Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η ταυτότητα της θείας ενέργειας και η ορθόδοξη διδασκαλία περί της θείας ουσίας

Εξέταση της συλλογιστικής του Ευνομίου περί διαφοράς ενεργειών και ουσιών, καταδίκη του δυαλισμού και τεκμηρίωση της ενότητας της θείας βουλήσεως και φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 14

Οἷα δὲ τοῖς εἰρημένοις ἐπάγει καὶ τὰ ἀκόλουθα. 〈ἅτε〉, φησί, 〈τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἀποφαινόντων〉. καλῶς ὁ γεννάδας ἦλθεν ἐπὶ τὴν ἄμαχον συνηγορίαν τοῦ λόγου. 〈αἱ αὐταὶ ἐνέργειαι τὴν ταὐτότητα τῶν ἔργων ἀποτελοῦσι〉, φησίν. ἴδωμεν τοίνυν ἐπὶ τῶν πραγμάτων τὸν λόγον. μία τοῦ πυρὸς ἡ διὰ τοῦ θερμαίνειν ἐνέργεια, ἀλλὰ τὰ ἔργα οἵαν ἔχει τὴν συμφωνίαν ἐπισκεψώμεθα. τήκεται ὁ χαλκός, ὁ πηλὸς πήγνυται, ὁ κηρὸς ἀναλίσκεται, τὰ λοιπὰ τῶν ζῴων εἰ ἐν αὐτῷ γένοιτο φθείρεται, ἡ σαλαμάνδρα ζῳογονεῖται, τὸ στυππεῖον καίεται, τὸ ἀμίαντον ὥσπερ ἐν ὕδατι τῇ φλογὶ καταπλύνεται· τοσαύτη ἡ ταὐτότης τῶν ἔργων ἐκ τῆς μιᾶς ἐνεργείας. τί δὲ ὁ ἥλιος; ἆρ᾽ οὐχὶ καὶ αὐτὸς ἐκ τῆς αὐτῆς δυνάμεως ὁμοίως ἐπιθάλπων τὰ πάντα τὸ μέν τι τῶν φυτῶν ηὔξησε, τὸ δὲ κατεμάρανε, πρὸς τὴν ὑποκειμένην δύναμιν ὑπαλλάσσων τῆς ἐνεργείας τὸ τέλος; τὸ μὲν γὰρ ἐπὶ τῆς πέτρας ἐξήρανε, τὸ δὲ ἐκ τῆς βαθείας γῆς ἑκατοντάχουν ἐποίησεν. εἰ δὲ εἰσέλθοις εἰς τὰ τῆς φύσεως ἔργα καὶ ἴδοις ἐν τοῖς σώμασιν ὅσα φιλοτεχνοῦσα ἐργάζεται, μᾶλλον ἂν τὸ περιεσκεμμένον καταμάθοις τοῦ λέγοντος, ὅτι 〈ἡ αὐτὴ ἐνέργεια τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖ〉.

μία ἐνέργεια τῆς συλλήψεώς ἐστιν ἡ αἰτία, ἀλλὰ τὸ σύγκριμα τοῦ ἔνδον οἰκονομουμένου πολυειδές, ὡς ἂν μὴ δυνηθῆναι ῥᾳδίως τινὰ τὴν διαφορὰν τῶν ἐν τῷ σώματι ποιοτήτων ἀπαριθμήσασθαι. μία πάλιν ἐνέργεια ἐπὶ τῶν νηπίων ἡ τοῦ γάλακτός ἐστιν ὁλκή, τὸ δὲ ποικίλον τῶν ἀποτελεσμάτων τῆς τοιαύτης τροφῆς τίς ἂν διεξέλθοι λόγος; ἡ μὲν γὰρ καθάπερ διὰ σωλῆνος ἐκ τοῦ στόματος ἐπὶ τοὺς ἀποκριτικοὺς διεξέρχεται πόρους, ἡ δὲ ἀλλοιωτικὴ τῆς φύσεως δύναμις ἑκάστῳ τῶν μελῶν καταλλήλως προσάγει τὸ γάλα, διὰ τῆς πέψεως εἰς μυρίας διαφορὰς τὴν τροφὴν κερματίζουσα καὶ τοῖς ὑποκειμένοις ὁμοφυὲς ἀπεργαζομένη τὸ ἑκάστῳ κατάλληλον. ἐκ γὰρ τῆς αὐτῆς τρέφονται βρώσεως ἀρτηρίαι φλέβες ἐγκέφαλος μήνιγγες μυελὸς ὀστᾶ νεῦρα σύνδεσμοι τένοντες σάρκες ἐπιφάνεια χόνδροι πιμελαὶ τρίχες ὄνυχες ἱδρῶτες ἀτμοὶ φλέγμα χολὴ καὶ ὅσα λοιπὰ περιττὰ καὶ ἀχρεῖα τῆς αὐτῆς αἰτίας ἐξῆπται. κἂν τὰ τῶν μελῶν εἴπῃς ὀνόματα τά τε ὀργανικὰ καὶ τὰ αἰσθητήρια καὶ ὅσα ἄλλα πληροῖ τὸν τοῦ σώματος ὄγκον, ἐκ μιᾶς καὶ τῆς αὐτῆς κατὰ τὴν τροφὴν ἐνεργείας εἰς τὰς τοσαύτας διαφορὰς ἀλλοιοῦται.

εἰ δέ τις καὶ τὰς τέχνας ἀναλογίσαιτο, εὑρήσει καὶ διὰ τούτων τὸ κατεξητασμένον τοῦ δόγματος· μίαν γὰρ ὡς ἐπὶ τὸ πολὺ τῶν διὰ χειρός τι ποιούντων ἐπὶ πάσης τέχνης ὁρῶμεν ἐνέργειαν, αὐτὴν λέγω τῆς χειρὸς τὴν κίνησιν, ἀλλὰ τίς ἡ κοινωνία τῶν ἀποτελεσμάτων, σκοπήσωμεν. τί κοινὸν ἔχει ναοῦ κατασκευὴ πρὸς ἱμάτιον, τῆς ἐν ἑκατέρῳ τέχνης κινήσει χειρὸς ἐνεργουμένης; κινεῖ τὴν χεῖρα καὶ ὁ τοιχωρύχος, κινεῖ καὶ ὁ φρεωρύχος, καὶ γῆ μεταλλεύεται καὶ φονεύεται ἄνθρωπος· κινήσεως χειρὸς ἔργα τὰ πάντα. ὅ τε γὰρ πολεμιστὴς ἐπὶ τῆς μάχης διὰ χειρὸς ἐνεργεῖ τὴν τῶν ἐναντίων σφαγήν, καὶ ὁ γεωπόνος πάλιν τῇ χειρὶ διὰ τῆς δικέλλης ἐπιθρύπτει τὴν βῶλον. πῶς οὖν ἡμῖν ὁ δογματιστὴς ἀποφαίνεται 〈τὰς αὐτὰς ἐνεργείας τὴν ταὐτότητα τῶν ἔργων ἀποτελεῖν〉; ἐὰν δὲ δοθῇ τι καὶ ἀληθὲς ἔχειν τὰ εἰρημένα, πάλιν καὶ διὰ τούτου τὸ κατὰ τὴν οὐσίαν οἰκεῖον τοῦ τε υἱοῦ πρὸς τὸν πατέρα καὶ τοῦ πνεύματος πρὸς τὸν υἱὸν πλέον συνίσταται. εἰ μὲν γὰρ ἦν τις τῶν ἐνεργειῶν παραλλαγή, ὡς ἄλλως μὲν τοῦ πατρός, ἑτέρως δὲ τοῦ υἱοῦ τὸ δοκοῦν ἐργαζομένου, καλῶς εἶχεν ἐκ τοῦ παρηλλαγμένου τῶν ἐνεργειῶν καὶ τὸ τῆς ἐργασθείσης ὑφ᾽ ἑκατέρου τούτων οὐσίας παρηλλαγμένον τεκμαίρεσθαι.

εἰ δὲ ᾧ τρόπῳ ἐνεργεῖ ὁ πατήρ, πάντα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ, κατά τε τὴν αὐτοῦ τοῦ κυρίου φωνὴν καὶ κατὰ τὸν εἰκότα λόγον (οὐ γὰρ ὁ μὲν ἀσωμάτως, ὁ δὲ διὰ σώματος, οὐδὲ ἐκεῖνος μὲν ἐκ τῆσδε τῆς ὕλης, ἐκ δὲ τῆς ἑτέρας ὁ ἕτερος, οὐδὲ ἐν χρόνῳ οὐδὲ ἐν τόπῳ ἄλλος ἄλλῳ τὸ δοκοῦν κατεργάζεται, οὐδ᾽ αἱ τῶν ὀργάνων διαφοραὶ τὸ παρηλλαγμένον κατασκευάζουσιν· ἀλλ᾽ ἀρκεῖ μόνη θελήματος κίνησις καὶ προαιρέσεως ὁρμή, σύνδρομον ἔχουσα καὶ ἐπακολουθοῦσαν πρὸς τὴν τῶν ὄντων ὑπόστασιν τὴν ὑφιστῶσαν τὰ πάντα δύναμιν), καὶ ἐν πᾶσιν ὁμοίως ὁ πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ὁ υἱὸς δι᾽ οὗ τὰ πάντα κατὰ ταὐτὸ τῆς ἐνεργείας εἶδος ἐργάζονται, πῶς οὗτος τὴν κατὰ τὰς οὐσίας διαφορὰν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἀποδεικνύειν οἴεται διὰ τοῦ παρηλλαγμένου τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας ἀπ᾽ ἀλλήλων χωριζομένης; τοὐναντίον γάρ, καθὼς προέφην, κατασκευάζεται· ἐπειδὴ οὐδεὶς τρόπος τῆς τῶν ἐνεργειῶν παραλλαγῆς ἐν πατρὶ καὶ υἱῷ θεωρεῖται, καὶ τὸ μηδεμίαν ἐν ταῖς οὐσίαις τοῦ υἱοῦ καὶ τοῦ πνεύματος εἶναι διάστασιν ἐν τῇ ταὐτότητι τῆς ὑποστησαμένης δυνάμεως ἐπιδείκνυται, καθὼς καὶ ἡ τοῦ λογογράφου μαρτυρία βεβαιοῖ τὸν λόγον οὕτως ἐπὶ λέξεως ἔχουσα· 〈ἅτε〉, φησί, 〈τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν〉.

ὥστε εἰ ταὐτότης ἐπιτελεῖται τῶν ἔργων ἐν τῇ τῶν ἐνεργειῶν ὁμοιότητι, ἔργον δὲ κατ᾽ αὐτοὺς τοῦ μὲν πατρὸς ὁ υἱός, τούτου δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἡ ὁμοιοτροπία τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐνεργείας τὴν ταὐτότητα πάντως τῆς ἀποτελεσθείσης οὐσίας ἐνδείξεται.

Ἀλλὰ προστίθησι· 〈καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας ἐμφαινόντων〉. πάλιν τοίνυν καὶ τοῦτο σκοπήσωμεν, τίνι τὸ ἰσχυρὸν ὁ λόγος ἔχει, καὶ εἰ δοκεῖ διὰ τῶν ἐναργῶν ὑποδειγμάτων ταῦτα κατανοήσωμεν. ἆρ᾽ οὐχὶ μία ἐστὶν ἡ διὰ τοῦ προστάσσειν ἐνέργεια τοῦ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ συστησαμένου διὰ μόνου θελήματος; Αὐτὸς γὰρ εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. οὐκ ἐπὶ πάντων ὁμοίως οὐσιώθη τὸ πρόσταγμα καὶ ἤρκεσεν ἡ βούλησις μόνη τὸ μὴ ὂν ὑποστήσασθαι; πῶς οὖν ἐκ μιᾶς τῆς διὰ τοῦ προστάσσειν ἐνεργείας τοσαύτης τῆς διαφορᾶς καθορωμένης οὗτος ὥσπερ οὐχ ὁρῶν τὰ πράγματα τὴν τῶν ἔργων παραλλαγὴν τὸ παρηλλαγμένον τῆς ἐνεργείας ἐνδείκνυσθαι λέγει; τοὐναντίον γὰρ ἔδει μονοειδῆ πάντα τὰ ἐν τῷ κόσμῳ εἶναι, εἴπερ κατὰ τὸν δογματιστὴν τῷ διαλλάσσοντι τῶν ἔργων καὶ τὸ τῶν ἐνεργειῶν παρηλλαγμένον ἐμφαίνεται. ἢ ταῦτα ὅμοια πάντα βλέπει, ἐν μόνῳ δὲ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐνθεωρεῖ τὸ ἀνόμοιον;

Οὐκοῦν ἐπισκεψάσθω νῦν, εἰ καὶ μὴ πρότερον, τὴν ἐν τοῖς στοιχείοις διαφορὰν καὶ ὡς ἕκαστον τῶν ἐν τῷ κόσμῳ πρὸς τὴν τοῦ παντὸς σύστασιν συντελούντων πρὸς τὸ ἐναντίον ἀπῆκται τῆς φύσεως. τὰ μὲν γὰρ κοῦφά τε καὶ ἀνωφερῆ πέφυκε, τὰ δὲ βαρέα καὶ εἰς τὸ κάτω βρίθοντα, καὶ τὰ μὲν ἀεὶ ἑστῶτα, τὰ δὲ διόλου κινούμενα, καὶ ἐν τοῖς κινουμένοις τὰ μὲν ἀπαράβατον ἐπὶ τὸ ἓν ἔχει τὴν κίνησιν, ὡς ὁ οὐρανὸς καὶ τῶν ἀστέρων οἱ πλανώμενοι, οἷς ὁ δρόμος εἰς τὸ ἔμπαλιν τοῦ παντὸς ἀνελίσσεται, τὰ δὲ πανταχόθεν διαχεόμενα κατὰ τὸ συμβαῖνον ἀεὶ φέρεται, ὡς ὁ ἀὴρ καὶ ἡ θάλασσα καὶ ἡ πᾶσα τῆς ὑγρᾶς οὐσίας φύσις. τί δ᾽ ἂν εἴποι τις τὴν τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν ἐναντίωσιν ἢ τοῦ ὑγροῦ τὴν πρὸς τὸ ξηρὸν διαφορὰν τοῦ τε ἄνω τὴν πρὸς τὸ κάτω διάστασιν; ὅσαι δὲ τῶν ζῴων αἱ κατὰ τὴν φύσιν ἀνομοιότητες, τὰς δὲ ἐν τοῖς φυτοῖς κατά τε τὰ σχήματα καὶ τὰ μεγέθη καὶ τὰς τῶν καρπῶν καὶ ποιοτήτων παραλλαγὰς τίς ἂν ἐπέλθοι λόγος ἀνθρώπινος; ἀλλ᾽ ὁ σοφὸς οὗτος τῶν 〈παρηλλαγμένων ἔργων παρηλλαγμένας καὶ τὰς ἐνεργείας〉 ἡμῖν ἀποφαίνεται, ἢ τὸ εἶδος τῆς θείας ἐνεργείας μήπω μαθών, ὅ φησιν ἡ γραφή, ὅτι τῷ λόγῳ τοῦ προστάγματος πάντα γεγένηται, ἢ πρὸς τὴν τῶν γεγονότων διαφορὰν ἀμβλυώττων.

καὶ οὕτως ἡμῖν ἀπερισκέπτως φθεγγόμενος περὶ θείων δογμάτων νομοθετεῖ, οὔπω τάχα τινὸς ἀκηκοώς, ὅτι πᾶν τὸ ἀποφαντικῶς λεγόμενον, ἐὰν μὴ καθόλου τὸ ἄμαχόν τε καὶ ὁμολογούμενον περὶ τοῦ προκειμένου πράγματος ἔχῃ, ἀλλὰ περὶ ὧν οὐκ ἄν τις τῶν ἐπεσκεμμένων συνθοῖτο, περὶ τούτων κατ᾽ ἐξουσίαν ὁ δογματίζων λέγῃ, οὐδὲν διαφέρει τῶν ὀνείρους ἢ μύθους παρὰ πότον διηγουμένων. καὶ τοιαύτης οὔσης τῆς ἐν τοῖς εἰρημένοις ἀναρμοστίας, καθάπερ οἱ δι᾽ ἐνυπνίου φαντασίας τῶν καθ᾽ ὕπαρ σπουδαζομένων ὁρᾶν τι νομίσαντες προθύμως ἔχονται τῶν ἀνυπάρκτων καὶ τῆς περὶ τὸ φαινόμενον ἐπιθυμίας διὰ τῆς ἠπατημένης ὄψεως ἀναπειθούσης ἔχειν οἴονται, οὕτω καὶ αὐτὸς διὰ τῆς ὀνειρώδους ταύτης τῶν δογμάτων ἀνατυπώσεως ἰσχύειν αὐτῷ φαντασθεὶς τὰ εἰρημένα ταῦτα οὕτως ἔχειν διαβεβαιοῦται καὶ δι᾽ αὐτῶν κατασκευάζειν ἐπιχειρεῖ τὰ ὑπόλοιπα.

