Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η άκτιστη φύση της Τριάδας, ο χρόνος και η συναϊδιότητα του Υιού

Οριοθέτηση της άκτιστης Τριάδας έναντι της κτίσης, ανάλυση της απουσίας χρονικών διαστημάτων στη θεία φύση και θεμελίωση της άχρονης συνυπάρξεως Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 14

Τοιαῦτα μὲν οὖν ἐστιν ἐκ τῆς κατὰ τὸ ἀγαθὸν διαφορᾶς ἀνακύπτοντα ἐκ τοῦ λόγου τὰ βλάσφημα. εἰ δὲ κατά τινα σωματικὴν ὑπόληψιν τὸ 〈μεῖζόν τε καὶ ἔλαττον〉 ἐπ᾽ αὐτῶν θεωροῦσιν, αὐτόθεν ὁμολογεῖται τοῦ λόγου τὸ ἄτοπον, κἂν μὴ καθ᾽ ἕκαστον ἀκριβῶς ἐξετάζηται. ἀνάγκη γὰρ πᾶσα ποιότητάς τινας καὶ διαστάσεις ὄγκους τε καὶ σχήματα καὶ πάντα δι᾽ ὧν συμπληροῦται ὁ τοῦ σώματος λόγος, ταῖς ὑπονοίαις ταύταις καὶ ἐπὶ τῆς θείας φύσεως συνεισάγεσθαι. ὅπου δὲ τὸ σύνθετον λέγεται, πάντως ἐκεῖ συνομολογεῖται καὶ ἡ τοῦ συνθέτου διάλυσις. ἀλλ᾽ ἐκ μὲν τῆς τοῦ δόγματος ἀτοπίας τῆς τὸ ἔλαττον καὶ τὸ ὑπερέχον ἐν τοῖς ἀμεγέθεσι καὶ ἀσυγκρίτοις ἀποφαίνεσθαι τολμώσης ταῦτα καὶ τὰ τοιαῦτα κατασκευάζεται, ὡς ὀλίγα ἐκ πολλῶν ὁ λόγος ὑπέδειξεν· οὐδὲ γὰρ εὔκολον πάντα τὸν ἐγκεκρυμμένον τῷ δόγματι δόλον διακαλύψαι τῷ λόγῳ. καὶ δι᾽ ὀλίγων δὲ τῶν εἰρημένων οὐδὲν ἧττον ἡ ἀτοπία τῶν κατὰ τὸ ἀκόλουθον τῆς βλασφημίας ἀναφαινομένων ἐπιδειχθήσεται. ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν, μικρῶν ἔτι πρὸς σύστασιν τοῦ ἡμετέρου δόγματος προσδιορισθέντων. ἐπειδὴ γὰρ κριτήριον ἀσφαλὲς τῆς ἀληθείας ἐπὶ παντὸς δόγματος ἡ θεόπνευστός ἐστι μαρτυρία, καλῶς ἔχειν ἡγοῦμαι τῇ παραθέσει τῶν θείων καὶ τὸν ἡμέτερον λόγον πιστώσασθαι.

Οὐκοῦν ταύτας ἔγνωμεν ἐν τῇ διαιρέσει τῶν ὄντων τὰς διαφοράς, πρῶτον τὸ ὡς πρὸς τὴν ἡμετέραν κατάληψιν πρῶτον, τὸ αἰσθητὸν λέγω, μετὰ τοῦτο δὲ τὸ διὰ τῆς τῶν αἰσθητῶν χειραγωγίας ὑπὸ τοῦ νοῦ θεωρούμενον, ὃ δὴ νοητὸν εἶναί φαμεν· καὶ τοῦ νοητοῦ πάλιν ἑτέραν διαφορὰν κατελάβομεν εἰς τὸ κτιστὸν καὶ ἄκτιστον διαιρουμένην. καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα εἶναι διωρισάμεθα, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ᾽ ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ ὀνομάζεται. ἵνα τοίνυν μὴ ἀναπόδεικτος ἡμῶν ὁ διορισμὸς ὑπάρχῃ, ἀλλὰ ταῖς τῆς γραφῆς μαρτυρίαις ἠσφαλισμένος, τοῦτο τοῖς εἰρημένοις προσθήσομεν, ὅτι οὐκ ἐκτίσθη ὁ κύριος, ἀλλ᾽ ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθὼς αὐτὸς ὁ θεὸς λόγος αὐτοπροσώπως ἐν τῷ εὐαγγελίῳ μαρτύρεται, κατὰ τὸν ἄρρητον ἐκεῖνον καὶ ἀνεκδιήγητον τῆς γεννήσεως ἤτοι τῆς ἐξόδου τρόπον. καὶ τίς ἂν εὑρεθείη μάρτυς ἀληθέστερος τῆς τοῦ κυρίου φωνῆς, διὰ παντὸς τοῦ εὐαγγελίου πατέρα καὶ οὐχὶ κτίστην ἑαυτοῦ τὸν ἀληθινὸν ἀποκαλοῦντος πατέρα καὶ οὐχὶ ἔργον θεοῦ ἀλλ᾽ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζοντος;

ὥσπερ γὰρ τὴν κατὰ σάρκα πρὸς τὸ ἀνθρώπινον κοινωνίαν σημαίνων υἱὸν ἀνθρώπου τὸ φαινόμενον προσηγόρευσε, δεικνὺς τὴν κατὰ φύσιν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐλήφθη συγγένειαν, οὕτω καὶ τὴν πρὸς τὸν τῶν ὅλων θεὸν ἀληθῆ καὶ γνησίαν σχέσιν τῇ προσηγορίᾳ τοῦ υἱοῦ διασημαίνει, τὸ κατὰ τὴν φύσιν οἰκεῖον διὰ τῆς τοῦ υἱοῦ φωνῆς ἐνδεικνύμενος. κἄν τινες ἐκ τῆς παροιμιώδους ῥήσεως τὰ ἐν παραβολῇ σκοτεινῶς δι᾽ αἰνίγματος εἰρημένα ψιλὰ καὶ ἀνερμήνευτα πρὸς ἀνατροπὴν τῆς ἀληθείας προφέροντες τὴν τοῦ ἐκτίσθαι φωνήν, ἣν ἐκ προσώπου τῆς σοφίας ὁ παροιμιαστὴς ἐποιήσατο, εἰς συνηγορίαν τῆς τοῦ δόγματος αὐτῶν διαστροφῆς προχειρίζωνται, λέγοντες τὸ Κύριος ἔκτισέ με ὁμολογίαν εἶναι τοῦ ἐκτίσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς διὰ τῆς φωνῆς ταύτης τὸ τοιοῦτον οὐκ ἀρνουμένου, ἡμῖν οὐ προσεκτέον τῷ λόγῳ.

οὐδὲ γὰρ τοῦ πάντως δεῖν εἰς τὸν κύριον ἀναγαγεῖν τὸν λόγον τοῦτον τὰς ἀποδείξεις παρέχονται· οὔτε τοῦ ῥητοῦ τὴν διάνοιαν ἐκ τῆς τῶν Ἑβραίων γραφῆς εἰς τοῦτο τὸ σημαινόμενον φέρουσαν ἐπιδεῖξαι δυνήσονται, τῶν λοιπῶν ἑρμηνέων τὸ Ἐκτήσατο καὶ Κατέστησεν ἀντὶ τοῦ Ἔκτισεν ἐκδεδωκότων, οὔτε δέ, εἰ οὕτως εἶχεν ἡ λέξις ἐν τῇ πρωτοτύπῳ γραφῇ, πρόχειρος ἂν ἦν καὶ σαφὴς ἡ διάνοια, τῆς παροιμιακῆς διδασκαλίας οὐ προδήλως, ἀλλὰ μετ᾽ ἐπικρύψεως τὸν τῶν λεγομένων σκοπὸν ἐνδεικνυμένης διὰ πλαγίας ἐμφάσεως, ὡς ἐκ τῆς περὶ τὸν τόπον τοῦτον συμφράσεως τῶν εἰρημένων πάρεστιν ἐπιγνῶναι τοῦ λόγου τὸ δυσθεώρητον, ἐν οἷς φησιν Ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων καὶ ὅσα τοιαῦτα. τίς γὰρ θεοῦ θρόνος, εἴτε ὑλικός τις οὗτος εἴτε νοητός; καὶ τίνες ἄνεμοι, πότερον οἱ συνήθεις οὗτοι καὶ γνώριμοι, οὓς ἐκ τῶν ἀτμῶν τε καὶ τῶν ἀναθυμιάσεων συνίστασθαι λέγουσιν οἱ ταῦτα φυσιολογοῦντες, εἴτε καθ᾽ ἕτερον τρόπον ὑπονοούμενοι, ὃν οὐκ ἐπιγινώσκει ἡ ἀνθρωπίνη συνήθεια, οὕς φησιν ἀντὶ βάσεως τῷ θρόνῳ γίνεσθαι; καὶ τίς καθέδρα τοῦ ἀσωμάτου καὶ ἀπεριγράπτου καὶ ἀσχηματίστου θεοῦ; καὶ πάντα τὰ τοιαῦτα τίς ἂν ἐκ τῆς συνήθους τῶν ῥημάτων τούτων σημασίας κατανοήσειε;

Δῆλον οὖν ὅτι αἰνίγματα τινῶν ἐστι τὰ λεγόμενα βαθυτέραν τινὰ τῆς προχείρου διανοίας τὴν θεωρίαν ἐμπεριέχοντα, ὡς ἐκ τούτων μηδενὶ λόγῳ τὴν τοῦ ἐκτίσθαι τὸν κύριον ὑπόνοιαν ἐκ τῆς γραφῆς ταύτης τοῖς εὐσεβῶς λογιζομένοις ἐγγίνεσθαι, τοῖς πεπαιδευμένοις μάλιστα διὰ τῆς τοῦ εὐαγγελιστοῦ μεγαλοφωνίας τοῦ πάντα τὰ γεγονότα δι᾽ αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι λέγοντος. Πάντα γάρ, φησί, δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, οὐκ ἂν τοῦτο διορισάμενος, εἰ καὶ αὐτὸν τὸν κύριον ἓν τῶν γεγονότων ἐπίστευε. πῶς γὰρ δι᾽ ἐκείνου πάντα γίνεται καὶ ἐν αὐτῷ τὰ γεγονότα τὴν σύστασιν ἔχει, εἰ μὴ πάντως ἄλλο τι παρὰ τὴν τῶν πεποιημένων φύσιν ὁ ποιητὴς ὑπάρχων οὐχ ἑαυτὸν ἀλλὰ τὴν κτίσιν εἰργάσατο; εἰ γὰρ ἡ κτίσις δι᾽ ἐκείνου, αὐτὸς δὲ ὁ κύριος οὐ δι᾽ ἑαυτοῦ, ἄλλο τι πάντως καὶ οὐχὶ κτίσις ἐστί.

