καὶ ἐκ ποίας ἀνάγκης ἐπὶ τὴν ὑπόνοιαν ταύτην καταπεσών· οὐ γὰρ ἡ κατὰ τὸν ἀριθμὸν τάξις τὴν τῶν φύσεων διαφορὰν κατεργάζεται, ἀλλὰ τὰ μὲν ἀριθμούμενα ὡς ἂν ἔχῃ φύσεως, ἐφ᾽ ἑαυτῶν μένει κἂν ἀριθμῆται κἂν μή. ὁ δὲ ἀριθμὸς σημεῖόν ἐστι γνωριστικὸν τῆς τῶν πραγμάτων ποσότητος, οὐ πάντως ὅσα τῷ ἀξιώματι τῆς φύσεως ὑποβέβηκεν εἰς δευτέραν τάξιν ἀποπεμπόμενος, ἀλλὰ πρὸς τὸ βούλημα τῶν ἐξαριθμούντων τὴν τῶν σημαινομένων διὰ τοῦ ἀριθμοῦ πραγμάτων ἀκολουθίαν ποιούμενος. Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τριῶν προσώπων ἐνταῦθα μνημονευθέντων κατὰ τὸ τοῦ μνημονεύσαντος βούλημα, ἆρα τὸν Σιλουανὸν ἐν δευτέροις ταχθέντα μετὰ τὸν Παῦλον ἄλλο τι καὶ οὐχὶ ἄνθρωπον ὁ ἀριθμὸς ἐνεδείξατο; ἢ καὶ ὁ Τιμόθεος ἐν τρίτοις ταχθεὶς εἰς ἑτερότητά τινα φύσεως ἐκ τῆς ἀκολουθίας τοῦ μνημονεύσαντος οὕτως ὑπενοήθη; οὐκ ἔστι ταῦτα.

ἄνθρωπος γὰρ τούτων ἕκαστος καὶ πρὸ τοῦ ἀριθμοῦ καὶ μετὰ τοῦτο· ὁ δὲ λόγος ἐπειδὴ μιᾷ φωνῇ τοὺς τρεῖς κατὰ ταὐτὸν ἦν ἀδύνατον ἐνδείξασθαι, μέμνηται μὲν διῃρημένως ἑκάστου κατὰ τὴν ἀρέσασαν τάξιν, συνάπτει δὲ τὰ ὀνόματα διὰ τῶν διὰ μέσου συνδέσμων, ὡς ἂν οἶμαι τὴν τῶν τριῶν πρὸς τὸ ἓν σύμπνοιαν διὰ τῆς τῶν ὀνομάτων συναφείας ἐνδείξηται. ἀλλ᾽ οὐχ οὕτως ἀρέσκει τῷ καινῷ δογματιστῇ, ἀντινομοθετεῖ δὲ τῇ διατάξει τῆς θείας φωνῆς, καὶ τὸ συντεταγμένον ὑπ᾽ αὐτοῦ τοῦ κυρίου πατρὶ καὶ υἱῷ τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν τάξεως καὶ συναφείας ἀποσχοινίσας ἐν τοῖς ὑποτεταγμένοις ἠρίθμησε καὶ ἔργον ἑκατέρων εἶναί φησι, τοῦ μὲν πατρὸς ὡς τὴν αἰτίαν τῆς κατασκευῆς ὑποβαλόντος, τοῦ δὲ μονογενοῦς ὡς αὐτουργήσαντος αὐτοῦ τὴν ὑπόστασιν, καὶ ταύτην αἰτίαν εἶναι τῆς ὑποταγῆς διορίζεται, αὐτῆς μήπω τῆς ὑποταγῆς ἐκκαλύψας τὸ σημαινόμενον.

Εἶτά φησι· 〈συμπεριλαμβανομένων δηλαδὴ καὶ τῶν ταῖς οὐσίαις ἑπομένων ἐνεργειῶν καὶ τῶν ταύταις προσφυῶν ὀνομάτων〉. τούτων δὲ ὁ νοῦς ἐστὶ μὲν οὐ λίαν εὐσύνοπτος, πολλῷ τῷ γνόφῳ τῆς ἀσαφείας κεκαλυμμένος, ὡς δ᾽ ἄν τις εἰκάσας ὑπονοήσειε, τοιοῦτός ἐστιν· 〈ἐνεργείας οὐσιῶν〉 ὀνομάζει τὰς ἀποτελεστικάς, ὡς οἶμαι, τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δυνάμεις, δι᾽ ὧν ἡ πρώτη οὐσία τὴν δευτέραν εἰργάσατο καὶ ἡ δευτέρα τὴν τρίτην, καὶ 〈τὰ ὀνόματα〉 τῶν ἀποτελεσθέντων ἔργων 〈προσφυῶς〉 συγκατεσκευάσθαι τοῖς ἔργοις φησίν. ἀλλὰ τὴν μὲν περὶ τὰ ὀνόματα κακουργίαν ἤδη τε κατὰ τὸ δυνατὸν ἐξητάσαμεν, καὶ ὅταν εἰς ἐκεῖνο τὸ μέρος τῆς ἐξετάσεως ἔλθωμεν, ἐὰν ὁ λόγος ἐπιζητῇ, πάλιν προθήσομεν.

Τέως δὲ νῦν ἄξιόν ἐστι λογίσασθαι, πῶς 〈ἕπονται〉 ταῖς οὐσίαις αἱ ἐνέργειαι, τί οὖσαι κατὰ τὴν ἰδίαν φύσιν, ἄλλο τι παρὰ τὰς οὐσίας αἷς παρέπονται ἢ μέρος ἐκείνων καὶ τῆς αὐτῆς φύσεως· καὶ εἰ μὲν ἄλλο, πῶς ἢ παρὰ τίνος γενόμεναι, εἰ δὲ τὸ αὐτό, πῶς ἀποτεμνόμεναι καὶ ἀντὶ τοῦ “συνυπάρχειν„ αὐταῖς ἔξωθεν 〈παρεπόμεναι〉. οὐδὲ γὰρ ἁπλῶς οὕτως ἐκ τῶν εἰρημένων ἔστι μαθεῖν, πότερον ἀνάγκης τινὸς φυσικῆς ἀπροαιρέτως τὴν ἐνέργειαν, ἥτις ποτὲ αὕτη ἐστίν, ἀκολουθεῖν τῇ οὐσίᾳ βιαζομένης, ὡς ἕπεται τῷ πυρὶ ἡ καῦσις καὶ οἱ ἀτμοὶ καὶ αἱ ἀναθυμιάσεις τοῖς ἀφ᾽ ὧν ταῦτα γίνονται σώμασιν—ἀλλ᾽ οὐκ ἂν αὐτὸν οἶμαι τοῦτο εἰπεῖν, ὥστε ποικίλον τι χρῆμα καὶ σύνθετον νομίζειν τοῦ θεοῦ τὴν οὐσίαν, ἀχώριστον ἔχουσαν καὶ συνεπιθεωρουμένην ἑαυτῇ τὴν ἐνέργειαν, ὥς τι συμβεβηκὸς ἐν ὑποκειμένῳ δεικνύμενον—ἀλλὰ προαιρετικῶς καὶ αὐτεξουσίως κινουμένας τὰς οὐσίας τὸ δοκοῦν φησι καθ᾽ ἑαυτὰς ἀπεργάζεσθαι. καὶ τίς τὸ ἐκ προνοίας ἑκουσίως γινόμενον ὥς τι τῶν ἔξωθεν ἐπακολουθούντων 〈ἕπεσθαι〉 λέγει;

οὐδὲ γὰρ κατὰ τὴν κοινὴν συνήθειαν ἐπὶ τῶν τοιούτων ἔγνωμεν τετριμμένην τὴν λέξιν, ὥστε τὴν ἐνέργειαν τοῦ περί τι πονοῦντος ἀκολουθεῖν τῷ πονοῦντι λέγειν· οὐδὲ γὰρ ἔστι δυνατὸν τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα καταλαβεῖν ἐφ᾽ ἑαυτοῦ τὸ λειπόμενον, ἀλλ᾽ ὁ τὴν ἐνέργειαν εἰπὼν τὸ κατ᾽ αὐτὴν κινούμενον τῷ λόγῳ συμπεριέλαβε, καὶ ὁ τοῦ ἐνεργοῦντος μνησθεὶς καὶ τὴν ἐνέργειαν πάντως κατὰ τὸ σιωπώμενον αὐτῷ συνεσήμηνε.

Σαφέστερον δὲ διὰ τῶν ὑποδειγμάτων τὸ λεγόμενον ἔσται. χαλκεύειν τινὰ λέγομεν ἢ τεκταίνεσθαι ἢ ἄλλο τι ἐνεργεῖν τῶν τοιούτων. οὐκοῦν τῇ μιᾷ φωνῇ τήν τε ἐργασίαν καὶ τὸν μετιόντα τὴν τέχνην κατὰ ταὐτὸν ὁ λόγος παρέστησεν, ὥστε εἰ χωρισθείη τὸ ἕτερον, μὴ ἂν ὑποστῆναι τὸ λειπόμενον. εἰ οὖν τὰ δύο μετ᾽ ἀλλήλων νοεῖται, αὐτή τε ἡ ἐνέργεια καὶ ὁ κατ᾽ αὐτὴν κινούμενος, πῶς ἐνταῦθα 〈ἕπεσθαι〉 λέγεται τῇ οὐσίᾳ τῇ πρώτῃ ἡ τὴν δευτέραν οὐσίαν ἀπεργαζομένη ἐνέργεια, μεσιτεύουσά πως δι᾽ ἑαυτῆς ἀμφοτέραις καὶ οὔτε τῇ πρώτῃ κατὰ τὴν φύσιν συμβαίνουσα οὔτε πρὸς τὴν δευτέραν συναπτομένη; τῆς μὲν γὰρ κεχώρισται τῷ μὴ φύσις εἶναι, ἀλλὰ φύσεως κίνησις, τῇ δὲ μεθ᾽ ἑαυτὴν οὐ συμβαίνει, ὅτι οὐ ψιλὴν ἐνέργειαν, ἀλλ᾽ ἐνεργὸν οὐσίαν δι᾽ ἑαυτῆς ὑπεστήσατο.

Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. 〈ἔργον〉 ὀνομάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρόπῳ προαποδείξας τὸν λόγον; τίσι κατασκευαῖς εἰς τοῦτο χρησάμενος; ἐκ ποίας μεθόδου τὸ δεῖν ἐνεργείᾳ τῆς προαγούσης τὴν ἐφεξῆς εἶναι πιστεύειν συναναγκάσας; εἰ μὲν γὰρ ἐκ τῶν λοιπῶν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔδει καὶ περὶ τούτων ἀναλογίσασθαι, εἶχε μὲν οὐδ᾽ οὕτω καλῶς ἐκ τῶν κατωτέρων καὶ περὶ τῶν ὑπερκειμένων στοχάσασθαι, πλὴν ἀλλ᾽ εἶχέ τι συγγνωστὸν ἴσως ὁ λόγος, διὰ τῶν φαινομένων ἐν τοῖς ἀκαταλήπτοις πλανώμενος. νυνὶ δὲ τίς τοῦτο λέγειν ἐπιχειρήσει, ὅτι οὐρανὸς μὲν ἔργον θεοῦ οὐρανοῦ δὲ ἥλιος καὶ ἡλίου σελήνη καὶ ταύτης ἀστέρες κἀκείνων ἄλλο τι τῶν ἐν τῇ κτίσει; ἑνὸς γὰρ ἔργα τὰ πάντα, ἐπειδὴ Εἷς θεὸς καὶ πατὴρ πάντων, ἐξ οὗ τὰ πάντα. εἰ δέ τι καὶ δι᾽ ἀλλήλων γίνεται ὥσπερ ἡ τῶν ζῴων γένεσις, οὐδὲ τοῦτο ἕτερον ἐξ ἑτέρου γίνεται, διαμενούσης ἐν τοῖς ἐπιγινομένοις τῆς φύσεως. πῶς οὖν ἐπ᾽ οὐδενὸς τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔχων τὸ τοιοῦτον εἰπεῖν ἐπὶ τῆς ὑπερκειμένης οὐσίας τοῦτο κατασκευάζει, τὸ 〈ἔργον〉 εἶναι τὴν δευτέραν τῆς πρώτης καὶ ταύτης τὴν ἐφεξῆς;

εἰ δὲ τὴν ζῳώδη γένεσιν ἐννοήσας ἐντεῦθεν ἐφαντάσθη καὶ περὶ τῆς ἀκηράτου φύσεως ὁμοιότροπόν τι λογίσασθαι, ὥστε ἔργον νοηθῆναι τὸ ἐφεξῆς τοῦ προάγοντος, οὐδ᾽ ἐν τούτῳ τὸ ἀκόλουθον διασῴζει τοῦ λόγου. τὰ γὰρ ἐξ ἑτέρων γινόμενα ὁμοιογενῆ πάντως ἐστὶ τοῖς ἐξ ὧν γίνεται· ὁ δὲ τὸ ξένον τε καὶ ἀλλόφυλον τοῖς δι᾽ ἀλλήλων γεγενημένοις προσμαρτυρεῖ, ἵνα δείξῃ τὴν περιουσίαν τοῦ ψεύδους, ὥς τις περιδέξιος ἀγωνιστὴς διπλῇ τῇ χειρὶ βάλλειν ἐπιχειρῶν τὴν ἀλήθειαν. ἵνα γὰρ τὸ ὑφειμένον καὶ τὸ κατὰ τὴν φυσικὴν ἀξίαν ἠλαττωμένον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπιδείξῃ, ἕτερον ἐξ ἑτέρου γενόμενον λέγει· ὡς δὲ μήποτε εἰς οἰκειότητος ἔννοιαν ἐκ τοῦ τοιούτου τρόπου τῆς ὑπάρξεως ἔλθοιεν οἱ τὴν ἐξ ἀλλήλων γένεσιν μεμαθηκότες, καὶ αὐτῷ μάχεται τῷ τῆς φύσεως λόγῳ, καὶ ἕτερον ἐξ ἑτέρου γενέσθαι λέγων καὶ νόθον τὸν γεγεννημένον ὡς πρὸς τὴν τοῦ γεγεννηκότος φύσιν ἀποφαινόμενος.

Ὃ δέ μοι δοκεῖ πρὸ τούτων ἄν τις εἰκότως μέμψασθαι, τοῦτό ἐστιν. εἰ μὲν τῶν πολλῶν τις ἦν ἐν ἀπειρίᾳ τοῦ λέγειν ἀτριβὴς τῶν τοιούτων κατασκευῶν καὶ ἀγύμναστος, ἔπειτα τὸ παραστὰν αὐτῷ κατὰ τὸ συμβὰν ἀπεφαίνετο, συγγνωστὸς ἂν ἦν ἴσως ταῖς νενομισμέναις περὶ τούτων ἐφόδοις εἰς τὴν τῶν δογμάτων κατασκευὴν μὴ συγχρώμενος. ἐπεὶ δὲ τοσοῦτον αὐτῷ περίεστι τῆς ἐν τούτῳ δυνάμεως, ὥστε καὶ εἰς τὰ ὑπερέκεινα τῆς φύσεως ἡμῶν διὰ τῆς καταληπτικῆς ἐφόδου ὑπερεκτείνεσθαι, πῶς ἠγνόησε τὴν ἀρχήν, δι᾽ ἧς παντὸς κεκρυμμένου πράγματος ἐν ταῖς λογικαῖς ταύταις ἐπιχειρήσεσιν ἡ κατάληψις γίνεται; τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶς λόγος ἐκ τῶν φανερῶν τε καὶ πᾶσιν ἐγνωσμένων τὰς ἀρχὰς λαμβάνων τοῖς ἀμφισβητουμένοις δι᾽ αὐτοῦ ἐπάγει τὴν πίστιν, καὶ οὐκ ἂν ἑτέρως τι καταληφθείη τῶν κεκρυμμένων, μὴ τῶν ὁμολογουμένων ἡμᾶς πρὸς τὴν τῶν ἀδήλων σύνεσιν χειραγωγούντων; εἰ δὲ τὰ ἐν ἀρχαῖς λόγων πρὸς τὴν τῶν ἀγνοουμένων φανέρωσιν λαμβανόμενα ταῖς τῶν πολλῶν ὑπολήψεσι μάχοιτο, σχολῇ γ᾽ ἂν διὰ τούτων φανερωθείη τὸ ἀγνοούμενον.

Οὐκοῦν ἡ πᾶσα μάχη καὶ ἀμφιβολία τοῦ δόγματος τοῖς ἐκκλησιαστικοῖς πρὸς τοὺς Ἀνομοίους ἐστὶ περί [τε] τοῦ δεῖν ἢ κτιστὸν νοεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τῶν ἐναντίων ἢ τῆς ἀκτίστου φύσεως, καθὼς ἡ ἐκκλησία πεπίστευκεν. οὗτος τοίνυν αὐτὸ τὸ παρὰ πάντων ἀντιλεγόμενον ὡς ὁμολογούμενον ἀποφαίνεται, καὶ οὐδεμίαν ἀπόδειξιν ἐξευρὼν τοῦ 〈ἔργον〉 εἶναι τῆς προαγούσης οὐσίας τὴν ἐφεξῆς θαρσῶν δογματίζει τὸ οὕτως ἔχειν, οὐκ οἶδα ἐκ ποίας παιδεύσεως ἢ σοφίας τοῦτο θαρσήσας. εἰ γὰρ πάσης κατασκευῆς καὶ ἀποδείξεως ἄμαχόν τινα καὶ ἀναμφίβολον προηγεῖσθαι χρὴ τὴν ὁμολογίαν, ὥστε τῷ προκατειλημμένῳ τὸ ἀγνοούμενον ταῖς διὰ μέσου κατασκευαῖς οἰκείως προσαγόμενον ἀποδείκνυσθαι, ὁ τὸ ζητούμενον ἔτι εἰς κατασκευὴν ἑτέρων προτείνων οὐδὲν ἕτερον ἢ δι᾽ ἀγνοίας ἄγνοιαν καὶ δι᾽ ἀπάτης ἀπάτην κατασκευάζει. τοῦτό ἐστι τὸ τυφλοῦ τυφλὸν ὁδηγὸν ποιεῖσθαι, καθώς φησί που τὸ εὐαγγέλιον. ὄντως γὰρ τυφλῷ καὶ κενεμβατοῦντι τῷ λόγῳ τῷ 〈κτίσμα καὶ ποίημα〉 τὸν πάντων κτίστην καὶ δημιουργὸν εἶναι λέγοντι ἕτερον τυφλὸν λόγον παραζευγνύουσι, τὸ ἀλλότριον τῇ φύσει καὶ κατὰ τὴν οὐσίαν ἀνόμοιον καὶ πάντη τῆς φυσικῆς οἰκειότητος ἀμέτοχον εἶναι τοῦ πατρὸς τὸν υἱόν.

ἀλλ᾽ οὔπω μὲν περὶ τούτων· ἐν οἷς γὰρ γυμνότερον ἐκκαλύπτει [τῷ λόγῳ] τὸ ἀσεβὲς τοῦ φρονήματος, ἐν τούτοις εὔκαιρόν ἐστι καὶ ἡμᾶς ὑπερθέσθαι τῆς ἀσεβείας τὸν ἔλεγχον· νυνὶ δὲ ἡμῖν πρὸς τὴν ἀκολουθίαν τῶν παρ᾽ ἐκείνου ῥηθέντων ἐπανιτέον. 〈Πάλιν δ᾽ αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην, τὰς δὲ δευτέραν τάξιν ἐπέχειν〉. ἡ μὲν διάνοια διὰ πάντων τῶν εἰρημένων, κἂν ἐν πλήθει ῥημάτων [ὁ λόγος] αὐτῷ συμπεραίνηται, μία ἐστί, τὸ κατασκευάσαι μηδεμίαν συνάφειαν εἶναι τῷ πατρὶ πρὸς τὸν υἱὸν ἢ πρὸς τὸν υἱὸν πάλιν τῷ πνεύματι, ἀλλ᾽ ἀπεσχίσθαι τὰς οὐσίας ἀπ᾽ ἀλλήλων εἰς ἀπεξενωμένην τινὰ φύσιν καὶ ἀσύμφυλον ἀλλοτριότητα διασπωμένας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πηλικότητι καὶ ἀξιωμάτων ὑφέσει διαφερούσας, ὥστε 〈τὰς μὲν μείζους〉, καθὼς αὐτός φησι, 〈τὰς δὲ μικροτέρας νοεῖσθαι〉 καὶ κατὰ τὰ λοιπὰ πάντα τὴν παραλλαγὴν ἔχειν.