ἄξιον δὲ καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως. 〈Οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατηρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμφυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιουμένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσεχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυμένων τὴν πίστιν καὶ τῶν ἀμφιβαλλομένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν〉. ἐγὼ τοίνυν ἀρκεῖν ἡγοῦμαι πρὸς ἀπόδειξιν τῆς ἀτοπίας τῶν εἰρημένων αὐτὰ τὰ ῥήματα τῆς ἀσεβείας. ὥσπερ γὰρ ὁ τὸ λελωβημένον ἐκ πάθους πρόσωπον ὑπογράφων τῷ λόγῳ μᾶλλον ἂν ἐπιδείξειεν ἀπογυμνώσας τῶν προκαλυμμάτων τὴν νόσον, ὡς μηδὲν δεῖσθαι λόγῳ μαθεῖν τοὺς τὸ φαινόμενον βλέποντας, οὕτως ἡγοῦμαι τὸ εἰδεχθὲς τοῦτο καὶ περικεκομμένον τοῦ αἱρετικοῦ δόγματος ἱκανῶς φανεροῦσθαι τοῖς διορατικοῖς τὴν ψυχὴν καὶ διὰ μόνης τῆς ἀναγνώσεως ἐκκαλυπτόμενον. ἀλλ᾽ ἐπειδὴ χρὴ καθάπερ τινὰ δάκτυλον ἐπὶ τὰ σαθρὰ τοῦ δόγματος τὸν δεικτικὸν λόγον ἐπάγοντα φανερωτέραν τοῖς πολλοῖς καταστῆσαι τὴν ἐγκειμένην λώβην τῷ δόγματι, πάλιν ἐφεξῆς τὸ ῥηθὲν ἀναλήψομαι. 〈Οὕτω δέ〉, φησί, 〈τούτων ἐχόντων〉. τί λέγει ὁ ἐνυπνιαστής; ποίων τούτων καὶ πῶς ἐχόντων;

ὅτι 〈μόνη κυρία καὶ ἀνωτάτω〉 τοῦ πατρὸς ἡ οὐσία, ἄκυρος δὲ κατὰ τὸ ἀκόλουθον πάντως ἡ ἐφεξῆς καὶ ἀκυροτέρα ἡ τρίτη; ταῦτα γὰρ οἷς εἶπεν ἐνομοθέτησεν. ἢ ὅτι παρεπομένης τῇ οὐσίᾳ τῇ πρώτῃ ἐνεργείας τινός, ἧς ἀποτέλεσμα καὶ 〈ἔργον〉 ὁ μονογενής ἐστιν υἱός, τῷ μέτρῳ τῆς ὑποστησαμένης αὐτὸν ἐνεργείας ἐνδεδεμένος; ἢ ὅτι ἐλάττους τε καὶ μείζους αἱ οὐσίαι νοοῦνται διὰ τὸ ἐγκεῖσθαί πως ἀλλήλαις καὶ περιέχεσθαι ὑπὸ τῆς εὐρυχωροτέρας τὴν ἥσσονα, ὥσπερ ἐπὶ τῶν κάδων συμβαίνει τῶν ἀλλήλοις ἐντιθεμένων, καθ᾽ ὃ μείζους τε καὶ ἐλάττους ἐνορᾷ τὰς οὐσίας τὰς οὐδενὶ πέρατι καὶ ὅρῳ περιειλημμένας; ἢ ὅτι τῶν δημιουργημάτων αἱ διαφοραὶ καὶ τὴν τῶν δημιουργῶν ἑτερότητα συνεμφαίνουσιν, ὡς ἀμήχανον ἐκ τῶν ὁμοίων ἐνεργειῶν διαφόρους τὰς δημιουργίας συνίστασθαι; ἆρ᾽ οὖν ἔστι τις τοσούτῳ κώματι κατεχόμενος τὰ τῆς ψυχῆς αἰσθητήρια, ὥστε ἀκούσας τῶν τοιούτων δογμάτων εὐθὺς συνθέσθαι τῷ διαβεβαιουμένῳ ὅτι 〈οὕτω δὲ τούτων ἐχόντων καὶ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατηρούντων〉; τῆς γὰρ αὐτῆς οἶμαι παραπληξίας εἶναι λέγειν τε τὰ τοιαῦτα καὶ λεγόντων ἀκούειν ἀνεξετάστως, ὅτι εἱρμῷ τινι διὰ τῆς πρὸς ἄλληλα σχέσεως εὐθύνεται τὰ διὰ τῆς κατὰ τὴν φύσιν ἀνομοιότητος ἀπ᾽ ἀλλήλων διεσχισμένα.

ἢ γὰρ ἥνωται διὰ τῆς οὐσίας κατὰ τὸν ἡμέτερον λόγον καὶ οὕτως 〈ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβατον διατηρήσει〉, ἢ ἀφέστηκεν ἀλλήλων διὰ τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος, καθὼς ἐκεῖνος οἴεται. καὶ τίς εὑρεθήσεται 〈καθ᾽ εἱρμὸν σχέσις〉 ἐν τοῖς ἀλλοτρίως ἔχουσιν 〈ἡ συντηροῦσα τὸ ἀπαράβατον〉; τίς δὲ 〈ἡ συμφυὴς τῶν πραγμάτων τάξις〉, καθ᾽ ἣν ποιεῖσθαι νομοθετεῖ τὴν ἐξέτασιν; εἰ μὲν γὰρ εἰς τὸ δόγμα τῆς ἀληθείας ἑώρα καὶ μόνῃ τῇ τάξει κατὰ τὸ ἀκόλουθον τῶν ἐν τῇ ἁγίᾳ τριάδι πεπιστευμένων πραγμάτων τὴν διαφορὰν ἐλογίζετο, 〈τῆς συμφυοῦς〉 ταύτης, ὥς φησι, 〈τάξεως〉 ἀσύγχυτον ποιουμένης τὴν τῶν ὑποστάσεων κρίσιν, ὥστε καὶ κοινωνεῖν κατὰ τὴν οὐσίαν καὶ διῃρῆσθαι κατὰ τὸν τῆς ὑποστάσεως λόγον οἴεσθαι, οὐκ ἂν πάντως ἐν τοῖς ὑπεναντίοις ἐτέτακτο, ταῦτα λέγων, ὧν καὶ ἡμεῖς προϊστάμεθα.

Νυνὶ δὲ ἅπας ὁ λόγος αὐτῷ πρὸς τὸ ἐναντίον βλέπων ἄπορον εἶναι κατασκευάζει τῆς ἐνταῦθα νοηθείσης αὐτῷ τάξεως τὴν κατανόησιν. πλεῖστον γὰρ δήπου διενήνοχε τῶν τε ἐκ προβουλεύσεως καὶ τῶν κατὰ τὸ αὐτόματον ἐκ φυσικῆς τινος ἀνάγκης ἀποβαινόντων τὸ πέρας. συμφυής ἐστι τῷ πυρὶ ἡ θερμότης καὶ ἡ λαμπηδὼν τῇ ἀκτῖνι καὶ τὸ ῥέειν τῷ ὕδατι καὶ τῷ λίθῳ ἡ ἐπὶ τὸ κάτω φορὰ καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν. εἰ δέ τις οἰκίαν ἐδομήσατο ἢ μετῆλθεν ἀρχὴν ἢ ἐμπορίαν ἐστείλατο ἢ ἄλλο τι τῶν ἐκ προβουλεύσεως καὶ παρασκευῆς κατορθουμένων μετεχειρίσατο, οὐκ ἔστιν ἐπὶ τούτου κυρίως λέγειν ὅτι 〈συμφυής〉 τις τοῖς παρ᾽ αὐτοῦ πεπραγμένοις ἔπεστι τάξις· κατὰ γὰρ τὸ βούλημα τοῦ προαιρουμένου καὶ κατὰ τὸ χρήσιμον τοῦ ἐπιτελουμένου πράγματος ἡ τάξις παρὰ τῶν τὰ καθ᾽ ἕκαστον ἐνεργούντων ἐπάγεται. ἐνταῦθα τοίνυν ἐπειδὴ ἀποσχίζει τῆς φυσικῆς οἰκειότητος τοῦ πατρὸς τὸν υἱὸν ὁ τῆς αἱρέσεως λόγος, τὰ αὐτὰ δὲ καὶ περὶ τοῦ πνεύματος οἴεται, ὡς ἀπεξενωμένου τῆς τε πρὸς τὸν υἱὸν καὶ τὸν πατέρα ἑνώσεως, ἐν παντὶ δὲ τῷ λόγῳ κατασκευάζεται τὸ ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν, ἔργον δὲ πάλιν τοῦ υἱοῦ τὸ πνεῦμα, πάντα δὲ τὰ ἔργα προαιρέσεως, οὐ φύσεως ἀποτελέσματα, πῶς οὗτος τὸ τοῦ θελήματος ἔργον 〈συμφυῆ〉 τινα τάξιν πραγμάτων εἶναι ὁρίζεται, οὐκ οἶδα τί νοῶν ἐν τῷ λόγῳ.

ὡς ταύτην τοῦ θεοῦ τῶν ὅλων τὴν φύσιν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τοῦ ἁγίου δημιουργήσαντος καὶ τὸ ὑπερβεβηκὸς τῶν οὐσιῶν τοιοῦτον εἶναι ποιήσαντος, ὥστε ὑποχειρίως ἔχειν τῷ ἑτέρῳ τὸ ἕτερον; καὶ εἰ ταῦτα νοεῖ, διὰ τί τὸ εἰρημένον οὐ διεσάφησε, κατὰ τίνα λόγον προεπινοεῖται ταῦτα περὶ θεοῦ γινώσκειν; ὡς ἐν τῇ βραχύτητι τῶν ἔργων μείζονος ἐπιδειχθησομένης αὐτοῦ τῆς δυνάμεως; καὶ τίς τούτῳ συνθήσεται, τῷ μεγάλην αἰτίαν καὶ δύναμιν τῇ τῶν ἀποτελεσμάτων ἐνθεωρεῖσθαι βραχύτητι; ἀλλ᾽ ὡς οὖν οὐ δυναμένου τὸ τέλειον ἐν πᾶσι τῷ ἐξ αὐτοῦ συνυποστῆσαι; καὶ πῶς αὐτῷ συμμαρτυρεῖ τὸ 〈ἀνώτατόν τε καὶ κυριώτατον〉, εἴπερ ἐλάττονα τῆς προαιρέσεως ἐπιδείξει τὴν δύναμιν; ἢ οὐδὲ προτεθεῖσθαι λέγει τὸν τοῦ τελείου λόγον τῷ ἐξ αὐτοῦ ἐγγενέσθαι, ἵνα μὴ πάντως ἡ τιμὴ καὶ ἡ δόξα τοῦ διὰ τὸ ὑπερέχον τιμωμένου κατασμικρύνηται. καὶ τίς οὕτως ἄθλιος ὥστε μηδὲ τὴν θείαν τε καὶ μακαρίαν φύσιν καθαρεύειν ἀπὸ τοῦ κατὰ τὸν φθόνον πάθους ὑπολογίζεσθαι; ποία οὖν εὐπρεπὴς αἰτία τοῦ ταῦτα οὕτω παρὰ τοῦ θεοῦ τῶν ὅλων ἐπὶ τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος διατετάχθαι;

Ἀλλ᾽ οὐκ ἐκεῖθεν, φησίν. πόθεν οὖν ἄλλοθεν, εἰ μὴ κατὰ τὴν φύσιν οἰκείως ἔχουσιν 〈ἡ συμφυὴς〉 αὐτοῖς 〈τάξις〉 ἐνθεωρεῖται; ἀλλ᾽ ἴσως τὸ ὑφειμένον τῆς οὐσίας ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὸ συμφυὲς ὀνομάζει τῆς τάξεως. ἀλλ᾽ ἐγὼ καὶ αὐτοῦ τούτου δέομαι τὴν αἰτίαν μαθεῖν, δι᾽ ἣν ὁ υἱὸς κατὰ τὴν οὐσίαν ἠλάττωται, τῆς οὐσίας καὶ ἐνεργείας ἐν τοῖς ἴσοις καὶ τοῖς αὐτοῖς γνωρίσμασί τε καὶ ἰδιώμασιν εὑρισκομένων. εἰ δὲ οὐχ ὁ αὐτὸς τῆς τε οὐσίας καὶ τῆς ἐνεργείας ὁ λόγος, ἀλλὰ διάφορον ἐφ᾽ ἑκατέρου τὸ σημαινόμενον, πῶς διὰ τῶν ξένων καὶ ἀλλοτρίων αἱ ἀποδείξεις τοῖς ζητουμένοις ἐπάγονται; ὥσπερ ἂν εἴ τις, πολυπραγμονουμένης τῆς ἀνθρωπίνης οὐσίας καὶ ζητουμένου εἰ γελαστικὸν ζῷον ὁ ἄνθρωπος ἢ γραμματικῆς δεκτικόν, εἰς ἀπόδειξιν τοῦ προτεθέντος παραλαμβάνοι οἰκίας ἢ πλοίου κατασκευήν, ἣν ὁ οἰκοδόμος ἢ ὁ ναυπηγὸς ἐτεκτήνατο, ἔπειτα ἰσχυρίζοιτο τῷ σοφῷ τούτῳ λόγῳ, ὅτι ταῖς ἐνεργείαις τὰς οὐσίας γνωρίζομεν, ἐνέργεια δὲ τοῦ ἀνθρώπου ἡ οἰκία καὶ τὸ πλοῖον. ἐκ τούτων ἄρα καταλαμβάνομεν τὸ πλατυώνυχον καὶ γελαστικὸν εἶναι τὸν ἄνθρωπον, ἁπλούστατε; ἀλλ᾽ οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενόν ἐστιν, εἴ τινα κίνησιν καὶ ἐνέργειαν ὁ ἄνθρωπος ἔχει, ἀλλ᾽ αὐτὸ τὸ ἐνεργοῦν τί ποτε κατὰ τὴν φύσιν ἐστίν· ὃ πολλοῦ δέω μαθεῖν ἐκ τῆς ἀποκρίσεως.

καὶ γὰρ εἰ περὶ ἀνέμου τι μαθεῖν ἐβουλόμην, οὐκ ἂν ψάμμου σωρείαν ἐξ ἀνέμου συστᾶσαν ἢ ἀχύρου θημῶνα ἢ κόνεως διάχυσιν δείξας ἐντελῆ ἂν τοῦ ζητουμένου τὸν λόγον ἀπέδωκας. ἕτερος γὰρ τοῦ ἀνέμου ὁ λόγος καὶ ἄλλα ταῦτα τὰ ἀντὶ τοῦ ζητουμένου δεικνύμενα. πῶς οὖν οὗτος ταῖς ἐνεργείαις τὰς οὐσίας δείκνυσι καὶ τὸν τοῦ εἶναι λόγον αὐτοῦ τοῦ ὄντος ἐκ τῶν γενομένων παρὰ τοῦ ὄντος παρίστησιν;

Εἶτα κἀκεῖνο σκοπήσωμεν, τί 〈τὸ〉 〈ἔργον〉 τοῦ πατρός, δι᾽ οὗ καταλαμβάνεσθαι λέγει τὴν οὐσίαν τοῦ ἐνεργήσαντος; τὸν υἱὸν λέξει πάντως, εἴπερ τὰ συνήθη λέγοι. ἀλλ᾽ οὗτος, ὦ σοφώτατε, κατὰ τὸν σὸν λόγον 〈τῇ ἐργασαμένῃ αὐτὸν ἐνεργείᾳ παραμετρούμενος〉 ἐκείνην δεικνύει μόνην, τὸ δὲ ζητούμενον οὐδὲν ἧττον ἐν ἀδήλῳ μένει, εἴπερ ἡ ἐνέργεια τῶν παρεπομένων τις εἶναι τῇ πρώτῃ οὐσίᾳ καὶ παρὰ σοῦ μεμαρτύρηται. αὕτη γὰρ τῷ ἔργῳ τῷ παρ᾽ αὐτῆς ἀποτελεσθέντι συμπαρεκτείνεται, καθὼς σὺ λέγεις, καὶ δείκνυται διὰ τοῦ ἀποτελέσματος, οὐ δὲ αὐτὴ κατὰ τὴν φύσιν ἡ ἐνέργεια ἥτις ἐστίν, ἀλλὰ 〈τὸ〉 ποσὸν αὐτῆς μόνον ἐνθεωρεῖται τῷ ἔργῳ. ὡς γὰρ οὐ πᾶσα ἡ τοῦ χαλκεύοντος δύναμις συγκινηθεῖσα τὸ τρύπανον ἐξειργάσατο, ἀλλ᾽ ὅσον σύμμετρον ἦν πρὸς τὴν τοῦ σκεύους ἀπεργασίαν, τοσοῦτον ἡ τέχνη διὰ τοῦ χειρουργοῦντος ἐνήργησε, πολλὰ καὶ παντοδαπὰ κατεργάσασθαι δυνατῶς ἔχουσα, οὕτω τὸ μέτρον τῆς ἐνεργείας ἐν ἑαυτῷ δείκνυσιν ὁ παρ᾽ ἐκείνης γενόμενος. τὸ δὲ ζητούμενον οὐχὶ τὸ ποσόν ἐστι τῆς ἐνεργείας, ἀλλ᾽ αὐτὴ τοῦ ἐνεργήσαντος ἡ οὐσία.

κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ εἰ διὰ τοῦ πνεύματος (ὅπερ ἔργον ὀνομάζει τῆς τῷ υἱῷ παρεπομένης ἐνεργείας) κατειληφέναι λέγοι τοῦ μονογενοῦς τὴν φύσιν, οὐδεμίαν σύστασιν ὁ λόγος ἔχει, πάλιν καὶ ἐνταῦθα τῆς ἐνεργείας μὲν τῷ ἀποτελέσματι συμπαρεκτεινομένης, τὴν δὲ φύσιν ἑαυτῆς τε καὶ τοῦ ἐνεργοῦντος διὰ τοῦ κατεργασθέντος οὐ δεικνυούσης.

Ἵνα δὲ καὶ τοῦτο συγχωρήσωμεν, δεδόσθω ταῖς ἐνεργείαις τὰς οὐσίας γινώσκεσθαι. οὐκοῦν ἡ πρώτη οὐσία διὰ τοῦ ἐξ αὐτῆς ἔργου γνωρίζεται καὶ τὴν δευτέραν ὡσαύτως τὸ ἔργον τὸ παρ᾽ αὐτῆς γενόμενον δείκνυσι. τὴν τρίτην τοίνυν εἰπέ, ὦ σοφώτατε, τί τὸ δεικνύον ἐστί, μηδενὸς ἔργου τοιούτου τῆς τρίτης οὐσίας θεωρουμένου. εἰ γὰρ ταῖς ἐνεργείαις, ὡς σὺ φῄς, αἱ οὐσίαι καταλαμβάνονται, ἀκατάληπτον εἶναι τὴν τοῦ πνεύματος φύσιν ὁμολογήσεις, οὐκ ἔχων κατὰ τὸ προσεχὲς τοιαύτην ἐνέργειαν καὶ τούτου παραστησάμενος δι᾽ ἐκείνης τὴν τοῦ πνεύματος φύσιν ἀναλογίσασθαι. ἢ τοίνυν δεῖξόν τι οὐσιῶδες ἔργον τοῦ πνεύματος, δι᾽ οὗ κατειληφέναι φῂς τὴν οὐσίαν τοῦ πνεύματος, ἢ ὅλος ὑμῖν ὁ ἱστὸς τῆς ἀράχνης τῇ ἐπαφῇ τοῦ λόγου περιρρυήσεται. εἰ γὰρ ἐκ τῆς προσεχοῦς ἐνεργείας ἡ οὐσία γνωρίζεται κατὰ τὸν ὑμέτερον λόγον, ἐνέργεια δὲ οὐσιώδης τοῦ πνεύματος οὐδεμία, καθάπερ τοῦ πατρὸς μὲν τὸν υἱόν, τοῦ δὲ υἱοῦ τὸ πνεῦμά φατε, ἀνεπίγνωστος πάντως ἡ τοῦ πνεύματος φύσις καὶ ἀκατάληπτος διὰ τούτων συνωμολόγηται, μηδεμιᾶς αὐτὴν ἐνεργείας τῆς καθ᾽ ὑπόστασιν νοουμένης παραδηλούσης. εἰ δὲ τοῦτο διαπέφευγε τὴν κατάληψιν, πῶς διὰ τοῦ μὴ κατειλημμένου ἡ ὑπερκειμένη οὐσία καταλαμβάνεται;

εἰ γὰρ ἀγνοεῖται τοῦ υἱοῦ τὸ ἔργον, ὅπερ ἐστίν, ὥς φασι, τὸ πνεῦμα, οὐδ᾽ ἂν ἐκεῖνος ἐπιγνωσθείη πάντως, τῇ ἀδηλίᾳ τοῦ τεκμηριοῦντος συσκιαζόμενος· καὶ εἰ τοῦ μονογενοῦς ἡ οὐσία τῷ τρόπῳ τούτῳ διαλανθάνει, πῶς διὰ τῆς λανθανούσης 〈ἡ ἀνωτάτω καὶ κυριωτάτη〉 φανερωθήσεται, τῆς τοῦ πνεύματος ἀδηλίας κατὰ ἀνάλυσιν διὰ τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαδοθείσης; ὡς ἐκ τούτων σαφῶς ἀποδείκνυσθαι καὶ διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας τὸ ἀκατάληπτον εἶναι πάντη τοῦ πατρὸς τὴν οὐσίαν. πόθεν οὖν ὁ ὀξυδερκὴς οὗτος ὁ τὰ ἀνύπαρκτα βλέπων τὴν τῶν ἀφανῶν τε καὶ ἀκαταλήπτων φύσιν δι᾽ ἀλλήλων αὐτός τε βλέπει καὶ ἡμῖν ἐγκελεύεται, ἐκ τῶν ἔργων τὰς οὐσίας καὶ ἐξ ἐκείνων τὰ ἔργα λέγων καταλαμβάνεσθαι;

Ἀλλὰ καὶ τὸν ἐφεξῆς λόγον ἐπισκοπήσωμεν. καὶ τὴν ἐπὶ ταῖς ἐνεργείαις φησὶν ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν. πῶς ἄν τις αὐτὸν ἐκ τῶν ματαίων ὑπολήψεων ἐπὶ τοὺς ἀνθρωπίνους λογισμοὺς μεταγάγοι; τὰς ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίας οἴεται δυνατὸν εἶναι διὰ τῆς καταλήψεως τῶν οὐσιῶν διαλύεσθαι; πῶς διὰ τῶν μὴ κατειλημμένων τὸ ἀμφιβαλλόμενον εἰς πίστιν ἄγει; εἰ μὲν γὰρ κατείληπτο ἡ οὐσία, τίς χρεία πολυπραγμονεῖσθαι τὴν ἐνέργειαν, ὡς δι᾽ ἐκείνης μελλόντων ἡμῶν τῇ καταλήψει τοῦ ζητουμένου προσάγεσθαι; εἰ δὲ διὰ τοῦτο ἀναγκαία ἡ τῆς ἐνεργείας ἐξέτασις, ὡς ἂν διὰ ταύτης πρὸς τὴν σύνεσιν τῆς ἐνεργούσης αὐτὴν οὐσίας ὁδηγηθείημεν, πῶς ἡμῖν ἡ μήπω γνωσθεῖσα φύσις τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλῦσαι δυνήσεται; παντὸς γὰρ πράγματος ἀμφιβαλλομένου διὰ τῶν ὁμολογουμένων αἱ ἀποδείξεις γίνονται. ὅταν δὲ ἐπίσης ἐν ἀμφοτέροις ᾖ τοῖς ζητουμένοις τὸ ἄδηλον, πῶς τὰ δι᾽ αὐτῶν ἀγνοούμενα δι᾽ ἀλλήλων καταλαμβάνεσθαί φησιν ὁ Εὐνόμιος;

ἀμφιβαλλομένης γὰρ τῆς τοῦ πατρὸς οὐσίας, διὰ τῆς παρεπομένης αὐτῷ ἐνεργείας καὶ τοῦ παρὰ ταύτης ἀποτελεσθέντος ἔργου φανεροῦσθαι τὸ ζητούμενον λέγει· πάλιν δὲ τῆς τοῦ μονογενοῦς οὐσίας ζητουμένης ἥτις ἐστίν, ὃν εἴτε ἐνέργειαν εἴτε τι τῆς ἐνεργείας ἀποτέλεσμα λέγει (κέχρηται γὰρ ἑκατέρῳ τῶν λόγων), ἐκ τῆς τοῦ πεποιηκότος φησὶν οὐσίας εὔκολον εἶναι διαλύειν τὴν περὶ τοῦ μονογενοῦς ἀμφισβήτησιν.

Ἡδέως δ᾽ ἂν καὶ τοῦτο παρ᾽ αὐτοῦ μάθοιμι. ἐπὶ μόνης τῆς θείας φύσεως τὴν ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβολίαν ἐκ τῆς ἐργασαμένης οὐσίας διαλύεσθαι λέγει, ἢ καὶ ἐπὶ παντὸς πράγματος, ᾧ τις δύναμις ποιητικὴ συνυπάρχει, διὰ τῆς τοῦ ποιοῦντος οὐσίας καὶ τὴν τῶν γεγονότων φύσιν ἐπιγινώσκει; εἰ μὲν οὖν ἐπὶ μόνης τῆς θείας δυνάμεως τὸ τοιοῦτον ἀποφαίνεται δόγμα, δειξάτω πῶς 〈τὴν ἀμφισβήτησιν〉 τῶν τοῦ θεοῦ ἔργων 〈διαλύει〉 διὰ τῆς τοῦ ἐνεργήσαντος φύσεως. ἰδοὺ γὰρ ἀναμφίβολον ἔργον θεοῦ οὐρανὸς γῆ θάλασσα, ὅλος ὁ κόσμος. ζητείσθω δὲ καθ᾽ ὑπόθεσιν τούτων ἑνὸς ἡ οὐσία, καὶ ἔστω οὐρανὸς τῇ θεωρίᾳ τοῦ λόγου προκείμενος. ἀμφιβαλλομένης τοίνυν τοῦ οὐρανοῦ τῆς οὐσίας διὰ τὰς ποικίλας ἐπὶ τούτῳ δόξας τῶν διαφόρως κατὰ τὸ φανὲν ἑκάστῳ περὶ αὐτοῦ φυσιολογούντων, πῶς ἡμῖν ἐπάγει τὴν διάλυσιν τῆς τοῦ ζητουμένου ἀμφιβολίας ἡ τοῦ πεποιηκότος τὸν οὐρανὸν θεωρία; ἐκεῖνος ἄϋλος ἀόρατος ἀσχημάτιστος ἀγέννητός τε καὶ εἰσαεὶ διαμένων, φθορᾶς καὶ τροπῆς καὶ ἀλλοιώσεως καὶ τῶν τοιούτων πάντων ἀνεπίδεκτος μένων. πῶς οὖν ὁ τοιαύτην περὶ τοῦ ἐνεργήσαντος λαβὼν τὴν διάνοιαν πρὸς τὴν ἐπίγνωσιν τῆς τοῦ οὐρανοῦ φύσεως ἐναχθήσεται;

πῶς ἐκ τοῦ ἀοράτου τὸ ὁρατόν, ἐκ τοῦ ἀφθάρτου τὸ φθορᾷ ὑποκείμενον, ἐκ τοῦ ἀγεννήτως ὄντος τὸ ἀπὸ χρόνου τὴν σύστασιν ἔχον, ἐκ τοῦ εἰσαεὶ διαμένοντος τὸ πρόσκαιρον κεκτημένον τὴν ὕπαρξιν, καὶ ἐκ πάντων τῶν ἐναντίων τὴν περὶ τοῦ ζητουμένου ποιήσεται κατανόησιν; εἰπάτω ὁ περιεσκεμμένος δι᾽ ἀκριβείας τὰ ὄντα, εἰπάτω πῶς ἐστι δυνατὸν τὰ ἀνομοίως κατὰ τὴν φύσιν ἔχοντα δι᾽ ἀλλήλων ἐπιγινώσκεσθαι. καίτοι γε δι᾽ αὐτῶν τούτων ὧν αὐτός φησιν, εἴπερ τοῖς ἰδίοις κατακολουθεῖν ἠπίστατο λόγοις, ὡδηγήθη ἂν πρὸς τὴν τοῦ ἐκκλησιαστικοῦ δόγματος συγκατάθεσιν. εἰ γὰρ ἡ τοῦ ποιήσαντος φύσις τὸ παρ᾽ αὐτῆς γεγενημένον δείκνυσι, καθὼς οὗτός φησι, 〈ποίημα〉 δὲ κατ᾽ αὐτοὺς ὁ υἱός ἐστι τοῦ πατρός, πάντως ὁ τὴν τοῦ πατρὸς φύσιν κατανοήσας καὶ τὴν τοῦ μονογενοῦς δι᾽ ἐκείνης ἐγνώρισεν, εἴπερ ἡ τοῦ ἐνεργήσαντος φύσις τὸ ἐνεργηθὲν ἀπεσήμηνεν, ὡς καὶ διὰ τούτου τὸν τῆς ἀνομοιότητος αὐτοῖς . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . μονογενῆ τῶν τῆς προνοίας ἔργων ἀποσχοινίζεσθαι. μηδὲν πολυπραγμονείσθω ἡ γέννησις μηδὲ βεβιασμένως ἐκεῖθεν ἡ ἀνομοιότης τοῦ μονογενοῦς διελεγχέσθω. αὐτάρκης γὰρ καὶ ἡ τῶν προαιρέσεων διαφορὰ τὴν τῆς φύσεως ἑτερότητα φανερῶσαι.

διότι ἁπλῆς εἶναι συνομολογηθείσης καὶ παρὰ τῶν ἐναντίων τῆς πρώτης οὐσίας, ἐπάναγκές ἐστι τῇ φύσει σύνδρομον ἐννοεῖν τὴν προαίρεσιν, τῆς δὲ προαιρέσεως ἀγαθῆς διὰ τῆς προνοίας ἀποδειχθείσης, ἀγαθὴ συναπεδείχθη καὶ ἡ φύσις, ἀφ᾽ ἧς ἡ προαίρεσις. μόνου δὲ τοῦ πατρὸς τὰ ἀγαθὰ ἐνεργοῦντος, τοῦ δὲ υἱοῦ μὴ τὰ αὐτὰ προαιρουμένου (λέγω δὲ καθ᾽ ὑπόθεσιν τῶν ἐναντίων ἕνεκεν), πρόδηλος ἂν ἦν ἡ κατὰ τὴν οὐσίαν διαφορὰ τῷ παρηλλαγμένῳ τῶν προαιρέσεων μαρτυρουμένη. εἰ δὲ προνοεῖ μὲν ὁ πατὴρ τῶν ἁπάντων, προνοεῖ δὲ ὡσαύτως καὶ ὁ υἱός (ἃ γὰρ βλέπει τὸν πατέρα ποιοῦντα, καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ), ἡ τῶν προαιρέσεων ταὐτότης τὸ κοινὸν τῆς φύσεως τῶν τὰ αὐτὰ προαιρουμένων πάντως ἐνδείκνυται. διὰ τί οὖν ἀτιμάζεται ὁ τῆς προνοίας λόγος, ὡς οὐδεμίαν παρέχων πρὸς τὸ ζητούμενον τὴν συνεργίαν; καίτοι πολλὰ καὶ τῶν κατὰ τὸν βίον ὑποδειγμάτων τῷ ἡμετέρῳ λόγῳ συναγωνίζεται· λέγω δὲ ἀπὸ τῶν πᾶσι γνωρίμων τὰ ὑποδείγματα. ὁ τοῦ πυρὸς τὸ φῶς τεθεαμένος καὶ τῆς θερμαντικῆς αὐτοῦ δυνάμεως εἰς πεῖραν ἐλθών, εἰ ἄλλῳ τοιούτῳ φωτὶ καὶ θερμότητι τοιαύτῃ πελάσειε, δηλονότι πρὸς τὴν τοῦ πυρὸς ἔννοιαν ἀναχθήσεται, ἐκ τῆς ὁμοιότητος τῶν φανέντων αὐτῷ διὰ τῆς αἰσθήσεως πρὸς τὴν συγγένειαν τῆς ἀπεργασαμένης αὐτὰ φύσεως ἐναγόμενος· οὐ γὰρ ἄν τι κατὰ πάντα τὰ τοῦ πυρὸς ἐνεργήσειε μὴ πῦρ ὄν.