τοῦ τοίνυν εὐαγγελιστοῦ φήσαντος, ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν ἐν αὐτῷ, καὶ φανερῶς διὰ τούτων ἐνδειξαμένου, ὅτι καὶ ἐν τῷ υἱῷ τὰ γενόμενα γέγονε καὶ οὐ δι᾽ ἑτέρου τινὸς τὴν εἰς τὸ γενέσθαι πάροδον ἔσχεν, ἐκδέχεται τὸν λόγον τοῦτον ὁ Παῦλος, καὶ ὡς ἂν μηδεμίαν καταλίποι πρόφασιν τῇ βλασφήμῳ φωνῇ τοῦ συναριθμεῖν τοῖς γεγονόσι καὶ τὴν τοῦ πνεύματος φύσιν, ὑπ᾽ ἀριθμὸν ἄγει τὰ πάντα, ποῖά ἐστι ταῦτα ἃ πάντα τῷ εὐαγγελιστῇ καὶ εἴρηται καὶ νενόηται· καὶ καθάπερ ὁ μέγας Δαβὶδ πάντα ὑποτετάχθαι τῷ ἀνθρώπῳ φήσας καὶ τὸ κατ᾽ εἶδος προσέθηκε, ποῖα ἦν τὰ ἐμπεριλαμβανόμενα τῇ τῶν πάντων φωνῇ, τουτέστι τὰ χερσαῖα καὶ τὰ ἔνυδρα καὶ τὰ ἐναέρια ζῷα, οὕτω καὶ ὁ τῶν θείων δογμάτων ἐξηγητὴς ὁ ἀπόστολος πάντα ἐν αὐτῷ γεγενῆσθαι εἰπὼν περιγράφει τοῖς ὑπαριθμηθεῖσι τῶν πάντων τὴν ἔννοιαν. Ὁρατὰ γάρ, φησί, καὶ ἀόρατα, διὰ μὲν τῶν ὁρατῶν καθὼς εἴρηται τὰ τῇ αἰσθήσει γνώριμα περιλαβὼν τῷ ὀνόματι, διὰ δὲ τῶν ἀοράτων τὴν τῶν νοητῶν ἐνδειξάμενος φύσιν.

Ἀλλὰ περὶ μὲν τῶν αἰσθητῶν οὐδὲν ἐδεήθη λεπτομερῶς διεξελθεῖν ἐπ᾽ ὀνόματος. οὐδεὶς γὰρ οὕτω σάρκινος οὐδὲ κτηνώδης ἐστίν, ὡς ἐν τοῖς αἰσθητοῖς ὑποπτεῦσαι καὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι. τῶν δὲ ἀοράτων μνησθείς, ἐπειδὴ νοερὰ καὶ ἀσώματος καὶ ἡ τοῦ πνεύματος φύσις ἐστίν, ὡς ἂν μή τις ἐν τούτοις ὑπονοήσειεν ὑφεστάναι τὸ πνεῦμα διὰ τὴν κατὰ τὸ ἀόρατον κοινωνίαν, ἐναργεστάτην ποιεῖται τὴν διαίρεσιν τῶν τε διὰ τῆς κτίσεως γεγονότων καὶ τῆς ὑπὲρ τὴν κτίσιν οὐσίας. τὰ μὲν γὰρ κτισθέντα καταριθμεῖται τῷ λόγῳ, θρόνους τινὰς καὶ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας λέγων, γενικοῖς τισι καὶ περιληπτικοῖς ὀνόμασι τῶν ἀοράτων τούτων δυνάμεων τὴν διδασκαλίαν ποιούμενος, τὰ δὲ ὑπὲρ τὴν κτίσιν δι᾽ αὐτῆς τῆς σιωπῆς ἀποχωρίζει τοῦ ἀριθμοῦ τῶν κτισθέντων.

ὥσπερ ἂν εἴ τις προσταχθεὶς ἐπὶ στρατοπέδου τὰς λεπτομερεῖς καὶ ὑποβεβηκυίας ἀρχὰς εἰπεῖν ἐπ᾽ ὀνόματος, ταξιάρχας καὶ λοχαγοὺς ἑκατοντάρχους τε καὶ χιλιάρχους καὶ εἴ τινες ἄλλαι τῶν κατὰ μέρος δυναστειῶν ὠνομασμέναι εἰσὶ πάσας διεξελθὼν τῷ λόγῳ τῆς πάντων κρατούσης καὶ πᾶσαν τὴν δύναμιν διεπούσης ἀρχῆς μηδεμίαν μνήμην ποιήσαιτο, οὐ δι᾽ ὑπεροψίαν ἢ λήθην τὴν ὑπερέχουσαν ἀρχὴν σιωπήσας, ἀλλ᾽ ὅτι μόνον τὴν ὑπήκοόν τε καὶ ὑποχείριον τάξιν διεξελθεῖν ἢ προσταχθεὶς ἢ προθέμενος ὑβρίσειεν ἂν ἐν τῇ τῶν ὑποκειμένων μνήμῃ συμπεριλαβὼν καὶ τὴν ἄρχουσαν, οὕτω μοι δοκεῖ καὶ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόρρητα Παῦλος, ὅτε ἁρπαγεὶς ἐν αὐτῷ ἐγένετο καὶ τῶν ὑπερουρανίων θαυμάτων θεατὴς καταστὰς τὰ ἀνθρώποις ἄρρητα καὶ εἶδε καὶ ἤκουσεν, οὗτος τὰ ἐν τῷ κυρίῳ κτισθέντα διδάξαι προθέμενος, ἐπειδὴ διεξῆλθε ταῦτα τῷ λόγῳ, περιληπτικαῖς τισι φωναῖς διαδραμὼν τὴν ἀγγελικὴν καὶ ὑπερκόσμιον δύναμιν, ἔστησεν ἐν τοῖς μνημονευθεῖσι τὸν λόγον, τῶν ὑπὲρ τὴν κτίσιν οὐδὲν εἰς τὸν κατάλογον τῶν κτιστῶν καθελκύσας, ὡς ἐκ τούτου σαφῶς ἄνω τῆς κτίσεως εἶναι τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς μαρτυρεῖσθαι.

Εἰ δέ τις ἀνατρέποι τὸν λόγον ὡς οὐδὲ τῶν Χερουβὶμ ὑπὸ τοῦ Παύλου μνημονευθέντων, ἀλλὰ καὶ τούτων μετὰ τοῦ πνεύματος ἐν τῇ τῶν γεγονότων ἀπαριθμήσει σιωπηθέντων, καὶ κατασκευάζοι διὰ τοῦ παραλελεῖφθαι τὴν περὶ τούτων μνήμην ἢ καὶ ταῦτα ὑπὲρ τὴν κτίσιν ἢ μηδὲ τὸ πνεῦμα δεῖν οἴεσθαι, λογισάσθω τὴν τῶν ἀπηριθμημένων διάνοιαν, καὶ τὸ παρεῖσθαι δοκοῦν, ὅτι μὴ ἐξ ὀνόματος ἡ μνήμη γέγονεν, ἐν τοῖς εἰρημένοις κατόψεται· ὁ γὰρ θρόνων μνημονεύσας ἄλλῳ ὀνόματι τὰ Χερουβὶμ διηγήσατο, τῇ γνωριμωτέρᾳ προσηγορίᾳ τὸ ἀσαφὲς τῆς Ἑβραΐδος ἐξελληνίσας. καθῆσθαι γὰρ τὸν θεὸν ἐπὶ τῶν Χερουβὶμ ἀκούσας τὰς δυνάμεις ταύτας τοῦ ἐπ᾽ αὐτῶν καθεζομένου θρόνους ὠνόμασεν· ὡσαύτως δὲ καὶ τὰ παρὰ τῷ Ἠσαΐᾳ Σεραφίμ, παρ᾽ ὧν ἐναργῶς τὸ τῆς τριάδος ἐκηρύχθη μυστήριον, ὅτε τὴν “ἅγιος„ φωνὴν τὸ ἐν ἑκάστῳ τῶν ἐν τῇ τριάδι κάλλος καταπλησσόμενα θαυμαστικῶς ἐξεβόησαν, περιείληπται τῷ καταλόγῳ τῶν μνημονευθέντων, τῇ προσηγορίᾳ τῶν “δυνάμεων„ ὀνομασθέντα παρά τε τοῦ μεγάλου Παύλου καὶ πρὸ τούτου παρὰ τοῦ προφήτου Δαβίδ. ὁ μὲν γάρ φησιν· Εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ, ὁ δὲ Ἠσαΐας ἀντὶ τοῦ “εὐλογεῖτε„ εἰπεῖν τὰ ῥήματα τῆς εὐλογίας ἀνέγραψεν· Ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