Ἡμεῖς δὲ κἂν περιττὸν τοῖς πολλοῖς εἶναι δοκῇ τὸ τοῖς προδήλοις ἐνδιατρίβειν καὶ τὰ καθ᾽ ἕκαστον διελέγχειν πειρᾶσθαι, ὅσα παρὰ τοῖς πολλοῖς αὐτόθεν ψευδῆ καὶ βδελυκτὰ καὶ οὐδεμίαν ἰσχὺν ἔχειν νομίζεται, ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν δι᾽ ἀπορίαν ἐλέγχων ἀνεξέταστόν τι παρορᾶν τῶν παρ᾽ ἐκείνου ῥηθέντων, κατὰ δύναμιν καὶ τούτοις ἐπελευσόμεθα. 〈ἑκάστην φησὶ τούτων οὐσίαν εἰλικρινῶς ἁπλῆν καὶ πάντη μίαν εἶναί τε καὶ νοεῖσθαι κατὰ τὴν ἰδίαν ἀξίαν〉. πάλιν ἐνταῦθα ὡς ὁμολογούμενα τὰ ἀμφιβαλλόμενα προτεινόμενος οἴεταί τι λέγειν, ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν νομίζων τὸ αὐτὸς ἀποφήνασθαι. τρεῖς οὐσίας φησί· τοῦτο γὰρ ἐνδείκνυται τῷ εἰπεῖν 〈ἑκάστης τούτων οὐσίας〉. οὐδὲ γὰρ ἂν οὕτως εἶπεν, εἰ μίαν ᾤετο.

Εἰ μὲν οὖν οὕτω λέγει τὴν τῶν οὐσιῶν πρὸς ἀλλήλας διαφοράν, ὡς μὴ δοκεῖν τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου συμφέρεσθαι ἑνὶ τῷ ὑποκειμένῳ τρεῖς ἐφαρμόζοντος προσηγορίας, καὶ ἡμεῖς συντιθέμεθα καὶ οὐδεὶς τῶν εὐσεβούντων ἀντιλέγει τῷ δόγματι, πλὴν ὅσον μόνοις τοῖς ὀνόμασι καὶ τῇ προφορᾷ τοῦ λόγου πλημμελεῖν δοκεῖ, “οὐσίας„ ἀντὶ “ὑποστάσεων„ ὀνομάζων. οὐ γὰρ ὅσα τὸν τῆς οὐσίας λόγον τὸν αὐτὸν ἔχει, ὁμοίως καὶ ἐπὶ τῇ ὑποστάσει τῇ ἀποδόσει τοῦ λόγου συνενεχθήσεται. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐν μὲν τῷ λόγῳ τῆς οὐσίας οἱ αὐτοὶ ἦσαν ἀλλήλοις (ἄνθρωπος γὰρ τούτων ἕκαστος), ἐν δὲ τοῖς ἰδιώμασι τῆς ἑκάστου αὐτῶν ὑποστάσεως ἀλλήλοις οὐ συνεφέροντο. οὐκοῦν εἰ μὲν τοῦτο κατεσκεύαζε, τὸ μὴ δεῖν φύρειν τὰς ὑποστάσεις καὶ ἑνὶ προσώπῳ τὰς τρεῖς ἐφαρμόζειν προσηγορίας, πιστὸς ἂν ἦν κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν ὁ λόγος αὐτῷ καὶ πάσης ἀποδοχῆς ἄξιος. ἐπεὶ δὲ οὐ πρὸς τοῦτο βλέπει οὐδὲ τὰς ὑποστάσεις ἀπ᾽ ἀλλήλων τοῖς ἐπιθεωρουμένοις ἰδιώμασι διακρίνων ταῦτά φησιν, ἀλλ᾽ αὐτὴν τὴν ὑποκειμένην οὐσίαν ἀλλοτρίως πρὸς τὴν ἑτέραν, μᾶλλον δὲ πρὸς ἑαυτὴν ἔχειν κατασκευάζει καὶ διὰ τοῦτο πολλὰς οὐσίας ὀνομάζει, ὡς ἑκάστης ἰδιάζουσαν ἐχούσης τινὰ τὴν πρὸς τὰς ἄλλας ἀλλοτριότητα, διὰ τοῦτό φημι ἄναρχον αὐτῷ καὶ ἀκέφαλον εἶναι τὸν λόγον, ἀπὸ οὐδενὸς ὁμολογουμένου κατὰ τὸ ἀκόλουθον τὴν βλασφημίαν κατασκευάζοντα.

οὐ γὰρ ὅπως ἄν τις προσαχθείη τῇ τοιαύτῃ τοῦ δόγματος ὑπολήψει τὴν κατασκευὴν ἔχει, ἀλλ᾽ ὥσπερ ἐπ᾽ ὀνείρου διηγήσεως ψιλὴν καὶ ἀκατάσκευον ἐμπεριέχει τῆς ἀσεβείας τὴν ἔκθεσιν. τῆς γὰρ ἐκκλησίας δογματιζούσης μὴ εἰς πλῆθος οὐσιῶν διασχίζειν τὴν πίστιν, ἀλλ᾽ ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι μηδεμίαν τὴν κατὰ τὸ εἶναι διαφορὰν πιστεύειν, τῶν δὲ ἐναντίων ἐν αὐταῖς ταῖς οὐσίαις τὴν παραλλαγὴν καὶ τὴν ἀνομοιότητα τιθεμένων, οὗτος τὸ μηδενὶ λόγῳ μήτε δειχθὲν μήτε δειχθῆναι δυνάμενον ὡς προκατεσκευασμένον θαρσῶν ἀποφαίνεται, τάχα οὐδέπω καὶ νῦν εἰς ἀκουόντων ὦτα λαλήσας. ἦ γὰρ ἂν ἐδιδάχθη παρὰ τῶν συνετῶς ἀκροωμένων ὅτι πᾶς λόγος, ἕως ἂν κατ᾽ ἐξουσίαν ἀναπόδεικτος φέρηται, τὸ λεγόμενον γραῶν ὕθλος ἐστὶν οὐδεμίαν ἰσχὺν ἔχων πρὸς τὸ δεῖξαι δι᾽ ἑαυτοῦ τὸ ζητούμενον, ὅταν μηδεμία συνηγορία μήτε ἐκ τῶν θείων φωνῶν μήτε ἐκ λογισμῶν ἀνθρωπίνων τοῖς λεγομένοις ἐπάγηται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἡμεῖς δὲ τὰ εἰρημένα διασκεψώμεθα. 〈ἁπλῆν εἶναι καὶ πάντη μίαν〉 φησὶ 〈τούτων ἑκάστην τῶν οὐσιῶν〉, ἃς τῷ λόγῳ ἀνετυπώσατο. ἀλλὰ τὸ μὲν ἁπλῆν εἶναι τὴν θείαν τε καὶ μακαρίαν καὶ πάντα νοῦν ὑπεραίρουσαν φύσιν οὐδὲ τοὺς ἄγαν κτηνώδεις καὶ ταπεινοὺς τὴν διάνοιαν ἀντιλέγειν οἰόμεθα. τὴν γὰρ ἀειδῆ τε καὶ ἀσχημάτιστον πηλικότητός τε πάσης καὶ τῆς ἐν τῷ μεγέθει ποσότητος κεχωρισμένην πῶς ἄν τις πολυειδῆ καὶ σύνθετον ὑπολάβοι; ὅτι δὲ οὐ συμβαίνει τῷ παρ᾽ αὐτῶν κατασκευαζομένῳ δόγματι τὸ ἁπλῆν εἶναι τὴν ὑπερκειμένην οὐσίαν οἴεσθαι, κἂν τῷ λόγῳ χαριεντίζωνται, φανερὸν ἔσται τῷ καὶ μικρὸν ἐπιστήσαντι. τίς γὰρ οὐκ οἶδεν ὅτι κατὰ τὸν ἴδιον λόγον ἡ ἁπλότης ἐπὶ τῆς ἁγίας τριάδος τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἐπιδέχεται; περὶ ἣν γὰρ οὐκ ἔστι μίξιν τινὰ ποιοτήτων καὶ συνδρομὴν ἐννοῆσαι, ἀλλ᾽ ἀμερῆ τινα καὶ ἀσύνθετον δύναμιν καταλαμβάνει ἡ ἔννοια, πῶς ἄν τις καὶ κατὰ τίνα λόγον τὴν παρὰ τὸ πλέον καὶ τὸ ἔλαττον διαφορὰν καταμάθοι;

ἀνάγκη γὰρ πᾶσα τὸν παρηλλάχθαι ταῦτα διοριζόμενον ποιοτήτων τινῶν ἐμπτώσεις περὶ τὸ ὑποκείμενον ἐννοεῖν· ἤτοι γὰρ καθ᾽ ὑπερβολὴν καὶ ἐλάττωσιν τὸ διάφορον ἐν τούτοις ἐπινοεῖ καὶ διὰ τούτου τὴν τῆς πηλικότητος ἔννοιαν ἐπεισάγει τῷ ζητουμένῳ, ἢ κατὰ τὸ ἀγαθὸν καὶ δυνατὸν καὶ σοφὸν καὶ εἴ τι ἄλλο περὶ τὸ θεῖον εὐσεβῶς νοεῖται πλεονάζειν ἢ ὑποβεβηκέναι κατασκευάζει· καὶ οὕτω τὸν τῆς συνθέσεως λόγον οὐ διαφεύξεται. οὐδὲν γὰρ ἐλλιπῶς κατὰ σοφίαν ἢ δύναμιν ἢ κατ᾽ ἄλλο τι τῶν ἀγαθῶν ἔχει ᾧ μὴ ἐπίκτητόν ἐστι τὸ ἀγαθόν, ἀλλ᾽ αὐτὸ καθό ἐστι τοιοῦτον πέφυκεν· ὥστε ὁ λέγων ἐλάττους τε καὶ μείζους ἐν τῇ θείᾳ φύσει καταλαμβάνειν τὰς οὐσίας λέληθεν ἑαυτὸν σύνθετον ἐξ ἀνομοίων κατασκευάζων τὸ θεῖον, ὡς ἄλλο μέν τι νοεῖν εἶναι τὸ ὑποκείμενον, ἕτερον δὲ πάλιν τὸ μετεχόμενον, οὗ κατὰ μετουσίαν ἐν τῷ ἀγαθῷ γίνεσθαι τὸ μὴ τοιοῦτον ὄν. εἰ δὲ ἀληθῶς 〈ἁπλῆν καὶ πάντη μίαν〉 ἐνενόει τὴν οὐσίαν, αὐτὸ ὅπερ ἐστὶν ἀγαθὸν οὖσαν, οὐ γινομένην ἐξ ἐπικτήσεως, οὐκ ἂν τὸ μεῖζον καὶ τὸ ἔλαττον περὶ αὐτὴν ἐλογίζετο. εἴρητο γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν, ὅτι μόνῃ τῇ τοῦ κακοῦ παρουσίᾳ τὰ ἀγαθὰ κατασμικρύνεται. ἐφ᾽ ὧν δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, ὅρος οὐκ ἐπινοεῖται τῆς ἀγαθότητος· τὸ δὲ ἀόριστον οὐ τῇ πρὸς ἕτερον σχέσει τοιοῦτόν ἐστιν, ἀλλ᾽ αὐτὸ καθ᾽ ἑαυτὸ νοούμενον ἐκφεύγει τὸν ὅρον.