οὕτως εἴπερ ὅμοιον καὶ ἴσον τὸν αὐτὸν τῆς προνοίας λόγον τῷ τε πατρὶ καὶ τῷ υἱῷ 〈ἐγ〉καθορῶμεν, διὰ τῶν εἰς τὴν ἡμετέραν γνῶσιν φθανόντων καὶ τῶν ὑπερπιπτόντων τὴν κατάληψιν ἡμῶν στοχαζόμεθα, ὡς οὐκ ἂν τοῦ ἑτερογενοῦς κατὰ τὴν φύσιν τοῖς ἴσοις τε καὶ ὁμοίοις ἐνεργήμασι καταληφθέντος. καὶ γὰρ ὅπως ἂν ἔχῃ πρὸς ἄλληλα τὰ ἐπιφαινόμενα ἑκάστῳ γνωρίσματα, οὕτως ἐξ ἀνάγκης καὶ τὰ ὑποκείμενα ἕξει. καὶ εἰ μὲν ἐναντίως ἔχει τὰ γνωρίσματα, ἐναντία χρὴ πάντως λογίζεσθαι καὶ τὰ διὰ τούτων δηλούμενα, εἰ δὲ ταῦτα ὡσαύτως, οὐδὲ ἐκεῖνα ἑτέρως. καὶ ὥσπερ δι᾽ αἰνίγματος τῆς τῶν δένδρων φύσεως τοὺς καρποὺς ὁ κύριος εἶναί φησι τὰ σημεῖα, ὡς οὐκ ἐπαλλασσομένων παρὰ φύσιν τῶν τοιούτων, οὐδὲ τοῖς κακοῖς τῶν ἀγαθῶν οὐδὲ τὸ ἔμπαλιν τοῖς καλοῖς τῶν ἐναντίων ἐφαρμοζόντων (ἐκ γὰρ τῶν καρπῶν, φησί, τὰ δένδρα γνωρίζεται), οὕτω καὶ τοῦ καρποῦ τῆς προνοίας οὐδεμίαν ἔχοντος διαφοράν, μίαν ὁρῶμεν καὶ τὴν τοὺς καρποὺς τούτους ἐκβλαστήσασαν φύσιν, κἂν ἐκ διαφόρων ὁ καρπὸς τῶν δένδρων προβάλληται. οὐκοῦν διὰ τῶν τῇ ἡμετέρᾳ καταλήψει γνωρίμων (γνώριμος δὲ ἡμῖν ἐστι τῆς προνοίας ὁ λόγος ὡσαύτως ἐπὶ πατρός τε καὶ υἱοῦ θεωρούμενος) ἀναμφίβολος γίνεται καὶ ἡ κατὰ τὴν φύσιν ὁμοιότης καὶ κοινωνία τοῦ μονογενοῦς πρὸς τὸν πατέρα, διὰ τῆς ταὐτότητος τῶν καρπῶν τῆς προνοίας γνωριζομένη.

Ἀλλ᾽ ἵνα μὴ τοῦτο νοηθῇ, ὡς ἐξ ἀνάγκης τινὸς βιασθεὶς 〈ἀποστῆναι μὲν λέγει τῶν τῆς προνοίας ἔργων, ἀναχθῆναι δὲ ἐπὶ τὸν τῆς γεννήσεως τρόπον, διὰ τὸ ἀκολουθεῖν〉, φησί, 〈τῷ τῆς γεννήσεως τρόπῳ τὸν τρόπον τῆς ὁμοιότητος〉. ὢ τῆς ἀνάγκης τῶν ἀποδείξεων· ὡς βιαίως ἡμᾶς ἡ περιουσία τῆς ἐν τῷ λέγειν τέχνης καταναγκάζει τοῖς εἰρημένοις συντίθεσθαι. 〈ἀκολουθεῖν〉 λέγει 〈τῷ τρόπῳ τῆς γεννήσεως τὸν τρόπον τῆς ὁμοιότητος〉. ὅσον τὸ τεχνικὸν καὶ περιεσκεμμένον τῆς ἀποφάσεως. οὐκοῦν ἂν γνωρισθῇ τρόπος γεννήσεως, συναπεδείχθη τούτῳ καὶ ὁ τρόπος τῆς ὁμοιότητος. ἐπειδὴ τοίνυν τῶν διὰ σαρκὸς τικτομένων ζῴων πάντων ἢ τῶν πλείστων ὁ αὐτός ἐστι τῆς γεννήσεως τρόπος, 〈ἀκολουθεῖ〉 δὲ κατ᾽ αὐτοὺς 〈τῷ τρόπῳ τῆς γεννήσεως ὁ τρόπος τῆς ὁμοιότητος〉, πάντα τὰ κατὰ τὸν αὐτὸν τρόπον τικτόμενα ὁμοίως ἕξει πάντως πρὸς τὰ ὁμοίως γεννώμενα. [τὰ γὰρ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ἐστὶν ὅμοια.]

εἰ οὖν ὁ τῆς γεννήσεως τρόπος, καθώς φησιν ὁ τῆς αἱρέσεως λόγος, ἑαυτῷ τὸ τικτόμενον ὁμοιοῖ, οὗτος δὲ κατ᾽ οὐδὲν ἐν ταῖς ποικίλαις τῶν ζῴων διαφοραῖς ἀλλοιοῦται, ἀλλ᾽ ὁ αὐτὸς ἐπὶ τῶν πλείστων ἐστίν, εὑρεθήσεται ἡ καθόλου καὶ δίχα τινὸς διορισμοῦ γενομένη ἀπόφασις πάντα ἀλλήλοις ὅμοια κατασκευάζουσα διὰ τὸ τῆς γεννήσεως ὅμοιον, ἄνθρωπον κύνα κάμηλον μῦν ἐλέφαντα πάρδαλιν καὶ τὰ ἄλλα πάντα, ὅσα κατὰ τὸν ὅμοιον τρόπον τίκτεσθαι πέφυκεν. ἢ οὐκ ἀλλήλοις φησὶν ὅμοια τὰ παραπλησίως τικτόμενα, ἀλλ᾽ ἕκαστον ἐκείνῳ μόνῳ, παρ᾽ οὗ τὴν γένεσιν ἔχει; ἀλλ᾽ εἰ τοῦτο λέγειν ἐβούλετο, τῷ τίκτοντι ὅμοιον ἔδει τὸ τικτόμενον ἀποφήνασθαι, οὐχὶ 〈τρόπῳ γεννήσεως ὁμοιότητος τρόπον〉. ἀλλ᾽ ὃ μὲν εἰκός ἐστι καὶ ἐν τῇ φύσει θεωρεῖται, τὸ ὁμοιογενὲς εἶναι τῷ γεννῶντι τὸ γεννώμενον, τοῦτο οὐ δέχεται, ὡς ἂν μὴ εἰς τοὐναντίον αὐτῷ περιτραπείη τὸ κατασκεύασμα. εἰ γὰρ τῷ γεννῶντι τὸ τικτόμενον ὅμοιον ἔλεγε, φροῦδα πάντα καὶ ἀνυπόστατα τὰ φιλοπόνως αὐτῷ συντεθέντα περὶ τῆς ἀνομοιότητος τῶν οὐσιῶν ἀπηλέγχετο.

Νυνὶ δὲ 〈τρόπῳ γεννήσεως τρόπον〉 φησὶν 〈ὁμοιότητος ἕπεσθαι〉. τοῦτο δὲ τοῖς ἀκριβῶς ἐπισταμένοις ἐξετάζειν ἐννοίας λόγων ἀδιανόητον παντελῶς πῶς οὐχ εὑρεθήσεται; τί γὰρ δεῖ νοῆσαι γεννήσεως τρόπον ἀκούσαντα, πάνυ τῶν ἀπόρων ἐστί. τὸ σχῆμα τοῦ ἀποτίκτοντος ζῴου λέγει ἢ τὴν ὁρμὴν ἢ τὴν διάθεσιν ἢ τόπον ἢ χρόνον ἢ τὸ διὰ συλλήψεως τελειοῦσθαι τὸ ἔμβρυον; ἢ αὐτῶν τῶν γεννητικῶν μέμνηται τόπων; ἢ ταῦτα μὲν οὐχί, ἕτερον δὲ τῶν κατὰ τὴν γέννησιν θεωρουμένων λέγει; καὶ πῶς ἂν μάθοιμεν τὸ λεγόμενον; τὸ γὰρ ἄκυρον καὶ ἀσήμαντον τῆς τοῦ 〈τρόπου〉 λέξεως ἐπιδιστάζειν ἡμᾶς τοῖς σημαινομένοις παρασκευάζει, ἐπίσης πάντων ταῖς ὑπονοίαις ὑποπιπτόντων καὶ κατ᾽ ἴσον ἑκάστου τὸ ἀσυνάρτητον πρὸς τὸ προκείμενον ἐχόντων. ὡσαύτως δὲ καὶ ὅ φησιν 〈ὁμοιότητος τρόπον〉 οὑτωσὶ λεγόμενον, ἀλλότριον πάσης διανοίας ὑπονοοῦμεν πρὸς τὰ ὑποδείγματα τῶν διὰ τῆς συνηθείας γνωρίμων ἀποσκοποῦντες. οὐ γὰρ πρὸς τὸ εἶδος ἢ τὸν 〈τρόπον〉 τοῦ τόκου καὶ τὸ γεννώμενον ὁμοιοῦται. ὁ μὲν γὰρ τόκος ἐπὶ τῆς διὰ σαρκὸς γεννήσεως σώματός ἐστι διαστολή, τὸ τελειωθὲν ζῷον ἐν τῇ διαπλάσει τῶν σπλάγχνων ἐπὶ τὸ ἔξω προάγουσα, τὸ δὲ γεννώμενον ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ βοῦς ἢ ὅ τι ἂν τύχῃ διὰ γεννήσεως ὑφιστάμενον.

πῶς τοίνυν 〈ὁ τῆς ὁμοιότητος〉 τοῦ τικτομένου 〈τρόπος ἕπεται τῷ τρόπῳ τῆς γεννήσεως〉, εἰπάτω αὐτὸς οὗτος ἢ εἴ τις ὑπ᾽ αὐτοῦ τὴν μαιευτικὴν ἐπαιδεύθη τέχνην. ἄλλο γάρ τι ὁ τόκος καὶ τὸ ἐκ τοῦ τόκου ἄλλο καὶ διάφορος ἐφ᾽ ἑκατέρου ὁ λόγος.

Ὅτι μὲν οὖν ἐπὶ τῶν διὰ σαρκὸς τικτομένων ψεῦδός ἐστι τὸ λεγόμενον, οὐδεὶς ἂν ἀντείποι τῶν νοῦν ἐχόντων. εἰ δὲ τὸ ποιεῖν καὶ τὸ κατασκευάζειν 〈τρόπον γεννήσεως〉 ὀνομάζει, 〈ᾧ ἕπεσθαι τὸν τρόπον τῆς〉 τοῦ γινομένου φησὶν 〈ὁμοιότητος〉, καὶ οὕτως ὁ λόγος τοῦ εἰκότος κεχώρισται. οὑτωσὶ δὲ διὰ τῶν ὑποδειγμάτων σκοπήσωμεν. πληγαῖς τυποῦται σίδηρος πρός τι τῶν ἐν τῷ βίῳ χρησίμων παρὰ τοῦ δημιουργοῦντος σχηματιζόμενος. τὸ οὖν σχῆμα τῆς ἄμης, ἂν οὕτω τύχῃ, πῶς ὁμοιοῦται τῇ χειρὶ τοῦ τεχνίτου ἢ τῷ τρόπῳ τῆς κατασκευῆς οἷον σφύραις καὶ ἄνθραξι καὶ φύσαις καὶ ἄκμονι, δι᾽ ὧν αὐτὴν ὁ δημιουργὸς ἀνετυπώσατο, οὐκ ἄν τις εἰπεῖν ἔχοι· τὸ δὲ ἐπὶ τοῦ ἑνὸς ὑποδείγματος εἰρημένον πᾶσιν ἐφαρμόζει τοῖς διά τινος κατασκευῆς ἀπεργασθεῖσιν, ὅτι 〈τῷ τρόπῳ τῆς γεννήσεως〉 τὸ γινόμενον οὐδαμῶς ὁμοιοῦται. τί γὰρ κοινὸν ἔχει τὸ εἶδος τοῦ ἱματίου πρὸς τὸ πηνίον ἢ τοὺς κανόνας ἢ τὴν κερκίδα ἢ ὅλως πρὸς τὸν τρόπον τῆς τοῦ ὑφάντου κατασκευῆς; τί δὲ τὸ βάθρον πρὸς τὴν τῶν ξύλων ἀπεργασίαν ἢ ἄλλο τι τῶν γινομένων πρὸς τὸ σχῆμα τοῦ κατεργασαμένου;

Ἀλλ᾽ ἐν μὲν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ἀργεῖν τὸν λόγον τοῦτον καὶ αὐτοὺς οἶμαι τοὺς ἐναντίους συντίθεσθαι. ὑπόλοιπον δ᾽ ἂν εἴη σκοπεῖν, εἴ τινα συντέλειαν πρὸς τὴν τῆς βλασφημίας κατασκευὴν συνεισφέρεται. τί οὖν τὸ ζητούμενον ἦν; τὸ δεῖν κατὰ τὴν οὐσίαν ὁμοίως ἢ ἀνομοίως ἔχειν τῷ πατρὶ τὸν υἱὸν ὁμολογεῖσθαι, ὅπερ διὰ τὸ μὴ δύνασθαι, φησίν, ἐκ τῶν τῆς προνοίας λόγων μαθεῖν ἐπὶ τὸν τῆς γεννήσεως ἀνεληλυθέναι τρόπον, ὡς διὰ τούτου γνῶναι οὐχὶ τὸν γεννηθέντα, εἰ ὁμοίως ἔχει πρὸς τὸν γεννήσαντα, ἀλλά τινα 〈ὁμοιότητος τρόπον〉, καὶ διὰ τὸ τοῖς πολλοῖς ἄγνωστον εἶναι τοῦτον, διὰ τοῦτο τὴν γεννήσασαν οὐσίαν περιεργάζεσθαι. ἆρα οὖν ἐπιλέλησται τῶν ἰδίων διορισμῶν, ἐν οἷς φησιν 〈ἐκ τῶν ἔργων〉 δεῖν 〈τὰς οὐσίας καταλαμβάνεσθαι〉; τῆς οὖν γεννηθείσης οὐσίας, ἣν ἔργον ὀνομάζει τῆς ὑπερκειμένης, μηδέπω φανερωθείσης πῶς ἔχει κατὰ τὴν φύσιν; πῶς ὑπερβὰς τό, ὡς αὐτὸς λέγει, κατώτερον καὶ διὰ τοῦτο τῇ καταλήψει τῶν ζητούντων προσεχέστερον, τῇ 〈κυριωτάτῃ καὶ ἀνωτάτῃ〉 προσφύεται; καὶ τὸ ἀκριβῶς εἰδέναι τὰς θείας φωνὰς ἐν τῷ καθ᾽ αὑτὸν λόγῳ κατασκευάζων, νῦν κἀκείνων ὀλίγον ποιεῖται τὸν λόγον, ὥσπερ ἀγνοῶν ὅτι οὐκ ἔστι τῇ γνώσει τοῦ πατρὸς προσβῆναι μὴ διὰ τοῦ υἱοῦ προσεγγίσαντα; Οὐδεὶς γάρ, φησίν, ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

Ἀλλ᾽ οὗτος ἐν οἷς μὲν ἂν μέλλῃ καθυβρίζειν τὰς εὐσεβεῖς καὶ τῇ θεότητι πρεπούσας τοῦ μονογενοῦς ὑπολήψεις, ἐλάττονα εἶναι λέγει γυμνῇ τῇ φωνῇ, ἐν δὲ τῇ ἐπινοίᾳ τῆς γνώσεως τῶν θείων λανθάνει τὸ μεῖζον ἐπ᾽ αὐτοῦ κατασκευάζων, εἴπερ τὴν τοῦ πατρὸς οὐσίαν ὡς ἑτοιμοτέραν εἰς κατανόησιν καταλαβὼν δι᾽ ἐκείνης ἀνιχνεύειν πειρᾶται καὶ συλλογίζεσθαι τοῦ υἱοῦ τὴν φύσιν. ἄνεισι γοῦν ἐπὶ τὴν γεννήσασαν οὐσίαν καὶ δι᾽ ἐκείνης τὴν γεννηθεῖσαν ἐπισκοπεῖ· 〈διὰ τὸ τῇ φυσικῇ〉, φησί, 〈τοῦ γεννήσαντος ἀξίᾳ δείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον〉. πάλιν τοῦτο ἁπλῶς καὶ ἀδιορίστως παραρριφὲν ἐπὶ πάντα παραπλησίως διαχεῖσθαι παρασκευάζει τοῦ ζητοῦντος τὴν ἔννοιαν. τοιαῦτα γάρ ἐστι καθολικῶς τὰ δογματιζόμενα, ὡς ἐπὶ πάντα φέρεσθαι ταῖς ὑπονοίαις καὶ μηδὲν ὑπεξαιρεῖσθαι τῆς περιληπτικῆς ἀποφάσεως. εἰ οὖν πάντως ὁ τῆς γεννήσεως τρόπος τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ γνωρίζεται, πολλαὶ δὲ τῶν τικτόντων αἱ κατὰ τὰς ἀξίας διαφοραὶ καὶ κατὰ πολλὰς ἐπινοίας καταλαμβάνονται (γεννᾶται γὰρ Ἰουδαῖος Ἕλλην βάρβαρος Σκύθης δοῦλος ἐλεύθερος), τί ἐκ τούτων κατασκευάζεται;

ὅτι ὅσαι εἰσὶ τῶν γεννώντων κατὰ τὰς φυσικὰς ἀξίας διαφοραί, τοσοῦτοι καὶ τρόποι γεννήσεως κατὰ τὸ εἰκὸς εὑρεθήσονται· ὡς μὴ κατὰ τὸν αὐτὸν τρόπον πληροῦσθαι πᾶσι τὴν γέννησιν, ἀλλὰ ταῖς τῶν γεννώντων ἀξίαις τὰς φύσεις συμμεταβάλλεσθαι καὶ δεῖν ἑκάστῳ τῶν τικτομένων κατὰ τὴν τῶν ἀξιωμάτων διαφορὰν ἰδιάζοντά τινα γεννήσεως τρόπον καινοτομεῖσθαι. πᾶσι γὰρ συμφυεῖς ἀξίαι τινές εἰσι πάντως ἐπιθεωρούμεναι τοῖς καθ᾽ ἕκαστον, διαφέρουσαι δὲ ἀλλήλων πρὸς τὸ κρεῖττον ἢ καταδεέστερον, ὅπως ἂν ἑκάστῳ συμπέσῃ γένος ἀξίωμα θρησκεία πατρὶς δυναστεία δουλεία πλοῦτος πενία τὸ αὐτεξούσιον τὸ ὑποχείριον, πάντα ὅσα τὰς κατὰ τὸν βίον διαφορὰς ἐν ταῖς ἀξίαις ἐργάζεται. εἰ οὖν 〈τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ〉, καθώς φησιν ὁ Εὐνόμιος, 〈ὁ τῆς γεννήσεως δείκνυται τρόπος〉, πολλαὶ δὲ αἱ κατὰ τὰς ἀξίας διαφοραί, πολλοὶ πάντως καὶ οἱ τῆς γεννήσεως τρόποι κατὰ τὸν δογματιστὴν εὑρεθήσονται καὶ ἄλλος ἄλλως ἀποτεχθήσονται, τῆς κατὰ τὰς ἀξίας διαφορᾶς νομοθετούσης τῇ φύσει τὸν τόκον.