τὸ δὲ λειτουργοὺς εἶναι τὰς δυνάμεις ταύτας 〈τὰς〉 ποιούσας τὸ θέλημα τοῦ θεοῦ διὰ τῆς γενομένης ἁμαρτιῶν καθάρσεως κατὰ τὸ βούλημα τοῦ ἀποστείλαντος παρ᾽ ἑνὸς τῶν Σεραφὶμ ὑπῃνίξατο· αὕτη γάρ ἐστιν ἡ λειτουργία τῶν πνευμάτων τούτων, ἐπὶ σωτηρίᾳ τῶν σῳζομένων ἐκπέμπεσθαι. ἅ μοι δοκεῖ κατανοήσας ὁ θεῖος ἀπόστολος καὶ μαθὼν ὅτι τὸ αὐτὸ πρᾶγμα παρὰ τῶν δύο προφητῶν ἐν διαφόροις ταῖς προσηγορίαις σημαίνεται, τὴν γνωριμωτάτην τῶν φωνῶν ἐκλεξάμενος “δυνάμεις„ τὰ Σεραφὶμ ὠνόμασεν, ὡς μηδεμίαν ἀφορμὴν τοῖς συκοφάνταις καταλελεῖφθαι τοῦ κατὰ τὸ ἴσον τούτων ἑνὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ καταλόγῳ τῆς κτίσεως περιειλῆφθαι λέγειν. τὰ μὲν γὰρ εἴρηται, καθὼς ἀποδέδεικται, τὰ δὲ σεσιώπηται, καθὼς ἔστιν ἐκ τῶν κατειλεγμένων ὑπὸ τοῦ Παύλου μαθεῖν τοῦ πᾶσαν μὲν πληθυντικῶς ἀπαριθμησαμένου τὴν κτίσιν; τῶν δὲ μοναδικῶς λεγομένων οὐδενὸς μνημονεύσαντος. τοῦτο γὰρ ἴδιον τῆς ἁγίας τριάδος ἐστί, τὸ μοναχῶς ἐξαγγέλλεσθαι, εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ ἓν πνεῦμα ἅγιον. τὰ δὲ εἰρημένα πάντα ἐν πλήθει κατείλεκται, ἀρχαὶ καὶ ἐξουσίαι καὶ κυριότητες καὶ δυνάμεις, ὡς μηδεμίαν παρέχειν ὑπόνοιαν τοῦ ἓν τούτων εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Ἀλλὰ Παῦλος μὲν σιωπᾷ τὰ ἀπόρρητα, καὶ καλῶς ποιεῖ· οἶδε γὰρ ἀκούειν μὲν ἐν παραδείσῳ τὰ ἄρρητα ῥήματα, φείδεσθαι δὲ τῆς τῶν ἀνεκφωνήτων ἐξαγορεύσεως, ὅταν περὶ τῶν κατωτέρων ποιῆται τὸν λόγον. οἱ δὲ τῆς ἀληθείας πολέμιοι καὶ τῶν ἀρρήτων κατατολμῶσι, τὸ μεγαλεῖον τοῦ πνεύματος τῷ ταπεινῷ τῆς κτίσεως καθυβρίζοντες, ὥσπερ οὐκ ἀκηκοότες, ὅτι αὐτὸς ὁ θεὸς λόγος παραδιδοὺς τοῖς μαθηταῖς τὸ τῆς θεογνωσίας μυστήριον ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῖς ἀναγεννωμένοις εἶπε τὴν ζωὴν καὶ συμπληροῦσθαι καὶ παραγίνεσθαι, καὶ διὰ τοῦ συντάξαι τῷ πατρὶ καὶ ἑαυτῷ τῆς περὶ τὴν κτίσιν ὑπονοίας τὸ πνεῦμα ἐχώρισεν· ὡς ἐξ ἀμφοτέρων εὐσεβῆ καὶ πρέπουσαν γίνεσθαι περὶ αὐτοῦ τὴν ὑπόληψιν, Παύλου μὲν ἐν τῇ μνήμῃ τῆς κτίσεως τὴν τοῦ πνεύματος φύσιν ἀποσιγήσαντος, τοῦ δὲ κυρίου ἐν τῇ μνήμῃ τῆς ζωοποιοῦ δυνάμεως τὸ πνεῦμα τὸ ἅγιον τῷ πατρὶ καὶ ἑαυτῷ συναρμόσαντος.

οὕτως ἡμῖν ὁ λόγος διὰ τῆς ἁγίας γραφῆς ὁδηγούμενος ὑπερτίθησι μὲν τῆς κτίσεως τόν τε μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ δὲ τὴν τοῦ σωτῆρος ἀπόφασιν ἐν τῇ μακαρίᾳ τε καὶ ζωοποιῷ καὶ ἀκτίστῳ φύσει θεωρεῖν διὰ πίστεως ὑποτίθεται· ὥστε τὸ ἄνω τῆς κτίσεως καὶ τῆς πρωτευούσης καὶ διὰ πάντων τελείας φύσεως εἶναι πιστευόμενον μηδενὶ τρόπῳ τὸν τῆς ἐλαττώσεως παραδέχεσθαι λόγον, κἂν ὁ τῆς αἱρέσεως προστάτης περικόπτῃ τὸ ἀόριστον, ἐν τῇ τοῦ ἐλάττονος ἐπινοίᾳ οἱονεὶ διακολοβῶν καὶ συστέλλων τῆς θείας οὐσίας τὴν τελειότητα ἐν τῷ τὸ μεῖζον καὶ τὸ ἔλαττον αὐτοῖς ἐνθεωρεῖν διορίζεσθαι.

Τί τοίνυν προστίθησι τῇ ἀκολουθίᾳ τῶν εἰρημένων, σκοπήσωμεν. μετὰ τὸ εἰπεῖν· 〈ἐξ ἀνάγκης ἐλάττους τε καὶ μείζους τὰς οὐσίας οἴεσθαι δεῖν εἶναι καὶ τὰς μὲν πρώτην ἐπέχειν τάξιν κατά τινα μεγέθους καὶ ἀξίας διαφορὰν ἐν τῇ προτιμήσει τεταγμένας, τὰς δὲ ἐν δευτέροις διὰ τὸ ὑποβεβηκὸς τῆς φύσεώς τε καὶ τῆς ἀξίας ἀπεωσμένας〉, ταῦτα ἐπήγαγεν· 〈πρὸς τοσαύτην〉 φησὶν 〈ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα, ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν, καθ᾽ ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ᾽ ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις περὶ τούτου διαβεβαιούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταυτότητα τῶν ἔργων ἀποτελουσῶν καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἐμφαινόντων〉.

Ταῦτα τοίνυν ἐγὼ μὲν ὑπολαμβάνω μηδὲ αὐτὸν τὸν συγγραφέα δύνασθαι ἂν εὐπόρως εἰπεῖν ὅ τι ποτὲ νοήσας συνέγραψεν· οὕτως ἀνατεθόλωται τῇ ἰλύϊ τῆς φράσεως ἡ διάνοια τῶν εἰρημένων, ὡς μηδένα ἂν διϊδεῖν εὐκόλως ἐν τῷ βορβόρῳ τῆς ἑρμηνείας δυνηθῆναι τὸ βούλημα. τὸ γὰρ 〈πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν〉, πρὸς 〈ὁπόσην ἂν ἐξικνῆται τὰ ἔργα〉, Λοξίου τινὸς κατὰ τὸν ἔξωθεν μῦθον ὑπονοήσειεν ἄν τις εἶναι πρὸς ἀπάτην τῶν ἀκουόντων φληναφουμένου. εἰ δὲ χρὴ τοῖς προεξητασμένοις ἑπόμενον καὶ τῶν ἐνταῦθα αὐτῷ κατασκευαζομένων στοχάζεσθαι, τοῦτό ἐστιν ὃ ἐνδείκνυται, ὅτι ὅση τῶν ἔργων ἡ πρὸς ἄλληλά ἐστι παραλλαγή, τοσαύτη καὶ τῶν ἐνεργειῶν ἡ διαφορὰ πρὸς ἀλλήλας ἐπιγνωσθήσεται. περὶ τίνων τοίνυν 〈ἔργων〉 ἐνταῦθα ποιεῖται τὸν λόγον, οὐκ ἔστιν ἐκ τῶν εἰρημένων εὑρεῖν. εἰ μὲν γὰρ περὶ τῶν ἐν τῇ κτίσει λέγει θεωρουμένων, οὐκ οἶδα ποίαν ἀκολουθίαν ἔχει ταῦτα πρὸς τὰ προάγοντα. τῆς γὰρ ζητήσεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος οὔσης, τίνα καιρὸν ἔχει γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ τὰς τῶν ζῴων διαφορὰς φυσιολογεῖν καὶ διεξιέναι τῷ λόγῳ καὶ διαγράφειν 〈ἔργα ἔργων πρεσβύτερα καὶ τιμιώτερα καὶ ἐνέργειαν ἐνεργείας ἀναβεβηκέναι〉 λέγειν 〈εὐλόγως διανοούμενον〉;

εἰ δὲ τὸν μονογενῆ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα προσαγορεύει τὰ 〈ἔργα〉, τίνας λέγει πάλιν τὰς τῶν ἐνεργειῶν διαφοράς, δι᾽ ὧν τὰ ἔργα ταῦτα ἀποτελεῖται; τίνες δὲ κἀκεῖναι αὖ αἱ ἐνέργειαι αἱ τὰς ἐνεργείας ἀναβαίνουσαι; οὔτε γὰρ τὴν ἀνάβασιν ἣν 〈ἀναβαίνει〉, καθώς φησιν αὐτός, ἡ ἐνέργεια τὴν ἐνέργειαν, ὅ τι ποτὲ νοεῖ διεσάφησεν, οὔτε τι περὶ τῆς φύσεως τῶν ἐνεργειῶν διελέχθη, ἀλλ᾽ ἐπ᾽ οὐδενὸς μέχρι τοῦ νῦν βέβηκεν ὁ λόγος αὐτῷ, οὔτε τὸ οὐσιωδῶς ὑφεστάναι κατασκευάζων οὔτε θελήματός τινα κίνησιν ἀνυπόστατον ἐνδεικνύμενος. δι᾽ ὅλου γὰρ ἡ διάνοια τῶν εἰρημένων ἐπὶ τοῦ μέσου τῶν ὑπολήψεων ῥιφεῖσα πρὸς ἑκατέρας τὰς ὑπονοίας μεταρριπίζεται.

Προστίθησι δὲ ὅτι 〈οὐδὲ θέμις τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν καθ᾽ ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον〉. πάλιν ταῦτα ἐκ ποίας ἀνάγκης ἢ ἀκολουθίας τοῖς εἰρημένοις ἐπήγαγεν ἢ τί μᾶλλον διὰ τούτων κατασκευάζεται τὸ παρηλλάχθαι τὰς ἐνεργείας κατὰ τοσοῦτον ἀλλήλων, ὅση καὶ τῶν ἔργων ἐστὶν ἡ πρὸς ἄλληλα διαφορά, τῷ μὴ τοῦ αὐτοῦ τυγχάνειν ἔργα τὰ πάντα ἀλλ᾽ ἕτερον ἐξ ἑτέρου γεγενῆσθαι κατασκευάζειν, ἐγὼ μὲν οὐ συνορῶ. οὐρανὸν γὰρ καὶ ἄγγελον καὶ ἀστέρα καὶ ἄνθρωπον καὶ πάντα, ὅσα ἐστὶν ἐν τῇ κτίσει νοούμενα, ἑνὸς ἔργα τὰ πάντα παρὰ τῆς γραφῆς μεμαθήκαμεν· ὁ δὲ τοῦ δόγματος αὐτῶν κατασκευάζει λόγος ὅτι οὐχ ἑνὸς ἔργα ὁ υἱὸς καὶ τὸ πνεῦμα, ἀλλ᾽ ὁ μὲν υἱὸς τῆς παρεπομένης τῇ πρώτῃ οὐσίᾳ ἐνεργείας ἔργον ἐστί, τὸ δὲ πνεῦμα τοῦ ἔργου πάλιν ἕτερον ἔργον. τίνα οὖν κοινωνίαν ἔχει πρὸς τὴν ἐκείνου κατασκευὴν οὐρανὸς καὶ ἄνθρωπος ἄγγελός τε καὶ ἀστὴρ νῦν συμπαραληφθέντες ὑπὸ τοῦ λόγου, αὐτὸς εἰπάτω, ἢ εἴ τις τῆς ἀπορρήτου σοφίας αὐτοῦ κοινωνός ἐστιν. ἐν τούτοις γὰρ τὸ μὲν ἀσεβὲς φανερῶς τοῖς εἰρημένοις ἐμφαίνεται, ἡ δὲ τῆς ἀσεβείας κατασκευὴ καὶ πρὸς ἑαυτήν ἐστιν ἀσύμφωνος.