ἄπειρον δὲ ἀπείρου πλέον καὶ ἔλαττον λέγειν οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ὥστε εἰ 〈ἁπλῆν〉 ὁμολογεῖ τὴν ὑπερκειμένην οὐσίαν καὶ οἰκείως ἔχειν αὐτὴν πρὸς ἑαυτήν, συντιθέσθω τῇ κατὰ τὸ ἁπλοῦν καὶ ἄπειρον κοινωνίᾳ συναπτομένην. εἰ δὲ διΐστησι καὶ ἀποξενοῖ τὰς οὐσίας ἀπ᾽ ἀλλήλων, ἄλλην τοῦ μονογενοῦς παρὰ τὸν πατέρα, ἑτέραν δὲ τοῦ πνεύματος παρὰ τὴν τοῦ μονογενοῦς ἐννοῶν, καὶ τὸ πλέον καὶ τὸ ἔλαττον ἐπ᾽ αὐτῶν λέγει, μὴ λανθανέτω τῷ μὲν δοκεῖν τὸ ἁπλοῦν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ κατασκευάζων τὸ σύνθετον.

Πάλιν δὲ τὸν ῥηθέντα παρ᾽ αὐτοῦ λόγον καθεξῆς ἀναλάβωμεν. 〈εἰλικρινῶς〉, φησίν, 〈ἁπλῆς τῆς οὐσίας καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν〉. τί βούλεται τὸ 〈κατὰ τὴν ἰδίαν ἀξίαν〉; εἰ μὲν γὰρ ἐν κοινότητι τῆς ἀξίας θεωρεῖ τὰς οὐσίας, περισσὴ μὲν καὶ οὕτως ἦν καὶ παρέλκουσα ἡ προσθήκη τοῦ λόγου τοῖς ὁμολογουμένοις ἐνδιατρίβουσα, πλὴν ἀλλ᾽ εἶχέ τι συγγνωστὸν ἴσως ἡ ἀκαιρία τῆς λέξεως, τῆς εὐσεβεστέρας ἐννοίας οὐκ ἀπόβλητον ποιούσης τὸ μάταιον καὶ περιρρέον τοῦ λόγου. νῦν δὲ οὐ μέχρι τῆς τῶν ῥημάτων αὐτῷ διαμαρτίας ἐστὶν ὁ κίνδυνος (ἦ γὰρ ἂν εὐίατον ἦν τὸ ἀρρώστημα), ἀλλ᾽ ἔτι τῶν πονηρῶν ἔχεται τεχνασμάτων. 〈ἁπλῆν〉 γὰρ λέγει τῶν τριῶν οὐσιῶν 〈ἑκάστην κατὰ τὴν ἰδίαν ἀξίαν〉, ἵνα τοῖς ἐξ ἀρχῆς ῥηθεῖσιν αὐτῷ διορισμοῖς περὶ τῆς πρώτης τε καὶ δευτέρας καὶ τρίτης οὐσίας καὶ ὁ τῆς ἁπλότητος συγκακουργῆται λόγος.

ὥσπερ γὰρ μόνην 〈ἀνωτάτω〉 καὶ μόνην 〈κυρίαν〉 τὴν τοῦ πατρὸς προσηγόρευσεν οὐσίαν, οὐδὲν τούτων ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὁμολογήσας, οὔτε τὴν ἄνω φωνὴν οὔτε τὴν 〈κυριωτάτην〉, κατὰ τὸν αὐτὸν λόγον καὶ ἁπλᾶς προσειπὼν τὰς οὐσίας κατὰ τὸ μέτρον τῆς ἐπιθεωρουμένης ἑκάστῃ ἀξίας καὶ τὴν τῆς ἁπλότητος ἔννοιαν ἐφαρμόζειν οἴεται χρῆναι, ὡς τῆς μὲν κυριωτάτης καὶ πρώτης ἐν τῇ ἄκρᾳ καὶ τελείᾳ θεωρουμένης ἁπλότητι, τῆς δὲ δευτέρας ἀναλόγως κατὰ τὸ μέτρον τῆς τῶν πρωτείων ὑφέσεως καὶ τὸν τῆς ἁπλότητος λόγον ὑποστελλούσης, καὶ ἐπὶ τῆς τελευταίας ὡσαύτως τοσοῦτον ὑποκαταβαίνει τῆς τελείας ἁπλότητος, ὅσον καὶ ἡ ἀναλογία τοῦ ἀξιώματος ἐπὶ τῶν ἐσχάτων κατασμικρύνεται· ὡς ἐκ τούτου συμβαίνειν τὴν μὲν τοῦ πατρὸς οὐσίαν ἁπλῆν καθαρῶς ὑπονοεῖσθαι, τὴν δὲ τοῦ υἱοῦ μὴ ἀκριβῶς ἁπλῆν, ἀλλά τι καὶ τῆς συνθέτου φύσεως αὐτῇ παραμεμίχθαι, τοῦ δὲ ἁγίου πνεύματος πλεονάζειν ἐν τῷ συνθέτῳ τὴν φύσιν, τοῦ τῆς ἁπλότητος λόγου κατ᾽ ὀλίγον ἐν τοῖς ἐσχάτοις ἐλαττουμένου. ὥσπερ γὰρ τὸ μὴ τελείως ἀγαθὸν μέρει τινὶ τῆς ἐναντίας ἕξεως μετέχειν ὁμολογεῖται, οὕτως ὃ μὴ παντελῶς ἐστιν ἁπλοῦν, οὐ διαφεύγει τὸ μὴ σύνθετον εἶναι δοκεῖν.

Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι᾽ ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις κατάγει τὴν περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἔννοιαν. 〈συμπεριγραφομένων〉, φησί, 〈τοῖς ἔργοις τῶν ἐνεργειῶν καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην, τὰς δὲ δευτέραν ἐπέχειν τάξιν〉. ταῦτα γὰρ εἰ καὶ φιλοπόνως τῇ ὁμίχλῃ τῆς λέξεως συγκαλύψας δυσθήρατον αὐτῶν τὴν ἔννοιαν εἶναι τοῖς πολλοῖς παρεσκεύασεν, ἀλλ᾽ οὖν ἐκ τῆς ἀκολουθίας τῶν ἐξητασμένων εὐκόλως σαφηνισθήσεται. 〈συμπεριγραφομένων〉, φησί, 〈τοῖς ἔργοις τῶν ἐνεργειῶν. ἔργα〉 ὀνομάζει τὸν υἱὸν καὶ τὸ πνεῦμα, 〈ἐνεργείας〉 δὲ τὰς ἀποτελεστικὰς τούτων δυνάμεις δι᾽ ὧν ἀπειργάσθησαν, ἅσπερ μικρῷ πρόσθεν 〈ἕπεσθαί〉 φησι 〈ταῖς οὐσίαις〉. ἡ δὲ τοῦ 〈συμπεριγράφεσθαι〉 λέξις δηλοῖ τὸ ἰσοστάσιον τῆς ἀποτελεσθείσης οὐσίας πρὸς τὴν ὑποστήσασαν δύναμιν, μᾶλλον δὲ οὐχὶ δύναμιν, ἀλλὰ δυνάμεως ἐνέργειαν, καθὼς αὐτὸς ὀνομάζει, ἵνα μὴ πάσης τῆς τοῦ ἐνεργοῦντος δυνάμεως ἔργον ᾖ τὸ ἀποτέλεσμα, ἀλλά τινος μερικῆς ἐνεργείας τοσοῦτον ἐκ τῆς πάσης δυνάμεως κινηθείσης, ὅσον σύμμετρον ἔμελλε τῇ ἀπεργασίᾳ τοῦ γινομένου φανήσεσθαι.

καὶ πάλιν τὸ αὐτὸ ἐπαναστρέψας φησί· 〈καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων〉.