Εἰ δὲ μὴ δέχοιτο φυσικὰς εἶναι τὰς τοιαύτας ἀξίας ὡς ἔξω τῆς φύσεως θεωρουμένας, οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἐκείνῳ μέντοι πάντως συνθήσεται, ὅτι φυσικῇ τινι πάντως ἀξίᾳ τῆς ἀλόγου ζωῆς ἡ ἀνθρωπίνη κεχώρισται. ἀλλ᾽ ὁ τοῦ τόκου τρόπος οὐδεμίαν ἐν τῇ κατὰ τὴν φυσικὴν ἀξίαν διαφορᾷ τὴν παραλλαγὴν ἔχει, ὁμοιοτρόπως τῆς φύσεως τά τε λογικὰ καὶ τὰ ἄλογα διὰ τῆς γεννήσεως εἰς τὴν ζωὴν παραγούσης. εἰ δὲ ἐπὶ μόνης ἐκείνης τῆς οὐσίας τῆς, ὡς αὐτὸς ὀνομάζει, 〈κυριωτάτης καὶ ἀνωτάτης〉 τὸ συμφυὲς ἀξίωμα καταλαμβάνει, ἴδωμεν ὅ τι καὶ νοῶν τοῦτο λέγει. ὡς μὲν γὰρ ὁ ἡμέτερος λόγος, συμφυές ἐστιν ἀξίωμα τῷ θεῷ αὐτὴ ἡ θεότης ἡ σοφία ἡ δύναμις τὸ ἀγαθὸν εἶναι κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν κτίστην ἐξουσιαστὴν ἀόρατον ἀτελεύτητον καὶ εἴ τι ἄλλο τῶν εἰς δοξολογίαν παρὰ τῆς θεοπνεύστου γραφῆς εἰρημένων ἐστίν, ἅπερ πάντα καὶ τῷ μονογενεῖ υἱῷ κυρίως καὶ συμφυῶς ἐνθεωρεῖσθαί φαμεν, ἐν μόνῃ τῇ κατὰ τὸ ἄναρχον ἐννοίᾳ τὴν διαφορὰν ἐπιστάμενοι, καὶ ταύτην οὐ κατὰ πᾶσαν ὑπόνοιαν τοῦ μονογενοῦς ἀποτέμνομεν. μηδεὶς διασπαρασσέτω διὰ συκοφαντίας τὸν λόγον, ὡς ἀγέννητον ἡμῶν ἀποδεικνύειν ἐπιχειρούντων τὸν ἀληθῶς υἱόν· οὐδὲν γὰρ ἔλαττον ἀσεβεῖν τοὺς τὰ τοιαῦτα λέγοντας τῶν τὸ ἀνόμοιον δογματιζόντων διοριζόμεθα.

ἀλλ᾽ ἐπειδὴ πολύσημος ὁ τῆς ἀρχῆς λόγος καὶ εἰς πολλὰ ταῖς ὑπονοίαις φερόμενος, ἔστιν ἐν οἷς φαμεν καὶ τῷ μονογενεῖ υἱῷ μὴ ἀπεμφαίνειν τὴν τοῦ ἀνάρχου προσηγορίαν. ὅταν μὲν γὰρ τὸ μὴ ἐξ αἰτίου τινὸς τὴν ὑπόστασιν ἔχειν ἐκ τῆς φωνῆς τοῦ ἀνάρχου νοῆται, τοῦτο μόνου τοῦ πατρὸς ἴδιον ὁμολογοῦμεν τοῦ ἀγεννήτως ὄντος· ὅταν δὲ κατὰ τὰ λοιπὰ τῶν ἐπὶ τῆς ἀρχῆς σημαινομένων ἡ ἐξέτασις ᾖ, ἐπειδὴ καὶ κτίσεώς τις ἐπινοεῖται ἀρχὴ καὶ χρόνου καὶ τάξεως, κἂν τούτοις καὶ τῷ μονογενεῖ προσμαρτυροῦμεν τὸ ὑψηλότερον ἀρχῆς εἶναι, ὡς ὑπὲρ πᾶσαν καὶ κτίσεως ἀρχὴν καὶ χρόνου ἔννοιαν καὶ τάξεως ἀκολουθίαν εἶναι πιστεύειν τὸν δι᾽ οὗ τὰ πάντα ἐγένετο· ὥστε τὸν τῷ λόγῳ τῆς ὑποστάσεως μὴ ἄναρχον ἐν τοῖς ἄλλοις πᾶσιν ὁμολογούμενον ἔχειν τὸ ἄναρχον, καὶ τὸν μὲν πατέρα καὶ ἄναρχον καὶ ἀγέννητον, τὸν δὲ υἱὸν ἄναρχον μὲν κατὰ τὸν εἰρημένον τρόπον, οὐ μὴν καὶ ἀγέννητον.

Εἰς ποῖον οὖν συμφυὲς ἀξίωμα τοῦ πατρὸς βλέπων δι᾽ ἐκείνου τὸν τῆς γεννήσεως τρόπον ἀναλογίζεται; εἰς τὴν ἀγεννησίαν πάντως ἐρεῖ. οὐκοῦν εἰ μὲν πάντα τὰ ὀνόματα, ὅσα εἰς δοξολογίαν τοῦ θεοῦ τῶν ὅλων ἐμάθομεν, ἀργά σοι καὶ ἀσήμαντα λέγομεν, περιττή τίς ἐστι καὶ παρέλκουσα ἡ τῶν τοιούτων φωνῶν ἀπαρίθμησις ἐν ψιλῷ τῷ καταλόγῳ προφερομένη, εἴπερ οὐδεμία τῶν λοιπῶν προσηγοριῶν τὴν φυσικὴν ἀξίαν τοῦ ἐπὶ πάντων παρίστησιν. εἰ δὲ ἑκάστου τῶν λεγομένων ἰδιάζουσά τις ἔννοια καὶ πρέπουσα τῇ περὶ τοῦ θεοῦ ὑπολήψει γνωρίζεται, δηλονότι κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται καὶ διὰ τούτων ἡ τῶν οὐσιῶν ὁμοιότης κατασκευάζεται, εἴπερ τὰ συμφυῆ ταῖς οὐσίαις ἀξιώματα γνωριστικὰ τῶν ὑποκειμένων ἐστί. τῶν δὲ ἀξιωμάτων ἐφ᾽ ἑκατέρου τῶν αὐτῶν φαινομένων, ἡ κατὰ τὴν οὐσίαν ταὐτότης τῶν ταῖς αὐταῖς ἀξίαις ὑποκειμένων πραγμάτων σαφῶς ἐπιδείκνυται. εἰ γὰρ ἱκανὴ νομίζεται ἑνὸς ὀνόματος παραλλαγὴ τὸ ξένον τῆς οὐσίας ἐνδείξασθαι, πόσῳ μᾶλλον ἰσχύσει ἡ τῶν μυρίων ὀνομάτων ταὐτότης τὸ κοινὸν παραστῆσαι τῆς φύσεως; τίς οὖν ἡ αἰτία δι᾽ ἣν τὰ μὲν λοιπὰ τῶν ὀνομάτων περιορᾶται, μόνῳ δὲ τῷ ἑνὶ τεκμηριοῦται ἡ γέννησις; καὶ διὰ τί μόνον συμφυὲς ἀξίωμα τὴν 〈ἀγεννησίαν〉 ἐπὶ τοῦ πατρὸς δογματίζουσι, τὰ λοιπὰ παρωσάμενοι;

ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ τὸν τῆς ὁμοιότητος κακουργήσωσι τρόπον, ὅπερ καὶ αὐτὸ κατὰ τὸν προσήκοντα καιρὸν εὐθυνόμενον ἐπίσης τοῖς προειρημένοις ἀδρανές τε καὶ ἀνυπόστατον καὶ ἀντ᾽ οὐδενὸς εὑρεθήσεται.

Ὅτι δὲ εἰς τοῦτο βλέπουσιν αἱ κατασκευαὶ πᾶσαι, τὸ ἐπιφερόμενον δείκνυσιν, ἐν οἷς ἑαυτὸν ἀποδέχεται ὡς προσηκόντως τῇ ὁδῷ ἐκείνῃ πρὸς τὴν κατασκευὴν τῆς βλασφημίας χρησάμενος καὶ οὐκ εὐθὺς ἀπογυμνώσας τοῦ λόγου τὸ βούλημα οὐδὲ πρὸ τοῦ συναρτῆσαι τὴν κατασκευὴν τῆς ἀπάτης ἀγυμνάστοις ἔτι ταῖς ἀκοαῖς προσβαλὼν τὴν ἀσέβειαν οὐδὲ ἐν προοιμίοις τῶν λόγων τὴν ἀγεννησίαν οὐσίαν ἀποφηνάμενος καὶ τὴν τῆς οὐσίας ἑτερότητα διαθρυλήσας, οὑτωσὶ λέγων ταῦτα κατὰ τὴν λέξιν· 〈ἢ καθὼς νομοθετεῖ Βασίλειος, ἀπ᾽ αὐτῶν ἄρξασθαι τῶν ζητουμένων ἔδει ἀσυναρτήτως τὴν ἀγεννησίαν οὐσίαν λέγοντας καὶ τὴν τῆς οὐσίας ἑτερότητα θρυλεῖν ἢ ταὐτότητα〉; περὶ ὧν πολλὰ διὰ μέσου διεξελθὼν ἐν σκώμμασι καὶ λοιδορίαις καὶ ὕβρεσιν (οὕτω γὰρ οἶδεν ὁ σοφὸς ὑπὲρ τῶν ἰδίων δογμάτων διαγωνίζεσθαι) πάλιν ἐπαναλαμβάνει τὸν λόγον καὶ πρὸς τὸν ἀντίπαλον δῆθεν ἀποτεινόμενος κἀκείνῳ τῶν λεγομένων τὴν αἰτίαν ἀνατιθεὶς τοιάδε φησίν· 〈ἐπεὶ καὶ πρὸ τῶν ἄλλων ὑμεῖς ἔνοχοι τούτοις τοῖς πλημμελήμασιν οἱ τὴν αὐτὴν οὐσίαν τῷ γεννήσαντι καὶ τῷ γεννηθέντι διακληρώσαντες, διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ᾽ ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ᾽ ὑμῶν αὐτῶν ἐπιψηφιζούσης.

ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχωρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνοντες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεννήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γενέσθαι διατεινόμενοι τοῖς ἰδίοις ὑπόκεισθε λοιδορήμασιν (ὃν γὰρ ἀγέννητον εἶναι φαντάζεσθε, τούτῳ τὴν παρ᾽ ἑτέρου γέννησιν ἐπιφημίζετε), ἢ μίαν καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν, εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφοντες, αὐτὴν παρ᾽ ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε〉.

Τὰ μὲν οὖν πρὸ τῶν ἀνεγνωσμένων αὐτῷ γεγραμμένα, ὡς ψιλὴν ἔχοντα κατὰ τοῦ διδασκάλου καὶ πατρὸς ἡμῶν τὴν ἀναισχυντίαν καὶ οὐδὲν πρὸς τὸν προκείμενον συντελοῦντα σκοπόν, ὑπερβήσομαι· ἐν δὲ τοῖς εἰρημένοις, ἐπειδὴ δεινῶς ἡμῖν τοὺς ἀμφήκεις τούτους ἐλέγχους διχόθεν στομώσας διὰ τῆς τῶν διλημμάτων ἐπινοίας προτείνεται, ἀνάγκη καὶ ἡμᾶς μὴ σιωπῇ δέξασθαι τὸν κατὰ τοῦ δόγματος πόλεμον, ἀλλ᾽ ὡς ἔχομεν δυνάμεως συμμαχῆσαι τῷ λόγῳ καὶ δεῖξαι τὴν φοβερὰν ταύτην καὶ ἀμφίστομον μάχαιραν, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῶν ἐν ταῖς σκιαγραφίαις φαινομένων ἀδρανεστέραν.

Διπλαῖς ἐννοίαις διαβάλλει τὸ κοινὸν τῆς οὐσίας καί φησιν ἢ δύο ἀγεννήτους ἀρχὰς ἀντιπαρεξαγομένας ἀλλήλαις τὴν μὲν πατέρα, τὴν δὲ υἱὸν ἡμᾶς ὀνομάζειν, τὸν ὄντα παρὰ τοῦ ὄντος γεγενῆσθαι λέγοντας ἢ μίαν νοουμένην καὶ τὴν αὐτὴν οὐσίαν ἑκάτερον ἐν μέρει μεταλαμβάνειν τῶν ὀνομάτων, καὶ πατέρα οὖσαν καὶ υἱὸν γινομένην αὐτὴν παρ᾽ ἑαυτῆς διὰ γεννήσεως παραγομένην. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω, οὐ παρερμηνεύων αὐτοῦ τὴν διάνοιαν, ἀλλὰ τὸ στομφῶδες καὶ κατεστοιβασμένον τῆς ἑρμηνείας ἐπανορθούμενος, ὡς ἂν εὐσύνοπτον αὐτοῦ πᾶσι τὸ βούλημα γένοιτο, διὰ τῆς κατὰ τὴν λέξιν σαφηνείας ἐκκαλυπτόμενον. ὁ γὰρ τὴν ἀμαθίαν ἡμῶν διασύρων καὶ τὸ μὴ ἐξ ἀρκούσης παρασκευῆς ἐπὶ τὸν λόγον ἐληλυθέναι προφέρων, οὕτως ἁβρύνει τῇ λαμπρότητι τῆς ἑρμηνείας τὸν ἴδιον λόγον, οὕτως 〈ἐξονυχίζει〉, καθὼς αὐτὸς ὀνομάζει, 〈τὰ ῥήματα〉, ἐν τῇ περιττῇ ταύτῃ καλλιεπείᾳ τὴν συγγραφὴν ἀγλαΐζων, ὡς αὐτόθεν αἱρεῖν τῇ τῆς λέξεως ἡδονῇ τὸν ἀκούοντα· οἷα μετὰ πολλῶν ἄλλων καὶ τὰ νῦν ὑπανεγνωσμένα ἐστί. καὶ εἰ δοκεῖ, πάλιν ὑπαναγνώσομαι· 〈διὸ καὶ τὴν ἐπὶ τούτοις λοιδορίαν ὥσπερ τινὰ πάγην ἄφυκτον καθ᾽ ἑαυτῶν ἐτεκτήνασθε, τῆς δίκης ὡς εἰκὸς τοῖς ὑμετέροις καθ᾽ ὑμῶν αὐτῶν ἐπιψηφιζούσης〉.