τὸ μὲν γὰρ οἴεσθαι τοσαύτην ἐν τῇ ἁγίᾳ τριάδι διαφορὰν θεωρεῖσθαι, ὅσην ἔστι κατανοῆσαι οὐρανοῦ τοῦ πᾶσαν τὴν κτίσιν ἐμπεριειληφότος πρὸς τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον ἢ ἀγγέλου πρὸς τὸν ἐν οὐρανῷ φαινόμενον ἀστέρα, φανερὰν τὴν ἀσέβειαν ἔχει· τὸ δὲ συντεταγμένον τῶν νοημάτων καὶ ἀκόλουθον τῆς περὶ αὐτὸ τοῦτο κατασκευῆς, τοῦτό φημι μήτε ἐμοὶ μήτε αὐτῷ τάχα τῷ πατρὶ τῆς βλασφημίας εὐσύνοπτον εἶναι. εἰ μὲν γὰρ τοιαῦτα περὶ τῆς κτίσεως ἐλογίζετο, ὅτι οὐρανὸς μὲν ἔργον ἐστὶν ὑπερκειμένης τινὸς ἐνεργείας, τῆς δὲ τῷ οὐρανῷ παρεπομένης ἐνεργείας ἀποτέλεσμα ὁ ἀστήρ, ἐκείνου δὲ ὁ ἄγγελος καὶ τούτου ὁ ἄνθρωπος, εἶχεν ἄν τι ὁ λόγος αὐτῷ, διὰ τῆς τῶν ὁμοίων παραθέσεως κατασκευάζων τὸ δόγμα. εἰ δὲ ταῦτα μὲν δι᾽ ἑνὸς γεγενῆσθαι καὶ αὐτὸς συντίθεται (εἴ γε μὴ παντελῶς τῇ τῶν γραφῶν φωνῇ διαμάχεται), τῆς δὲ ἐκείνων κατασκευῆς ἕτερόν τινα διορίζεται τρόπον, τίς ἡ κοινωνία τῶν ἐπαχθέντων πρὸς τὰ προάγοντα;

Δεδόσθω δέ τι καὶ κοινὸν ἔχειν ταῦτα πρὸς ἀπόδειξιν τῆς τῶν οὐσιῶν παραλλαγῆς (ταῦτα γὰρ ἐπιθυμεῖ δι᾽ ὧν λέγει κατασκευάζειν), ἀλλὰ τὰ ἐφεξῆς πῶς συνήρτησε τοῖς εἰρημένοις, ἀκούσωμεν. 〈ὅσῳ〉, φησί, 〈τὰ ἔργα τῶν ἔργων πρεσβύτερα καὶ τιμιώτερα, τοσούτῳ καὶ τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος〉. ταῦτα γὰρ εἰ μὲν περὶ τῶν αἰσθητῶν λέγει, πόρρω τῶν προτεθέντων ἐστὶν ὁ λόγος. τίς γὰρ ἡ ἀνάγκη τὸν περὶ τῶν δογμάτων εἰπεῖν τι προθέμενον περὶ τῆς τάξεως τῶν ἐν τῇ κοσμογονίᾳ δημιουργηθέντων φιλοσοφεῖν καὶ ὑψηλοτέρας καὶ ὑφειμένας τὰς ἐνεργείας τοῦ κτίσαντος πρὸς λόγον τῆς ἑκάστου τῶν γεγονότων πηλικότητος εἶναι διϊσχυρίζεσθαι; εἰ δὲ περὶ ἐκείνων ποιεῖται τὸν λόγον καὶ 〈ἔργα ἔργων πρεσβύτερά τε καὶ τιμιώτερα〉 λέγει τὰ διαπλασθέντα παρ᾽ αὐτοῦ νῦν ἐν τῷ δόγματι, τουτέστι τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, τάχα καλῶς ἔχει σιωπῇ μᾶλλον τὸν λόγον βδελύξασθαι ἢ διὰ τοῦ συμπλακῆναι τὸ δοκεῖν αὐτὸν καὶ λόγον εἶναι κατασκευάσαι. πῶς γὰρ ἂν εὑρεθείη τὸ προτιμότερον ἐν οἷς οὐκ ἔστι τὸ ἀτιμότερον;

εἰ μὲν γὰρ μέχρι τούτου τῇ πρὸς τὸ κακὸν εὐκολίᾳ καὶ ἑτοιμότητι πρόεισιν, ὥστε τοῦ ἀτιμοτέρου καὶ τὴν φωνὴν καὶ τὴν ἔννοιαν ἐπί τινος τῶν ἐν τῇ ἁγίᾳ τριάδι πιστευομένων ὑπονοῆσαι, βῦσαι τὰ ὦτα προσήκει καὶ φυγεῖν ὅση δύναμις ἀπὸ ἀκοῆς πονηρᾶς, ὡς ἂν μὴ κοινωνία τις τοῦ μιάσματος γένοιτο τῷ ἀκούοντι, καθάπερ ἐξ ἀγγείου τινὸς πλήρους ἀκαθαρσίας εἰς τὴν τοῦ ἀκούοντος καρδίαν μεταχεομένου τοῦ λόγου.

Πῶς γὰρ ἄν τις ἐπὶ τῆς θείας τε καὶ τιμίας καὶ ὑπερκειμένης φύσεως εἰπεῖν τι τοιοῦτο τολμήσειε, δι᾽ οὗ τὸ ἀτιμότερον συγκριτικῶς ὑπὸ 〈τοῦ〉 λόγου κατασκευάζεται; Ἵνα πάντες, φησί, τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. τῆς οὖν φωνῆς ταύτης τὸ ἴσον τῆς τιμῆς νομοθετούσης (νόμος γάρ ἐστιν ἡ θεία φωνή) οὗτος καὶ τὸν νόμον καὶ τὸν νομοθέτην αὐτὸν παραγράφεται καὶ τῷ μὲν πλείονα, τῷ δὲ ἐλάττονα τὴν τιμὴν διανέμει, οὐκ οἶδα ὅπως τὰ μέτρα τοῦ πλεονάζοντος τῆς τιμῆς ἐξευρίσκων. ἐπὶ μὲν γὰρ τῆς ἀνθρωπίνης συνηθείας αἱ κατὰ τὰς ἀξίας διαφοραὶ τὰς τιμὰς τοῖς κρατοῦσιν ὁρίζονται, ὡς μὴ ἐν ὁμοίῳ καὶ ἴσῳ τῷ σχήματι τοὺς ὑποχειρίους βασιλεῦσί τε προσιέναι καὶ ταῖς ὑποβεβηκυίαις ἀρχαῖς· ἀλλ᾽ ἡ πλείων τε καὶ ὑφειμένη τοῦ φόβου καὶ τῆς αἰδοῦς τῶν προσιόντων ἐπίδειξις τὸ ἐνδέον καὶ περιττεῦον τῆς τιμῆς ἐπὶ τῶν τιμωμένων ἐνδείκνυται, καὶ τούτῳ μάλιστα τοὺς προτιμοτέρους ἐν τῇ διαθέσει τῶν ὑποχειρίων ἔστιν εὑρεῖν, ὅταν τις ὑπὲρ τοὺς πέλας φοβερὸς εἶναι μᾶλλον καὶ πλείονος τῆς αἰδοῦς ἢ κατὰ τοὺς λοιποὺς ἀξιοῦσθαι δοκῇ. ἐπὶ δὲ τῆς θείας φύσεως διὰ τὸ πᾶσαν τὴν κατὰ τὸ ἀγαθὸν τελειότητα συνεμφαίνεσθαι τῷ τοῦ θείου προσρήματι οὐκ ἔστιν εὑρεῖν κατά γε τὴν ἡμετέραν διάνοιαν τὸν τρόπον τῆς προτιμήσεως.

ἐν οἷς γὰρ οὐ δυνάμεως, οὐ δόξης, οὐ σοφίας, οὐ φιλανθρωπίας οὐδέ τινος ὅλως τῆς κατὰ τὸ ἀγαθὸν ἐννοίας πλεονασμὸς ἢ ἐλάττωσις ἐπινοεῖται, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ υἱὸς ἀγαθά, τοῦ πατρός ἐστι καὶ τὰ τοῦ πατρὸς πάντα ἐν τῷ υἱῷ καθορᾶται, πῶς διατεθέντες τὸ πλέον τῆς τιμῆς ἐπὶ τοῦ πατρὸς ἐνδειξόμεθα; εἰ βασιλικὴν δύναμιν καὶ ἀξίαν τῇ διανοίᾳ λάβοιμεν, βασιλεὺς ὁ υἱός· ἐὰν κριτὴν ἐννοήσωμεν, ἡ κρίσις πᾶσα τοῦ υἱοῦ ἐστιν· ἐὰν τὸ μεγαλεῖον τῆς κτίσεως τῇ ψυχῇ δεξώμεθα, πάντα δι᾽ αὐτοῦ ἐγένετο· ἐὰν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν κατανοήσωμεν, οἴδαμεν τὴν ἀληθῆ ζωὴν τὴν μέχρι τῆς φύσεως ἡμῶν καταβᾶσαν· κἂν 〈τὴν〉 ἐκ τοῦ σκότους μετάστασιν καταμάθωμεν, οὐκ ἀγνοοῦμεν τὸ φῶς τὸ ἀληθινόν, δι᾽ οὗ τοῦ σκότους ἠλλοτριώθημεν· εἰ δέ τινι τίμιον ἡ σοφία δοκεῖ, Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.

Πρὸς τοίνυν τὰ τοιαῦτα καὶ τηλικαῦτα τοῦ Χριστοῦ θαύματα τῆς ψυχῆς ἡμῶν κατὰ τὸ εἰκός, ὅσον χωρεῖ, τοσοῦτον θαυμαστικῶς διατιθεμένης, τίς ὑπερβολὴ τιμῆς καταληφθῆναι δυνήσεται τῆς τῷ πατρὶ μόνῳ κατ᾽ ἐξαίρετον προσαγομένης, ἧς ἀμοιρήσει πρεπόντως ὁ κύριος; αὐτὸ γὰρ τοῦτο ἡ ἀνθρωπίνη πρὸς τὸ θεῖον τιμὴ κατὰ τὸν εἰκότα νοῦν θεωρουμένη οὐδεμία τις ἄλλη ἐστὶν ἀλλ᾽ ἢ ἀγαπητικὴ σχέσις καὶ ἡ τῶν προσόντων αὐτῷ ἀγαθῶν ὁμολογία, καί μοι δοκεῖ τὸ οὕτω δεῖν τιμᾶσθαι τὸν υἱὸν ὡς ὁ πατὴρ τιμᾶται, ἀντὶ τῆς ἀγάπης ὑπὸ τοῦ λόγου τετάχθαι· ὁ γὰρ νόμος ἐν τῷ ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὴν πρέπουσαν αὐτῷ τιμὴν ἀπονέμειν κελεύει, καὶ ἐνταῦθα τὸ ἰσοστάσιον τῆς ἀγάπης ὁ θεὸς λόγος νομοθετῶν οὕτω φησὶ δεῖν τιμᾶσθαι τὸν υἱόν, ὡς ὁ πατὴρ τιμᾶται. τοῦτον τὸν τρόπον τῆς τιμῆς ἐπλήρου καὶ ὁ μέγας Δαβὶδ πρὸς τὸν κύριον ἔν τινι προοιμίῳ τῆς ψαλμῳδίας ἀγαπᾶν ὁμολογῶν τὸν κύριον καὶ διεξιὼν τὰ τῆς ἀγάπης αἴτια, ἰσχὺν καὶ κραταίωμα καὶ καταφυγὴν καὶ ῥύστην καὶ θεὸν βοηθὸν καὶ ἐλπίδα καὶ ὑπερασπιστὴν καὶ σωτηρίας κέρας καὶ ἀντιλήπτορα καὶ τὰ τοιαῦτα καλῶν.

εἰ μὲν οὖν οὐκ ἔστιν ὁ μονογενὴς [υἱὸς] ταῦτα τοῖς ἀνθρώποις γινόμενος, ὑποστελλέσθω τὸ πλεονάζον τῆς τιμῆς ἐπὶ τούτου κατὰ τὸν τῆς αἱρέσεως νόμον· εἰ δὲ πάντα ταῦτα καὶ ὑπὲρ ταῦτα τὸν μονογενῆ θεὸν εἶναί τε καὶ ὀνομάζεσθαι πεπιστεύκαμεν, κατὰ πᾶσαν ἀγαθοῦ πράγματος καὶ νοήματος ἐπίνοιαν πρὸς τὸ μεγαλεῖον τῆς ἐν τῷ πατρὶ ἀγαθότητος ἐξισαζόμενον, πῶς ἄν τις εὔλογον εἶναι λέγοι ἢ μὴ ἀγαπᾶν τὸ τοιοῦτον ἢ ἀτιμάζειν τὸ ἀγαπώμενον; οὐ γὰρ ἂν εἴποι τις τὴν μὲν ἀγάπην δεῖν ἐξ ὅλης γίνεσθαι τῆς καρδίας καὶ τῆς δυνάμεως, τὴν δὲ τιμὴν ἐξ ἡμισείας. εἰ οὖν ἐξ ὅλης τῆς καρδίας τιμᾶται ὁ υἱὸς διὰ τοῦ πᾶσαν ἀνατιθέναι αὐτῷ τὴν ἀγάπην, τίς ἐπίνοια τὸ πλέον τῆς τιμῆς ἐξευρήσει, ὅλης τῆς καρδίας, ὅσον χωρεῖ, τοσοῦτον αὐτῷ διὰ τῆς ἀγάπης τὸ τῆς τιμῆς μέτρον δωροφορούσης; ὥστε μάταιος ἐπὶ τῶν κατὰ φύσιν τιμίων ὁ τὸ προτιμότερον δογματίζων καὶ διὰ τῆς τοιαύτης συγκρίσεως τοῦ ἀτιμοτέρου παριστῶν τὴν ἔννοιαν.

Ἀλλὰ καὶ τὸ 〈πρεσβύτερον〉 ἐπὶ μὲν τῆς αἰσθητῆς κτίσεως λέγειν ἀληθές ἐστι· τῆς γὰρ ἀκολουθίας τῶν ἔργων ἐν τῇ τάξει τῶν ἡμερῶν δεικνυμένης, εἴποι τις ἂν τῆς τοῦ ἀνθρώπου κατασκευῆς τοσόνδε προγενέστερον εἶναι τὸν οὐρανόν, καὶ διαμετρήσει τὸν διὰ μέσου χρόνον τῷ τῶν ἡμερῶν διαστήματι· ἐπὶ δὲ τῆς πρώτης φύσεως τῆς πᾶσαν μὲν χρονικὴν ἔννοιαν ὑπεραιρούσης πᾶσαν δ᾽ ἐπίνοιαν καταληπτικὴν ἀπολειπούσης τὸ μέν τι προάγειν ἐν τοῖς κατὰ τὸν χρόνον πρεσβείοις τὸ δὲ ἐφυστερίζειν οἴεσθαι τῆς νῦν ἀναφανείσης σοφίας ἐστίν. ὁ γὰρ 〈πρεσβύτερον〉 τὸν πατέρα τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀποφαινόμενος οὐδὲν ἄλλο ἢ νεώτερον τῶν διὰ τοῦ υἱοῦ γενομένων αὐτὸν τὸν υἱὸν ἀποφαίνεται, εἴπερ ἀληθὲς πάντας αἰῶνας καὶ πᾶν διάστημα χρονικὸν μετὰ τὸν υἱὸν καὶ διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγειν. καὶ ἔτι πρὸς τούτοις, ὅπερ καὶ μᾶλλον ἀπελέγχει τὴν ἀτοπίαν τοῦ δόγματος, οὐ μόνον τῷ υἱῷ κατασκευασθήσεται χρονική τις ἡ ἀρχὴ τῆς ὑπάρξεως ἐκ τοῦ τοιούτου λόγου, ἀλλ᾽ οὐδὲ τοῦ πατρὸς ἐκ τῆς τοιαύτης ἀκολουθίας φείσονται τὸ μὴ οὐχὶ κἀκεῖνον ἀπὸ χρόνου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσαι. εἰ γάρ τι σημεῖον ὑπέρκειται γνωριστικὸν τῆς τοῦ υἱοῦ γεννήσεως, ἐκεῖνο δηλονότι καὶ τῷ πατρὶ τὴν ἀρχὴν ὁρίσει τῆς ὑποστάσεως.

Σαφηνείας δὲ χάριν οὐκ ἄκαιρον ἴσως φιλοπονώτερον ἐξετάσαι τὸν λόγον. ὁ πρεσβυτέραν τῆς τοῦ υἱοῦ ζωῆς τὴν τοῦ πατρὸς δογματίζων διαστήματί τινι τὸν μονογενῆ τοῦ ἐπὶ πάντων θεοῦ πάντως διΐστησι· τοῦτο δὲ ἢ ἄπειρόν τι ὑποθήσεται τὸ διὰ μέσου διάστημα ἤ τισι πέρασι καὶ σημείοις φανεροῖς ὁριζόμενον. ἀλλ᾽ ἄπειρον μὲν εἰπεῖν οὐκ ἐάσει ὁ τῆς μεσότητος λόγος ἢ παντελῶς τὴν τοῦ πατρός τε καὶ υἱοῦ ἔννοιαν διαγράψει τῷ λόγῳ, καὶ οὐδὲ μέσον αὐτὸ νοήσει, ἕως ἂν ἄπειρον ᾖ πρὸς οὐθέτερον ὁριζόμενον, οὔτε ἐπὶ τὸ ἄνω τῆς τοῦ πατρὸς ἐννοίας ἀποτεμνούσης τοῦ ἀπείρου τὴν πρόοδον, οὔτε ἐπὶ τὸ κάτω τοῦ υἱοῦ τὴν ἀπειρίαν ἐκκόπτοντος. αὕτη γὰρ τοῦ ἀπείρου ἡ ἔννοια, τὸ πανταχόθεν ἐκκεχύσθαι τῇ φύσει καὶ μηδενὶ πέρατι μηδαμόθεν περιλαμβάνεσθαι. οὐκοῦν ἵνα παγία καὶ ἀμετάθετος διαμένῃ περί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἡ τοῦ εἶναι ὑπόληψις, οὐδεμίαν ἕξει χώραν ἄπειρον ἐννοεῖν τὸ διάστημα, ἀλλὰ πεπερασμένῳ τινὶ κατὰ πᾶσαν ἀνάγκην τὸν μονογενῆ τοῦ πατρὸς διαστήσουσι. τοῦτο οὖν ἐστιν ὅ φημι, ὅτι ὁ λόγος οὗτος οὐκ ἐξ ἀϊδίου εἶναι τὸν ἐπὶ πάντων θεόν, ἀλλ᾽ ἀπό τινος ὡρισμένου σημείου τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάσει. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· λέξω δὲ διὰ τῶν γνωρίμων ὑποδειγμάτων σαφηνίζων τὸ νόημα, ὡς ἂν γένοιτο διὰ τῶν φαινομένων καταφανὲς ἡμῖν τὸ ἀγνοούμενον.

πέμπτῃ μετὰ τὸν οὐρανὸν ἡμέρᾳ γεγενῆσθαι τὸν ἄνθρωπον λέγοντες ἐκ τῆς Μωϋσέως γραφῆς συγκατεσκευάσαμεν τῷ λόγῳ τούτῳ κατὰ τὸ σιωπώμενον τὸ πρὸ τοῦ ἀριθμοῦ τῶν ἡμερῶν τούτων μηδὲ τὸν οὐρανὸν εἶναι· οὕτω τὸ μετά τι γενόμενον διὰ τοῦ πρὸ ἑαυτοῦ διαστήματος ὁρίζει καὶ τὴν τοῦ προϋπονοουμένου ὑπόστασιν. εἰ δὲ οὐχ ἱκανῶς τῷ ὑποδείγματι τὸν λόγον ἐσαφηνίσαμεν, δυνατόν ἐστι καὶ δι᾽ ἑτέρων τὸ νοηθὲν παραστῆσαι. τὸν διὰ Μωϋσέως δοθέντα νόμον τετρακοσίοις ἔτεσι καὶ τριάκοντα τῆς τοῦ Ἀβραὰμ ἐπαγγελίας μεταγενέστερον λέγοντες, ἐὰν ἀπὸ τοῦ νόμου τὸν κατόπιν χρόνον δι᾽ ἀναλύσεως τῷ λογισμῷ παροδεύσαντες εἰς τὸ πέρας τῶν ἠριθμημένων φθάσωμεν ἐτῶν, σαφῶς καταλαμβάνομεν, ὅτι πρὸ τοῦ χρόνου τούτου ἡ τοῦ θεοῦ ἐπαγγελία οὔπω ἦν. καὶ πολλὰ τοιαῦτα λέγειν ἔστιν, οἷς τὸ καθ᾽ ἕκαστον ἐπεξιέναι ὡς ὀχληρὸν παραιτήσομαι.

Κατὰ τοίνυν τὴν ἀκολουθίαν τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρημένων καὶ τὸν προκείμενον ἐξετάσωμεν λόγον. ἦν δὲ οὗτος κατὰ τὴν τῶν ἐναντίων ὑπόληψιν τὸ 〈πρεσβύτερον〉 καὶ νεώτερον ἐπὶ τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὑποστάσεως ἕτερον ἑτέρου λέγειν εἶναι. οὐκοῦν ἐπειδὰν τὴν τοῦ υἱοῦ γέννησιν διαβάντες, καθὼς ὑφηγεῖται ὁ τῆς αἱρέσεως λόγος, ἔπειτα προσβῶμεν τῷ διὰ μέσου διαστήματι ὅπερ ἡ ματαία τῶν ταῦτα δογματιζόντων οἴησις ὑποτίθεται τῶν μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς εἶναί τι λογιζομένων, ἐὰν εἰς τὸ ἄκρον ἐκεῖνο σημεῖον φθάσωμεν, ᾧ τὸ διάστημα τὸ μεταξὺ περιγράφουσιν, ἐκεῖ καὶ τοῦ θεοῦ τῶν ὅλων ἱσταμένην ἐπὶ τὸ ἄνω τὴν ζωὴν εὑρίσκομεν, ὡς ἐξ ἀνάγκης κατασκευάζεσθαι τὸ πρὸ ἐκείνου μηδὲ τὸν ἀεὶ ὄντα θεὸν πιστεύειν εἶναι.

Εἰ δὲ ἀμφιβάλλεις ἔτι, πάλιν τὸν λόγον δι᾽ ὑποδειγμάτων κατανοήσωμεν. ὥσπερ γὰρ ἐπὶ δύο κανόνων, ὅταν ὁ μὲν ἐλάττων ὁ δὲ ὑπερέχων ᾖ, τὰς βάσεις ἀμφοτέρων ἰσώσαντες ἐν ταῖς κορυφαῖς τὸ πλεονάζον ἐπιγινώσκομεν (παραθέντες γὰρ τὸ τοῦ ἐλάττονος πέρας ἀπ᾽ ἐκείνου τὸ περισσὸν τοῦ ὑπερέχοντος ἔγνωμεν, καὶ ὅσον ἐνδεῖ τῷ βραχυτέρῳ, διά τινος μέτρου τὸ λεῖπον πρὸς τὸ πέρας τοῦ μείζονος παρισώσαντες εὕρομεν, εἴτε πῆχυς εἴτε ὁποσονοῦν ἐστιν, ὅσον τοῦ ἐλάττονος τὸ μεῖζον ἀφέστηκεν) οὕτως εἴ τίς ἐστι κατὰ τὸν τῶν ὑπεναντίων λόγον τῆς τοῦ πατρὸς ζωῆς ὡς πρὸς τὴν ζωὴν τοῦ υἱοῦ πλεονασμός, ἔν τινι ῥητῷ διαστήματι πάντως ἐστί, τοῦτο δὲ οὐκ εἰς τὸ ἐφεξῆς περισσεύειν ἀναγκαίως συνθήσονται. ἀθάνατον γὰρ ὁμοίως ἑκάτερον εἶναι καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ὁμολογοῦσιν, ἀλλ᾽ εἰς τὸ ἄνω τὴν διαφορὰν ταύτην ἐπινοοῦσιν, οὐκ ἰσοῦντες πρὸς τὸν πατέρα τοῦ υἱοῦ τὴν ζωήν, ἀλλ᾽ ὑπερεκτείνοντες τὴν περὶ τοῦ πατρὸς ἔννοιαν τῷ τῆς ζωῆς διαστήματι. ἐπεὶ οὖν πᾶν διάστημα διπλοῖς πέρασι περιγράφεται πάντως, ἀνάγκη πᾶσα καὶ τοῦ ἐπινοηθέντος παρ᾽ αὐτῶν διαστήματος τὰ δύο σημεῖα τὰ γνωριστικὰ τῶν περάτων καταληφθῆναι. ὥσπερ οὖν τὸ ἓν μέρος κατ᾽ αὐτοὺς ἀπὸ τῆς γεννήσεως τοῦ μονογενοῦς τὴν ἀρχὴν ἔχει, οὕτω καὶ τὸ ἕτερον ἄκρον ἑτέρῳ τινὶ πέρατι πάντως συναπολήξει, ᾧ συναπαρτιζόμενον τὸ διάστημα ἑαυτὸ περιγράφει.

τί οὖν ἐστι τοῦτο τὸ πέρας, αὐτοὶ εἰπάτωσαν, εἴπερ τοῖς ἰδίοις λόγοις ἀκολουθεῖν οὐκ αἰσχύνονται.

Ἀλλ᾽ οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι οὐδὲν εὑρήσουσι τὸ ἕτερον πέρας ἐπὶ τὸ ἕτερον μέρος τοῦ ἀναπλασθέντος παρ᾽ αὐτῶν διαστήματος, εἰ μή τινα πάντως ἀρχὴν ὑποθοῖντο τῆς τοῦ ἀγεννήτου 〈ζωῆς〉 ἀφ᾽ ἧς τὸ μέσον ὡς πρὸς τὴν τοῦ υἱοῦ γέννησιν τῷ λόγῳ διαλαμβάνουσι. τοῦτο οὖν ἐστιν ὃ λέγομεν, ὅτι ὁ μεταγενέστερον τὸν υἱὸν ἔν τινι διαστηματικῇ παρατάσει τῆς τοῦ πατρὸς ζωῆς λέγων ὡρισμένην δώσει καὶ τῷ πατρὶ τὴν ἀρχὴν τῆς ὑπάρξεως, τῷ ἐπινοηθέντι κατὰ τὸ μέσον διαστήματι συμπεριγραφομένην· καὶ οὕτως αὐτοῖς εὑρεθήσεται ἡ πολυθρύλλητος τοῦ πατρὸς “ἀγεννησία„ διὰ τῆς τοιαύτης κατασκευῆς ὑπ᾽ αὐτῶν τῶν προμάχων τῆς “ἀγεννησίας„ ἐκκλεπτομένη, ὡς τὸν ἀγέννητον θεὸν μὴ ἀεὶ εἶναι λέγειν, ἀλλ᾽ ἀπό τινος ὡρισμένης ἀρχῆς τοῦ εἶναι τὴν ἀρχὴν ἐσχηκέναι κατασκευάζειν. ὁ γὰρ ἀρχὴν τοῦ εἶναι ἔχων ἄναρχος οὐκ ἔστιν.

εἰ δὲ παντὶ τρόπῳ τὸ ἄναρχον τοῦ πατρὸς ὁμολογεῖσθαι προσήκει, μηδὲ τῆς τοῦ υἱοῦ ζωῆς ὡρισμένον τι πολυπραγμονείσθω σημεῖον, ἀφ᾽ οὗ τοῦ εἶναι ἀρξάμενος τῆς εἰς τὸ ἐπέκεινα τοῦ σημείου ζωῆς ἀποτέμνεται· ἀλλ᾽ ἀρκεῖ κατὰ μόνον τὸν τῆς αἰτίας λόγον προεπινοεῖν τοῦ υἱοῦ τὸν πατέρα, καὶ μὴ κεχωρισμένην καὶ ἰδιάζουσάν ποτε τοῦ πατρὸς τὴν ζωὴν πρὸ τῆς τοῦ υἱοῦ γεννήσεως, ἵνα μὴ συνεισέλθῃ τῇ ὑπολήψει ταύτῃ διαστηματικόν τι νόημα πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως τῇ ζωῇ τοῦ γεγεννηκότος παραμετρούμενον, ᾧ κατ᾽ ἀνάγκην ἀκολουθήσει τὸ καὶ τοῦ πατρὸς ἀρχήν τινα τῆς ζωῆς ὑποθέσθαι, καθ᾽ ἣν τὸ ἀναπλασθὲν πρὸ τοῦ υἱοῦ διάστημα προϊὸν ἐπὶ τὸ ἄνω στήσεται, συμπεριγράφον αὑτῷ τῆς προεπινοηθείσης τοῦ πατρὸς ζωῆς τὴν ἀρχήν. ἀλλὰ 〈δεῖ〉 τὸ “ἐξ αὐτοῦ„ ὁμολογοῦντας, κἂν τολμηρόν τι φαίνηται, καὶ τὸ “σὺν αὐτῷ„ μὴ ἀρνεῖσθαι, ὑπὸ τῆς ἐν ταῖς ὑποθήκαις γραφῆς πρὸς τὴν ἔννοιαν ταύτην ὁδηγουμένους· ἀπαύγασμα γὰρ ἀϊδίου φωτὸς παρὰ τῆς σοφίας ἀκούσαντες συνεπιθεωροῦμεν τῇ ἀϊδιότητι τοῦ πρωτοτύπου φωτὸς τὸ ἀπαύγασμα, καὶ τὸ αἴτιον τοῦ ἀπαυγάσματος ἐννοοῦντες καὶ τὸ 〈πρεσβύτερον〉 οὐ δεχόμενοι· καὶ οὕτως ἡμῖν ὁ τῆς εὐσεβείας διασωθήσεται λόγος, οὔτε τῷ υἱῷ τῆς ζωῆς ἐπὶ τὸ ἄνω λειπούσης οὔτε τῆς ἀϊδιότητος τοῦ πατρὸς ἐν τῷ ὁριστὴν ὑποτίθεσθαι τοῦ υἱοῦ τὴν ἀρχὴν κολοβουμένης.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις τῶν ἐνισταμένων τῷ λόγῳ, ὅτι καὶ ἡ κτίσις ὁμολογουμένην ἀρχὴν τοῦ εἶναι ἔχει, καὶ οὔτε συνεπινοεῖται τῇ ἀϊδιότητι τοῦ δημιουργοῦ τὰ γενόμενα οὔτε ἵστησι διὰ τῆς ἰδίας ἀρχῆς τὸ ἀόριστον τῆς θείας ζωῆς, ὥσπερ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξεταζόμενος ὁ λόγος τὴν ἀτοπίαν ὑπέδειξεν· ὡς ἀκόλουθον εἶναι διὰ τούτου ἢ καὶ τὴν κτίσιν συναΐδιον τῷ θεῷ ἢ καὶ τὸν υἱὸν μεταγενέστερον ἀφόβως λέγειν. ὁ γὰρ τοῦ διαστήματος λόγος ὁμοίως ὑποδείξει τὸ ἄτοπον καὶ ἀπὸ τῆς κτίσεως ἐπὶ τὸν πεποιηκότα διαμετρούμενος. ὁ δὲ τὸ τοιοῦτον ἀνθυποφέρων οὐκ ἀκριβῶς τάχα τῇ διανοίᾳ τοῦ δόγματος ἐπιστὰς διὰ τῶν ἀλλοτρίων καὶ παντάπασιν ἀκοινωνήτων τοῦ προκειμένου τὴν πρὸς τὰ εἰρημένα ποιεῖται μάχην. εἰ μὲν γάρ τι τῶν ὑπὲρ τὴν κτίσιν δεικνύειν εἶχεν ἔν τινι διαστηματικῷ σημείῳ τὴν ἀρχὴν ἔχον τῆς ὑποστάσεως, καὶ τοῦτο παρὰ πάντων ὡμολογεῖτο δυνατὸν εἶναι, τὴν τοῦ διαστήματος ἔννοιαν καὶ πρὸ τῆς κτίσεως ἐννοεῖν, εἶχεν ἂν ἴσως καιρὸν τὴν ἐπὶ τοῦ μονογενοῦς ἀποδειχθεῖσαν διὰ τῶν εἰρημένων ἀϊδιότητα τοῖς τοιούτοις ἐπιχειρήμασιν ἀναλύειν πειρᾶσθαι.

ἐπεὶ δὲ πάσαις ταῖς τῶν εὐσεβούντων ψήφοις ὁμολογεῖται, ὅτι πάντων τῶν ὄντων τὸ μὲν διὰ τῆς κτίσεώς ἐστι, τὸ δὲ πρὸ τῆς κτίσεως, καὶ ὅτι ἡ μὲν θεία φύσις ἄκτιστος εἶναι πεπίστευται, ἐν ᾗ τὸ μὲν αἴτιον, τὸ δὲ ἐξ αἰτίου τὴν ὑπόστασιν ἀδιαστάτως ἔχειν ὁ τῆς εὐσεβείας διδάσκει λόγος, τῆς δὲ κτίσεως ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρουμένης, πᾶσα χρονικὴ τάξις καὶ ἀκολουθία τῶν γεγονότων διὰ τῶν αἰώνων καταλαμβάνεται, ἡ δὲ προαιώνιος φύσις ἐκπέφευγε τὰς κατὰ τὸ 〈πρεσβύτερόν〉 τε καὶ νεώτερον διαφορὰς τῷ μὴ συνθεωρεῖσθαι τῇ θείᾳ τε καὶ μακαρίᾳ ζωῇ, ὅσα περὶ τὴν κτίσιν ἰδίως ὁ λόγος βλέπει. ἡ μὲν γὰρ κτίσις πᾶσα, καθὼς εἴρηται, κατά τινα τάξεως ἀκολουθίαν γεγενημένη τῷ τῶν αἰώνων διαστήματι παραμετρεῖται, καὶ εἴ τις ἀνίοι τῷ λόγῳ διὰ τῆς τῶν κτισθέντων ἀκολουθίας ἐπὶ τὴν τῶν γεγονότων ἀρχήν, τῇ τῶν αἰώνων καταβολῇ περιορίσει τὴν ζήτησιν. ἡ δὲ ὑπὲρ τὴν κτίσιν οὐσία ἅτε παντὸς διαστηματικοῦ νοήματος κεχωρισμένη πᾶσαν χρονικὴν ἀκολουθίαν ἐκπέφευγεν, ἀπ᾽ οὐδεμιᾶς τοιαύτης ἀρχῆς εἰς οὐδὲν πέρας δι᾽ οὐδενὸς τρόπου τοῦ κατά τινα τάξιν εὑρισκομένου προϊοῦσα καὶ καταλήγουσα.

τῷ γὰρ διαβάντι τοὺς αἰῶνας καὶ πάντα τὰ ἐν αὐτοῖς γεγονότα καθάπερ τι πέλαγος ἀχανὲς ἡ τῆς θείας φύσεως θεωρία τοῖς λογισμοῖς προφανεῖσα οὐδὲν δώσει σημεῖον ἐφ᾽ ἑαυτῆς γνωριστικὸν ἀρχῆς τινος τῷ εἰς τὰ ἐπέκεινα διατείνοντι τὴν καταληπτικὴν φαντασίαν· ὥστε τὸν πολυπραγμονοῦντα τὸ τῶν αἰώνων πρεσβύτερον καὶ ἀνιόντα ἐπὶ τὴν τῶν ὄντων ἀρχὴν ἐν μηδενὶ στῆναι τῷ λογισμῷ δυνηθῆναι, ἀεὶ τοῦ ζητουμένου ὑπεκπροθέοντος καὶ μηδεμίαν στάσιν τῇ πολυπραγμοσύνῃ τῆς διανοίας ὑποδεικνύοντος.

Σαφὴς δὲ ὁ λόγος καὶ τῷ μετρίως ἐπεσκεμμένῳ τὴν τῶν ὄντων φύσιν, ὅτι τῇ μὲν θείᾳ τε καὶ μακαρίᾳ ζωῇ τὸ παραμετρούμενόν ἐστιν οὐδέν. οὐ γὰρ ἐκείνη ἐν χρόνῳ, ἀλλ᾽ ἐξ ἐκείνης ὁ χρόνος· ἡ δὲ κτίσις ἀπό τινος ὁμολογουμένης πάντως ἀρχῆς ἐπὶ τὸν ἴδιον σκοπὸν διὰ τῶν χρονικῶν διαστημάτων ὁδεύουσα φέρεται, ὡς ταύτης μὲν δυνατὸν εἶναι, καθώς φησί που ὁ Σολομών, ἀρχὴν καὶ τέλος καὶ μεσότητα διασκοπῆσαι, διὰ τῶν χρονικῶν τμημάτων τὴν ἀκολουθίαν τῶν κατ᾽ αὐτὴν σημειούμενον. ἡ δὲ ὑπερκειμένη τε καὶ μακαρία ζωὴ ἅτε μηδενὸς συμπαροδεύοντος αὐτῇ διαστήματος τὸ διαμετροῦν καὶ διαλαμβάνον οὐκ ἔχει. τὰ μὲν γὰρ γεγονότα πάντα τοῖς ἰδίοις μέτροις ἐμπεριγεγραμμένα κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ κτίσαντος οἷόν τινι ὅρῳ τῷ προσήκοντι μέτρῳ ὡς πρὸς τὴν τοῦ παντὸς εὐαρμοστίαν ἐμπεριείληπται. καὶ διὰ τοῦτο κἂν τῇ ἀσθενείᾳ τῶν ἀνθρωπίνων λογισμῶν ἀνέφικτος 〈ᾖ〉 ἡ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔφοδος, ἀλλ᾽ οὖν τὸ πεπερατῶσθαι τὰ πάντα τῇ τοῦ πεποιηκότος δυνάμει καὶ ἐντὸς εἶναι τῶν τῆς κτίσεως ὅρων οὐκ ἀμφιβάλλεται· ἡ δὲ ποιητικὴ τῶν ὄντων δύναμις τὴν τῶν γεγονότων ἐν ἑαυτῇ περιγράφουσα φύσιν αὐτὴ τὸ περιέχον οὐκ ἔχει, πᾶν νόημα τὸ πρὸς τὴν ἀρχὴν τῆς θείας ζωῆς ἀνελθεῖν ἐπειγόμενον ἐντὸς ἑαυτῆς κατακλείουσα καὶ πάσης περιεργίας καὶ φιλοπραγμοσύνης τῆς πρὸς τὸ πέρας τοῦ ἀορίστου φθάσαι φιλονεικούσης ὑπερεκπίπτουσα.

ἅπασα γὰρ ἡ μετὰ τοὺς αἰῶνας ἄνοδος καὶ διάστασις τοῦ νοῦ τοσοῦτον ὑψωθήσεται μόνον, ὅσον κατιδεῖν τὸ τοῦ ζητουμένου ἀδιεξίτητον, καὶ ἔοικεν οἷόν τι μέτρον καὶ ὅρος τῆς τῶν ἀνθρωπίνων λογισμῶν κινήσεως καὶ ἐνεργείας ὁ αἰὼν καὶ τὰ ἐντὸς τούτων εἶναι, τὰ δὲ ὑπερκείμενα τούτων ἄληπτα καὶ ἀνεπίβατα λογισμοῖς μένει, παντὸς τοῦ δυναμένου ὑπὸ κατάληψιν ἀνθρωπίνην ἐλθεῖν καθαρεύοντα. ἐν οἷς γὰρ οὐκ εἶδος, οὐ τόπος, οὐ μέγεθος, οὐ τὸ ἐκ τοῦ χρόνου μέτρον οὐδὲ ἄλλο τι τῶν καταληπτῶν ἐπινοεῖται, ἐξ ἀνάγκης καὶ ἡ καταληπτικὴ τοῦ νοῦ δύναμις, ζητοῦσά τινος περιδράξασθαι 〈τῶν〉 περὶ τοὺς αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, εἰς τὸ συγγενὲς ἑαυτῇ καὶ ὁμόφυλον συνιζήσει, τῆς ἀλήπτου φύσεως πανταχόθεν ἀπολισθαίνουσα.

Παντὶ γὰρ οἶμαι τοῦτο γνώριμον εἶναι τῷ καὶ μετρίως ἐπεσκεμμένῳ τὰ ὄντα, ὅτι τοὺς αἰῶνας καὶ τὸν ἐν τούτοις τόπον οἷόν τι χώρημα δεκτικὸν τῶν γινομένων προκαταβαλλόμενος ὁ τῶν ὅλων δημιουργὸς ἐν τούτοις κτίζει τὰ πάντα. οὐ γὰρ ἐνδέχεταί τι τῶν διὰ κτίσεως γεγονότων ἢ γινομένων μὴ πάντως ἢ ἐν τόπῳ ἢ ἐν χρόνῳ τὸ εἶναι ἔχειν. ἡ δὲ ἀπροσδεὴς καὶ ἀΐδιος καὶ τῶν ὄντων ἐμπεριεκτικὴ φύσις οὔτ᾽ ἐν τόπῳ ἐστὶν οὔτε ἐν χρόνῳ, ἀλλὰ πρὸ τούτων καὶ ὑπὲρ ταῦτα κατὰ τὸν ἄφραστον λόγον αὐτὴ ἐφ᾽ ἑαυτῆς διὰ μόνης τῆς πίστεως θεωρεῖται, οὔτε αἰῶσι παραμετρουμένη οὔτε χρόνοις συμπαρατρέχουσα, ἀλλ᾽ ἐφ᾽ ἑαυτῆς ἑστῶσα καὶ ἐν ἑαυτῇ καθιδρυμένη, οὔτε τῷ παρῳχηκότι οὔτε τῷ μέλλοντι συνδιαιρουμένη· οὐδὲ γὰρ ἔστι τι παρ᾽ αὐτὴν ἔξω αὐτῆς, οὗ παροδεύοντος τὸ μέν τι παρέρχεται τὸ δὲ μέλλει. ταῦτα γὰρ ἴδια τῶν ἐν τῇ κτίσει τὰ πάθη, πρὸς ἐλπίδα καὶ μνήμην κατὰ τὴν τοῦ χρόνου διαίρεσιν τῆς ζωῆς σχιζομένης· ἐκείνῃ δὲ τῇ ὑψηλῇ καὶ μακαρίᾳ δυνάμει, ᾗ πάντα κατὰ τὸ ἐνεστὸς ἀεὶ πάρεστιν ἐπίσης, καὶ τὸ παρῳχηκὸς καὶ τὸ προσδοκώμενον ὑπὸ τῆς περιεκτικῆς τῶν πάντων δυνάμεως ἐγκρατούμενα καθορᾶται.

Αὕτη τοίνυν ἡ οὐσία ἐστίν, ἐν ᾗ πάντα, καθώς φησιν ὁ ἀπόστολος, συνέστηκε, καὶ οἱ καθ᾽ ἕκαστον τοῦ εἶναι μετέχοντες ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμέν, ἡ ἀνωτέρα μὲν πάσης ἀρχῆς, σημεῖα δὲ τῆς ἰδίας φύσεως οὐ παρεχομένη, ἀλλ᾽ ἐν μόνῳ τῷ μὴ δύνασθαι καταληφθῆναι γινωσκομένη. τοῦτο γὰρ αὐτῆς ἰδιαίτατον γνώρισμα, τὸ παντὸς χαρακτηριστικοῦ νοήματος ὑψηλοτέραν αὐτῆς εἶναι τὴν φύσιν. ἡ τοίνυν κτίσις διὰ τὸ μὴ τὸν αὐτὸν τῷ ἀκτίστῳ λόγον ἔχειν αὐτῷ τούτῳ τῆς πρὸς τὸν πεποιηκότα συγκρίσεώς τε καὶ κοινωνίας χωρίζεται, τῇ κατὰ τὴν οὐσίαν λέγω διαφορᾷ καὶ τῷ ἴδιον ἐφ᾽ ἑαυτῇ τὸν παραστατικὸν τῆς φύσεως ἐπιδέχεσθαι λόγον οὐδὲν ἐπικοινωνοῦντα τῷ ἐξ οὗ γέγονεν. ἡ δὲ θεία φύσις πάντων τῶν ἰδιαζόντως ἐπιθεωρουμένων τῇ κτίσει σημείων ἀλλοτρίως ἔχουσα κάτω ἑαυτῆς καταλείπει τά τε χρονικὰ τμήματα, τὸ 〈πρεσβύτερον〉 λέγω καὶ τὸ νεώτερον καὶ τὰς τοπικὰς ἐπινοίας, ὡς μηδὲ 〈ἀνώτερον〉 ἐπ᾽ αὐτῆς τι κυρίως λέγεσθαι. πᾶν γὰρ τὸ νοούμενον ἐπὶ τῆς ἀκτίστου δυνάμεως ἄνω ἐστὶ καὶ ἀρχή ἐστι καὶ τὸν τοῦ 〈κυριωτάτου〉 λόγον ἐπέχει.

Ἐπεὶ οὖν δέδεικται διὰ τῶν εἰρημένων μὴ ἐν τῇ κτίσει τὸν μονογενῆ υἱὸν καὶ τὸ τοῦ θεοῦ πνεῦμα 〈δεῖν〉 διερευνᾶσθαι, ἀλλ᾽ ἄνω τῆς κτίσεως πιστεύειν εἶναι, ἡ μὲν κτίσις ἐπί τινος ἰδιαζούσης ἀρχῆς διὰ τῆς πολυπραγμοσύνης τῶν τὰ τοιαῦτα ζητεῖν φιλονεικούντων ἴσως καταληφθήσεται, τὸ δὲ ὑπὲρ ταύτην οὐδὲν ἂν διὰ τούτων μᾶλλον εἰς γνῶσιν ἔλθοι, οὐδενὸς ἐν αὐτῷ σημείου δεικτικοῦ πρὸ τῶν αἰώνων εὑρισκομένου. εἰ οὖν ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματά τε καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, πῶς ἔσται δυνατόν, ὅπερ ἐπὶ τῶν κάτω περιεργαζομένη καὶ πολυπραγμονοῦσα καταλαμβάνει ἡ ἔννοια, ἕτερον ἑτέρου συγκριτικῶς ὑπερτιθεῖσα διά τινος χρονικοῦ διαστήματος, τοῦτο καὶ ἐπὶ τῆς ἀκτίστου καὶ προαιωνίου νομίζειν οὐσίας εἶναι;

ἐν ᾗ πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος καὶ ἀεὶ πατὴρ νοεῖται, ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς υἱὸς τῷ πατρὶ συνεπινοεῖται, δι᾽ αὐτοῦ δὲ καὶ μετ᾽ αὐτοῦ, πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς καὶ τὸ πνεῦμα τὸ ἅγιον συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν υἱόν, ὥστε ποτὲ τὸν μονογενῆ δίχα τοῦ πνεύματος νοηθῆναι, ἀλλ᾽ ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι οὔτε φύσεως ἑτερότητι τοῦ πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτεμνόμενον. διάστημα μὲν γὰρ ἐπὶ τῆς προαιωνίου φύσεως οὐκ ἔστιν, ἡ δὲ κατὰ τὴν οὐσίαν διαφορὰ οὐδεμία. οὐδὲ γὰρ ἔστι δυνατὸν ἀκτίστου πρὸς ἄκτιστον διαφορὰν ἐννοῆσαι, ἄκτιστον δὲ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἐν τοῖς προλαβοῦσιν ἀποδέδεικται λόγοις.

Τούτων οὖν οὕτως ἔχειν ὑπειλημμένων παρὰ πᾶσι τοῖς καταδεχομένοις τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, τίνα καιρὸν ἔχει τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν διὰ τῆς κτίσεως ἀναλύειν πειρᾶσθαι, ὡς ἐπάναγκες εἶναί τι καὶ ταύτῃ συναΐδιον ἢ καὶ τὸν υἱὸν μεταγενέστερον οἴεσθαι; οὔτε γὰρ ἡ γέννησις τοῦ μονογενοῦς ἐντὸς τῶν αἰώνων οὔτε ἡ κτίσις πρὸ τῶν αἰώνων, ὥστε οὐδενὶ τρόπῳ προσήκει τὴν ἀδιάστατον φύσιν καταμερίζεσθαι, καὶ μεταξὺ τῆς πάντων ποιητικῆς αἰτίας διαστηματικήν τινα παρενείρειν ὑπόνοιαν ἐν τῷ λέγειν ποτὲ μὴ εἶναι τὸν πᾶσι δεδωκότα τὸ εἶναι. οὐκοῦν ἀληθὴς ὁ προαποδεδομένος λόγος, ὅτι τῇ μὲν ἀγεννησίᾳ τοῦ πατρὸς ἡ τοῦ μονογενοῦς ἀϊδιότης γεννητῶς συνεπινοεῖται· εἰ δέ τι διάστημα μεταξὺ νομισθείη, ᾧ ἡ γέννησις τοῦ υἱοῦ τῆς τοῦ πατρὸς ζωῆς διατέμνεται, τούτῳ καὶ ἡ ἀρχὴ τῆς ζωῆς τοῦ ἐπὶ πάντων θεοῦ ὁρισθήσεται, ὅπερ ἄτοπον. τὴν δὲ κτίσιν κωλύει οὐδέν, ἄλλο τι οὖσαν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὸν κτίσαντα, ἀπό τινος ἰδιαζούσης νοηθῆναι ἀρχῆς, καθὼς ἔφαμεν, κατ᾽ οὐδὲν τῇ ἀκηράτῳ καὶ προαιωνίῳ φύσει συμβαίνουσαν.

τὸ γὰρ ἐκ μὴ ὄντων ἤ, ὥς φησιν ὁ ἀπόστολος, ἐκ μὴ φαινομένων οὐρανὸν ἢ γῆν ἢ ἄλλο τι τῶν ἐν τῇ κτίσει θεωρουμένων γεγενῆσθαι λέγειν οὐδεμίαν τῷ ποιητῇ τῶν ὅλων ἀδοξίαν προστρίβεται, ἐπεὶ καὶ μεμαθήκαμεν παρὰ τῆς θείας γραφῆς μήτε ἐξ ἀϊδίου ταῦτα εἶναι μήτε εἰσαεὶ διαμένειν. εἰ δέ τι τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων μὴ ἀεὶ συνυπάρχειν τῷ πατρὶ πιστευθείη, ἀλλά τις κατὰ τὸν τῆς αἱρέσεως λόγον ἐπινοηθείη διάνοια γυμνοῦσά ποτε τὸν ἐπὶ πάντων θεὸν τῆς τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος δόξης οὐδὲν ἕτερον ἢ παντὸς ἀγαθοῦ καὶ θείου πράγματός τε καὶ νοήματος κατὰ τὸν τῆς αἱρέσεως λόγον ὁ θεὸς κεχωρισμένος ἐπιδειχθήσεται. εἰ δὲ ἀεὶ ἔνδοξος ὁ πατὴρ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, δόξα δὲ τοῦ πατρὸς ὁ προαιώνιος υἱός, ὁμοίως δὲ καὶ τοῦ υἱοῦ δόξα τὸ τοῦ Χριστοῦ πνεῦμα τὸ ἀεὶ συνθεωρούμενον τῷ υἱῷ καὶ τῷ πατρί, πόθεν ὁ σοφὸς οὗτος καὶ ἐκ ποίας παιδεύσεως τὸ 〈πρεσβύτερον〉 ἐν τοῖς ἀχρόνοις καὶ τὸ 〈τιμιώτερον〉 ἐν τοῖς κατὰ τὴν φύσιν τιμίοις ἀποφαίνεται, συγκριτικῶς ὑπερτιθεὶς τοῦ ἑτέρου τὸ ἕτερον καὶ διὰ τῆς τοῦ ἑνὸς προτιμήσεως τὸ ἐφεξῆς ἀτιμάζων; ἡ γὰρ ἀντιδιαστολὴ τοῦ 〈τιμιωτέρου〉 φανερωτέρα πάντως ἐστὶν εἰς ὅ τι φέρει.