Τούτων δὲ ὁ νοῦς γένοιτ᾽ ἂν ἡμῖν δι᾽ ὑποδείγματος γνωριμώτερος. ὑποθώμεθα γὰρ περὶ ὀργάνου τινὸς τῶν σκυτοτομικῶν εἶναι τὸν λόγον οὕτω· τὸ σμιλίον εἰς κύκλου σχῆμα περιηγμένον ἐὰν ἐπιβληθῇ τινι, ᾧ χρὴ τὸν τοιοῦτον ἐγγενέσθαι τύπον, συμπεριγράφεται τῷ σχήματι τοῦ σιδήρου τὸ δι᾽ αὐτοῦ ἐντεμνόμενον, καὶ τοσοῦτος ὁ ἐν τῇ τομῇ κύκλος δειχθήσεται, ὅσος ὁ ἐν τῷ ὀργάνῳ ἐστί· καὶ πάλιν ὅσῳ διαστήματι περιῆκται τὸ ὄργανον, τοσοῦτον καὶ διὰ τῆς τομῆς περιγράψει τὸν κύκλον. τοιαύτη τοῦ θεολόγου ἡ ἔννοια περὶ τῆς θείας τοῦ μονογενοῦς ὑποστάσεως. ἐνέργειάν τινα καθάπερ ὄργανον τῇ πρώτῃ οὐσίᾳ παρεπομένην σύμμετρόν φησιν ἑαυτῇ ἔργον πεποιηκέναι τὸν κύριον. οὕτως οἶδε τὸν υἱὸν τοῦ θεοῦ δοξάζειν. τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς νῦν δοξαζόμενον καὶ ἐν καιρῷ τῆς κρίσεως ἐκκαλυφθησόμενον, τοῦτόν φησιν 〈ἔργον ὄντα τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ παραμετρεῖσθαι〉. τίς τοίνυν ἡ ἐνέργεια ἡ τῷ θεῷ μὲν τῶν ὅλων παρεπομένη, πρὸ δὲ τοῦ μονογενοῦς νοουμένη καὶ περιγράφουσα αὐτοῦ τὴν οὐσίαν; δύναμίς τις οὐσιώδης καθ᾽ ἑαυτὴν ὑφεστῶσα καὶ τὸ δοκοῦν ἐργαζομένη δι᾽ αὐτεξουσίου κινήματος. οὐκοῦν αὕτη πατὴρ τοῦ κυρίου. καὶ τί ἔτι ἐπιθρυλεῖται τῷ ἐπὶ πάντων θεῷ ἡ τοῦ πατρὸς κλῆσις, εἰ μὴ ἐκεῖνος, ἀλλά τις ἐνέργεια τῶν ἔξωθεν αὐτῷ παρεπομένων τὸν υἱὸν ἀπειργάσατο;

πῶς δὲ υἱὸς ὁ υἱός, ὃν δι᾽ ἑτέρου μέν τινος ὑποστῆναι λέγει, καθάπερ δέ τινα τῶν ὑποβολιμαίων (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ κύριος) οὕτω τὴν οἰκειότητα τοῦ πατρὸς ὑποδύεσθαι, μόνῃ τῇ προσηγορίᾳ τοῦ υἱοῦ τετιμημένον; πῶς δὲ μετὰ τὸν θεὸν τῶν ὅλων καὶ τὸν κύριον τάξει ὁ τρίτον ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἀριθμῶν, τῆς μεσιτευούσης ἐνεργείας ἐκείνης ἐν δευτέρᾳ τάξει μετὰ τὸν ἐπὶ πάντων θεὸν ἀριθμουμένης; κατὰ δὲ τὴν ἀκολουθίαν ταύτην καὶ τὸ πνεῦμα τὸ ἅγιον πάντως οὐκέτι ἐν τρίτῃ, ἀλλ᾽ ἐν τῇ πέμπτῃ τάξει καταληφθήσεται, τῆς ἐνεργείας τῆς τῷ μονογενεῖ παρεπομένης, καθ᾽ ἣν ὑπέστη τὸ πνεῦμα τὸ ἅγιον, ὡς ὁ Εὐνομίου λόγος, διὰ μέσου πάντως ἀριθμουμένης.

Ἀλλὰ καὶ τὸ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγειν ἀσύστατον διὰ τούτων ἐπιδειχθήσεται, ἑτέρας τινὸς ὑποστάσεως πρεσβυτέρας τοῦ μονογενοῦς προαναπλασθείσης ὑπὸ τοῦ καινοῦ θεολόγου, εἰς ἣν εἰκότως ἡ αἰτία τῆς κτίσεως τῶν πάντων ἀνενεχθήσεται, διότι καὶ αὐτοῦ τοῦ μονογενοῦς ἡ κατασκευὴ κατὰ τὸν ἐκείνου λόγον τῆς ἐνεργείας ἐκείνης ἤρτηται. εἰ δὲ ταῦτα τὰ ἄτοπα φεύγων ἀνυπόστατόν τι πρᾶγμα λέγοι τὴν ἐνέργειαν, ἧς ἀποτέλεσμα τὸν υἱὸν διορίζεται, πάλιν εἰπάτω πῶς ἕπεται τῷ ὄντι τὸ μὴ ὄν, πῶς δὲ κατεργάζεται τὸν ὑφεστῶτα τὸ μὴ ὑφεστός. εὑρεθήσεται γὰρ διὰ τούτων ἀκολουθοῦντα μὲν τῷ θεῷ τὰ ἀνύπαρκτα, αἴτια δὲ τῶν ὄντων τὰ μὴ ὄντα γινόμενα, καὶ περιγράφοντα τὴν τῶν ὑφεστώτων φύσιν ἃ τῇ ἑαυτῶν οὐχ ὑφέστηκε φύσει, καὶ ἡ πάσης τῆς κτίσεως ἀποτελεστικὴ καὶ δημιουργὸς δύναμις τῷ ἀνυπάρκτῳ κατὰ τὸν ἴδιον λόγον περιληφθήσεται. τοιαῦτα τοῦ θεολόγου τὰ δόγματα, ὃς τὸν κύριον τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης τῆς κτίσεως δημιουργόν, τὸν ἐν ἀρχῇ ὄντα λόγον θεοῦ, τὸν δι᾽ οὗ τὰ πάντα τοῦτον ἀνυπάρκτῳ τινὶ καὶ ἀνυποστάτῳ πράγματι ἢ νοήματι ἢ οὐκ οἶδ᾽ ὅπως ὀνομάσαι προσήκει τὴν παρ᾽ αὐτοῦ νῦν ἀναπλασθεῖσαν ἐνέργειαν ὑποστῆναι λέγει καὶ ἐν αὐτῇ περιγεγράφθαι, οἷόν τινι ἑρκίῳ τῇ ἀνυπαρξίᾳ πανταχόθεν διειλημμένον. καὶ οὐ συνίησιν ὁ τὰ ἀθέατα βλέπων, εἰς οἷον καταστρέφει πέρας ἡ ἀκολουθία τοῦ λόγου.

εἰ γὰρ ἀνυπόστατος μὲν ἡ ἐνέργεια τοῦ θεοῦ, ταύτῃ δὲ ἐμπεριγράφεται τὸ ἐκ τῆς ἀνυπαρξίας ἀποτελεσθὲν ἔργον, πάντως ὅτι τοιοῦτόν τι νοηθήσεται τῇ φύσει τὸ ἀποτέλεσμα, οἵα καὶ ἡ τοῦ ὑποστησαμένου τὸ ἔργον φύσις ἀνεπλάσθη τῷ λόγῳ· τὸ γὰρ καὶ ἀποτελεσθὲν ἐκ τῆς ἀνυπαρξίας καὶ ἐμπεριειλημμένον ταύτῃ παντὶ δήπου πρόδηλον, τί νοεῖται, ὅτι οὐδέν. οὐδὲ γὰρ ἔχει φύσιν ὑπὸ τῶν ἐναντίων τὰ ἐναντία περιέχεσθαι· οὔτε γὰρ ὑπὸ πυρὸς ὕδωρ οὔτε ὑπὸ σκότους φῶς οὔτε ὑπὸ τοῦ μὴ ὄντος τὸ ὄν. ἀλλὰ ταῦτα μὲν ὑπὸ τῆς περιττευούσης αὐτῷ σοφίας ἢ οὐ συνίησιν ἢ ἑκὼν ἀμβλυώττει πρὸς τὴν ἀλήθειαν.

Ἐξ ἀνάγκης δέ τινος τὸ ἔλαττον ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως νοεῖ καὶ πάλιν ἐπίτασίν τινα τῆς ἐλαττώσεως παρὰ τὸν υἱὸν ἐνθεωρεῖν τῷ ἁγίῳ πνεύματι κατασκευάζει, οὕτω λέγων τοῖς ῥήμασιν· 〈ἀνάγκη πᾶσα τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι〉. τὴν μὲν οὖν ἀνάγκην τὴν ταῦτα ἐν τῇ θείᾳ φύσει βιαζομένην καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον διακληροῦσαν οὔτε παρ᾽ αὐτοῦ μεμαθήκαμεν οὔτε ἀφ᾽ ἡμῶν αὐτῶν συνεῖναι μέχρι τοῦ νῦν δεδυνήμεθα. τέως γὰρ παρὰ πᾶσι κρατεῖ τὸ δόγμα τοῖς τὸν ἰδιωτισμὸν καταδεχομένοις τοῦ ἁπλουστέρου κηρύγματος, ὅτι οὐδεμία τις Ἀνάγκη τῆς θείας ὑπέρκειται φύσεως, ἣ πρὸς τὸ ἔλαττον κάμπτει καὶ βιάζεται καθάπερ τινὰ τῶν ἀργυρωνήτων τὸν μονογενῆ. ἀλλὰ τοῦτο παρεὶς καίτοι οὐ μικρᾶς ζητήσεως ἄξιον ὂν μόνον τὸ δεῖν ἔλαττον νοεῖν δογματίζει. καὶ μὴν οὐκ εἰς τοῦτο μόνον ἡ ἀνάγκη τὸν λόγον καθίστησιν, ἀλλά τι καὶ πλέον εἰς βλασφημίαν κατασκευάζει, καθὼς ἤδη μερικῶς προεξήτασται. εἰ γὰρ μὴ ἐκ πατρὸς ὁ υἱός, ἀλλ᾽ ἔκ τινος ἀνυποστάτου ἐνεργείας ἀνεφύη, οὐκ ἐλάττων μόνον τοῦ πατρὸς νοηθήσεται, ἀλλὰ τὸ παράπαν ἰουδαΐζειν ἀνάγκη τῷ δόγματι. τὸ γὰρ τοῦ μὴ ὄντος ἀποτέλεσμα οὐχὶ μικρὸν ἡ τῆς ἀνάγκης ταύτης ἀκολουθία δείκνυσιν, ἀλλ᾽ ὅπερ οὐδὲ κατηγοροῦντι λέγειν ἀκίνδυνον.

ὥσπερ γὰρ ἀναγκαίως ὁμολογεῖται εἶναι τὸ ἐκ τοῦ ὄντος ἔχον τὴν γέννησιν, οὕτως τὸ ἔμπαλιν ἐξ ἀνάγκης ὁμολογηθήσεται 〈μὴ εἶναι〉 τὸ ἐκ τοῦ μὴ ὄντος ἀναφυόμενον. ὅταν γὰρ αὐτό τι μὴ ᾖ, πῶς ἕτερον ἐξ αὑτοῦ ὑποστήσει;

Εἰ οὖν οὐκ ἔστιν ἐν ἰδίᾳ οὐσίᾳ ἡ τῷ θεῷ μὲν παρεπομένη ἐνέργεια, τὸν δὲ υἱὸν ἐργαζομένη, τίς οὕτω τυφλός, ὡς μὴ συνιδεῖν τὴν τῆς βλασφημίας κατασκευήν, ὅτι πρὸς τὴν αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἄρνησιν ὁ σκοπὸς αὐτῶν βλέπει; καὶ εἰ τοῦ υἱοῦ τὴν ὑπόστασιν ἡ τοῦ δόγματος αὐτῶν ἀκολουθία ὑποκλέπτει τῆς πίστεως, οὐδὲν αὐτῷ πλὴν ψιλοῦ ὀνόματος καταλείπουσα, σχολῇ γ᾽ ἂν εἶναι κατ᾽ ἰδίαν ὑπόστασιν πιστευθείη τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῆς τῶν ἀνυπάρκτων ἀκολουθίας γενεαλογούμενον. ὅταν γὰρ μὴ ὑπάρχῃ μὲν κατ᾽ οὐσίαν ἡ παρεπομένη τῷ θεῷ ἐνέργεια, ἀνύπαρκτον δὲ τὸ ταύτης ἀποτέλεσμα καταλαμβάνῃ ἐξ ἀνάγκης ὁ λόγος, τούτῳ δὲ πάλιν ἄλλη τις ἐνεργείας ἀνυπαρξία παρέπηται, εἶτα διὰ τούτου γεγενῆσθαι τὸ πνεῦμα κατασκευάζηται, πῶς οὐκ εὔδηλος πᾶσιν ἡ βλασφημία, ὅτι μετὰ τὸν ἀγεννήτως ὄντα θεὸν οὐδὲν ἀληθῶς ὑφεστάναι κατασκευάζουσι, διὰ σκιωδῶν τινων καὶ ἀνυπάρκτων ἀναπλασμῶν προϊόντος αὐτῶν τοῦ δόγματος καὶ οὐδενὶ τῶν κατ᾽ ἀλήθειαν ὑφεστώτων ἐπερειδομένου.

Ἀλλ᾽ ἡ μὲν κατασκευὴ τῶν τὰ τοιαῦτα δογματιζόντων εἰς τοιαύτην ἀτοπίαν ἐκβάλλει τὸν λόγον. διδόσθω δὲ καθ᾽ ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες 〈τὸ〉 εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πνεύματι τῷ ἁγίῳ κατ᾽ ἰδίαν ὑπόστασιν. ἀλλ᾽ εἰ μὲν ὁμολογοῦντες ταῦτα καὶ τὰς εὐσεβεῖς περὶ αὐτῶν ὑπολήψεις συνωμολόγουν, οὐδ᾽ ἂν ἐμάχοντο πάντως πρὸς τὸ δόγμα τῆς ἐκκλησίας οὐδὲ τῆς κοινῆς ἐλπίδος τῶν Χριστιανῶν ἀπεσχίζοντο· εἰ δὲ καθάπερ ὕλην τινὰ καὶ ἀφορμὴν βλασφημίας ἑαυτοῖς ὑποβάλλοντες διὰ τοῦτο τῷ υἱῷ καὶ τῷ πνεύματι τὸ εἶναι χαρίζονται, τάχα, κἂν τολμηρὸν εἰπεῖν ᾖ, λυσιτελέστερον ἦν αὐτοῖς αὐτομολῆσαι πρὸς τὴν τῶν Ἰουδαίων λατρείαν ἐξομοσαμένοις τὴν πίστιν, ἢ καθυβρίζειν διὰ τῆς δοκούσης ὁμολογίας τῶν Χριστιανῶν τὴν προσηγορίαν. ἐκεῖνοι μὲν γὰρ ἀπαράδεκτοι τοῦ λόγου μέχρι τοῦ νῦν διαμείναντες τοσοῦτον ἀσεβοῦσι μόνον, ὅσον τὸν ἐλθόντα Χριστὸν μὴ ὁμολογεῖν, ἀλλ᾽ ἐλπίζειν ἐλεύσεσθαι· πονηρὰν δέ τινα καὶ καθαιρετικὴν ἔννοιαν τῆς τοῦ προσδοκωμένου παρ᾽ αὐτοῖς δόξης οὐδεμίαν ἔστι λεγόντων ἀκούειν. οἱ δὲ τῆς νέας περιτομῆς, μᾶλλον δὲ τῆς, καθώς φησιν ὁ ἀπόστολος, κατατομῆς, ἐληλυθέναι μὲν οὐκ ἀρνοῦνται τὸν προσδοκώμενον, μιμοῦνται δὲ τοὺς τὴν κατὰ σάρκα τοῦ κυρίου παρουσίαν δι᾽ ἀπιστίας καὶ ὕβρεως ἀτιμάζοντας.

ἐκεῖνοι λίθοις βαλεῖν ἐπεχείρουν τὸν κύριον, οὗτοι ταῖς βλασφήμοις φωναῖς τὸν τῆς ἀληθείας λόγον καταλιθάζουσιν. ἐκεῖνοι προέφερον τῆς κατὰ σάρκα γεννήσεως τὸ ταπεινόν τε καὶ ἄδοξον, τὴν θείαν καὶ προαιώνιον οὐ προσιέμενοι γέννησιν· κατὰ ταὐτὰ καὶ οὗτοι τῆς μεγαλοπρεποῦς τε καὶ ὑψηλῆς καὶ ἀρρήτου ἐκ πατρὸς γεννήσεως τὴν ὁμολογίαν ἀρνούμενοι διὰ κτίσεως αὐτὸν ἔχειν τὸ εἶναι κατασκευάζουσιν, ὅθεν καὶ τῇ ἀνθρωπίνῃ φύσει καὶ πᾶσι τοῖς γεγονόσιν ἐστὶν ἡ γέννησις. ἔγκλημα τοῖς Ἰουδαίοις ἦν τὸ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ θεωρηθῆναι τὸν κύριον. ἀγανακτοῦσι καὶ οὗτοι κατὰ τῶν ἐν ἀληθείᾳ τὴν ὁμολογίαν ταύτην ἐπ᾽ αὐτοῦ ποιουμένων. ἐκεῖνοι τιμᾶν ᾤοντο τὸν θεὸν τῶν ὅλων τῆς πρὸς αὐτὸν ὁμοτιμίας τὸν υἱὸν ἀποκλείοντες. ταῦτα καὶ οὗτοι τῷ ἐπὶ πάντων χαρίζονται, ἐν τῇ καθαιρέσει τῆς τοῦ κυρίου δόξης τῷ πατρὶ τὴν τιμὴν χαριζόμενοι.

Τὰ δὲ ἄλλα πῶς ἄν τις πρὸς ἀξίαν διεξέλθοι, δι᾽ ὅσων καὶ οἵων τὴν κατὰ τοῦ μονογενοῦς ὕβριν ἐνδείκνυνται; ἐνέργειάν τινα προαναπλάσσοντες τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἐκείνης ἔργον αὐτὸν καὶ ἀποτέλεσμα λέγουσιν, ὅπερ τοῖς Ἰουδαίοις οὔπω μέχρι τοῦ δεῦρο τετόλμηται· εἶτα περιγράφουσι τοῦ κυρίου τὴν φύσιν, ἐντὸς ὅρων τινῶν τῆς ποιησαμένης δυνάμεως αὐτὸν ἀποκλείοντες καὶ οἱονεὶ μέτρῳ τινὶ τῇ ποσότητι τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας περισχοινίζοντες, ὥσπερ χιτῶνί τινι τῇ ἐπινοηθείσῃ παρ᾽ αὐτῶν ἐνεργείᾳ πανταχόθεν περιειργόμενον. ταῦτα κατηγορεῖν τῶν Ἰουδαίων οὐκ ἔχομεν. εἶτα βραχύτητά τινα τῇ οὐσίᾳ κατ᾽ ἐλάττωσιν ἐνθεωροῦσιν, οὐκ οἶδα τίνι μεθόδῳ τὸν ἄποσόν τε καὶ ἀμεγέθη τῇ ἑαυτῶν ὑπολήψει παραμετρήσαντες καὶ εὑρεῖν δυνηθέντες, πόσον ἐνδεῖ τῷ μεγέθει τοῦ μονογενοῦς θεοῦ πρὸς τὴν τελείωσιν, οὗ μὴ προσόντος ἐν τῷ μικροτέρῳ τε καὶ ἀτελεῖ θεωρεῖται. καὶ πολλὰ ἕτερα τὰ μὲν ἐκ τοῦ προφανοῦς ὁμολογοῦντες τὰ δὲ κατὰ τὸ λανθάνον κατασκευάζοντες, ἐμμελέτημα τῆς πονηρίας αὐτῶν τὴν ὁμολογίαν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐποιήσαντο. πῶς οὖν οὐκ ἐλεεινότεροι τῆς Ἰουδαϊκῆς κατακρίσεως, εἴπερ τὰ μηδέποτε παρ᾽ ἐκείνων τετολμημένα προδήλως οὕτω παρὰ τούτων κατασκευάζεται;

ὁ γὰρ ἐλαττῶν τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ ἁγίου πνεύματος, ὡς μὲν ἁπλῶς εἰπεῖν ἢ ἀκοῦσαι, μικρὸν ἀσεβεῖν ἴσως δοκεῖ· εἰ δέ τις ἀκριβῶς τὸν λόγον κατεξετάσειεν, εἰς αὐτὸ τὸ κεφάλαιον βλασφημῶν ἐλεγχθήσεται. οὑτωσὶ δὲ σκοπήσωμεν· καί μοι συγκεχωρήσθω διδασκαλίας χάριν καὶ σαφηνείας τοῦ παρὰ τῶν ἐναντίων κατασκευαζομένου ψεύδους ἐπὶ τὴν ἔκθεσιν τῶν ἡμετέρων ὑπολήψεων τὸν λόγον προάγοντι.

Πάντων τῶν ὄντων ἡ ἀνωτάτω διαίρεσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν τὴν τομὴν ἔχει. καὶ ἡ μὲν αἰσθητὴ φύσις γενικῶς ὑπὸ τοῦ ἀποστόλου ὁρατὴ κατωνόμασται· ἐπειδὴ γὰρ πᾶν σῶμα ἐν χρώματι, τούτου δὲ ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει, καταλιπὼν τὰς ὑπολοίπους ποιότητας, ὅσαι οὐσιωδῶς συμπεφύκασιν, ἐκ τοῦ προχείρου κατὰ τὴν αἴσθησιν ὁρατὴν προσηγόρευσε. τῆς δὲ νοητῆς φύσεως πάσης ὄνομα μὲν κοινόν ἐστι, καθώς φησιν ὁ ἀπόστολος, τὸ ἀόρατον· τῇ γὰρ ὑπεξαιρέσει τῆς αἰσθητικῆς καταλήψεως ἐπὶ τὸ ἀσώματόν τε καὶ νοητὸν χειραγωγεῖ τὴν διάνοιαν. ὁ δὲ λόγος εἰς δύο τέμνει καὶ ταύτης τὴν ἔννοιαν. ἡ μὲν γὰρ ἄκτιστος ἡ δὲ κτιστὴ ὑπὸ τῆς ἀκολουθίας καταλαμβάνεται, ἄκτιστος μὲν ἡ ποιητικὴ τῆς κτίσεως, κτιστὴ δὲ ἡ διὰ τῆς ἀκτίστου φύσεως τὴν αἰτίαν καὶ τὴν δύναμιν τοῦ εἶναι ἔχουσα. ἐν μὲν οὖν τοῖς αἰσθητοῖς ἐστι πάντα, ὅσα διὰ τῶν τοῦ σώματος αἰσθητηρίων καταλαμβάνομεν, ἐφ᾽ ὧν αἱ τῶν ποιοτήτων διαφοραὶ τὸν τοῦ μείζονός τε καὶ ἐλάττονος ἐπιδέχονται λόγον, κατὰ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὰς λοιπὰς ἰδιότητας τῆς διαφορᾶς ἐν τούτοις θεωρουμένης.

Ἐπὶ δὲ τῆς νοητῆς φύσεως, τῆς ἐν τῇ κτίσει λέγω, ὁ μὲν τοιοῦτος τῆς διαφορᾶς λόγος, οἷος ἐπὶ τῶν αἰσθητῶν κατελήφθη, χώραν οὐκ ἔχει, ἕτερος δέ τις εὑρίσκεται τρόπος τὴν τοῦ μείζονος πρὸς τὸ ἔλαττον διαφορὰν ἐξευρίσκων. ἐπειδὴ γὰρ παντὸς ἀγαθοῦ πηγὴ καὶ ἀρχὴ καὶ χορηγία ἐν τῇ ἀκτίστῳ θεωρεῖται φύσει, πᾶσα δὲ πρὸς ἐκεῖνο νένευκεν ἡ κτίσις, διὰ τῆς κοινωνίας τοῦ πρώτου ἀγαθοῦ τῆς ὑψηλῆς φύσεως ἐφαπτομένη τε καὶ μετέχουσα, ἐξ ἀνάγκης κατὰ τὴν ἀναλογίαν τῆς τῶν ὑψηλῶν μετουσίας τῶν μὲν πλειόνως τῶν δὲ ἐλαττόνως κατὰ τὸ αὐτεξούσιον τῆς προαιρέσεως μεταλαμβανόντων, τὸ πλέον καὶ τὸ ἧττον ἐν τῇ κτίσει γνωρίζεται ἀναλόγως τῆς ἑκάστου ὁρμῆς. τῆς γὰρ φύσεως τῆς ἐν τῇ κτίσει νοουμένης ἐν μεθορίῳ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων ἑστώσης, ὡς δεκτικὴν ἑκατέρων εἶναι κατ᾽ ἐξουσίαν, τοῖς κατὰ γνώμην προσκλινομένην, καθὼς παρὰ τῆς γραφῆς μεμαθήκαμεν, πρὸς λόγον τῆς τε τῶν χειρόνων ἀποστάσεως καὶ τοῦ προσεγγισμοῦ τῶν καλῶν τὸ πλέον καὶ τὸ ἔλαττον λέγειν ἐν τῷ κατ᾽ ἀρετὴν ὑπερέχοντι χώραν ἔχει.

ἡ δὲ ἄκτιστος φύσις τῆς μὲν τοιαύτης διαφορᾶς πόρρωθεν ἄπεστιν, ἅτε οὐκ ἐπίκτητον ἔχουσα τὸ ἀγαθὸν οὐδὲ κατὰ μετοχὴν ὑπερκειμένου τινὸς καλοῦ τὸ καλὸν ἐν ἑαυτῇ δεχομένη, ἀλλ᾽ αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει ἀγαθὸν οὖσα καὶ ἀγαθὸν νοουμένη καὶ ἀγαθοῦ πηγὴ ἁπλῆ τε καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὸ τῶν μαχομένων ἡμῖν μαρτυρουμένη. διαφορὰν δὲ πρὸς ἑαυτὴν ἔχει τῷ μεγαλείῳ τῆς φύσεως πρέπουσαν, οὐ πρὸς τὸ μεῖζον καὶ ἔλαττον θεωρουμένην, ὡς ὁ Εὐνόμιος οἴεται· ὁ γὰρ τὴν περὶ τοῦ ἀγαθοῦ ἔννοιαν ἐλαττῶν ἔν τινι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μεμίχθαι τι τῆς ἐναντίας ἕξεως τῷ κατὰ τὸ ἀγαθὸν ὑστερουμένῳ πάντως παρασκευάσει, ὅπερ οὔτε ἐπὶ τοῦ μονογενοῦς οὔτε ἐπὶ τοῦ ἁγίου πνεύματος εὐσεβές ἐστι λογίζεσθαι· ἀλλ᾽ ἐν ἄκρᾳ τῇ τελειότητι καὶ ἐν ἀκαταλήπτῳ τῇ ὑπεροχῇ θεωρουμένη, τοῖς ἐνυπάρχουσιν ἑκάστῃ τῶν ὑποστάσεων ἰδιώμασιν ἀσύγχυτον καὶ διακεκριμένην τὴν διαφορὰν ἔχει, ἐν μὲν τῇ κατὰ τὸ ἄκτιστον κοινωνίᾳ τὸ ἀπαράλλακτον ἔχουσα, ἐν δὲ τοῖς ἐξαιρέτοις τῶν ἰδιωμάτων ἑκάστου τὸ ἀκοινώνητον.

Ἡ γὰρ ἐπιθεωρουμένη ἑκάστῃ τῶν ὑποστάσεων ἰδιότης τρανῶς καὶ καθαρῶς τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου διΐστησιν. οἷον ὁ πατὴρ ἄκτιστος εἶναι ὁμολογεῖται καὶ ἀγέννητος· οὔτε γὰρ γεγέννηται οὔτε ἔκτισται· τοῦτο οὖν τὸ ἄκτιστον κοινὸν αὐτῷ πρὸς τὸν υἱόν ἐστι καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἀλλὰ καὶ ἀγέννητος καὶ πατήρ· τοῦτο ἴδιόν τε καὶ ἀκοινώνητον, ὅπερ ἐν οὐδενὶ τῶν ὑπολοίπων καταλαμβάνεται. ὁ δὲ υἱὸς κατὰ τὸ ἄκτιστον τῷ πατρὶ καὶ τῷ πνεύματι συναπτόμενος ἐν τῷ υἱὸς καὶ μονογενὴς εἶναί τε καὶ ὀνομάζεσθαι τὸ ἰδιάζον ἔχει, ὅπερ οὔτε τοῦ ἐπὶ πάντων θεοῦ οὔτε τοῦ πνεύματος τοῦ ἁγίου ἐστί. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν τῷ ἀκτίστῳ τῆς φύσεως τὴν κοινωνίαν ἔχον πρὸς υἱὸν καὶ πατέρα τοῖς ἰδίοις πάλιν γνωρίσμασιν ἀπ᾽ αὐτῶν διακρίνεται. γνώρισμα γὰρ αὐτοῦ καὶ σημεῖόν ἐστιν ἰδιαίτατον τὸ μηδὲν ἐκείνων εἶναι, ἅπερ ἰδίως τῷ πατρὶ καὶ τῷ υἱῷ ὁ λόγος ἐνεθεώρησε. τὸ γὰρ μήτε ἀγεννήτως εἶναι μήτε μονογενῶς, εἶναι δὲ ὅλως, τὴν ἐξαίρετον αὐτοῦ ἰδιότητα πρὸς τὰ προειρημένα παρίστησιν. τῷ γὰρ πατρὶ κατὰ τὸ ἄκτιστον συναπτόμενον πάλιν ἀπ᾽ αὐτοῦ τῷ μὴ πατὴρ εἶναι καθάπερ ἐκεῖνος διαχωρίζεται. τῆς δὲ πρὸς τὸν υἱὸν κατὰ τὸ ἄκτιστον συναφείας [καὶ ἐν τῷ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐκ τοῦ θεοῦ τῶν ὅλων ἔχειν] ἀφίσταται πάλιν τῷ ἰδιάζοντι, ἐν τῷ μήτε μονογενῶς ἐκ τοῦ πατρὸς ὑποστῆναι καὶ ἐν τῷ δι᾽ αὐτοῦ τοῦ υἱοῦ πεφηνέναι.

πάλιν δὲ τῆς κτίσεως διὰ τοῦ μονογενοῦς ὑποστάσης, ὡς ἂν μὴ κοινότητά τινα πρὸς ταύτην ἔχειν νομισθῇ τὸ πνεῦμα ἐκ τοῦ διὰ τοῦ υἱοῦ πεφηνέναι, ἐν τῷ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ καὶ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότητος διακρίνεται τὸ πνεῦμα ἀπὸ τῆς κτίσεως. τὸ γὰρ ἄτρεπτον ἡ κτίσις ἐν τῇ φύσει οὐκ ἔχει, καθώς φησιν ἡ γραφὴ τοῦ ἑωσφόρου τὴν πτῶσιν διηγουμένη, περὶ οὗ καὶ ὁ κύριος ἀποκαλύπτων τοῖς μαθηταῖς τὰ μυστήρια ἔλεγεν· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ. δι᾽ ὧν δὲ τῆς κτίσεως ἀφίσταται, διὰ τῶν αὐτῶν τούτων πρὸς τὸν πατέρα τε καὶ υἱὸν ἔχει τὴν οἰκειότητα. εἷς γὰρ καὶ ὁ αὐτὸς ἐπὶ τῶν κατὰ φύσιν ἀνεπιδέκτων τοῦ χείρονος ὁ τοῦ ἀτρέπτου καὶ ἀναλλοιώτου λόγος.

Τούτων δὲ ἡμῖν οὕτω προειρημένων καιρὸς ἂν εἴη λοιπὸν καὶ τὸν τῶν ἐναντίων κατεξετάσαι λόγον. 〈ἀνάγκη〉 φησὶ 〈μείζους τε καὶ ἐλάττους τὰς οὐσίας εἶναι〉 ἐν τῇ περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τεχνολογίᾳ. σκοπήσωμεν τοίνυν κατὰ τίνα διάνοιαν ἐπινοεῖ τῆς τοιαύτης διαφορᾶς τὴν ἀνάγκην, πότερον σωματικῆς τινος γενομένης τῆς πρὸς ἄλληλα τῶν παραμετρουμένων συγκρίσεως ἢ κατὰ τὸ νοητὸν ἐν τῷ κατ᾽ ἀρετὴν ὑπερβάλλοντι καὶ ἐνδέοντι θεωρουμένης ἢ κατὰ τὴν οὐσίαν αὐτήν. ἀλλ᾽ ἐπὶ μὲν τῆς οὐσίας ἐδείχθη παρὰ τῶν τὰ τοιαῦτα φιλοσοφεῖν εἰδότων μηδεμίαν δύνασθαι διαφορὰν ἐννοῆσαι, ἐάν τις αὐτὴν ψιλώσας καὶ ἀπογυμνώσας τῶν ἐπιθεωρουμένων ποιοτήτων τε καὶ ἰδιωμάτων αὐτὴν ἐφ᾽ ἑαυτῆς ἐξετάζῃ κατὰ τὸν τοῦ εἶναι λόγον. ἐπιτάσει δὲ καὶ ὑφέσει τῆς ἀρετῆς τὴν τοιαύτην διαφορὰν ἐννοεῖν περὶ τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος καὶ διὰ τοῦτο μεταπτωτὴν ἀναγκαίως ἐφ᾽ ἑκάτερα τὴν φύσιν αὐτῶν ὑποτίθεσθαι ὡς δεκτικὴν οὖσαν ἐπ᾽ ἴσης τῶν ἐναντίων καὶ ἐν μεθορίῳ καλοῦ τε καὶ τοῦ ἐναντίου κειμένην, τῆς ἐσχάτης ἀσεβείας ἐστίν. ἄλλο γάρ τι εἶναι αὐτὴν κατὰ τὸν ἴδιον λόγον καὶ ἄλλο τι γίνεσθαι τῇ μετουσίᾳ τοῦ καλοῦ καὶ τοῦ χείρονος ὁ ταῦτα λέγων κατασκευάσει.

οἷον ἐπὶ τοῦ σιδήρου συμβαίνει, ὃς ἐπὶ πλέον μὲν τοῦ πυρὸς καθομιλήσας τὴν ποιότητα τοῦ θερμοῦ ὑποδύεται, μένων ἐν τῷ σίδηρος εἶναι, εἰ δὲ ἐν χιόνι γένοιτο ἢ κρυστάλλῳ, μεταβάλλει πρὸς τὸ ἐπικρατοῦν τὴν ποιότητα, τὸ ψυχρὸν τῆς χιόνος τοῖς ἰδίοις μορίοις ἀναδεξάμενος.

Ὥσπερ οὖν οὐκ ἐκ τῆς ἐπιθεωρουμένης τῷ σιδήρῳ ποιότητος τὴν ὕλην προσαγορεύομεν (οὐ γὰρ πῦρ αὐτὸν ἢ κρύσταλλον ὀνομάζομεν τὸν ἑνὶ τούτων πεποιωμένον), οὕτως εἰ δοθείη κατὰ τὸν τῶν ἀσεβῶν λόγον ἐπὶ τῆς ζωοποιοῦ δυνάμεως μὴ κατ᾽ οὐσίαν ἐνυπάρχειν αὐτῇ τὸ ἀγαθόν, ἀλλ᾽ ἐκ μετουσίας προσγίνεσθαι, οὐκέτι ἐκ τῆς τοῦ ἀγαθοῦ προσηγορίας κυρίως ὀνομασθήσεται, ἀλλά τι ἕτερον ἐννοεῖν ἡ τοιαύτη ὑπόληψις ἀναγκάσει, ὡς μήτε ἀϊδίως αὐτῇ τὸ ἀγαθὸν ἐνθεωρεῖσθαι μήτε αὐτὸ ὅπερ ἐστὶν ἐν τῇ τοῦ ἀγαθοῦ φύσει καταλαμβάνεσθαι, ἀλλ᾽ ὡς καὶ ποτὲ μὴ ὂν ἐν αὐτῇ τὸ ἀγαθὸν καὶ ποτὲ μὴ ἐσόμενον. εἰ γὰρ τῷ μετέχειν τοῦ κρείττονος ἀγαθὰ γίνεται, δῆλον ὅτι πρὸ τῆς μετουσίας τοιαῦτα οὐκ ἦν, καὶ εἰ ἄλλο τι ὄντα τῇ παρουσίᾳ τοῦ ἀγαθοῦ ἐπεχρώσθη, πάντως κἂν μονωθῇ τούτου, ἄλλο τι παρὰ τὸ ἀγαθὸν νοηθήσεται· καὶ ἐὰν τοῦτο κρατήσῃ, οὐ μᾶλλον ἀγαθῶν παρεκτικὴ ἡ θεία φύσις καταληφθήσεται ἢ καὶ αὐτὴ προσδεομένη τοῦ ἀγαθύνοντος. πῶς γὰρ ἄν τις ἑτέρῳ παράσχοι τὸ ὃ μὴ αὐτὸς ἔχει; εἰ μὲν οὖν τελείως ἔχει, οὐδεμίαν ὕφεσιν ἐπὶ τῆς τελειότητος ἐννοήσομεν, καὶ μάταιος ὁ κατασκευάζων ἐν τῷ τελείῳ τὸ ἔλαττον.

εἰ δὲ ἀτελὴς ἐν αὐτοῖς ἡ τοῦ ἀγαθοῦ μετουσία νομίζεται καὶ κατὰ τοῦτο τὸ ἔλαττον λέγουσι, σκόπησον τὴν ἀκολουθίαν, ὅτι τὸ οὕτως ἔχον οὐχὶ τὸ ὑποδεέστερον εὐεργετήσει, ἀλλ᾽ ὅπως τὸ ἑαυτῷ ἐνδέον ἀναπληρώσῃ τὴν σπουδὴν ἕξει· ὥστε ψευδὴς κατ᾽ αὐτοὺς καὶ τῆς προνοίας ὁ λόγος καὶ τῆς κρίσεως καὶ τῆς οἰκονομίας καὶ πάντων τῶν παρὰ τοῦ μονογενοῦς γεγενῆσθαι καὶ εἰσαεὶ γίνεσθαι πεπιστευμένων, ἐν τῇ περὶ τὸ ἴδιον ἀγαθὸν ἐπιμελείᾳ κατὰ τὸ εἰκὸς ἀσχολουμένου καὶ τὴν τοῦ παντὸς ἐπιστασίαν διαφιέντος.

Εἰ γὰρ αὕτη κρατήσειεν ἡ ὑπόνοια, τὸ μὴ τετελειῶσθαι τὸν κύριον ἐν παντὶ ἀγαθῷ, οὐκέτι δύσκολον συνιδεῖν, εἰς ὅ τι καταστρέφει ἡ βλασφημία. ὄντως γὰρ τῶν τοιούτων ματαία μὲν ἡ πίστις, κενὸν δὲ τὸ κήρυγμα, ἀνυπόστατοι δὲ αἱ ἐλπίδες, αἳ διὰ τῆς πίστεως τὴν ὑπόστασιν ἔχουσι. τί γὰρ βαπτίζονται εἰς Χριστόν, ᾧ μὴ ἰδία δύναμις ἀγαθωσύνης; ἀπίτω δὲ τοῦ στόματός μου τὸ βλάσφημον. τί δὲ πιστεύουσιν εἰς τὸ πνεῦμα τὸ ἅγιον, εἰ τὰ αὐτὰ καὶ περὶ τούτου λογίζονται; πῶς δὲ ἀπὸ τῆς φθαρτῆς γεννήσεως διὰ τοῦ βαπτίσματος ἀναγεννῶνται, οὐδὲ τῆς ἀναγεννώσης αὐτοὺς δυνάμεως τὸ ἄπτωτον καὶ τὸ ἀπροσδεὲς φυσικῶς καθὼς οἴονται κεκτημένης; πῶς δὲ μετασχηματίζεται τὸ σῶμα τῆς ταπεινώσεως αὐτῶν, ὅταν αὐτὸν τὸν μετασχηματίζοντα τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἐπιδεῖσθαι νομίζωσιν, ἄλλου πάλιν τοῦ καὶ αὐτὸν μετασχηματίζοντος προσδεόμενον; ἕως γὰρ ἂν ἐν τῷ ἐλάττονι ᾖ, διὰ τὸ ἀγαθὸν τῆς φύσεως τοῦ ὑπερκειμένου ἄπαυστόν τινα πρὸς ἑαυτὸ τὴν ὁλκὴν τοῖς ὑποδεεστέροις φυσικῶς ἐντιθέντος, οὐδενὶ τρόπῳ ἡ τοῦ πλέονος ἔφεσις στήσεται, ἀλλὰ πρὸς τὸ μήπω ληφθὲν ὑπερτεινομένης ἀεὶ τῆς ὀρέξεως πάντοτε τὸ ἐλαττούμενον τοῦ πλέονος ὀρεχθήσεται καὶ ἀεὶ πρὸς τὸ μεῖζον ἀλλοιωθήσεται καὶ οὐδέποτε πρὸς τὸ τέλειον φθάσει, τῷ μὴ εὑρίσκειν τὸ πέρας, οὗ δραξάμενον στήσεται τῆς ἀνόδου.

ἐπειδὴ γὰρ ἄπειρον τῇ φύσει τὸ πρῶτον ἀγαθόν, ἄπειρος ἐξ ἀνάγκης ἔσται καὶ ἡ μετουσία τοῦ ἀπολαύοντος, ἐσαεὶ τὸ πλέον καταλαμβάνουσα καὶ πάντοτε εὑρίσκουσα τοῦ καταληφθέντος τὸ περισσότερον καὶ μηδέποτε παρισωθῆναι αὐτῷ δυναμένη, τῷ μήτε τὸ μετεχόμενον περατοῦσθαι μήτε τὸ διὰ τῆς μετουσίας ἐπαυξανόμενον ἵστασθαι.