Ὅρα τὰ ἄνθη τῆς ἀρχαίας Ἀτθίδος, ὡς ἐπαστράπτει τῇ συντάξει τοῦ λόγου τὸ λεῖον καὶ κατεστιλβωμένον τῆς λέξεως, ὡς γλαφυρῶς καὶ ποικίλως τῇ ὥρᾳ τοῦ λόγου περιανθίζεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὡς ἄν τῳ δόξῃ, ἡμῖν δὲ πρὸς τὴν διάνοιαν τῶν εἰρημένων τρεπέσθω πάλιν ὁ δρόμος, καὶ δι᾽ αὐτῶν, εἰ δοκεῖ, γενώμεθα τοῦ λογογράφου τῶν λέξεων. 〈ἤτοι γὰρ ἀνάρχως ἀλλήλων κεχωρίσθαι τὰς οὐσίας ταύτας ὑπολαμβάνοντες, τούτων δὲ τὴν ἑτέραν εἰς υἱοῦ τάξιν διὰ γεννήσεως ἄγοντες καὶ τὸν ἀνάρχως ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι διατεινόμενοι〉. ἀρκεῖ ταῦτα. δύο φησὶν ἡμᾶς ἀγεννήτους οὐσίας πρεσβεύειν, πῶς τοῦτο λέγων ὁ φύρειν τὰ πάντα καὶ συγχεῖν αἰτιώμενος διὰ τοῦ μίαν ὁμολογεῖν τὴν οὐσίαν; εἰ μὲν γὰρ δύο φύσεις ἀλλοτρίως κατὰ τὸ εἶναι πρὸς ἀλλήλας ἐχούσας καὶ ὁ ἡμέτερος ἐπρέσβευε λόγος κατὰ τὸ ἴσον τῶν τὸ “ἀνόμοιον„ δογματιζόντων, καλῶς εἶχε τὸ διῃρημένον τῆς φύσεως εἰς δύο τινῶν ἀρχῶν ὑπονοίας ἐκφέρειν νομίζεσθαι. εἰ δὲ μία φύσις ὁμολογεῖται παρ᾽ ἡμῶν ἐν διαφόροις ταῖς ὑποστάσεσι καὶ πατὴρ πιστεύεται καὶ υἱὸς δοξάζεται, πῶς δύο πρεσβεύειν ἀρχὰς τὸ τοιοῦτον δόγμα παρὰ τῶν ἐναντίων συκοφαντεῖται; εἶτα ἐκ τῶν δύο τούτων ἀρχῶν τὴν μίαν λέγει παρ᾽ ἡμῶν εἰς υἱοῦ τάξιν κατάγεσθαι καὶ τὸν ὄντα ὑπὸ τοῦ ὄντος γεγενῆσθαι.

δειξάτω τὸν προστάτην τοῦ λόγου τούτου, καὶ ἡμεῖς σιωπήσομεν, εἴτε τι πρόσωπον διελέγχει τὸ ταῦτα παραφθεγξάμενον εἴτε καὶ ἁπλῶς τὸν λόγον τοῦτον ἐν ἐκκλησίαις οἶδε φερόμενον. τίς γὰρ οὕτως παράφορος τοῖς λογισμοῖς καὶ ἐξεστηκὼς τὴν διάνοιαν, ὡς πατέρα καὶ υἱὸν λέγειν καὶ δύο πάλιν ἀγέννητα οἴεσθαι καὶ τὸ ἓν αὖθις παρὰ τοῦ ἑνὸς γεγενῆσθαι νομίζειν; τίς δὲ καὶ ἡ ἀνάγκη ἡ πρὸς τὰς τοιαύτας ὑπονοίας ἐξωθοῦσα τὸ δόγμα; ἐκ ποίων παρ᾽ αὐτοῦ λόγων τοῦτο κατεσκευάσθη, ὡς ἀναγκαίως ταύτην ἀνακύψαι τὴν ἀτοπίαν; εἰ μὲν γάρ τι τῶν παρ᾽ ἡμῶν ὁμολογουμένων προέφερεν, εἶτα διὰ τούτου προῆγεν εἴτε σοφιστικῶς εἴτε κατά τινα δύναμιν ἀποδεικτικὴν τὴν τοιαύτην συκοφαντίαν, εἶχεν ἴσως καιρὸν ἐπὶ διαβολῇ τοῦ δόγματος τὰ τοιαῦτα προφέρειν. εἰ δὲ οὔτε ἔστιν οὔτε μὴ γένηται λόγος ἐν ἐκκλησίᾳ τοιοῦτος οὔτε ὁ εἰπὼν ἐλέγχεται οὔτε ὁ ἀκηκοὼς ἐπιδείκνυται οὔτε ἀνάγκη τις εὑρίσκεται διά τινος ἀκολούθου τὴν ἀτοπίαν ταύτην κατασκευάζουσα, τί βούλεται αὐτῷ ἡ σκιαμαχία, οὐ συνορῶ. ὥσπερ ἂν εἴ τις ὑπὸ φρενίτιδος παραπαίων συμπεπλέχθαι νομίζοι τινὶ μηδενὸς προσπαλαίοντος, εἶτα κατὰ σπουδὴν ἑαυτὸν καταβαλὼν τὸν προσμαχόμενον οἴοιτο, τοιοῦτόν τι πέπονθεν ὁ σοφὸς λογογράφος ἀναπλάσσων ὑπονοίας, ἃς ἡμεῖς οὐ γινώσκομεν, καὶ σκιαῖς προσμαχόμενος, ἃς διὰ τῶν λογισμῶν τῶν ἰδίων ἀνετυπώσατο.

Εἰπάτω γάρ, τίς ἡ ἀνάγκη τὸν ὁμολογοῦντα υἱὸν ἐκ πατρὸς “γεγεννῆσθαι„ εἰς δύο ἀγεννήτων ὑπολήψεις ἐκφέρεσθαι; ἢ τίνος μᾶλλόν ἐστι δύο κατασκευάζειν ἀγέννητα, τοῦ τὸν υἱὸν ψευδωνύμως λέγεσθαι κατασκευάζοντος ἢ τοῦ διαβεβαιουμένου τῇ προσηγορίᾳ τὴν φύσιν ἐπαληθεύεσθαι; ὁ γὰρ τὴν ἀληθῆ γέννησιν τοῦ υἱοῦ μὴ δεξάμενος, εἶναι δὲ ὅλως ὁμολογῶν, οἰκειότερον ἂν ὑπονοηθείη ἀγέννητον λέγειν τὸν ὄντα μέν, μὴ διὰ γεννήσεως δὲ τὸ εἶναι ἔχοντα· ὁ δὲ τὸ γνωριστικὸν ὁμοίωμα τῆς τοῦ μονογενοῦς ὑποστάσεως αὐτὸ τὸ γεννητῶς αὐτὸν ἐκ τοῦ πατρὸς ὑποστῆναι διοριζόμενος, πῶς ἂν εἰς τὸ ἀγέννητον αὐτὸν οἴεσθαι παρενεχθείη; καίτοι καθ᾽ ὑμᾶς τοὺς σοφούς, ἕως ἂν κρατῇ τὸ μὴ “γεννηθῆναι„ παρὰ τοῦ πατρὸς τὸν υἱόν, ἑνί τινι τρόπῳ τῶν ὑπὸ τοῦ ἀγεννήτου σημαινομένων καὶ αὐτὸς ἀγέννητος κυρίως ὀνομασθήσεται. ἐπειδὴ γὰρ τὰ μὲν τικτόμενα τὰ δὲ κατασκευαζόμενα γίνεται, τὸ μὴ διὰ γεννήσεως ὑφεστὸς οὐδὲν κωλύει ἀγεννήτως ὑφεστάναι λέγειν κατὰ μόνον τὸ τῆς γεννήσεως σημαινόμενον. τοῦτο δὲ ὁ ὑμέτερος περὶ τοῦ κυρίου κατασκευάζει λόγος ὁ κτίσμα εἶναι διοριζόμενος. οὐκοῦν καθ᾽ ὑμᾶς ὦ σοφώτατοι ἀγέννητος ὁ μονογενὴς ἐκ τῆς τοιαύτης ἀκολουθίας ὀνομασθήσεται, οὐ κατὰ τὸ ἡμέτερον δόγμα, καὶ εὑρίσκεται ὑμῖν 〈ἡ δίκη〉, ἥντινα καὶ λέγεις δίκην, 〈τοῖς ὑμετέροις καθ᾽ ὑμῶν ἐπιψηφίζουσα〉.

Εὔκαιρον γὰρ ἐκ τοῦ βορβόρου τῶν ἐκεῖθεν λόγων προσπτύσαι τῇ βδελυρίᾳ τοῦ δόγματος. καὶ γὰρ καὶ τὸ ἕτερον μέρος τῶν κατὰ τὸ διλήμματον τεθέντων αὐτῷ τῆς ἴσης ἔχεται παραπληξίας. 〈ἢ μίαν〉, φησί, 〈καὶ μόνην ἄναρχον ὁμολογοῦντες οὐσίαν εἶτα ταύτην εἰς πατέρα καὶ υἱὸν τῇ γεννήσει περιγράφοντες αὐτὴν παρ᾽ ἑαυτῆς γεγεννῆσθαι τὴν ἀγέννητον οὐσίαν φήσετε〉. τίς αὕτη πάλιν ἡ καινὴ τερατολογία; πῶς αὐτός τις ὑφ᾽ ἑαυτοῦ γεννᾶται, ἑαυτὸν πατέρα ἔχων καὶ υἱὸς ἑαυτοῦ πάλιν γινόμενος; τίς ἡ ναυτία, τίς ἡ παραφορά, στρέφεσθαι ἑαυτοῖς ἐπὶ τὸ κάτω τὸν ὄροφον καὶ ὑπὲρ κεφαλῆς τὸ ἔδαφος ἔχειν; ὃ οἱ ὑπὸ μέθης καρηβαροῦντες νομίζουσι καὶ βοῶσι καὶ διατείνονται μήτε τὴν γῆν αὐτοῖς πεπηγέναι φεύγειν τε καὶ τοὺς τοίχους καὶ ἐν κύκλῳ περιδινεῖσθαι τὰ πάντα καὶ μηδεμίαν ἔχειν τὰ φαινόμενα στάσιν. τάχα τοίνυν ἐν τοιούτῳ σάλῳ τὴν ψυχὴν ἔχων ὁ λογογράφος συνέγραφε καὶ ἐλεεῖν προσήκει μᾶλλον ἐπὶ τοῖς γεγραμμένοις αὐτὸν ἢ βδελύττεσθαι. τίς γὰρ οὕτω τῶν θείων δογμάτων ἀνήκοος, τίς οὕτω πόρρω τῶν τῆς ἐκκλησίας μυστηρίων ἐστίν, ὡς τὴν τοιαύτην ἔννοιαν κατὰ τῆς πίστεως δέξασθαι; μᾶλλον δὲ μικρὸν ἴσως τὸ τοιοῦτον λέγειν, τὸ μηδένα κατὰ τῆς πίστεως τὴν ἀτοπίαν ταύτην ὑπονοῆσαι.

ἀλλὰ τίς ἐπὶ τῆς ἀνθρωπίνης φύσεως ἢ ἄλλου τινὸς τῶν δι᾽ αἰσθήσεως καταλαμβανομένων, ἐπειδὰν τὸ κοινὸν τῆς οὐσίας ἀκούσῃ, ἢ ἄναρχα ὑπονοεῖ πάντα, ὅσα τῷ λόγῳ τῆς οὐσίας ἀλλήλοις συμφέρεται, ἢ αὐτό τι ἐξ ἑαυτοῦ γίνεσθαι λέγει καὶ τίκτειν ἅμα ἑαυτὸ καὶ ὑφ᾽ ἑαυτοῦ γεννᾶσθαι;

Ὁ πρῶτος ἄνθρωπος καὶ ὁ ἐξ ἐκείνου γεγονὼς διαφόρως ἑκάτεροι τὸ εἶναι ἔχοντες, ὁ μὲν ἐκ συνδυασμοῦ τῶν γονέων, ὁ δὲ ἐκ τῆς τοῦ χοῦ διαπλάσεως, καὶ δύο εἶναι πιστεύονται καὶ τῷ λόγῳ τῆς οὐσίας ἀπ᾽ ἀλλήλων οὐ διασχίζονται, καὶ οὔτε ἄναρχοι δύο οὐσίαι ἀλλήλαις ἀντιπαρεξάγεσθαι λέγονται οὔτε ὁ ὢν ὑπὸ τοῦ ὄντος γεννᾶσθαι, οὔτε εἷς οἱ δύο ποτὲ ἐνοήθησαν ἐν τῇ τοιαύτῃ τερατολογίᾳ τοῦ λόγου, ὡς ἑαυτοῦ πατέρα καὶ ἑαυτοῦ πάλιν υἱὸν ἀμφοτέρους νομίζεσθαι· ἄνθρωπος γὰρ καὶ οὗτος κἀκεῖνος, καὶ ὁ λόγος τῆς οὐσίας ἐπὶ τῶν δύο κοινός· θνητὸς ἑκάτερος, λογικὸς ὁμοίως, νοῦ καὶ ἐπιστήμης δεκτικὸς ὡσαύτως. εἰ οὖν ὁ τῆς ἀνθρωπότητος λόγος ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ τῷ παρηλλαγμένῳ τῆς γεννήσεως οὐχ ὑπαλλάσσεται, οὐδεμίαν οὔτε τῆς τάξεως οὔτε τοῦ τρόπου τῆς ὑπάρξεως τῇ φύσει τὴν παραλλαγὴν ἐμποιούντων, ἀλλ᾽ ὡσαύτως ἔχειν τῇ κοινῇ τῶν νηφόντων συγκαταθέσει διωμολόγηται καὶ οὐδεὶς 〈ἂν〉 ἀντείποι τούτῳ μὴ σφόδρα τοῦ ἑλλεβόρου δεόμενος, τίς ἡ ἀνάγκη κατὰ τῆς θείας φύσεως τὸ παράλογον τοῦτο τῆς ἐννοίας κατασκευάζεσθαι;

Πατέρα καὶ υἱὸν παρὰ τῆς ἀληθείας ἀκούσαντες ἐν δύο τοῖς ὑποκειμένοις τὴν ἑνότητα τῆς φύσεως ἐδιδάχθημεν, ὑπό τε τῶν ὀνομάτων φυσικῶς [διὰ] τῆς πρὸς ἄλληλα σχέσεως σημαινομένης καὶ ὑπ᾽ αὐτῆς πάλιν τῆς τοῦ κυρίου φωνῆς. ὁ γὰρ εἰπὼν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τί ἄλλο ἢ τό τε μὴ ἄναρχον ἑαυτοῦ διὰ τῆς τοῦ πατρὸς ὁμολογίας παρίστησιν καὶ τὸ κοινὸν σημαίνει τῆς φύσεως διὰ τῆς πρὸς τὸν πατέρα ἑνότητος; ὡς ἄν, οἶμαι, διὰ τῶν εἰρημένων τῆς ἐφ᾽ ἑκάτερα τῶν αἱρέσεων παρατροπῆς ὁ τῆς πίστεως καθαρεύοι λόγος, μήτε τοῦ Σαβελλίου χώραν ἔχοντος εἰς σύγχυσιν ἄγειν τὴν τῶν ὑποστάσεων ἰδιότητα, φανερῶς τοῦ μονογενοῦς ἑαυτὸν ἀπὸ τοῦ πατρὸς διακρίναντος ἐν τῷ εἰπεῖν Ἐγὼ καὶ ὁ πατήρ, μήτε τοῦ Ἀρείου τὸ ξένον τῆς φύσεως κατασκευάζειν ἰσχύοντος, τῆς ἀμφοτέρων ἑνότητος οὐ προσιεμένης τὴν κατὰ φύσιν διαίρεσιν. οὐδὲν γὰρ ἄλλο τί ἐστιν ἐν τῷ λόγῳ τούτῳ τὸ διὰ τῆς ἑνότητος ἐπὶ πατρὸς καὶ υἱοῦ σημαινόμενον πλὴν κατὰ τὴν οὐσίαν αὐτήν· τὰ γὰρ λοιπὰ τῶν ἀγαθῶν, ὅσα ἐπιθεωρεῖται τῇ φύσει, κοινὰ προκεῖσθαι πᾶσιν εἰπών τις καὶ τοῖς διὰ κτίσεως γεγενημένοις οὐχ ἁμαρτήσεται. οἷον Οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, παρὰ τοῦ προφήτου λέγεται. ταῦτα βούλεται πάλιν ὁ κύριος καὶ ἡμᾶς γίνεσθαί τε καὶ ὀνομάζεσθαι· Γίνεσθε γὰρ οἰκτίρμονες καὶ Μακάριοι οἱ ἐλεήμονες καὶ ὅσα τοιαῦτα.

ἆρ᾽ οὖν, εἴ τις διὰ προσοχῆς καὶ ἐπιμελείας τῷ θείῳ βουλήματι ἑαυτὸν ὁμοιώσας ἀγαθὸς ἢ οἰκτίρμων καὶ ἐλεήμων ἐγένετο ἢ πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ, καθὼς μεμαρτύρηνται πολλοὶ τῶν ἁγίων ἐν τοῖς προτερήμασι τούτοις γενόμενοι, παρὰ τοῦτο ἕν εἰσι πρὸς τὸν θεὸν ἢ διά τινος τούτων πρὸς αὐτὸν συναπτόμενοι; οὐκ ἔστι ταῦτα. τὸ γὰρ μὴ ἐν πᾶσι ταὐτὸν ἓν εἶναι πρὸς τὸν τῇ φύσει διηλλαγμένον οὐ δύναται. διὰ τοῦτο ἄνθρωπος πρὸς ἄνθρωπον ἓν γίνεται, ὅταν διὰ προαιρέσεως, καθὼς εἶπεν ὁ κύριος, τελειωθῶσιν εἰς τὸ ἕν, τῆς φυσικῆς συναφείας τὴν κατὰ προαίρεσιν ἑνότητα προσλαβούσης. καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσι, τῆς κατὰ τὴν φύσιν καὶ τὴν προαίρεσιν κοινωνίας εἰς τὸ ἓν συνδραμούσης. εἰ δὲ τῷ θελήματι μόνῳ συνηρμοσμένος κατὰ τὴν φύσιν διῄρητο, πῶς ἐμαρτύρει ἑαυτῷ τὴν πρὸς τὸν πατέρα ἑνότητα, τῷ κυριωτάτῳ διεσχισμένος;

Ἀκούσαντες τοίνυν ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, τό τε ἐξ αἰτίου τὸν κύριον καὶ τὸ κατὰ τὴν φύσιν ἀπαράλλακτον τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐκ τῆς φωνῆς ἐπαιδεύθημεν, οὐκ εἰς μίαν ὑπόστασιν τὴν περὶ αὐτῶν ἔννοιαν συναλείφοντες, ἀλλὰ φυλάσσοντες μὲν διῃρημένην τὴν τῶν ὑποστάσεων ἰδιότητα, οὐ συνδιαιροῦντες δὲ τοῖς προσώποις τὴν τῆς οὐσίας ἑνότητα, ὡς ἂν μὴ δύο ἑτερογενῆ πράγματα ἐν τῷ τῆς ἀρχῆς λόγῳ ὑπολαμβάνοιτο καὶ διὰ τούτου πάροδον λάβοι τῶν Μανιχαίων τὸ δόγμα. τὸ γὰρ κτιστὸν καὶ τὸ ἄκτιστον ἐκ διαμέτρου πρὸς ἄλληλα τὴν κατὰ τὸ σημαινόμενον ἐναντίωσιν ἔχει. εἰ οὖν τὰ δύο 〈ἐν〉 ταῖς ἀρχαῖς ταχθείη, κατὰ τὸ λεληθὸς ἡμῖν ὁ μανιχαϊσμὸς εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ εἰσφθαρήσεται. λέγω δὲ ταῦτα ζήλῳ τῶν ἐναντίων περιεργότερον κατεξετάζων τὸν λόγον. καὶ οὐδεὶς ἂν ἴσως ἀντείποι μὴ ἐγγὺς τοῦ εἰκότος τὴν θεωρίαν προάγεσθαι, ὅτι δυνατοῦ ὄντος τοῦ κτιστοῦ κατὰ τὸ ἴσον τῷ ἀκτίστῳ ἀντιστήσεταί πως τὸ ἑτερογενὲς τῇ φύσει τῷ μὴ ὡσαύτως κατὰ τὴν οὐσίαν ἔχοντι, καὶ ἕως ἂν μηθετέρῳ αὐτῶν ἐπιλίπῃ ἡ δύναμις, εἰς ἀσύμφωνόν τινα στάσιν πρὸς ἄλληλα τὰ δύο διενεχθήσεται· πᾶσα γὰρ ἀνάγκη κατάλληλον εἶναι καὶ οἰκείαν ὁμολογεῖν τῇ φύσει καὶ τὴν προαίρεσιν, καὶ εἰ ἀνομοίως ἔχοιεν κατὰ τὴν φύσιν, ἀνόμοια εἶναι καὶ τὰ θελήματα.

τῆς δὲ δυνάμεως ἐφ᾽ ἑκατέρων ἱκανῶς ἐχούσης, οὐθέτερον ἀτονήσει πρὸς τὴν ἐκπλήρωσιν τοῦ ἰδίου θελήματος· καὶ εἰ τοσοῦτον ἑκάτερον δύναιτο, ὅσον καὶ βούλεται, εἰς ἀμφήριστον ἑκατέροις ἡ ἀρχὴ καταστήσεται, τῷ ἀνενδεεῖ τῆς δυνάμεως εἰς τὸ ἀντίπαλον προϊοῦσα. καὶ οὕτω τὸ τῶν Μανιχαίων δόγμα παρεισδύσεται, δύο τινῶν ἐναντίων ἀλλήλοις ἐν τῷ λόγῳ τῆς ἀρχῆς ἀντιφανέντων, τῷ διαλλάσσοντι τῆς φύσεως καὶ τῆς προαιρέσεως πρὸς τὸ ἀντικείμενον διατμηθέντων. καὶ γίνεται αὐτοῖς ἡ τῆς ἐλαττώσεως κατασκευὴ τῶν Μανιχαϊκῶν δογμάτων ἀρχή. τὸ γὰρ τῆς οὐσίας ἀσύμφωνον εἰς δύο ἀρχὰς περιΐστησι τὸ δόγμα, καθὼς ὁ λόγος ὑπέδειξε, τῷ κτιστῷ καὶ τῷ ἀκτίστῳ διῃρημένας.

Ἀλλὰ ταῦτα μὲν ἴσως βεβιασμένην ἔχοντα τὴν τοῦ ἀτόπου κατασκευὴν οἱ πολλοὶ αἰτιάσονται καὶ οὐδὲ γεγράφθαι τὸ παράπαν μετὰ τῶν λοιπῶν ἀξιώσουσιν. ἔστω ταῦτα· οὐδὲ ἡμεῖς ἀντιλέγομεν. οὐδὲ γὰρ κατ᾽ οἰκείαν ὁρμήν, ἀλλὰ διὰ τοὺς ἀντιμαχομένους εἰς τὴν τοιαύτην περιεργίαν ἐκβαλεῖν τὸν λόγον ἐκ τῆς ἀκολουθίας προήχθημεν. εἰ δὲ οὐ χρὴ ταῦτα λέγειν, πολὺ πρότερον σιωπᾶσθαι προσήκει τῶν ἐναντίων τὸν λόγον τὸν τῆς τοιαύτης ἀντιρρήσεως τὰς ἀφορμὰς παρεχόμενον. οὐ γὰρ ἔστιν ἑτέρως ἐπισχεῖν τὸν τοῖς πονηροῖς ἀντιλέγοντα, μὴ τὴν ὑπόθεσιν ἐξελόντα τῆς ἀντιρρήσεως. πλὴν ἡδέως ἂν συμβουλεύσαιμι τοῖς οὕτω διακειμένοις μικρόν τι τῆς φιλονεικίας ἔξω γενέσθαι καὶ μὴ λίαν ἐκθύμως τῶν οἰκείων ὑπερμαχεῖν ὑπολήψεων, αἷς ἤδη προειλημμένοι τυγχάνουσι, μηδὲ πανταχόθεν ἀναζητεῖν, ὅπως ἂν τὸ πλέον ἔχοιεν τῶν ἀντιτεταγμένων, ἀλλ᾽ ὡς ὑπὲρ ψυχῆς ὄντος τοῦ δρόμου, μόνῳ τῷ συμφέροντι πείθεσθαι καὶ τῇ ἀληθείᾳ διδόναι τὰ νικητήρια. εἰ τοίνυν τοῦ φιλονεικεῖν τις ἀποστὰς αὐτὸν ἐφ᾽ ἑαυτοῦ διασκοποῖτο τὸν λόγον, οὐ χαλεπῶς εὑρήσει τὴν ἐμφαινομένην ἀτοπίαν τῷ δόγματι.

Ὑποθώμεθα γὰρ συγχωρεῖσθαι κατὰ τὸν λόγον τῶν ὑπεναντίων τὴν 〈ἀγεννησίαν〉 οὐσίαν εἶναι καὶ πάλιν ὡσαύτως τὴν γέννησιν εἰς οὐσίαν ἀναλαμβάνεσθαι. οὐκοῦν εἴ τις ἀκριβῶς τῇ διανοίᾳ τῶν λεγομένων ἀκολουθήσειε, τὸ Μανιχαϊκὸν αὐτοῖς δόγμα διὰ τῆς ὁδοῦ ταύτης ἀναπλασθήσεται, εἴπερ κακοῦ πρὸς ἀγαθὸν καὶ φωτὸς πρὸς σκότος καὶ πάντων τῶν τοιούτων κατὰ τὸ ἐναντίον τῆς φύσεως τὴν ἀντίθεσιν δογματίζειν τοῖς Μανιχαίοις δοκεῖ. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, ῥᾳδίως οἶμαι συνθήσεσθαι τὸν μὴ ῥᾳθύμως παραδραμόντα τὸν λόγον. οὑτωσὶ δὲ διασκεψώμεθα. ἑκάστῳ τῶν ὑποκειμένων προσφυῆ τινα πάντως ἐπιθεωρεῖται γνωρίσματα, δι᾽ ὧν τὸ ἰδιάζον τῆς ὑποκειμένης ἐπιγινώσκεται φύσεως, εἴτε ἐπὶ τῆς τῶν ζῴων διαφορᾶς ἐξετάζοις τὸν λόγον εἴτε καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. οὐ γὰρ τοῖς αὐτοῖς τὸ ξύλον καὶ τὸ ζῷον χαρακτηρίζεται, οὐδὲ ἐν τοῖς ζῴοις ἐπικοινωνεῖ τὰ τοῦ ἀνθρώπου γνωριστικὰ σημεῖα πρὸς τὴν ἄλογον φύσιν, οὐδ᾽ αὖ πάλιν τὰ αὐτὰ δείκνυσι τήν τε ζωὴν καὶ τὸν θάνατον, ἀλλ᾽ ἐπὶ πάντων ἁπαξαπλῶς, καθὼς εἴρηται, ἄμικτός τίς ἐστι καὶ ἀκοινώνητος ἡ τῶν ὑποκειμένων διάκρισις, οὐδὲν τοῖς τῶν ἐπιθεωρουμένων γνωρίσμασι διά τινος κοινωνίας συγχεομένη. κατὰ τοίνυν τὴν ἀκολουθίαν ταύτην ἐξετασθήτω τῶν ὑπεναντίων ὁ λόγος. τὴν 〈ἀγεννησίαν〉 οὐσίαν φασὶ καὶ τὴν γέννησιν ὡσαύτως εἰς οὐσίαν ἀνάγουσιν.

ἀλλ᾽ ὥσπερ ἀνθρώπου καὶ λίθου ἕτερα καὶ οὐ τὰ αὐτὰ γνωρίσματα (οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης ἑκατέρου λόγον ἐμψύχου τε καὶ ἀψύχου τὸ τί ἐστιν ὁριζόμενος), οὕτω πάντως ἄλλοις μὲν γνωρίζεσθαι τὸν ἀγέννητον σημείοις δώσουσιν, ἑτέροις δὲ τὸν γεννητόν. οὐκοῦν θεωρήσωμεν τὰ ἰδιάζοντα τοῦ ἀγεννήτου θεοῦ ὅσα εὐσεβῶς λέγειν τε καὶ νοεῖν παρὰ τῆς ἁγίας γραφῆς περὶ αὐτοῦ μεμαθήκαμεν.

Τίνα οὖν ἔστι ταῦτα; οὐδένα οἶμαι τῶν Χριστιανῶν ἀγνοεῖν ὅτι ἀγαθὸς ὅτι χρηστὸς ὅτι ἅγιος δίκαιός τε καὶ ὅσιος ἀόρατός τε καὶ ἀθάνατος, φθορᾶς τε καὶ τροπῆς καὶ ἀλλοιώσεως ἀνεπίδεκτος, δυνατὸς σοφὸς εὐεργέτης κύριος κριτὴς πάντα τὰ τοιαῦτα. τί γὰρ δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα παρατείνειν τὸν λόγον; εἰ οὖν ταῦτα ἐν τῇ ἀγεννήτῳ φύσει καταλαμβάνομεν, τὸ δὲ γεννηθῆναι τῷ μὴ γεννηθῆναι ὑπεναντίως ἔχει κατὰ τὴν ἔννοιαν, ἀνάγκη πᾶσα συνθέσθαι τοὺς τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν οὐσίαν εἶναι ὁριζομένους κατὰ λόγον τῆς τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον ἀντιθέσεως καὶ τὰ γνωριστικὰ σημεῖα τῆς γεννητῆς οὐσίας ὑπεναντίως ἔχειν τοῖς ἐπιθεωρουμένοις τῇ ἀγεννήτῳ φύσει. εἰ γὰρ τὰ αὐτὰ λέγοιεν, οὐκέτι τὸ ἑτεροῖον τῆς τῶν ὑποκειμένων φύσεως διὰ τῆς ταὐτότητος τῶν ἐπιθεωρουμένων συστήσεται. τῶν γὰρ ἑτεροίως ἐχόντων ἕτερα χρὴ πάντως εἶναι καὶ τὰ γνωρίσματα οἴεσθαι, ὅσα δὲ ὡσαύτως κατὰ τὸν λόγον τῆς οὐσίας ἔχει, τοῖς αὐτοῖς δηλαδὴ σημείοις χαρακτηρίζεται. εἰ μὲν οὖν τὰ αὐτὰ καὶ τῷ μονογενεῖ προσμαρτυροῦσιν, οὐδεμίαν, καθὼς εἴρηται, περὶ τὸ ὑποκείμενον διαφορὰν ἐννοοῦσιν.

εἰ δὲ τοῖς βλασφήμοις ἐπιμένοιεν λόγοις καὶ τὸ παρηλλαγμένον τῆς φύσεως ἐν τῇ διαφορᾷ τοῦ γεννητοῦ καὶ τοῦ ἀγεννήτου κατασκευάζοιεν, εὔκολον συνιδεῖν πάντως τὸ ἐκ τῆς ἀκολουθίας ἀναφαινόμενον, ὅτι, κατὰ τὴν τῶν ὀνομάτων ἀντίθεσιν καὶ τῆς φύσεως τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων ὑπεναντίως ἔχειν πρὸς ἑαυτὴν νομισθείσης, ἀνάγκη πᾶσα καὶ τὰ ἐπιθεωρούμενα ἑκατέροις πρὸς τὸ ἐναντίον διενεχθῆναι, ὥστε τῶν ἐπὶ τοῦ πατρὸς λεγομένων τὰ ἀντικείμενα τῷ μονογενεῖ ἐφαρμόζεσθαι, θεότητος ἁγιασμοῦ ἀγαθότητος ἀφθαρσίας ἀϊδιότητος καὶ εἴ τι ἄλλο τὸν ἐπὶ πάντων θεὸν διὰ τῶν εὐσεβῶν ἡμῖν νοημάτων παρίστησιν· ὥστε πάντα τὰ ἀπεμφαίνοντα καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἀντιδιαστελλόμενα τῆς γεννητῆς ἴδια νομίζειν οὐσίας εἶναι.

Σαφηνείας δὲ χάριν προσδιατριπτέον ἡμῖν ἐστι τῷ τόπῳ. ὥσπερ τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἐναντίοις οὖσι κατὰ τὴν φύσιν (ὑποκείσθω δὲ τῷ λόγῳ πῦρ τε καὶ κρύσταλλος, ἐκεῖνο ἑκάτερον ὂν ὅπερ οὐκ ἔστι τὸ ἕτερον) καὶ τὰ ἰδίως ἑκατέρῳ τούτων ἐπιφαινόμενα παρηλλαγμένως ἔχει πάντως πρὸς ἄλληλα (ἴδιον γὰρ τοῦ μὲν κρυστάλλου ἡ ψῦξις, τοῦ δὲ πυρὸς ἡ θερμότης), οὕτως εἴπερ κατὰ τὴν ἐν τοῖς ὀνόμασιν ἐναντίωσιν ἐπὶ τοῦ ἀγεννήτου καὶ γεννητοῦ καὶ ἡ διὰ τῶν ὀνομάτων δηλουμένη φύσις πρὸς τὸ ἀντικείμενον διασταίη, οὐκ ἐνδέχεται τὰς δυνάμεις τῶν κατὰ φύσιν ὑπεναντίων ὁμοίας ἀλλήλαις εἶναι, ὡς οὐκ ἐνδέχεται οὔτε ἐν πυρὶ τὴν ψύξιν οὔτε ἐν κρυστάλλῳ γενέσθαι τὴν πύρωσιν. εἰ οὖν ἐν τῇ ἀγεννήτῳ οὐσίᾳ ἡ ἀγαθότης νοεῖται, διέστηκε δέ, καθὼς ἐκεῖνοί φασιν, ἐν τῷ λόγῳ τῆς φύσεως πρὸς τὴν γεννητὴν ἡ ἀγέννητος, συνδιαστήσεται πάντως καὶ τοῦ ἀγεννήτου τὸ ἴδιον ἀπὸ τοῦ κατὰ τὸ γεννητὸν ἰδιάζοντος· ὥστε εἰ ἐν ἐκείνῳ τὸ ἀγαθόν, ἐν τούτῳ νοεῖσθαι τὸ τῷ ἀγαθῷ ἀντικείμενον. καὶ οὕτως ἡμῖν διὰ τῶν σοφῶν τούτων δογματιστῶν πάλιν ὁ Μάνης ἀναβιώσεται, τὴν τῆς κακίας φύσιν ἀντιπαρεξάγων τῷ ἀγαθῷ καὶ τῇ τῶν οὐσιῶν ἑτερότητι δογματίζων τὸ ἐν ταῖς δυνάμεσιν αὐτῶν ἀντικείμενον.

Εἰ δὲ χρὴ μηδὲν ὑποστειλάμενον μετὰ παρρησίας εἰπεῖν, συγγνωστότερος τούτων ὁ Μάνης εἰκότως ἂν εἶναι νομίζοιτο, ὃν πρῶτόν φασι τοῖς δόγμασι τῶν Μανιχαίων ἐπιτολμήσαντα ἀφ᾽ ἑαυτοῦ κατονομάσαι τὴν αἵρεσιν. λέγω δὲ ταῦτα, ὡς ἂν εἴ τις ἐχίδνης καὶ ἀσπίδος τὴν φιλανθρωποτέραν ἐκλέγοιτο· πλὴν ἀλλ᾽ ἐπειδή ἐστι καὶ ἐν θηρίοις τοῦ χείρονος κρίσις, οὐχὶ τούτων ἐκείνους ἀνεκτοτέρους εἶναι δοκιμαζόμενα τὰ δόγματα δείκνυσιν; ὁ μὲν γὰρ συναγορεύειν ᾤετο τῷ τῶν ἀγαθῶν αἰτίῳ, ὡς οὐδεμιᾶς κακῶν αἰτίας ἀπ᾽ ἐκείνου τὴν ἀρχὴν λαβούσης, καὶ διὰ τοῦτο εἰς ἑτέραν ἀρχὴν ἰδιάζουσαν τῶν πρὸς τὸ χεῖρον ἀριθμουμένων πάντων τὴν αἰτίαν ἀνῆψεν οἷον ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ τῶν ὅλων, ὡς οὐκ εὐαγὲς ὂν τὴν τῶν ἀγαθῶν πηγὴν καὶ τῶν παρὰ λόγον πλημμελουμένων ἐπαιτιᾶσθαι, οὐ συνιεὶς ὑπὸ μικροψυχίας, ὅτι δυνατὸν ἦν μήτε κακῶν δημιουργὸν τὸν θεὸν οἴεσθαι μήτε ἄλλο τι ἄναρχον παρὰ τὸν θεὸν φαντασθῆναι. περὶ ὧν πολὺς ὁ λόγος καὶ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ. καὶ οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι ἐκεῖνος μὲν ἀφιστᾶν ᾤετο δεῖν ἀπὸ τοῦ θεοῦ τῶν ὅλων τὴν τῆς κακίας ἀρχήν, οὗτοι δὲ κἀκείνων χαλεπωτέραν κατασκευάζουσι τὴν ἔκτοπον ταύτην κατὰ τοῦ υἱοῦ βλασφημίαν.

τῶν μὲν γὰρ κακῶν τὴν φύσιν παραπλησίως ἐκείνοις διὰ τῆς κατὰ τὴν οὐσίαν ἐναντιότητος δογματίζουσιν [ὃν υἱὸν ὀνομάζουσιν·] ἐν ᾧ δὲ πάλιν τοῦ τοιούτου πλάσματος τὸν θεὸν τῶν ὅλων δημιουργὸν ἀποφαίνονται, παρ᾽ οὗ φασι τὴν 〈γέννησιν〉 ἐργασθεῖσαν οὐσίαν ἀλλοτρίως ἔχειν κατὰ τὴν φύσιν πρὸς τὸν ποιήσαντα, ἐν τούτῳ τὸ πλέον εἰς ἀσέβειαν παρὰ τοὺς μνημονευθέντας ἔχουσιν, ὅτι οὐ μόνον ὑπόστασιν διδόασι τῷ ἐναντίως πρὸς τὸ ἀγαθὸν κατὰ τὴν φύσιν ἔχοντι, ἀλλ᾽ ὅτι τὸν ἀγαθὸν θεὸν ἄλλου θεοῦ τοῦ κατὰ τὴν φύσιν διηλλαγμένου λέγουσιν αἴτιον εἶναι, μονονουχὶ φανερῶς βοῶντες ἐν τῷ δόγματι, ὅτι ἔστι τι ὑπεναντίον τῇ τοῦ ἀγαθοῦ φύσει, παρ᾽ αὐτοῦ ἔχον τοῦ ἀγαθοῦ τὴν ὑπόστασιν. τῆς γὰρ τοῦ πατρὸς οὐσίας ἀγαθῆς εἶναι πεπιστευμένης, τῆς δὲ τοῦ υἱοῦ διὰ τὸ μὴ ὡσαύτως ἔχειν τῷ πατρὶ κατὰ τὸν τῆς φύσεως λόγον, καθὼς δοκεῖ τῇ αἱρέσει, ἐν τοῖς ἐναντίοις κατὰ τὸ ἀκόλουθον εὑρισκομένης, τί διὰ τούτων κατασκευάζεται; τὸ καὶ ὑφεστάναι τὸ τῷ ἀγαθῷ ἀντικείμενον καὶ ἐξ αὐτοῦ τοῦ ἀγαθοῦ ὑποστῆναι τὸ ὑπεναντίον τῇ φύσει. τοῦτό φημι καὶ τῆς τῶν Μανιχαίων ἀτοπίας εἶναι φρικτότερον.

Εἰ δὲ ἀρνοῦνται τῷ λόγῳ τὸ βλάσφημον, ὅπερ ἡ ἀκολουθία τοῦ δόγματος δείκνυσι, φασὶ δὲ τῶν ἀγαθῶν τοῦ πατρὸς τὸν μονογενῆ κεκληρονομηκέναι, μὴ υἱὸν ἀληθῶς ὄντα κατὰ τὴν τῶν εὐσεβῶν δόξαν, ἀλλὰ διὰ κτίσεως τὴν ὑπόστασιν ἔχοντα, καὶ τοῦτο πάλιν κατεξετάσωμεν, εἰ δυνατόν ἐστι συστῆναι κατὰ τὸν εἰκότα λόγον τὴν τοιαύτην ὑπόνοιαν. ἐὰν γὰρ δοθῇ κατὰ τὸν λόγον αὐτὼν μὴ ἀληθῶς υἱὸν ὄντα κεκληρονομηκέναι τῶν πάντων τὸν κύριον, ἀλλὰ κτισθέντα καὶ ποιηθέντα τῶν ὁμογενῶν ἄρχειν, πῶς καταδέξεται καὶ οὐ συστασιάσει ἡ λοιπὴ κτίσις ἐκ τοῦ ὁμοφύλου πρὸς τὸ ὑποχείριον ἀπωσθεῖσα, εἰ μηδὲν κατὰ τὴν φύσιν ἔλαττον ἔχουσα (κτιστὴ γὰρ καὶ αὐτὴ ὥσπερ κἀκεῖνος) ἔπειτα τῷ ὁμοφύλῳ δουλεύειν καὶ ὑποκύπτειν καταδικάζοιτο; τυραννίδι γὰρ ὅμοιον τὸ τοιοῦτο, μὴ τῇ τῆς οὐσίας ὑπεροχῇ τὸ κράτος νέμειν, ἀλλὰ μενούσης ἐν τῷ ὁμοτίμῳ τῆς φύσεως μερισθῆναι τὴν κτίσιν εἰς δουλείαν καὶ κυριότητα, ὥστε ἐν αὐτῇ τὸ μέν τι ἄρχειν, τὸ δὲ ὑποχείριον εἶναι, καθάπερ ἐκ διακληρώσεως τούτου τοῦ ἀξιώματος συντυχικῶς προσγενομένου τῷ κατὰ τὸν κλῆρον λαβόντι τὴν τῶν ὁμοίων προτίμησιν. οὐδὲ γὰρ ἄνθρωπος ὁμοτίμως ἔχων πρὸς τὴν ὑποχείριον φύσιν τὴν κατὰ τῶν ἀλόγων ἀρχὴν ἐκληρώσατο, ἀλλὰ προτερεύων τῷ λόγῳ κυριεύει τῶν ἄλλων, τῷ πρὸς τὸ κρεῖττον αὐτῷ παρηλλάχθαι τὴν φύσιν προτεταγμένος.

αἱ δὲ ἀνθρώπιναι δυναστεῖαι τούτου χάριν ἀγχιστρόφους ἔχουσι τὰς μεταβολάς, ὅτι οὐ δέχεται τὸ κατὰ τὴν φύσιν ὁμότιμον μὴ ἰσομοιρεῖν [ἐν] τῷ κρείττονι, ἀλλά τις ἔγκειται φυσικὴ πᾶσιν ἐπιθυμία πρὸς τὸ ἐπικρατοῦν ἐξισάζεσθαι, ὅταν ὁμόφυλον ᾖ. πῶς δὲ ἀληθὲς ἔσται τὸ πάντα δι᾽ αὐτοῦ γεγενῆσθαι, ἐὰν ἀληθὲς ᾖ τὸ καὶ αὐτὸν νὸν υἱὸν ἕν τι τῶν γεγονότων εἶναι; ἤτοι γὰρ καὶ ἑαυτὸν πεποιηκὼς ἔσται, ἵνα μὴ ψεῦδος τὸ γεγραμμένον ᾖ ὅτι Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ οὕτω κατ᾽ αὐτῶν ἰσχύσει τὸ ἄτοπον ὃ κατὰ τοῦ δόγματος ἡμῶν ἐσοφίσαντο τὸ αὐτὸν ὑφ᾽ ἑαυτοῦ γενέσθαι λέγειν, ἢ εἴπερ τοῦτο παράλογον καὶ φύσιν οὐκ ἔχον, ἀσύστατον πάντως ἐκεῖνο δειχθήσεται, τὸ τὴν κτίσιν πᾶσαν δι᾽ αὐτοῦ γεγενῆσθαι διϊσχυρίζεσθαι. ἡ γὰρ τοῦ ἑνὸς ὑπεξαίρεσις ψευδῆ τὸν περὶ πάντων κατασκευάζει λόγον, ὥστε ἐκ μὲν τοῦ κτιστὸν εἶναι τὸν μονογενῆ διορίζεσθαι δύο πονηρῶν καὶ ἀτόπων τὸ ἕτερον πάντως ὁ λόγος οὐ διαφεύξεται, ἢ τὸ μὴ εἶναι πάντων αὐτὸν τῶν γεγονότων αἴτιον, εἴπερ αὐτὸς ἐκεῖνος ὑπεξαιροῖτο τῶν πάντων, ὃν ἓν τῶν ἔργων διϊσχυρίζονται, ἢ τὸ καὶ ἑαυτοῦ ποιητὴν ἀποδείκνυσθαι, εἴπερ μὴ ψεύδεται ὁ μηδὲν τῶν γεγονότων χωρὶς ἐκείνου γεγενῆσθαι κηρύξας.

Τὰ μὲν οὖν παρ᾽ ἐκείνων τοιαῦτα. εἰ δέ τις τῇ ὑγιαινούσῃ διδασκαλίᾳ προσέχων ἐκ τῆς θείας τε καὶ ἀκηράτου φύσεως τὸν υἱὸν εἶναι πιστεύοι, πάντα συνῳδὰ τῷ τῆς εὐσεβείας ἀναφανήσεται δόγματι, τὸ ποιητὴν εἶναι τῶν πάντων τὸν κύριον, τὸ βασιλεύειν τῶν ὄντων, οὐ κατὰ ἀποκλήρωσιν ἢ κατὰ τυραννικήν τινα δυναστείαν τῶν ὁμοφύλων προτεταγμένον, ἀλλὰ τῇ τῆς φύσεως ὑπεροχῇ τὸ κατὰ πάντων ἔχοντα κράτος, καὶ ἔτι πρὸς τούτοις τὸ μὴ εἰς διαφόρους ἀρχὰς τῇ ἑτερότητι τῆς φύσεως διῃρημένας τὸ τῆς μοναρχίας δόγμα καταμερίζεσθαι, ἀλλὰ μίαν θεότητα, μίαν ἀρχήν, μίαν τῶν πάντων ἐξουσίαν εἶναι πιστεύειν, ἐν τῇ τῶν ὁμοίων συμφωνίᾳ τῆς θεότητος θεωρουμένης καὶ διὰ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον τὴν διάνοιαν ἀγούσης, ὡς τῆς πάντων μὲν ἀρχῆς, ἥτις ἐστὶν ὁ κύριος, διὰ τοῦ ἁγίου πνεύματος ταῖς ψυχαῖς ἐλλαμπούσης (ἀμήχανον γὰρ ἄλλως θεωρηθῆναι τὸν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καθώς φησιν ὁ ἀπόστολος), διὰ δὲ τοῦ κυρίου, ὅς ἐστιν ἡ πάντων ἀρχή, τῆς ἐπέκεινα πάσης ἀρχῆς ἡμῖν εὑρισκομένης, ἥτις ἐστὶν ὁ ἐπὶ πάντων θεός· οὐδὲ γὰρ δυνατόν ἐστιν ἄλλως τὸ ἀρχέτυπον ἀγαθὸν ἐπιγνωσθῆναι, μὴ ἐν τῇ εἰκόνι τοῦ ἀοράτου φαινόμενον.

ὥσπερ δέ τινα δίαυλον ἀνακάμπτοντες μετὰ τὸ κεφάλαιον τῆς θεογνωσίας, αὐτὸν λέγω τὸν ἐπὶ πάντων θεόν, διὰ τῶν προσεχῶν τε καὶ οἰκείων τῇ διανοίᾳ τρέχοντες ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πρὸς τὸ πνεῦμα ἀναχωροῦμεν. ἐν περινοίᾳ γὰρ τοῦ ἀγεννήτου φωτὸς καταστάντες ἐκεῖθεν πάλιν τὸ ἐξ αὐτοῦ φῶς κατὰ τὸ προσεχὲς ἐνοήσαμεν οἷον ἀκτῖνά τινα τῷ ἡλίῳ συνυφισταμένην, ἧς ἡ μὲν αἰτία τοῦ εἶναι ἐκ τοῦ ἡλίου, ἡ δὲ ὕπαρξις ὁμοῦ τῷ ἡλίῳ, οὐ χρόνοις ὕστερον προσγινομένη, ἀλλ᾽ ὁμοῦ τῷ ὀφθῆναι τὸν ἥλιον ἐξ αὐτοῦ συναναφαινομένη· μᾶλλον δὲ (οὐ γὰρ ἀνάγκη πᾶσα τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις κατὰ τοῦ λόγου λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ) οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ᾽ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα κάλλει δυνάμει λαμπηδόνι μεγέθει φαιδρότητι καὶ πᾶσιν ἅπαξ τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις. καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι᾽ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός, φῶς μέντοι καὶ αὐτὸ καθ᾽ ὁμοιότητα τοῦ προεπινοηθέντος λάμπον καὶ φωτίζον καὶ τὰ ἄλλα πάντα τὰ τοῦ φωτὸς ἐργαζόμενον.

οὐδὲ γὰρ ἔστι φωτὶ πρὸς ἕτερον φῶς κατ᾽ αὐτὸ τοῦτο παραλλαγή, ὅταν κατ᾽ οὐδὲν τῆς φωτιστικῆς χάριτος ἐνδέον ἢ ὑστερούμενον φαίνηται, ἀλλὰ πάσῃ τελειότητι πρὸς τὸ ἀκρότατον ἐπηρμένον μετὰ πατρὸς καὶ υἱοῦ θεωρεῖται, μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖται, καὶ δι᾽ ἑαυτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς τὸ ἐν πατρὶ καὶ υἱῷ πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζεται.