Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Τα θεία ονόματα, η έννοια του Πατρός και του αγεννήτου

Ανάλυση της διπλής σημασίας του ονόματος του Πατρός, κριτική της αυθαίρετης χρήσης του όρου «αγέννητος» από τον Ευνόμιο και υπεράσπιση της θείας απλότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 14

Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. ἐπεὶ δὲ πολύς ἐστιν εὐροῶν ταῖς λοιδορίαις καὶ πάσης μὲν ἀρχῆς κατασκευὴν τὴν ὕβριν ποιούμενος, ἀντὶ δὲ πάσης ἀποδείξεως τῶν ἀμφισβητουμένων τὴν λοιδορίαν ἐπάγων, φέρε καὶ ὅσα περὶ τῆς τοῦ ἀγεννήτου φωνῆς συκοφαντῶν τὸν διδάσκαλον ἡμῶν καὶ εἰς αὐτὸν ἐκεῖνον καὶ εἰς τὸν λόγον ἐξύβρισε, βραχέα διελέγχωμεν. παρέθετο τοῦ διδασκάλου περὶ τούτων λέξιν ἔχουσαν οὕτως· “Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ᾽ οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτοῦ, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ· ὁ γὰρ ὄντως πατὴρ καὶ μόνος ἐξ οὐδενός ἐστιν ἑτέρου, τὸ δὲ ἐξ οὐδενὸς ταὐτόν ἐστι τῷ ἀγεννήτῳ.„ τίνα οὖν ἐπάγει τοῖς εἰρημένοις ἀπόδειξιν τοῦ κακῶς εἰρῆσθαι τὸν λόγον τοῦτον ἀκούσωμεν. 〈τὴν μὲν οὖν ἀνωμαλίαν τῶν λόγων ἣν ἐκ προπετείας οὐχ ἧττον ἢ πονηρίας ἀναιδοῦς τοῖς ἑαυτοῦ καταμίγνυσιν ἐγχειρήμασι, τῷ τῆς γνώμης ἀστηρίκτῳ καὶ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιφερόμενος〉.

ὁρᾶτε τὸ εὔστοχον τῆς ἀπαντήσεως, ὡς τεχνικῶς κατὰ τὴν λογικὴν αὐτοῦ ἐντρέχειαν ἐκείνην διαλύει μὲν τῶν εἰρημένων τὴν δύναμιν, ἀντεισάγει δὲ τὴν εὐσεβεστέραν ὑπόληψιν. 〈ἀνώμαλος〉, φησί, 〈τὸν λόγον, προπετὴς οὐχ ἧττον ἢ πονηρὸς τὴν γνώμην, ἀστήρικτος τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιφερόμενος〉. πόθεν ταῦτα καὶ ἐκ ποίας αἰτίας παροξυνθεὶς ὁ τὴν γνώμην ἐστηριγμένος καὶ τοῖς λογισμοῖς ὑγιαίνων φησί; τίνος μάλιστα καταγνοὺς τῶν εἰρημένων; ὅτι τὴν ἔννοιαν δέχεται τοῦ ἀγεννήτου, τὴν δὲ φωνὴν ὡς κακῶς ἐκληφθεῖσαν παρὰ τῶν διαστρεφόντων σιωπῆς ἀξίαν φησί; τί γάρ; μὴ ἐν ῥήμασι καὶ προφορᾷ τὸ ἀσφαλὲς κινδυνεύει τῆς πίστεως, τῆς δὲ κατὰ τὴν διάνοιαν ἀκριβείας λόγος οὐδείς; ἢ οὐχὶ προηγουμένως τῇ καρδίᾳ καθαρεύειν ἀπὸ τῶν πονηρῶν ἐννοημάτων ὁ τῆς ἀληθείας παρακελεύεται λόγος, ῥήμασι δὲ κεχρῆσθαι πρὸς δήλωσιν τῶν τῆς ψυχῆς κινημάτων, δι᾽ ὧν ἂν ᾖ δυνατὸν ἐνδείξασθαι τοῦ νοῦ τὸ ἀπόρρητον, οὐδὲν περὶ τὸν τοιόνδε τῆς φωνῆς ἦχον μικρολογούμενον; οὐ γὰρ τὸ οὕτως ἢ ὡς ἑτέρως εἰπεῖν αἴτιον τῆς ἐν ἡμῖν διανοίας καθίσταται, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας νόημα τῶν τοιῶνδε λόγων τὴν αἰτίαν ἐνδίδωσιν· Ἐκ γὰρ τοῦ περισσεύματος, φησί, τῆς καρδίας τὸ στόμα λαλεῖ.

καὶ τῶν νοηθέντων ἑρμηνέα τὸν λόγον ποιούμεθα, οὐ τὸ ἔμπαλιν τὴν διάνοιαν ἀφ᾽ ὧν λέγομεν συναγείρομεν· κἂν μὲν ἀμφότερα συμβαίνῃ, καὶ νοεῖν δεξιῶς καὶ ἑρμηνεύειν, ἄρτιος δι᾽ ἑκατέρων ὁ ἄνθρωπος, εἰ δὲ τὸ ἕτερον λίποι, ὀλίγη τῷ ἰδιώτῃ κατὰ τὸν λόγον ἐστὶν ἡ ζημία, τῆς κατὰ ψυχὴν γνώσεως πρὸς τὸ ἀγαθὸν κατηρτισμένης. Ὁ λαός, φησίν, οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ, τί τούτῳ σημαίνων; ὅτι προτιμοτέρα παρὰ θεῷ κριτῇ τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι ἡ τῆς ψυχῆς πρὸς τὴν ἀλήθειαν σχέσις τῆς ἐν ῥήμασιν εὐπρεπείας τοῦ λόγου. τούτοις μὲν γὰρ ἔστι καὶ πρὸς τὸ ἐναντίον συγχρήσασθαι, κατὰ τὴν ἐξουσίαν τοῦ φθεγγομένου πρὸς τὸ δοκοῦν εὐκόλως ὑπηρετούσης τῆς γλώττης· ἡ δὲ τῆς ψυχῆς διάθεσις, ὅπως ἂν ἔχουσα τύχῃ, οὕτως ὁρᾶται τῷ εἰς τὰ κρύφια βλέποντι.

Τίνος οὖν χάριν 〈ἀνώμαλος καὶ προπετὴς οὐχ ἧττον ἢ πονηρὸς ὁ τὸ〉 μὲν εὐσεβῶς νοούμενον ἐκ τῆς τοῦ ἀγεννήτου φωνῆς καὶ ὁμολογῶν καὶ δεχόμενος, τὸ δὲ ὅσον συντελεῖ πρὸς ἀσέβειαν τοῖς 〈εἰς〉 τὰ δόγματα παρανομοῦσι, τοῦτο σιωπᾶσθαι κελεύων; εἰ μὲν γὰρ ἔλεγεν μὴ δεῖν ἀγέννητον νοεῖν τὸν θεόν, εἶχεν ἂν ἴσως καιρὸν ταύταις καὶ ἔτι τούτων χαλεπωτέραις κατ᾽ αὐτοῦ κεχρῆσθαι ταῖς λοιδορίαις. εἰ δὲ τοῦτο μὲν ὁμολογεῖ κατὰ τὴν κοινὴν τῶν εὐσεβούντων ὑπόληψιν, οἱονεὶ δὲ γνώμην δίδωσι διδασκαλικῇ διαθέσει πρέπουσαν ὅτι Ἀπέχου τῆς φωνῆς ταύτης, εἰς ἣν ἐντεῦθεν ἡ τῆς καταστροφῆς ὑπόθεσις τὴν ἀρχὴν ἔχει, τὴν δὲ ἔννοιαν ἔχειν περὶ τοῦ ἀγέννητον εἶναι τὸν θεὸν καὶ δι᾽ ἑτέρων ὀνομάτων κελεύει, οὐδὲν διὰ ταῦτα τῶν λοιδοριῶν τούτων ἄξιος. ἢ οὐχὶ καὶ παρὰ τῆς ἀληθείας ταῦτα ποιεῖν ἐδιδάχθημεν μηδὲ τῶν σφόδρα τιμίων ἀντέχεσθαι, ἐάν τι τούτων εἰς κακὸν συντελῇ; ὀφθαλμὸν δεξιὸν καὶ πόδα καὶ χεῖρα ὡσαύτως ἀποτέμνειν κελεύων, ὅταν σκανδαλίζῃ τι τούτων, τί ἄλλο διὰ τοῦ αἰνίγματος τούτου ποιεῖν ὑποτίθεται ἢ οὐχὶ καὶ τὰ δοκοῦντα καλῶς ἔχειν, εἰ πρός τι κακὸν ἐξ ἀβουλίας τῶν χρωμένων ἀπάγει τὸν ἄνθρωπον, ἀργὰ καὶ ἄπρακτα ποιεῖ εἶναι, ὡς λυσιτελέστερον ὂν τῶν πρὸς ἁμαρτίαν χειραγωγούντων ἀκρωτηριασθέντα σωθῆναι ἢ τούτων περιεχόμενον δι᾽ αὐτῶν ἀπολέσθαι. τί δὲ ὁ μιμητὴς τοῦ Χριστοῦ Παῦλος;

καὶ αὐτὸς ἐν τῷ βάθει τῆς σοφίας τὰ αὐτὰ δογματίζει. ὁ γὰρ πάντα καλὰ προσειπὼν καὶ μηδὲν ἀπόβλητον, εἰ μετ᾽ εὐχαριστίας μεταλαμβάνεται, ἔστιν ὅτε διὰ τὴν συνείδησιν τοῦ ἀσθενοῦντος ἀθετεῖ τινα πάλιν, ἐξ ὧν ἀπεδέξατο, καὶ παραιτεῖσθαι κελεύει. εἰ γὰρ διὰ βρῶμα, φησίν, ὁ ἀδελφός μου λυπεῖται, Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. τοῦτο τοίνυν καὶ ὁ μιμητὴς Παύλου ποιεῖ, ὃς τῇ πονηρᾷ τῆς αἱρέσεως χρήσει διὰ τῆς τοῦ ἀγεννήτου λέξεως ἰσχυροποιουμένην ἰδὼν τὴν ἀπάτην τῶν διὰ τοῦ ῥήματος τούτου τὸ ἀνόμοιον δογματιζόντων συνεβούλευε τὴν μὲν εὐσεβῆ περὶ τοῦ ἀγεννήτου διάνοιαν ταῖς ψυχαῖς διασῴζειν, τὴν δὲ λέξιν ὡς ἁμαρτίας γενομένην τοῖς ἀπολλυμένοις ἐφόδιον μὴ λίαν σπουδάζεσθαι· τὴν γὰρ τοῦ πατρὸς προσηγορίαν κατά τι σημαινόμενον καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν ἡμῖν ἱκανῶς ἐμποιεῖν. πατέρα γὰρ ἀκούσαντες τὸν αἴτιον τοῦ εἶναι τοῖς πᾶσιν εὐθὺς ἐνοήσαμεν, ὃς εἴπερ ἄλλην τινὰ ὑπερκειμένην αἰτίαν εἶχεν, οὐκ ἂν κυρίως πατὴρ ὠνομάσθη, ἐπὶ τὴν προνοηθεῖσαν αἰτίαν τῆς κυρίας τοῦ πατρὸς κλήσεως ἐπανιούσης. εἰ δὲ αὐτὸς πάντων αἴτιος καὶ ἐξ αὐτοῦ τὰ πάντα, καθώς φησιν ὁ ἀπόστολος, δηλονότι τῆς ἐκείνου ὑπάρξεως οὐδὲν προεπινοηθῆναι δύναται. τοῦτο δέ ἐστι τὸ ἀγεννήτως εἶναι πιστεύεσθαι.

Ἀλλ᾽ οὐ συγχωρεῖ ταῦτα καλῶς ἔχειν ὁ μηδὲ τὴν ἀλήθειαν ἑαυτοῦ πιθανωτέραν εἶναι δοκεῖν ἀξιῶν, ἀλλ᾽ ἀντινομοθετεῖ καὶ ἀντιφθέγγεται καὶ διαχλευάζει τὸν λόγον. ἢ βούλει καὶ τοὺς ἀφύκτους συλλογισμοὺς καὶ τὰς ποικίλας τῶν σοφισμάτων ἀναστροφάς, δι᾽ ὧν ἐλέγχειν οἴεται τὸν λόγον, ἐπισκεψώμεθα; ἀλλὰ δέδοικα μὴ τὸ μικροπρεπές τε καὶ γλίσχρον τῶν εἰρημένων τρόπον τινὰ συνδιαβάλῃ καὶ τὸν εὐθύνοντα λόγον. τὸ γὰρ μειρακίοις εἰς ἅμιλλαν προκαλουμένοις συμπλέκεσθαι πλέονα ψόγον ἐκ τοῦ προσφιλονικεῖν τοῖς τοιούτοις ἤπερ ἐκ τοῦ νενικηκέναι δοκεῖν φέρει τοῖς ἀνδράσι τὸν ἔπαινον. πλὴν ἀλλὰ τοιοῦτον τὸ εἰρημένον ἐστί. τὰ γὰρ ἐφ᾽ ὕβρει ῥηθέντα μετὰ τῆς συνήθους καλλιφωνίας ἐκείνης ὡς αὐτῷ τε λέγειν προσήκοντα καὶ ἡμῖν εἰς γυμνάσιον μακροθυμίας προκείμενα σιωπῆς ἄξια καὶ λήθης ποιούμεθα· οὐ γὰρ εὐπρεπὲς οἶμαι τὰ καταγέλαστα τῶν εἰρημένων αὐτῷ τοῖς παρ᾽ ἡμῶν σπουδαζομένοις ἐνσπείροντας εἰς ἀκόσμους τε καὶ δημώδεις γέλωτας τὴν ὑπὲρ τῆς ἀληθείας διαλύειν σπουδήν. οὐδὲ γὰρ ἔστιν ἐν τῇ ἀκροάσει τούτων διαμεῖναι ἀγέλαστον, ἐὰν ἀκούσωμεν λέγοντος ἐκ τῆς ὑψηλῆς ἐκείνης καὶ μεγαλοφυοῦς εὐγλωττίας· 〈ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσθήκην τελεῖ βλασφημίας, τούτῳ τὸ σιγᾶν ἡμίσει μέρει τοῦ λαλεῖν ἐστι κουφότερον.

ἀλλὰ〉 ταῦτα μὲν γελάσθω παρὰ τῶν ἐπισταμένων, ὅ τι μὲν ἀποδοχῆς ἐστιν ἄξιον, ὅ τι δὲ γέλωτος· ἡμεῖς δὲ τὸ δριμὺ τῶν συλλογισμῶν, οἷς τὸν ἡμέτερον περισύρει λόγον, σκοπήσωμεν. 〈Εἰ γὰρ ὁ πατήρ〉, φησί, 〈τῷ ἀγεννήτῳ ταὐτὸν κατὰ τὴν δύναμιν, τὰ δὲ τὴν αὐτὴν ἔχοντα δύναμιν τῶν ὀνομάτων ταὐτὸν πάντως καὶ σημαίνειν πέφυκε, σημαίνει δὲ τὸ ἀγέννητον κατ᾽ αὐτοὺς τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης καὶ τὸ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, οὐχὶ δὲ τὸ γεγεννηκέναι τὸν υἱόν〉. ἐκ ποίας ἀνάγκης, εἰπέ, τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς φωνῆς οὐκέτι σημαίνεται, ἐὰν ἡ αὐτὴ προσηγορία καὶ τὸ ἄναρχον ἡμῖν τοῦ πατρὸς δι᾽ ἑαυτῆς παραστήσῃ; εἰ μὲν γὰρ ἀναιρετικὸν ἦν τοῦ ἑτέρου τὸ ἕτερον κατὰ τὴν τῶν ἀντικειμένων φύσιν, ἀναγκαίως ἡ τοῦ ἑνὸς θέσις τὴν ἀναίρεσιν τοῦ λοιποῦ κατεσκεύαζεν. εἰ δὲ τὸ κωλύον ἐστὶν οὐδὲν τὸν αὐτὸν καὶ πατέρα εἶναι καὶ ἀγέννητον, ἐὰν διὰ τῆς τοῦ πατρὸς κλήσεως κατά τινα διάνοιαν καὶ τὸ ἀγέννητον ἐννοήσωμεν, τίς ἡ ἀνάγκη τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς τοῦ πατρὸς φωνῆς μηκέτι γνωρίζεσθαι;

οὐδὲ γὰρ τὰ λοιπὰ τῶν ὀνομάτων, ὅσα τὴν πρὸς ἄλληλα κοινωνίαν ἔχει καὶ διὰ πάντων ταῖς ἐννοίαις συμφέρεται, ἐπεὶ καὶ αὐτοκράτορα καὶ ἀδέσποτον τὸν βασιλέα καλοῦμεν καὶ τὸν αὐτὸν τῶν ὑποχειρίων ἡγούμενον, καὶ οὔτε ψεῦδός ἐστι περὶ αὐτοῦ λέγειν, ὅτι ἡ τοῦ βασιλέως φωνὴ σημαίνει καὶ τὸ ἀδέσποτον, οὔτε ἐπάναγκες εἶναί φαμεν, εἰ τὸ αὐτοκρατές τε καὶ ἄναρχον διὰ ταύτης τῆς φωνῆς σημανθείη, μηκέτι τὸ κατὰ τῶν ὑπηκόων κράτος διὰ τῆς βασιλείας σημαίνεσθαι· μέσον γὰρ ἑκατέρων τῶν ὑπολήψεων ὂν τῆς βασιλείας τὸ ὄνομα πῆ μὲν τὸ ἀδέσποτον, πῆ δὲ τὸ ἀρχικὸν τῶν ὑποτεταγμένων ἐνδείκνυται. καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν ἔστι τις τοῦ πατρὸς τοῦ κυρίου πατὴρ προεπινοούμενος ἕτερος, δειξάτωσαν οἱ τὴν ἀπόρρητον αὐχοῦντες σοφίαν, καὶ τότε συνθησόμεθα μὴ δύνασθαι τοῦ ἀγεννήτου τὴν ἔννοιαν ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας παρίστασθαι. εἰ δὲ ὁ πρῶτος πατὴρ αἰτίαν τῆς ἑαυτοῦ συστάσεως ὑπερκειμένην οὐκ ἔχει, τῷ δὲ πατρὶ συνυπακούεται πάντως καὶ τοῦ μονογενοῦς ἡ ὑπόστασις, τί μορμολύττονται ἡμᾶς ταῖς τεχνικαῖς ταύταις τῶν σοφισμάτων διαπλοκαῖς πείθειν, μᾶλλον δὲ φενακίζειν βουλόμενοι, εἰ τὸ ἀγέννητον τοῦ ἐπὶ πάντων θεοῦ διὰ τῆς τοῦ πατρὸς προσηγορίας ὁμολογηθείη τῆς πρὸς τὸν υἱὸν σχέσεως τοῦ πατρὸς ἀποσχίζειν τὴν ἔννοιαν;

Ἀλλὰ διαπτύσαντες τὴν παιδιώδη ταύτην καὶ ἐπιπόλαιον αὐτῶν ἐπιχείρησιν τὸ ὡς ἄτοπον παρ᾽ ἐκείνων προφερόμενον ἀνδρικῶς ὁμολογήσωμεν, ὅτι καὶ ταὐτὸν σημαίνει τῷ ἀγεννήτῳ τὸ τοῦ πατρὸς ὄνομα, καὶ τὸ ἀγέννητον τὸ ἐξ οὐδενὸς εἶναι τὸν πατέρα παρίστησι, καὶ ὁ πατὴρ τὴν περὶ τοῦ μονογενοῦς ἔννοιαν συνημμένως διὰ τῆς σχέσεως μεθ᾽ ἑαυτοῦ συνεισάγει. καὶ γὰρ καὶ ταύτην προσκειμένην τῷ λόγῳ τοῦ διδασκάλου τὴν ῥῆσιν ὁ δεινός τε καὶ ἄμαχος οὗτος ἀγωνιστὴς τῶν γεγραμμένων ἐξέκλεψε, τῇ ἀφαιρέσει τῶν ἀσφαλῶς εἰρημένων ἐξευμαρίζων ἑαυτῷ τὴν ἀντίρρησιν.

ὁ μὲν γὰρ παρὰ τοῦ διδασκάλου ῥηθεὶς λόγος οὑτωσὶ κατὰ τὴν λέξιν ἔχει· “Ἐγὼ δὲ καὶ τὴν τοῦ ἀγεννήτου προσηγορίαν, κἂν τὰ μάλιστα δοκῇ ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν, ἀλλ᾽ οὖν ὡς οὐδαμοῦ τῆς γραφῆς κειμένην καὶ πρῶτον στοιχεῖον οὖσαν τῆς βλασφημίας αὐτῶν, σιωπᾶσθαι ἂν δικαίως ἀξίαν εἶναι φήσαιμι, τῆς πατρὸς φωνῆς ἴσον δυναμένης τῷ ἀγεννήτῳ πρὸς τὸ καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν.„ ὁ δὲ γενναῖος οὗτος τῆς ἀληθείας πρωταγωνιστὴς τὸ μὲν ἀσφαλείας ἕνεκεν τῷ λόγῳ προσκείμενον, λέγω δὲ τὸ “καὶ τὴν περὶ τοῦ υἱοῦ ἔννοιαν συνημμένως ἑαυτῇ διὰ τῆς σχέσεως συνεισάγειν„, τοῦτο μὲν ὑπὸ τῆς συγγενοῦς ἐλευθερίας ὑφείλετο, καὶ διακλέψας τῶν γεγραμμένων τὸν λόγον τοῖς ὑπολοίποις συμπλέκεται καὶ ἀκρωτηριάσας τὸν εἱρμὸν τοῦ σώματος καὶ ὡς ᾤετο σαθρότερον ἑαυτῷ καὶ πρὸς τὴν ἀντίρρησιν εὐεπίβατον καταστήσας, ψυχρῷ καὶ ἀδρανεῖ τῷ σοφίσματι τοὺς καθ᾽ ἑαυτὸν παρακρούεται, τὸ κατά τι κοινωνοῦν καὶ διὰ πάντων τὴν κατὰ τὸ σημαινόμενον κοινωνίαν ἔχειν κατασκευάζων καὶ τούτῳ τὴν ἐπιπόλαιον ἀκοὴν συναρπάζων.

ἡμῶν γὰρ κατά τι σημαινόμενον τὴν τοῦ πατρὸς εἰρηκότων φωνὴν καὶ τὴν τοῦ ἀγεννήτου σημασίαν παρέχεσθαι, οὗτος τὴν παντελῆ τοῦ σημαινομένου μετάληψιν ἀπὸ τῆς συνήθους τῶν ὀνομάτων ἐμφάσεως ποιησάμενος εἰς ἄτοπον δῆθεν ἐκβάλλει τὸν λόγον, ὡς οὐκέτι τὴν πρὸς τὸν υἱὸν σχέσιν τῆς προσηγορίας ταύτης ἐνδεικνυμένης, εἰ καὶ τὸ τοῦ ἀγεννήτου νόημα διὰ τούτου σημαίνοιτο. ὥσπερ ἂν εἴ τις δύο ἐννοίας περὶ τοῦ ἄρτου μαθών, ὅτι τε ἀπὸ σίτου συνέστηκε καὶ ὅτι τροφὴ τῷ χρωμένῳ γίνεται, μάχοιτο πρὸς τὸν λέγοντα τῷ ὁμοίῳ τρόπῳ τῶν σοφισμάτων κατ᾽ αὐτοῦ χρώμενος, ὅτι ἄλλος λόγος ἐστὶ τῆς ἐκ τοῦ σίτου συστάσεως καὶ ὁ τῆς τροφῆς πάλιν ἕτερος. εἰ οὖν δοθείη τὸ ἐκ τοῦ σίτου εἶναι τὸν ἄρτον, οὐκέτι αὐτὸ τοῦτο καὶ τροφὴ κυρίως ὀνομασθήσεται. τοιαύτη τοῦ συλλογισμοῦ ἡ διάνοια. 〈εἰ γὰρ τὸ ἀγέννητον〉, φησίν, 〈ὑπὸ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνεται, οὐκέτι τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ φωνὴ αὕτη παρίστησιν〉. ἀλλ᾽ εὔκαιρον ἴσως τὴν σεμνὴν ἐκείνην τοῦ κώλου περίοδον καὶ παρ᾽ ἡμῶν ἐπαχθῆναι τῷ λεγομένῳ· 〈πρέπει γὰρ τοῖς τοιούτοις πάντως τοιαῦτα, ὅτι πλέον ἂν ἔσχε πρὸς τὸ δοκεῖν σωφρονεῖν, εἰ παντελεῖ σιωπῇ ταύτην ὥριζε τὴν ἀσφάλειαν. ᾧ γὰρ ἡ προσθήκη τῶν λόγων εἰς προσθήκην τελεῖ βλασφημίας, μᾶλλον δὲ τῆς ἐσχάτης ἀνοίας, τούτῳ τὸ σιγᾶν οὐχ ἡμίσει μέρει, ἀλλὰ τῷ παντὶ τοῦ λαλεῖν ἐστι κουφότερον〉.

Τάχα ἄν τις αὐτὸν μᾶλλον ἐκ τῶν καθ᾽ ἑαυτὸν προσαγάγοιτο πρὸς τὴν τῶν λεγομένων ἀλήθειαν. καὶ δὴ καταλιπόντες τὸ κατηγκυλωμένον τῆς τῶν σοφισμάτων πλοκῆς ἰδιωτικώτερόν τε καὶ κοινότερον περὶ τοῦ προκειμένου διαλεξώμεθα. ὁ σὸς πατήρ, ὦ Εὐνόμιε, πάντως ἄνθρωπος ἦν, ἀλλ᾽ ὁ αὐτὸς οὗτος καὶ σοὶ τοῦ εἶναι γέγονεν αἴτιος. ἆρ᾽ οὖν ἐχρήσω ποτὲ τῷ σοφῷ τούτῳ καὶ ἐπ᾽ ἐκείνου, ὥστε τὸν πατέρα τὸν σόν, εἰ τὸν τῆς φύσεως ὁρισμὸν δέχοιτο, διὰ τὸ ἄνθρωπος εἶναι μηκέτι δύνασθαι τὴν πρὸς σὲ σχέσιν ἀποσημαίνειν; χρῆναι γὰρ πάντως τῶν δύο τὸ ἕτερον, ἢ ἄνθρωπον εἶναι ἢ Εὐνομίου πατέρα. εἶτα σοὶ μὲν οὐκ ἔξεστι μὴ κατὰ τὸ οἰκεῖον τῆς σημασίας προφέρεσθαι τὰ τῶν οἰκείων ὀνόματα, ἀλλὰ κἂν ὕβρεως γράψαιό τινα τὸν χλευαστικῶς εἰς σὲ διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς διαπαίζοντα, θεοῦ δὲ καταπαίζων οὐ φρίττεις καὶ διαγελῶν τὰ δόγματα τῶν μυστηρίων ἀκινδύνως γελᾷς;

ὡς γὰρ ὁ σὸς πατὴρ καὶ τὴν πρὸς σὲ δείκνυσιν οἰκειότητα καὶ τὸ ἄνθρωπος εἶναι οὐδὲν διὰ τούτου κωλύεται, καὶ οὐκ ἄν τις τῶν σωφρονούντων ἀντὶ τοῦ πατέρα σου προσειπεῖν τὸν γεννήσαντα, ὁ δὲ τοῦ ἀνθρώπου τὸν ὁρισμὸν ἀποδοίη, ἢ πάλιν περὶ τοῦ γένους ἐρωτηθεὶς καὶ ὁμολογήσας τὸ εἶναι ἄνθρωπον, κωλύεσθαι λέγοι διὰ τῆς ὁμολογίας ταύτης τὸ καὶ σὸν αὐτὸν εἶναι πατέρα, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ὁ μὲν εὐσεβὴς καὶ τὸ ἀγεννήτως αὐτὸν εἶναι σημαίνεσθαι διὰ τῆς προσηγορίας τοῦ πατρὸς οὐκ ἀρνήσεται, καὶ τὴν πρὸς τὸν υἱὸν οἰκειότητα καθ᾽ ἕτερον ἐνδείκνυσθαι σημαινόμενον· ὁ δὲ καταγελῶν τῆς ἀληθείας οὐκέτι τὸ γεγεννηκέναι τὸν υἱὸν τὴν τοῦ πατρὸς προσηγορίαν λέγει σημαίνειν, ἐὰν καὶ τὸ ἀγέννητον αὐτὸν εἶναι διὰ τῆς αὐτῆς φωνῆς διδασκώμεθα.

Ἔτι δὲ καὶ τοῦτο πρὸς ἔλεγχον τῆς τῶν ῥηθέντων ἀτοπίας συμπαραλάβωμεν, ὅπερ οὐδένα φημὶ οὐδὲ τῶν κομιδῇ νηπίων ὑπὸ γραμματιστῇ καὶ παιδαγωγῷ πρὸς τὴν ὀνοματικὴν τεχνολογίαν ἐναγόμενον ἀγνοεῖν. τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν ὀνομάτων τὰ μὲν ἀπόλυτά τε καὶ ἄσχετα, τὰ δὲ πρός τινα σχέσιν ὠνομασμένα ἐστίν; αὐτῶν δὲ τούτων πάλιν ἔστιν ἃ κατὰ τὴν τῶν χρωμένων βούλησιν ἐπιρρεπῶς πρὸς ἑκάτερον ἔχει, ἃ ἐφ᾽ ἑαυτῶν μὲν λεγόμενα τὴν ἁπλῆν ἐνδείκνυται δύναμιν, μετατιθέμενα δὲ πολλάκις τῶν πρός τι γίνεται. καὶ ἵνα μὴ τοῖς πόρρω τῶν προκειμένων ὑποδείγμασι χρώμενος ἐπιμηκύνω τὸν λόγον, ἐξ αὐτῶν τῶν δογμάτων ὃ λέγω σαφηνισθήσεται. ὁ θεὸς καὶ πατὴρ καὶ βασιλεὺς λέγεται καὶ μυρίοις ὀνόμασιν ἄλλοις παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται. ἔστι τοίνυν ἐκ τῶν ὀνομάτων τούτων τὸ μὲν ἁπλῶς οὕτως ἐφ᾽ ἑαυτοῦ μεμνημένον ἀπολύτως εἰπεῖν οἷον ἄφθαρτος αἰώνιος ἀθάνατος καὶ εἴ τι ἄλλο τοιοῦτον· ταῦτα γάρ, κἂν μηδὲν ἕτερον συνυπακούηται νόημα, ἀπηρτισμένην τινὰ περὶ θεοῦ τὴν διάνοιαν ἐν ἑαυτοῖς περιγράφει. ἕτερα δὲ τῶν ὀνομάτων τὸ πρός τι χρήσιμον ἀποσημαίνει μόνον ὡς βοηθὸς καὶ ὑπερασπιστὴς καὶ ἀντιλήπτωρ καὶ ὅσα τῆς τοιαύτης σημασίας εὑρίσκεται, ὧν ἐὰν ὑφέλῃς τὸ τῆς βοηθείας δεόμενον, ἤργησεν ἡ ἐμφαινομένη τῷ ὀνόματι δύναμις.

ἔστι δέ τινα, καθὼς προείρηται, καὶ ἐφ᾽ ἑαυτῶν καὶ μετὰ τῶν πρός τι λεγόμενα οἷον τὸ θεὸς καὶ τὸ ἀγαθὸς καὶ ὅσα τοιαῦτα. οὐ γὰρ μέχρι παντὸς ἐν τῷ ἀπολύτῳ τούτων διαμένει ἡ ἔννοια. ὁ γὰρ καθόλου θεὸς ἴδιος τοῦ ἐπικαλουμένου πολλάκις γίνεται, καθὼς ἔστι τῶν ἁγίων ἀκούειν ἰδιοποιουμένων τὴν ἀδέσποτον φύσιν. Ἅγιος κύριος ὁ θεός, ἕως τούτου τὸ ἄσχετον. ἀλλ᾽ ὁ προσθεὶς τὸ ἡμῶν, οὐκέτι ἔδωκεν ἐφ᾽ ἑαυτοῦ νοεῖσθαι τὸ ὄνομα, τῇ πρὸς ἑαυτὸν σχέσει τὸ σημαινόμενον οἰκειώσας. πάλιν Ἀββᾶ ὁ πατήρ, τὸ πνεῦμα βοᾷ· αὕτη ἐστὶν ἡ τῆς μερικῆς σχέσεως ἀπολελυμένη φωνή. ἀλλὰ καὶ πατέρα ἡμῶν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς καλεῖν προσετάχθημεν· αὕτη πάλιν ἡ σχετικὴ σημασία. ὥσπερ τοίνυν τὸν καθόλου θεὸν ἑαυτοῦ τις ποιησάμενος οὐδὲν τὴν ἐπὶ πάντων ἀξίαν ἠμαύρωσεν, οὕτως οὐδέν ἐστι κώλυμα τὸν πατέρα [καὶ] τὸν ἐξ αὑτοῦ τὸν πάσης κτίσεως πρωτότοκον ἀναδείξαντα ὁμοῦ τὸ γεγεννηκέναι τὸν υἱὸν διὰ τῆς τοῦ πατρὸς προσηγορίας σημαίνειν καὶ τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης εἶναι διὰ τῆς αὐτῆς ἑρμηνεύειν φωνῆς. ὁ γὰρ τὸν πρῶτον πατέρα εἰπὼν τὸν τοῦ παντὸς προεπινοούμενον ἐνεδείξατο, οὗ τὸ ἐπέκεινα [οὗτος ἐκεῖνός] 〈οὐκ〉 ἔστιν ...

οὐκ ἔχων ὅ τι πρὸ ἑαυτοῦ ἴδῃ οὐδὲ εἰς ὅ τι πέρας μεθ᾽ ἑαυτὸν καταλήξῃ, ἀλλὰ πανταχόθεν ἐπίσης ἀεὶ ὢν καὶ τέλους ὅρον καὶ ἀρχῆς ἔννοιαν τῇ ἀπειρίᾳ τῆς ζωῆς διαβαίνων πάσῃ προσηγορίᾳ συνυπακουόμενον ἔχει καὶ τὸ ἀΐδιον.

Ἀλλ᾽ οὐ δέχεται τὸν ἰδιωτισμὸν τοῦτον ὁ πολὺς ἐν ταῖς τῶν ἀλήπτων θεωρίαις Εὐνόμιος οὐδὲ διπλοῦν ἐπὶ τοῦ πατρὸς εἶναι τὸ σημαινόμενον τίθεται, ἓν μὲν τὸ ἐξ ἐκείνου τὰ πάντα καὶ πρὸ πάντων τὸν υἱὸν 〈τὸν〉 μονογενῆ, δι᾽ οὗ τὰ πάντα, σημαίνεσθαι, ἕτερον δὲ τὸ μηδεμίαν αὐτὸν ὑπερκειμένην αἰτίαν ἔχειν. ἀλλὰ κἂν ἐκεῖνος διαπτύῃ τὸν λόγον, ἡμεῖς παρ᾽ οὐδὲν τὸν γέλωτα τὸν χλευαστικὸν ποιησάμενοι θαρροῦντες ἀποκρινούμεθα ὅπερ εἰρήκαμεν ἤδη, ὅτι καὶ ταὐτόν ἐστιν ὁ πατὴρ τῷ ἀγεννήτῳ καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν σημαίνει καὶ τὸ ἐξ οὐδενὸς εἶναι παρίστησιν.

Ὁ δὲ καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι (καὶ μέντοι καὶ πρὸς τοὐναντίον ἀναστρέφει πάλιν ὁ λόγος)· 〈εἰ γὰρ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστι πατήρ, κατὰ ταὐτὸν δὲ σημαινόμενον πατήρ ἐστι καὶ ἀγέννητος, διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι τοῦτον οὐκ ἦν ἀγέννητος〉. ἴδωμεν τοίνυν καὶ τὸν τῆς ἀναστροφῆς αὐτοῦ λόγον, πῶς πρὸς τοὐναντίον ἀναλύων τὴν τοῦ προτέρου σοφίσματος σύνθεσιν πάλιν ἡμᾶς καὶ διὰ τούτου ταῖς ἀφύκτοις ἀνάγκαις περιστοιχίζεται. ὁ πρότερος εἶχε συλλογισμὸς τοῦτο τὸ ἄτοπον· εἰ ὁ πατὴρ σημαίνει τὸ ἐξ οὐδενὸς εἶναι τὸν θεόν, ἐξ ἀνάγκης τὸ γεγεννηκέναι τὸν υἱὸν οὐκέτι ἐνδείξεται. οὗτος διὰ τῆς πρὸς τοὐναντίον ἀναστροφῆς ἑτέραν ἡμῖν ἀτοπίαν κατὰ τοῦ ἡμετέρου δόγματος ἐπαγγέλλεται. τίς οὖν ἡ τοῦ ἐκεῖ δειχθέντος ἀνάλυσις; 〈εἰ διὰ τὸ γεγεννηκέναι〉, φησί, 〈τὸν υἱὸν ὁ θεός ἐστι πατήρ〉. τοῦτο ἡμῖν ὁ πρότερος συλλογισμὸς οὐ παρέστησεν, ἀλλὰ τὸ μὲν μὴ δύνασθαι, εἰ τὸ ἀγέννητον διὰ τοῦ πατρὸς σημανθείη, καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν σημαίνειν ἡ ἀκολουθία τοῦ συλλογισμοῦ δῆθεν ἐδείκνυεν, τὸ δὲ διὰ τοῦτο τὸν θεὸν εἶναι πατέρα, διότι γεγέννηκε τὸν υἱόν, οὐδὲ ἡ τοῦ προτέρου σοφίσματος κατασκευὴ διωρίσατο. τί οὖν ἐστι τὸ ἀναστρεφόμενον ὑπὸ τῆς διαλεκτικῆς τε καὶ τεχνικῆς ἀγχινοίας, οὔπω συνίημι.

Πλὴν ἀλλὰ σκοπήσωμεν τὴν τῶν εἰρημένων διάνοιαν. 〈εἰ διὰ τὸ γεγεννηκέναι τὸν υἱὸν ὁ θεός ἐστιν ἀγέννητος, πρὶν δὲ γεννῆσαι, τοῦτον οὐκ ἦν ἀγέννητος〉. πάλιν ἕτοιμος πρὸς τὸ εἰρημένον καὶ ἁπλοῦς τῆς ἀληθείας ὁ λόγος, ὅτι καὶ τὸ γεγεννηκέναι τὸν υἱὸν ἡ τοῦ πατρὸς ἐνδείκνυται κλῆσις, καθὼς ἡμῖν ἐν τοῖς προειρημένοις προαποδέδεικται, καὶ τὸ μὴ ἐξ αἰτίας νοεῖσθαί τινος τὸν γεννήσαντα. ἐὰν μὲν γὰρ πρὸς τὸ ἐξ αὐτοῦ βλέπῃς, ἡ τοῦ μονογενοῦς ὑπόστασις διὰ τῆς τοῦ πατρὸς προσηγορίας γνωρίζεται· ἐὰν δὲ τὸ πρὸ αὐτοῦ ἐξετάζῃς, ἡ τοῦ πατρὸς κλῆσις τὸ ἄναρχον τοῦ τὸν υἱὸν γεγεννηκότος ἐνδείκνυται. τὸ δὲ λέγειν ὅτι 〈πρὶν γεννῆσαι τὸν υἱὸν οὐκ ἦν ἀγέννητος〉 ὁ θεὸς διπλῆν φέρει τὴν κατηγορίαν τῷ λογογράφῳ, τῆς τε καθ᾽ ἡμῶν συκοφαντίας καὶ τῆς κατὰ τοῦ δόγματος ὕβρεως· τό τε γὰρ μήτε παρὰ τοῦ διδασκάλου ῥηθὲν μήτε μὴν παρ᾽ ἡμῶν ὡς ὁμολογούμενον διασύρει καὶ τὸν θεόν φησιν ὕστερόν ποτε γεγενῆσθαι πατέρα, ἄλλο τι ὄντα πρότερον δηλαδὴ καὶ οὐ πατέρα. δι᾽ ὧν γὰρ τὸ ἄτοπον δῆθεν τοῦ ἡμετέρου λόγου καταχλευάζει, τὴν ἑαυτοῦ περὶ τὸ δόγμα παρανομίαν βοᾷ. ὡς γὰρ ὁμολογούμενον ἔχων ὅτι πρότερον ἄλλο τι ὢν μετὰ ταῦτα κατὰ προκοπὴν ἐγένετό τε καὶ ὠνομάσθη πατήρ, τοῦτό φησιν ὅτι πρὶν γεννῆσαι τὸν υἱὸν καὶ διὰ τοῦτο κληθῆναι πατήρ, οὐδὲ ἀγέννητος ἦν, εἴπερ ἡ ἀγεννησία τῇ τοῦ πατρὸς ἐννοίᾳ γνωρίζεται.

τοῦτο ὅσην ἔχει τὴν ἄνοιαν, οὐδὲν οἶμαι δεῖν τοῦ ἐλέγχοντος· ἱκανῶς γὰρ καὶ δι᾽ ἑαυτοῦ παρίστησι τοῖς γε νοῦν ἔχουσιν. εἰ γὰρ ἄλλο τι ἦν ὁ θεὸς πρὸ τοῦ γενέσθαι πατήρ, τί ἐροῦσιν οἱ προστάται τοῦ δόγματος; ἐν ποίᾳ καταστάσει θεωρεῖσθαι φήσουσι; τί ὄνομα τῇ τότε διαγωγῇ, παῖς νήπιον βρέφος μειράκιον; ἢ τούτων μὲν ἐροῦσιν οὐδὲν τὸ περιφανὲς ἴσως τῆς ἀτοπίας ἐρυθριῶντες, τέλειον δὲ αὐτὸν ἐξ ἀρχῆς εἶναι οὐκ ἀπαρνήσονται; εἶτα πῶς τέλειος ὁ μήπω πατὴρ εἶναι δυνάμενος; ἢ τὸ μὲν ἰσχύειν οὐκ ἀφαιρήσονται, φήσουσι δὲ μὴ πρέπειν ὁμοῦ τῷ εἶναι αὐτὸν καὶ πατέρα εἶναι; καὶ εἰ μὴ καλὸν μηδὲ πρέπον αὐτῷ τὸ ἐξ ἀρχῆς εἶναι πατέρα τοιούτου παιδός, πῶς προϊὼν τὸ μὴ καλὸν ἐπεκτήσατο; ἀλλὰ καλόν ἐστι νῦν καὶ τῇ μεγαλειότητι τοῦ θεοῦ πρέπον τὸ τοιούτου γενέσθαι πατέρα. οὐκοῦν ἀμέτοχον αὐτὸν τοῦ καλοῦ τὸ κατ᾽ ἀρχὰς εἶναι κατασκευάσουσι, καὶ ἕως οὐκ εἶχε τὸν υἱὸν ὁ θεός (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ θεός) μήτε σοφίαν ἔχειν αὐτὸν ἐροῦσι μήτε δύναμιν μήτε ἀλήθειαν μήτε ζωὴν μήτε τὰ ἄλλα πάντα, ὅσα κατὰ διαφόρους ἐπινοίας ὁ μονογενὴς υἱός ἐστί τε καὶ ὀνομάζεται.

Ἀλλὰ ταῦτα μὲν εἰς κεφαλὴν τῶν αἰτίων τραπείη, ἡμῖν δὲ πάλιν ἐπανιτέον ὅθεν ἐξέβημεν. 〈εἰ διὰ τὸ γεγεννηκέναι〉, φησίν, 〈πατήρ ἐστιν ὁ θεός, ὁ δὲ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος〉. ταῦτα γὰρ εἰ μὲν κατὰ τὴν ἐπ᾽ ἀνθρώπων λέγοι συνήθειαν, ἐφ᾽ ὧν ἀμήχανόν ἐστι πλειόνων ἐπιτηδευμάτων ἕξιν κατὰ ταὐτόν τινα κτήσασθαι, μὴ κατά τινα χρόνου τάξιν καὶ ἀκολουθίαν ἕκαστον τῶν σπουδαζομένων ἀναλαμβάνοντα—εἰ οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἔδει λογίζεσθαι, ὡς νῦν μὲν τὴν ἀγεννησίαν ἔχειν, μετὰ ταῦτα δὲ προσλαμβάνειν τὴν δύναμιν, εἶτα τὴν ἀφθαρσίαν, εἶτα τὴν φρόνησιν, καὶ προϊόντα πατέρα γίνεσθαι καὶ πάλιν δίκαιον καὶ ἐφεξῆς ἀΐδιον καὶ πάντα, ὅσα περὶ αὐτὸν θεωρεῖται, διά τινος ἀκολουθίας προσκτᾶσθαι, οὐ σφόδρα ἦν ἄτοπον ἴσως ἕτερον τοῦ ἑτέρου προτερεύειν τῶν περὶ τὸν θεὸν ὀνομάτων οἴεσθαι καὶ πρότερον μὲν ἀγέννητον, μετὰ δὲ ταῦτα πατέρα γεγενῆσθαι λέγειν. νυνὶ δὲ τίς οὕτω ταπεινὸς τὴν διάνοιαν καὶ τῆς τῶν θείων δογμάτων μεγαλοφυΐας ἀμύητος, ὥστε τὴν αἰτίαν τῶν ὄντων εἰς νοῦν λαβὼν μὴ πάντων κατὰ ταὐτὸν ἀθρόαν καὶ συγκεκροτημένην τῶν περὶ τὸν θεὸν εὐσεβῶς νοουμένων ἀναλαβεῖν τὴν διάνοιαν, ἀλλὰ τὸ μὲν ὕστερον, τὸ δὲ κατ᾽ ἀρχάς, ἕτερον δέ τι διὰ μέσου κατά τινα τάξεως ἀκολουθίαν προσγεγενῆσθαι νομίζειν;

οὐ γὰρ ἔστιν ἕν τι τῷ λογισμῷ διαβάντα τῶν περὶ τὸν θεὸν εὐσεβῶς λεγομένων ἐντυχεῖν ἑτέρῳ πράγματι ἢ νοήματι, ὃ τῆς τοῦ ῥηθέντος ἀρχαιότητος ὑπεραρθῆναι δυνήσεται, ἀλλὰ πᾶν ὄνομα θεῖον καὶ πᾶν μεγαλοπρεπὲς νόημα καὶ πᾶσα γλῶσσα καὶ ὑπόληψις ταῖς περὶ θεοῦ ἐννοίαις ἁρμόζουσα συνήρτηται πρὸς τὴν ἑτέραν καὶ ἥνωται, καὶ πᾶσαι κατὰ τὸ συνεχὲς ἀθρόαι καὶ συγκεκροτημέναι μετ᾽ ἀλλήλων αἱ περὶ τοῦ θεοῦ ὑπολήψεις καταλαμβάνονται, ἡ πατρότης ἡ ἀγεννησία ἡ δύναμις ἡ ἀφθαρσία ἡ ἀγαθότης ἡ ἐξουσία τὰ ἄλλα πάντα. οὐ γὰρ διῃρημένως τούτων ἕκαστον τῶν λοιπῶν ἀποτετμημένον ἐφ᾽ ἑαυτοῦ κατά τι χρονικὸν διάστημα νοεῖται, ὡς προτερεῦον ἑτέρου ἢ ἐφεπόμενον, ἀλλ᾽ ὅπερ ἂν εὑρεθῇ μεγαλοπρεπές τε καὶ εὐσεβὲς ὄνομα, τῇ ἀϊδιότητι τοῦ θεοῦ συνεμφαίνεται. ὡς οὖν οὐκ ἔστιν εἰπεῖν ποτὲ μὴ εἶναι τὸν θεὸν ἀγαθὸν ἢ δυνατὸν ἢ ἄφθαρτον ἢ ἀθάνατον, κατὰ τὸν αὐτὸν τρόπον ἀσεβές ἐστι μὴ ἀεὶ αὐτῷ προσμαρτυρεῖν τὴν πατρότητα, ἀλλ᾽ ὕστερον προσγεγενῆσθαι λέγειν. ὁ γὰρ ἀληθῶς πατὴρ ἀεὶ πατήρ· εἰ δὲ μὴ προσείη τὸ ἀεὶ τῇ ὁμολογίᾳ, ἀλλά τις ἔννοια κατὰ τὸ μάταιον προεπινοουμένη ἀποτέμοι καὶ κολοβώσειεν ἐπὶ τὸ ἄνω τὴν τοῦ πατρὸς ἔννοιαν, οὐκέτι τὸ ἀληθῶς πατὴρ εἶναι κυρίως ὁμολογηθήσεται, τῆς ἐννοίας ἐκείνης τῆς τοῦ υἱοῦ προεπινοουμένης παραγραφομένης τὸ ἀΐδιον καὶ διηνεκὲς τῆς πατρότητος.

πῶς γὰρ δυνατὸν τὸ μετὰ ταῦτά ποτε γενόμενον νοεῖσθαι ὃ νῦν λέγεται; εἰ οὖν πρῶτον ἀγέννητος ὢν μετὰ ταῦτα ἐγένετο καὶ ὠνομάσθη πατήρ, οὐκ ἀεὶ ἦν πάντως ὃ νῦν ὀνομάζεται· ὁ δὲ θεὸς ὃ νῦν ἐστι, καὶ ἀεί ἐστιν, οὔτε χείρων οὔτε βελτίων ἐκ προσθήκης γινόμενος οὔτε τι ἄλλο ἐξ ἄλλου μεταλαμβάνων καὶ ἀλλοιούμενος, ἀλλ᾽ ὁ αὐτός ἐστιν ἑαυτῷ ἀεί. εἰ μὲν 〈οὖν〉 οὐκ ἦν ἐξ ἀρχῆς πατήρ, οὐδὲ μετὰ ταῦτα ἐγένετο. εἰ δὲ ὁμολογεῖται εἶναι πατήρ, πάλιν τὸν αὐτὸν λόγον ἐπαναλήψομαι, ὅτι ὃ νῦν ἐστι, καὶ ἀεὶ ἦν, καὶ εἰ ἀεὶ ἦν, καὶ εἰς ἀεὶ ἔσται. οὐκοῦν ἀεὶ πατὴρ ὁ πατήρ· τῷ δὲ πατρὶ συνεπινοουμένου πάντως καὶ τοῦ υἱοῦ (οὐδὲ γάρ ἐστι δυνατὸν βεβαιωθῆναι τοῦ πατρὸς τὴν κλῆσιν, μὴ υἱοῦ τὴν προσηγορίαν ἐπαληθεύοντος), καὶ τὰ 〈ἐν〉 τῷ πατρὶ θεωρούμενα πάντα καὶ ἐπὶ τοῦ υἱοῦ καθορᾶται. πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ τοῦ υἱοῦ ἐστι, καὶ τὰ τοῦ υἱοῦ πάντα ὁ πατὴρ ἔχει. ὁ πατήρ, εἶπον, τὰ τοῦ υἱοῦ, ὡς ἂν μὴ ἐξείη τῷ συκοφάντῃ συμπεριλαμβάνειν ἐπηρεαστικῶς πως πᾶσι καὶ τὸ μὴ γεγεννῆσθαι τὸν υἱὸν ἐν τῷ λέγειν πάντα τὰ τοῦ πατρὸς τὸν υἱὸν ἔχειν, ἢ πάλιν τὸ γεννητὸν εἶναι καὶ τὸν πατέρα ἐν τῷ τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ καθορᾶσθαι. πάντα γὰρ τὰ τοῦ πατρὸς ἔχει ὁ υἱός, οὐχὶ πατήρ ἐστι, καὶ τὸ ἔμπαλιν τὰ τοῦ υἱοῦ πάντα ἐν τῷ πατρὶ θεωρεῖται, οὐχὶ υἱός ἐστιν.

Εἰ οὖν ἐν τῷ μονογενεῖ τὰ τοῦ πατρὸς πάντα, οὗτος δὲ ἐν τῷ πατρί, ἡ δὲ πατρότης τῆς ἀγεννησίας οὐ διατέτμηται, τί πρὸ τῆς τοῦ υἱοῦ ἐννοίας κεχωρισμένως ἐφ᾽ ἑαυτοῦ κατά τι διάστημα περὶ τὸν πατέρα νοεῖσθαι δύναται; ἐγὼ μὲν οὖν οὐ συνορῶ. οὐκοῦν ἀφόβως ἔστιν ἐπιθαρσήσαντας τοῖς προφερομένοις διὰ τοῦ σοφίσματος ἡμῖν ὁμόσε χωρῆσαι, καὶ μηδὲν πτοηθέντας τοῦ συλλογισμοῦ τὴν μορμόνα τὴν ἐπὶ καταπλήξει τῶν παίδων σεσοφισμένην εἰπεῖν, ὅτι ὁ θεὸς καὶ ἅγιος καὶ ἀθάνατος καὶ πατὴρ καὶ ἀγέννητος καὶ ἀΐδιος καὶ ὁμοῦ τὰ πάντα ἐστί· κἂν ἕν τι τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων καθ᾽ ὑπόθεσιν μὴ εἶναι δῷς, τὰ πάντα τῷ ἑνὶ συνανῄρηται· οὐ γὰρ ἔστι δυνατόν, ἐὰν μὴ ἀθάνατος ᾖ, τὰ λοιπὰ εἶναι, ὃ δὲ ἐπὶ μέρους εἴρηται, καθόλου νοεῖσθαι. οὐκοῦν οὐδὲν περὶ αὐτὸν οὔτε προγενέστερον οὔτε νεώτερον, ἢ οὕτως ἀνευρεθήσεται πρεσβύτερος αὐτὸς ἑαυτοῦ καὶ νεώτερος.

εἰ γὰρ μὴ πάντοτε πάντα ἐστὶν ὁ θεός, ἀλλὰ κατά τινα τάξιν καὶ ἀκολουθίαν τὸ μέν τί ἐστι, τὸ δὲ γίνεται (σύνθεσις δὲ περὶ αὐτὸν οὐδεμία, ἀλλ᾽ ὅπερ ἂν ᾖ, ὅλος ἐστί), κατὰ δὲ τὸν τῆς αἱρέσεως λόγον πρότερον ἀγέννητος ὢν μετὰ ταῦτα γίνεται πατήρ, οὐδεμιᾶς σωρείας ἐπιτηδευμάτων περὶ αὐτὸν νοουμένης, οὐδὲν ἄλλο ἢ ὅλος αὐτὸς ἑαυτοῦ ὅλου πρεσβύτερός τε καὶ μεταγενέστερος γίνεται, κατὰ μὲν τὸ ἀγέννητον ἑαυτοῦ προτερεύων, κατὰ δὲ τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτοῦ γινόμενος δεύτερος. εἰ δὲ καθώς φησι περὶ τοῦ θεοῦ ὁ προφήτης ὅτι ὁ αὐτός ἐστι, μάταιος ὁ λέγων ὅτι πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος, ὅτι οὐδέτερον τούτων χωρὶς τοῦ ἑτέρου εὑρίσκεται, οὔτε τοῦ πατρὸς τὸ ὄνομα οὔτε τοῦ ἀγεννήτου, ἀλλ᾽ ὁμοῦ τὰ δύο καὶ μετ᾽ ἀλλήλων ταῖς διανοίαις τῶν εὐσεβῶς λογιζομένων ἐγγίνεται τὰ νοήματα. καὶ γὰρ ἐξ ἀϊδίου πατὴρ ὁ θεὸς καὶ πατὴρ ἀΐδιος, καὶ πάντα ὅσα εὐσεβῶς λέγεται κατὰ ταὐτὸν ὀνομάζεται, τῆς χρονικῆς ταύτης καθὼς ἔφαμεν ἀκολουθίας καὶ τάξεως ἐπὶ τῆς προαιωνίου φύσεως ἀργούσης.

Ἴδωμεν δὲ καὶ τὰ λοιπὰ τῆς διαλεκτικῆς εὐστροφίας, ἃ καὶ αὐτὸς 〈γελοῖά τε ἅμα καὶ ἐλεεινά〉 φησιν εἶναι, καλῶς τοῦτο λέγων. πλατὺς γὰρ ὡς ἀληθῶς ἐν τοῖς εἰρημένοις ὁ γέλως, μᾶλλον δὲ πολὺς ὁ θρῆνος ἐπὶ τῇ κατεχούσῃ τὴν ψυχὴν ἀπάτῃ. ἐπειδὴ γὰρ κατά τι σημαινόμενον ὁ πατὴρ καὶ τὴν τοῦ ἀγεννήτου περιείληφεν ἔννοιαν, ὡς ὁ ἡμέτερος λόγος, μεταλαβὼν τὴν κυρίαν τοῦ πατρὸς σημασίαν εἰς τὸ ἀγέννητον μόνον τάδε φησίν· 〈εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ〉. ἔπεισί μοι λοιπὸν θαυμάζειν τὸν ἄνδρα τῆς εὐμηχανίας, καὶ τὸ πολύτροπον αὐτοῦ καὶ ποικίλον τῆς εἰς τὰ δόγματα παιδιᾶς ὑπὲρ τὴν τῶν πολλῶν εἶναι δύναμιν οἴεσθαι. τὸ μὲν γὰρ εἰρημένον παρὰ τοῦ διδασκάλου ἡμῶν εἷς λόγος ἐν βραχεῖ τὴν περιγραφὴν ἔχων, τὸ δυνατὸν εἶναι καὶ διὰ τῆς τοῦ πατρὸς προσηγορίας τὴν ἀγεννησίαν σημαίνεσθαι, τὰ δὲ παρὰ τούτου τοσαῦτα, ὧν τὸ πλῆθος οὐκ ἐν τῇ διαφορᾷ τῶν νενοημένων ἐστίν, ἀλλ᾽ ἐν τῇ περιόδῳ καὶ ἀναστροφῇ τῶν ὁμοίων ῥημάτων. καθάπερ γὰρ οἱ τὴν μύλην κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς περιθέοντες ἐν πολλῇ τῇ ὁδοιπορίᾳ κατὰ τὸν αὐτὸν μένουσι τόπον, οὕτως ἀεὶ περὶ τὰ αὐτὰ στρέφεται καὶ τῶν αὐτῶν οὐκ ἀφίσταται.

εἶπεν ἅπαξ ἐπιχλευάζων, ὅτι οὐ τὸ γεννῆσαι σημαίνει ὁ πατήρ, ἀλλὰ τὸ ἐξ οὐδενὸς εἶναι. πάλιν τὸ ὅμοιον ἔπλεξεν· 〈εἰ πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος〉. εἶτα ἐκ τρίτου ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται· 〈ἔξεστι γάρ〉, φησί, 〈μεταλαβοῦσι τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος〉. καὶ εὐθὺς ἐπανέλαβεν ὃ πολλάκις ἐξήμεσε καί φησιν· 〈ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ〉. ὢ ποσάκις ἐπὶ τὸν ἑαυτοῦ ἔμετον ἐπανέδραμε, ποσάκις ἐπανέλαβε, ποσάκις ἐξέβλυσεν. ἆρ᾽ οὖν οὐκ ἐπαχθεῖς καὶ ἡμεῖς τοῖς πολλοῖς γενησόμεθα τῇ ματαιότητι τῶν παρ᾽ αὐτοῦ προφερομένων καὶ τὸν ἡμέτερον λόγον συμπερισύροντες;

Καὶ ἴσως τὸ σιωπᾶν ἦν ἐν τοῖς τοιούτοις ἁρμοδιώτερον· ἀλλ᾽ ἵνα μή τις τῇ περὶ τὸν ἔλεγχον ἀσθενείᾳ καθυφιέναι νομίσῃ τὸν λόγον, ταῦτα τοῖς εἰρημένοις ἀποκρινούμεθα. οὐκ ἔξεστί σοι λέγειν 〈υἱοῦ ἀγέννητον〉 τὸν πατέρα, κἂν ἡ τοῦ πατρὸς κλῆσις τὸ μὴ ἐξ αἰτίας εἶναι τὸν γεγεννηκότα σημαίνῃ. ὥσπερ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα τὴν τοῦ βασιλέως ἀξίαν ἀκούσαντες δύο ἐκ τοῦ ὀνόματος ἐνοήσαμεν, τό τε ὑποτετάχθαι μηδενὶ τὸν κατ᾽ ἐξουσίαν προέχοντα, καὶ τὸ τῶν ὑποχειρίων κρατεῖν, οὕτω καὶ ἡ τοῦ πατρὸς προσηγορία διπλῆν ἡμῖν ἐπὶ τοῦ θεοῦ τὴν σημασίαν παρέχεται, τήν τε πρὸς τὸν υἱὸν νοουμένην 〈σχέσιν〉 καὶ τὸ μηδεμιᾶς αὐτὸν ἐξῆφθαι προεπινοουμένης αἰτίας. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ βασιλέως εἰπεῖν, ὅτι εἰ τὰ δύο διὰ τῆς αὐτῆς προσηγορίας σημαίνεται, τό τε κρατεῖν τῶν ὑποχειρίων καὶ τὸ μὴ ἔχειν τὸν προηγούμενον, ἔξεστι μὴ ἄρχοντα τοῦ ἔθνους, ἀλλ᾽ ἀβασίλευτον τῶν ὑποτεταγμένων προσαγορεύειν, οὐδὲ συντιθέντας τὸ τοιοῦτο λέγειν, ὅτι ὥσπερ βασιλεὺς ἔθνους λέγεται, οὕτω καὶ ἀβασίλευτος τοῦ ἔθνους ὀνομασθήσεται, τὸν αὐτὸν τρόπον καὶ τῆς τοῦ πατρὸς φωνῆς τόν τε υἱὸν ἐνδεικνυμένης καὶ τὴν τοῦ ἀγεννήτου ἔννοιαν παριστώσης οὐκ ἔξεστι μετατιθέντας παρὰ τὸ δέον τὴν σημασίαν τῇ πρὸς τὸν υἱὸν οἰκειότητι γελοίως προσκολλᾶν τοῦ ἀγεννήτου τὴν ἔννοιαν ἐν τῷ λέγειν ὅτι τοῦ 〈υἱοῦ ἀγέννητος ὁ ἀγέννητος〉.

Ἐπὶ τούτοις δὲ τοῖς εἰρημένοις ὡς ἐπιβὰς τῆς ἀληθείας καὶ διελέγξας τῶν ἀντιτεταγμένων τὸ ἄτοπον οἷα μεγαλαυχούμενος φθέγγεται. 〈καὶ τίς πώποτε〉, φησί, 〈σωφρονῶν σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παράνοιαν ἐτίμησεν〉; οὐδείς, ὦ σοφώτατε, οὔκουν οὐδὲ ὁ ἡμέτερος λόγος ὁ εἰπὼν τὴν τοῦ ἀγεννήτου προσηγορίαν ταῖς ἐννοίαις συμβαίνειν καὶ δεῖν ταύτην ἔχειν ἐν ταῖς καρδίαις ἀκίνητον, ἀντὶ δὲ τῆς διαστραφείσης παρ᾽ ὑμῶν φωνῆς τὴν τοῦ πατρὸς προσηγορίαν ἱκανὴν εἶναι καὶ πρὸς ἐκείνην ἄγειν τὴν ἔννοιαν. μνήσθητι γὰρ ὧν αὐτὸς παρέθου ῥημάτων, ὅτι οὐχὶ 〈σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παράνοιαν〉, ὡς αὐτὸς ὀνομάζεις, 〈ἐτίμησεν〉· ἀλλὰ τὴν προσηγορίαν μόνην τοῦ ἀγεννήτου, τοῦτ᾽ ἔστι τὴν ἐν ταῖς συλλαβαῖς προφοράν, ὡς κακῶς ἐξειλημμένην καὶ ἅμα μηδὲ παρὰ τῆς γραφῆς εἰρημένην ἀκινδύνως σιωπᾶν συμβουλεύει, τὸ δὲ σημαινόμενον καὶ μάλιστα ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν φησίν.

Ἀλλὰ τὰ μὲν παρ᾽ ἡμῶν τοιαῦτα. ὁ δὲ τοὺς σοφιστὰς διαβάλλων καὶ τῇ ἀληθείᾳ καθοπλίζων τὸν λόγον καὶ τῶν ἡμετέρων πλημμελημάτων κατηγορῶν οὐκ ἐρυθριᾷ ἐν τοῖς περὶ τῶν δογμάτων λόγοις διὰ σοφισμάτων ἀστεϊζόμενος καὶ μιμούμενος τοὺς ἐν τοῖς συμποσίοις διὰ κομψευμάτων τινῶν ἐφελκομένους τὸν γέλωτα. θεᾶσθε γὰρ τὸ ἐμβριθὲς καὶ λελογισμένον τῆς τοῦ συλλογισμοῦ συμπλοκῆς· τῶν αὐτῶν γὰρ πάλιν ἐπιμνησθήσομαι. 〈εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ. παραπλήσιον γὰρ τοῦτο ἐκείνῳ〉.

ὥσπερ γὰρ εἴ τις τὸν Ἀδὰμ ὀρθῷ καὶ ὑγιαίνοντι λόγῳ μηδὲν διαφέρειν λέγοι ἢ πατέρα πάντων ἀνθρώπων ἢ πρῶτον ἀνθρώπων ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν (ταὐτὸν γὰρ δι᾽ ἑκατέρων σημαίνεσθαι), εἶτά τις τῶν κατ᾽ αὐτὸν διαλεκτικῶν ἐφαλλόμενος τοῖς εἰρημένοις μιμοῖτο τὴν τοιαύτην πλοκήν, ὅτι εἰ ταὐτόν ἐστιν ἢ πρῶτον αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλάσθαι λέγειν ἢ πατέρα τῶν μετὰ ταῦτα, ἐξέσται καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ πρωτόπλαστον εἰπεῖν· ὁ Ἀδὰμ τοῦ Ἄβελ οὐχὶ πατήρ ἐστιν, ἀλλὰ πρωτόπλαστος· ὥσπερ γὰρ ὁ πρωτόπλαστος υἱοῦ πατήρ, οὕτω τὸ ἔμπαλιν υἱοῦ πρωτόπλαστος ὁ πατήρ—εἰ ταῦτα ἐν καπηλείῳ λέγοιτο, πόσον ἂν οἴει κρότον καὶ γέλωτα παρὰ τῶν διακωθωνιζομένων ῥαγῆναι, ἐπικαγχαζόντων τῇ κομψείᾳ τοῦ παρευρέματος; τοιούτοις ὁ σοφὸς θεολόγος ἰσχυρίζεται καθ᾽ ἡμῶν τοῖς λόγοις καὶ κατατρέχει τοῦ δόγματος, παιδαγωγοῦ τινος ὄντως καὶ βακτηρίας δεόμενος, ὡς ἂν διδαχθείη ὅτι οὐ πάντα ὅσα κατά τινος κατηγορεῖται πρὸς ἓν πάντως τὸ σημαινόμενον βλέπει, ὡς διὰ τοῦ ῥηθέντος ἡμῖν κατὰ τὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος δείκνυται. τὸν γὰρ Ἀδὰμ τὸν αὐτὸν καὶ πατέρα τοῦ Ἄβελ καὶ ἔργον τοῦ θεοῦ λέγειν ἀληθές ἐστιν· οὐ μὴν ἐπειδὴ αὐτὸς ἀμφότερα, ἐπὶ τοῦ Ἄβελ τὰ δύο.

οὕτω καὶ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἡ τοῦ πατρὸς προσηγορία δηλοῖ μὲν καὶ τὸ ἰδίως ὑπὸ τῆς τοιαύτης φωνῆς σημαινόμενον, τὸ γεγεννηκέναι λέγω τὸν υἱόν, ἐνδείκνυται δὲ καὶ τὸ μηδεμίαν αἰτίαν προεπινοεῖσθαι τοῦ ἀληθῶς πατρός· οὐ μὴν ἐπάναγκες, ὅταν τοῦ υἱοῦ μνησθῶμεν, μὴ πατέρα υἱοῦ λέγειν, ἀλλ᾽ ἀγέννητον υἱοῦ προσαγορεύειν· οὐδ᾽ αὖ πάλιν εἰ πρὸς τὴν τοῦ υἱοῦ σχέσιν τὸ ἄναρχον σιωπηθείη, ἐκβάλλειν τῆς διανοίας ἡμῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. ἀλλ᾽ ἀπωθεῖται τὴν τοιαύτην χρῆσιν τῶν ὀνομάτων καὶ κατὰ τοὺς μίμους τῶν γελοίων διαχλευάζει τὸν λόγον τῷ ἀλλοκότῳ τῶν σοφισμάτων γελωτοποιῶν ἐν τοῖς δόγμασι.

Πάλιν γὰρ τῶν παρ᾽ αὐτοῦ ῥηθέντων ἐπιμνησθήσομαι. 〈εἰ ταὐτόν ἐστιν εἰπεῖν ἀγέννητος ἢ πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· ὁ ἀγέννητος υἱοῦ ἐστιν ἀγέννητος· ὥσπερ γὰρ ὁ ἀγέννητος υἱοῦ πατήρ, οὕτως ἔμπαλιν υἱοῦ ἀγέννητος ὁ πατήρ〉. ἀλλ᾽ ἀντιγελάσωμεν εἰ δοκεῖ καὶ ἡμεῖς, εἰς τοὐναντίον αὐτῷ περιαγαγόντες τὸ σόφισμα. εἰ οὐκ ἔστι ταὐτὸν ὁ πατὴρ τῷ ἀγεννήτῳ, ὁ τοῦ πατρὸς υἱὸς οὐκ ἔσται καὶ τοῦ ἀγεννήτου υἱός. πρὸς γὰρ τὸν πατέρα μόνον τὴν σχέσιν ἔχων ἀλλοτρίως πάντως ἕξει κατὰ τὴν φύσιν πρὸς τὸν ἄλλο τι ὄντα καὶ τῇ ἐννοίᾳ τοῦ πατρὸς μὴ συμβαίνοντα· ὥστε εἰ ἄλλο τι παρὰ τὸν ἀγέννητόν ἐστιν ὁ πατὴρ καὶ οὐ περιλαμβάνει τοῦ πατρὸς ἡ προσηγορία καὶ τοῦ ἀγεννήτου τὸ σημαινόμενον, οὐ δύναται εἷς ὢν ὁ υἱὸς εἰς δύο πραγμάτων σχέσεις καταμερίζεσθαι, καὶ ὁ αὐτὸς εἶναι τοῦ τε πατρὸς καὶ τοῦ ἀγεννήτου υἱός· καὶ ὡς ἄτοπον ἐνομίσθη υἱοῦ ἀγέννητον τὸν θεὸν λέγειν, οὕτω πάντως καὶ ἐν τῷ ἀντιστρέφοντι τὸ ἴσον ἄτοπον εὑρεθήσεται τοῦ ἀγεννήτου υἱὸν 〈τὸν〉 μονογενῆ λέγειν· ὥστε τῶν δύο τὸ ἕτερον, ἢ ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ὁ πατήρ, ἵνα ὁ τοῦ πατρὸς υἱὸς καὶ τοῦ ἀγεννήτου υἱὸς ᾖ, καὶ μάτην ἡμῶν διεχλευάσθη ὁ λόγος, ἢ εἰ ἕτερόν τι παρὰ τὸ ἀγέννητόν ἐστιν ὁ πατήρ, ὁ τοῦ πατρὸς υἱὸς τῆς πρὸς τὸ ἀγέννητον σχέσεως ἠλλοτρίωται.

καὶ ἐὰν τοῦτο κρατήσῃ, μὴ ἐκ τοῦ ἀγεννήτου εἶναι τὸν μονογενῆ, γεννητὸν αὐτῷ πάντως ἡ ἀκολουθία τοῦ λόγου τὸν πατέρα ἐνδείξεται· τὸ γὰρ ὂν μὲν μὴ ἀγεννήτως δὲ ὂν γεννητὴν πάντως ὑπόστασιν ἔχει. εἰ οὖν γεννητὸς ὁ πατὴρ κατ᾽ ἐκείνους ἄλλο τι ὢν παρὰ τὸν ἀγέννητον, ποῦ ἡ πολυθρύλητος ἀγεννησία ἐκείνη; ποῦ ἡ κρηπὶς καὶ ἡ ὑποβάθρα τῆς αἱρετικῆς πυργοποιΐας; οἴχεται καὶ ἠφάνισται διὰ τοῦ γλίσχρου τῶν σοφισμάτων ἐκ τῶν κατέχειν τέως δοκούντων διολισθῆσαν τῆς λαβῆς τὸ ἀγέννητον, καὶ ἡ τοῦ ἀνομοίου κατασκευὴ καθάπερ τι ὄναρ διαρρυεῖσα τοῦ λόγου τὴν ἐπαφὴν διαπέφευγε τῷ ἀγεννήτῳ συναποπτᾶσα. οὕτως ὅταν τι ψεῦδος ᾖ πρὸ τῆς ἀληθείας τιμώμενον, κἂν πρὸς ὀλίγον διὰ τῆς ἀπάτης ἀνθήσῃ, ταχέως περὶ ἑαυτὸ καταρρεῖ καὶ ταῖς ἰδίαις κατασκευαῖς διαλύεται.

Ἀλλὰ ταῦτα μέν, ὅσον ἐπιμειδιᾶσαι τῇ κομψείᾳ τῆς τοῦ ἀνομοίου ἀνταποδόσεως, καὶ παρ᾽ ἡμῶν προενήνεκται. καιρὸς δ᾽ ἂν εἴη πάλιν ἐπαναγαγεῖν ἐπὶ τὴν ἀκολουθίαν τὸν λόγον. οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ πατρὸς φωνῆς καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι, ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν μονογενῆ κατασκευάσῃ. καὶ γὰρ καὶ πολὺ τοῦτο παρὰ τῶν μαθητῶν αὐτοῦ τὸ ἐρώτημα ὅτι, ὁ ὢν πῶς γεννᾶται; αἴτιον δὲ τούτου οἶμαι τὸ μὴ ἐθέλειν τῆς ἀνθρωπίνης χρήσεως τῶν ὀνομάτων καὶ ἐπὶ τῶν θείων διανοημάτων ἀφίστασθαι. ἀλλ᾽ ἡμεῖς εὐνοϊκῶς αὐτῷ τὸ πεπλανημένον τῆς ὑπονοίας εἰς τὸ εὐθὲς προαγάγωμεν, εἰπόντες ἃ περὶ τούτου γινώσκομεν. ἄλλα σημαίνει παρ᾽ ἡμῖν, ὦ Εὐνόμιε, τὰ ὀνόματα, καὶ ἑτέραν ἐπὶ τῆς ὑπερκειμένης δυνάμεως τὴν σημασίαν παρέχεται. καὶ γὰρ καὶ ἐν τοῖς λοιποῖς πᾶσι πολλῷ τῷ μέσῳ ἡ θεία φύσις ἀπὸ τῆς ἀνθρωπίνης διατετείχισται, καὶ οὐδὲν ἐνταῦθα τοιοῦτον ἡ πεῖρα δείκνυσιν, ὅσον ἐν ἐκείνῃ στοχασμοῖς τισι καὶ ὑπονοίαις εἰκάζεται. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, κἂν ὁμωνυμία τις ᾖ τῶν ἀνθρωπίνων πρὸς τὸ ἀΐδιον, ἀλλὰ κατὰ τὸ μέτρον τῆς τῶν φύσεων ἀποστάσεως καὶ τὰ σημαινόμενα διὰ τῶν ὀνομάτων κεχώρισται. οἷον οἰκοδεσπότην ἄνθρωπον διὰ τῆς παραβολῆς τὸν θεὸν ὀνομάζει ὁ κύριος· ἀλλὰ πολὺ τοῦτο καὶ ἐν τῷ βίῳ τὸ ὄνομα.

ἆρ᾽ οὖν ὁ αὐτὸς λόγος τοῦ καθ᾽ ἡμᾶς ἀνθρώπου καὶ τοῦ ἀνθρώπου ἐκείνου, καὶ τοιοῦτος ὁ ἡμέτερος οἶκος οἵα ἡ μεγάλη οἰκία ἐκείνη, καθώς φησιν ὁ ἀπόστολος, ἐν ᾗ τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ ὅσα τῆς λοιπῆς ὕλης ἠρίθμηται; ἢ ἄλλα μὲν ἐκεῖνα ἃ οὐδ᾽ ἂν ἐπιγνοίη τις εὐκόλως, ἐν ἀφθαρσίᾳ καὶ μακαριότητι θεωρούμενα, ἄλλα δὲ τὰ παρ᾽ ἡμῖν ἐκ γῆς ὄντα καὶ εἰς γῆν καταρρέοντα; ὡσαύτως δὲ καὶ ἐν τοῖς λοιποῖς πᾶσι σχεδὸν ὁμωνυμία τίς ἐστι πρὸς τὰ θεῖα τῶν ἡμετέρων πραγμάτων, ἐν τῇ ταὐτότητι τῶν ὀνομάτων πολὺ τὸ διάφορον τῶν σημαινομένων ἐνδεικνυμένη. διὸ καὶ τὰ τῶν μελῶν καὶ τὰ τῶν αἰσθητηρίων ὀνόματα παραπλησίως ἔστιν εὑρεῖν ὥσπερ ἐφ᾽ ἡμῶν οὕτω καὶ ἐπὶ τῆς θείας τεταγμένα ζωῆς, ἣν ὑπὲρ αἴσθησιν εἶναι πάντες ὁμολογοῦσιν ἄνθρωποι. δάκτυλοι καὶ βραχίων καὶ χεὶρ ὀφθαλμός τε καὶ βλέφαρα καὶ ἀκοὴ καὶ καρδία καὶ πόδες καὶ ὑποδήματα καὶ ἵπποι καὶ ἱππασίαι καὶ ἅρματα καὶ μυρία τοιαῦτα ἐκ τοῦ ἀνθρωπίνου βίου πρὸς τὴν τῶν θείων δήλωσιν δι᾽ αἰνίγματος ὑπὸ τῆς γραφῆς μετενήνεκται. ὥσπερ τοίνυν ἕκαστον τούτων τῶν ὀνομάτων καὶ ἀνθρωπίνως λέγεται καὶ οὐκ ἀνθρωπίνως σημαίνεται, οὕτω καὶ τὸ τοῦ πατρὸς ὄνομα κἂν ὡσαύτως ἐπί τε τῆς ἡμετέρας καὶ ἐπὶ τῆς θείας λέγηται φύσεως, ἀλλὰ κατὰ τὸ μέτρον τῆς διαφορᾶς τῶν ἐν τοῖς ὀνόμασιν ὑποκειμένων καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα τὴν παραλλαγὴν ἔχει.

Ἄλλως γὰρ νοοῦμεν ἐπ᾽ ἀνθρώπων τὴν γέννησιν καὶ ἄλλως περὶ τῆς θείας γεννήσεως στοχαζόμεθα. ὁ ἄνθρωπος ἐν χρόνῳ τίκτεται καὶ τόπος τις αὐτῷ πάντως τὴν ζωὴν ὑποδέχεται, ὧν ἄνευ συστῆναι φύσιν οὐκ ἔχει. διὰ τοῦτο τοίνυν τὰ χρονικὰ τμήματα περὶ τὴν τοῦ ἀνθρώπου ζωὴν ἀναγκαίως εὑρίσκεται, τὸ πρὸ αὐτοῦ λέγω καὶ τὸ κατ᾽ αὐτὸν καὶ τὸ μετὰ τοῦτο. ἀληθὲς γάρ ἐστιν εἰπεῖν περί τινος τῶν γεγενημένων ὅτι ποτὲ μὴ ὢν νῦν ἔστι, καὶ μέντοι καί ποτε πάλιν τοῦ εἶναι παύσεται· ἐπὶ δὲ τῆς προαιωνίου γεννήσεως τὰ χρονικὰ ταῦτα νοήματα ἅτε μηδὲν ἔχοντα συγγενὲς πρὸς ἐκείνην τὴν φύσιν τοῖς νηφόντως λογιζομένοις οὐ συνεισέρχεται. τὸ γὰρ ποτὲ καὶ τὸ ὕστερον καὶ τὸ πρότερον, καὶ ὅσα τὴν χρονικὴν ταύτην παράτασιν ἀποσημαίνει, διαβὰς ὁ τὴν θείαν ζωὴν λογιζόμενος ὑψηλῶς τὰ ὑψηλὰ κατασκέψεται, καὶ οὐχ ὅσα περὶ τὴν ἀνθρωπίνην γέννησιν βλέπει, τούτοις νομίσει δουλεύειν καὶ τὴν ἀδέσποτον φύσιν.

ἐνταῦθα πάθος προηγεῖται τῆς ἀνθρωπίνης συστάσεως, καὶ σωματικαί τινες ἀφορμαὶ πρὸς τὴν τοῦ ζῴου κατασκευὴν καταβάλλονται, καὶ ὑπόκειται κατὰ τὸ θεῖον βούλημα ἡ τὰ τοιαῦτα θαυματοποιοῦσα φύσις πανταχόθεν τὸ οἰκεῖόν τε καὶ κατάλληλον εἰς τὴν τοῦ γινομένου τελείωσιν ἐρανίζουσα, τῶν τε τοῦ κόσμου στοιχείων ὅσον ἱκανὸν ἀφ᾽ ἑκάστου καὶ τῆς ὑπὸ τοῦ χρόνου συνεργίας τὸ μέτριον καὶ τῆς ἐκ τῶν διαπλασσόντων τὸ τικτόμενον τροφῆς, ὅσον οἰκεοῖν τῷ πλασσομένῳ γίνεται, καὶ συνελόντι φάναι διὰ πάντων χωροῦσα ἡ φύσις, δι᾽ ὧν ἡ ἀνθρωπίνη ζωὴ τὴν κατασκευὴν ἔχει, οὕτως εἰς γέννησιν τὸ μὴ ὂν ἄγει, καὶ διὰ τοῦτο μὴ ὂν γίνεσθαι λέγομεν, ὅτι τὸ ἔν τινι χρόνῳ μὴ ὂν ἐν ἄλλῳ χρόνῳ τοῦ εἶναι ἄρχεται.

ἐπὶ δὲ τῆς θείας γεννήσεως ἡ ἔννοια τήν τε τῆς φύσεως ὑπηρεσίαν καὶ τὴν τοῦ χρόνου τελείωσιν πρὸς τὴν τοῦ γινομένου συνεισφοράν, καὶ πάντα ὅσα περὶ τὴν κάτω γέννησιν ὁ λόγος ἐθεώρησεν, οὐ προσίεται καὶ οὐδενὶ τῶν ταπεινῶν νοημάτων συνεμπεσεῖται ὁ μὴ σαρκικαῖς διανοίαις τῶν θείων μυστηρίων ἐπιβατεύων, ἀλλὰ ζητεῖ τινα διάνοιαν τῷ μεγαλείῳ τοῦ σημαινομένου πρέπουσαν· οὔτε γὰρ πάθος περὶ τὸν ἀπαθῆ νοήσει οὔτε συνεργίας φυσικῆς τὸν δημιουργὸν πάσης φύσεως ἐπιδεῖσθαι λογίσεται οὔτε χρονικὴν παράτασιν ἐπὶ τῆς αἰωνίου ζωῆς παραδέξεται, ἀλλὰ πάντων τούτων καθαρεύουσαν τὴν θείαν γέννησιν κατανοήσας μόνον τὸ μὴ ἀνάρχως εἶναι διὰ τῆς τοῦ πατρὸς σημασίας τὸν μονογενῆ δηλοῦσθαι συνθήσεται, ὡς τὴν αἰτίαν μὲν ἐκεῖθεν ἔχειν τοῦ εἶναι, ἀρχὴν δὲ τῆς ὑποστάσεως μὴ λογίζεσθαι, διὰ τὸ μὴ δύνασθαί τι σημεῖον τοῦ ζητουμένου κατανοῆσαι. τοῦ γὰρ προγενεστέρου καὶ τοῦ νεωτέρου καὶ πάντων τῶν τοιούτων νοημάτων ἐν τοῖς χρονικοῖς διαστήμασιν εὑρισκομένων, ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸν χρόνον, πάντα συνυφῄρηται τὰ τοιαῦτα σημεῖα καὶ συνυπεσπάσθη μετὰ τοῦ χρόνου.

Ἐπεὶ οὖν τὸ “ποτέ„ οὐ προσίεται ὁ πρὸ τῶν αἰώνων κατὰ τὸν ἄφραστον λόγον τῷ πατρὶ συνών, γεννητὸς μὲν ἐστίν, οὐ μήν ποτε τοῦ εἶναι ἄρχεται· οὔτε γὰρ ἐν χρόνῳ οὔτε ἐν τόπῳ τὴν ζωὴν ἔχει. ἐξαιρεθέντος δὲ καὶ τόπου καὶ χρόνου καὶ παντὸς τοιούτου διανοήματος ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, τὸ πρὸ ἐκείνου νοούμενον ὁ πατήρ ἐστι μόνος. ἀλλ᾽ ἐν τούτῳ καὶ ὁ μονογενὴς ὤν, καθὼς αὐτὸς ἐκεῖνός φησι, τὴν τοῦ ποτὲ μὴ εἶναι ὑπόνοιαν δέξασθαι φύσιν οὐκ ἔχει. εἰ μὲν γάρ ποτε οὐκ ἦν καὶ ὁ πατήρ, ἀναγκαίως τῇ τοῦ πατρὸς ἀνυπαρξίᾳ καὶ ἡ τοῦ υἱοῦ ἀϊδιότης ἐπὶ τὸ ἄνω συναπεκόπτετο. εἰ δὲ ἀεί ἐστιν ὁ πατήρ, πῶς ὁ υἱός ποτε οὐκ ἔστιν ὁ μὴ δυνάμενος ἐφ᾽ ἑαυτοῦ χωρὶς τοῦ πατρὸς νοηθῆναι, ἀλλὰ κατὰ τὸ σιωπώμενον ἀεὶ τῷ πατρὶ συνονομαζόμενος; ἡ γὰρ τοῦ πατρὸς κλῆσις ἐπίσης τῶν δύο προσώπων ἐν ἑαυτῇ τὴν ἐπισημασίαν ἔχει, αὐτομάτως τῆς περὶ τοῦ υἱοῦ ἐννοίας τῇ φωνῇ ταύτῃ συνεισιούσης. πότε οὐκ ἦν ὁ υἱός; ἐν τίνι τὸ μὴ εἶναι αὐτοῦ κατελήφθη; ἐν τόπῳ; τόπος οὐκ ἦν· ἐν χρόνῳ; πρὸ χρόνων ὁ κύριος. εἰ οὖν πρὸ τούτων ἦν, πότε οὐκ ἦν; καὶ εἰ ἐν τῷ πατρὶ ἦν, ἐν τίνι οὐκ ἦν, εἴπατε οἱ τὰ ἀθέατα βλέποντες. τί διὰ μέσου ὁ λογισμὸς ὑμῶν ἀνετυπώσατο; τί καινὸν τοῦ μονογενοῦς ἐνοήσατε ἢ πρᾶγμα ἢ νόημα, ὃ τῷ πατρὶ συμπαρεκτεινόμενον περισσοτέραν αὐτοῦ τὴν ζωὴν τοῦ μονογενοῦς ἀποδείκνυσι;

Καὶ τί τοῦτο λέγω; οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων κυρίως ἔστιν εἰπεῖν, ὅτι οὐκ ὤν τις ἐγεννήθη. Λευῒς γὰρ πρὸ πολλῶν γενεῶν τῆς κατὰ σάρκα ἑαυτοῦ γεννήσεως ὑπὸ τοῦ Μελχισεδὲκ δεδεκάτωται· οὕτω γάρ φησιν ὁ ἀπόστολος, ὅτι Λευῒς ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, καὶ τὴν ἀπόδειξιν τοῖς λεγομένοις ἐπήγαγεν, ὅτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν ὅτε Ἀβραὰμ τῷ ἱερεῖ τοῦ ὑψίστου συνήντησεν. εἰ οὖν ἄνθρωπος τρόπον τινὰ ὢν γεννᾶται, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν διὰ τοῦ κοινοῦ τῆς οὐσίας ἐν τῷ γεγεννηκότι αὐτὸν προϋφεστώς, πῶς ἐπὶ τῆς θείας φύσεως τὴν φωνὴν ταύτην τολμῶσι προφέρειν, ὅτι οὐκ ὢν ἐγεννήθη ὁ ἐν τῷ πατρὶ ὤν, καθώς φησιν ὁ κύριος· Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, κατ᾽ ἄλλην δηλαδὴ καὶ ἄλλην ἐπίνοιαν ἑκάτερος ἐν τῷ ἑτέρῳ εἶναι λεγόμενος, ὁ μὲν υἱὸς ἐν τῷ πατρί, ὡς τὸ ἐπὶ τῆς εἰκόνος κάλλος ἐν τῇ ἀρχετύπῳ μορφῇ, ὁ δὲ πατὴρ ἐν τῷ υἱῷ, ὡς ἐν τῇ εἰκόνι ἑαυτοῦ τὸ πρωτότυπον κάλλος. ἀλλ᾽ ἐπὶ μὲν τῶν χειροκμήτων εἰκόνων ὁ διὰ μέσου χρόνος τὴν μεταληφθεῖσαν μορφὴν ἀπὸ τοῦ πρωτοτύπου πάντως διΐστησιν, ἐκεῖ δὲ οὐκ ἔστι χωρίσαι τοῦ ἑτέρου τὸ ἕτερον, καθώς φησιν ὁ ἀπόστολος, οὔτε τῆς ὑποστάσεως τὸν χαρακτῆρα οὔτε τῆς θείας δόξης τὸ ἀπαύγασμα οὔτε τῆς ἀγαθότητος τὴν εἰκόνα, ἀλλ᾽ ὁ τούτων τι διανοηθεὶς συνημμένως καὶ τὸ μετ᾽ αὐτοῦ νοούμενον τῇ διανοίᾳ συμπαρεδέξατο.

ὢν γάρ, φησίν, ἀπαύγασμα τῆς δόξης, ὤν, οὐχὶ γενόμενος, ὡς σαφῶς διὰ τούτου τὸ ἐφ᾽ ἑκάτερα τῶν ὑπολήψεων ἀσεβὲς ἀποπέμψασθαι καὶ μήτε ἀγέννητον οἰηθῆναι τὸν μονογενῆ, διὰ τοῦ εἰπεῖν ἀπαύγασμα τῆς δόξης· ἐκ γὰρ τῆς δόξης ἐστὶ τὸ ἀπαύγασμα, καὶ οὐ τὸ ἔμπαλιν ἀπὸ τούτου ἡ δόξα· μήτε ὅτι ποτὲ τοῦ εἶναι ἤρξατο· ἡ γὰρ τοῦ ὢν μαρτυρία τὸ διηνεκὲς τοῦ υἱοῦ καὶ ἀΐδιον καὶ τὸ πάσης χρονικῆς σημασίας ὑπερκείμενον ἑρμηνεύει. ὥστε τίνα καιρὸν ἔχει τὴν μικροπρεπῆ ταύτην ἐρώτησιν ἐπὶ λύμῃ τῆς εὐσεβείας παρὰ τῶν ἐναντίων προφέρεσθαι, ἣν ὡς ἄμαχον ἡμῖν εἰς κατασκευὴν τοῦ οἰκείου προβάλλονται 〈δόγματος〉 διερωτῶντες εἰ ὁ ὢν γεννᾶται; πρὸς οὓς ἔστιν εὐθαρσῶς ἀποκρίνασθαι, ὅτι ὁ ἐν τῷ ἀγεννήτῳ ὢν ἐξ αὐτοῦ ἐγεννήθη, τὴν μὲν αἰτίαν τοῦ εἶναι ἐκεῖθεν ἔχων (Ἐγὼ γάρ, φησί, ζῶ διὰ τὸν πατέρα) τὴν δ᾽ ἀρχὴν οὐκ ἔστιν εἰπεῖν ὅτε. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος προστάγματος ἢ διανοήματος ἢ χρονικοῦ διαστήματος, ᾧ διακρίνεται καὶ διαχωρίζεται τὸ εἶναι τοῦ υἱοῦ ἀπὸ τοῦ πατρός, οὐδὲν ἐπινοεῖται σημεῖον ἀφ᾽ οὗ ὁ μονογενὴς τῆς τοῦ πατρὸς ζωῆς διαζευχθεὶς ἔκ τινος ἰδιαζούσης ἀρχῆς ἀναφαίνεται.

εἰ οὖν οὐδεμία ἐστὶν ἄλλη ἀρχή, ἥτις τοῦ υἱοῦ τῆς ζωῆς ἡγεμονεύει, ἀλλὰ μόνον τὸν πατέρα ὁ εὐσεβὴς λόγος τῆς ὑποστάσεως τοῦ υἱοῦ προθεωρεῖ ἀδιαστάτως, ὁ πατὴρ δὲ ἄναρχος καὶ ἀγέννητος, καθὼς καὶ ἡ τῶν ὑπεναντίων συνομολογεῖ μαρτυρία, πῶς ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τῷ ἀνάρχῳ ἐνθεωρούμενος; τί δὲ βλάπτεται τῆς εὐσεβείας ὁ λόγος ἐκ τοῦ συντίθεσθαι ταῖς τῶν ἐναντίων φωναῖς, ἃς ὡς ἀτόπους προτείνονται λέγοντες εἰ ὁ ὢν ἐγεννήθη; οὐδὲ γὰρ τοῦτό φαμεν, ὅτι κατὰ τὴν ῥυπαρὰν τοῦ Νικοδήμου πρὸς τὸν κύριον ἐπαπόρησιν, καθ᾽ ἣν ᾤετο μὴ εἶναι δυνατὸν ἐκεῖνος εἰς δευτέραν γέννησιν τὸν ὄντα ἐλθεῖν, οὕτως ὁ ὢν τὴν γέννησιν δέχεται, ἀλλ᾽ ὅτι τοῦ ἀεὶ καὶ ἀνάρχως ὄντος ἐξημμένον ἑαυτοῦ τὸ εἶναι ἔχων καὶ τῷ τὰ πρεσβύτερα πολυπραγμονοῦντι συνανιὼν καὶ εἰς τὸ ὑπερκείμενον τῆς πολυπραγμοσύνης τοῦ νοῦ προλαμβάνων καὶ πάσαις ταῖς περὶ τοῦ πατρὸς ἐννοίαις συγκεκραμένος, οὔτε τοῦ εἶναι ἄρχεται οὔτε ἀγέννητός ἐστιν, ἀλλὰ καὶ ἐγεννήθη καὶ ἦν, τῷ μὲν τῆς αἰτίας λόγῳ τὴν ἐκ τοῦ πατρὸς γέννησιν ὁμολογῶν, τῷ δὲ ἀϊδίῳ τῆς ζωῆς τὸ ποτὲ μὴ εἶναι οὐ προσιέμενος.

Ἀλλ᾽ ἀντιβαίνει τοῖς εἰρημένοις ὁ τὰ περισσὰ σοφιζόμενος καὶ διασχίζει τῆς τοῦ πατρὸς φύσεως τοῦ μονογενοῦς τὴν οὐσίαν, διότι ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστι· καὶ τοσούτων ὄντων τῶν ὀνομάτων τῶν εὐσεβῶς περιθεωρουμένων τῇ θείᾳ φύσει, ἐν οἷς οὐδεμία παραλλαγὴ τοῦ πατρὸς πρὸς τὸν υἱὸν καθορᾶται, πάντων δὲ κατὰ τὸ ἴσον ἀμφοτέροις ἐφαρμοζόντων, οὐδενὸς τῶν ἄλλων ἐπιμνησθεὶς δι᾽ ὧν τὸ κοινὸν γνωρίζεται, μόνῳ τῷ ὀνόματι τῆς ἀγεννησίας προσφύεται· καὶ οὐδὲ ταύτης τὴν συνήθη καὶ νενομισμένην ἔμφασιν δέχεται, ἀλλὰ καινοτομεῖ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, τὰς κοινὰς περὶ τῆς φωνῆς ταύτης ὑπολήψεις παραγραφόμενος. τί ποτ᾽ οὖν ἐστι τούτων τὸ αἴτιον; οὐδὲ γὰρ ἄνευ μεγάλης τινὸς αἰτίας τῆς μὲν συνήθους τῶν ὀνομάτων ἐμφάσεως τὸν λόγον ἀφίστησι, ξενίζει δὲ τῇ παραλλαγῇ τῆς τῶν φωνῶν σημασίας. οἶδεν ἀκριβῶς ὅτι εἰ μὲν ἐπὶ τῆς συνηθείας φυλαχθείη τῶν ὀνομάτων ἡ χρῆσις, οὐδεμίαν ἰσχὺν εὑρήσει πρὸς ἀνατροπὴν τοῦ ὑγιαίνοντος δόγματος, εἰ δὲ τῶν κοινῶν καὶ νενομισμένων διανοημάτων παρακινηθείη τὰ ῥήματα, τῇ περὶ τὴν φωνὴν κακοτροπίᾳ ῥᾳδίως δύνασθαι συγκακουργήσειν τὰ δόγματα.

οἷον (ἐπ᾽ αὐτῶν γὰρ διέλθωμεν τῶν ἀδικουμένων ῥημάτων) εἰ κατὰ τὴν κοινὴν τῶν δογμάτων ὑπόληψιν διὰ τὸ μὴ γεγεννῆσθαι ἀγέννητον λέγεσθαι τὸν θεὸν κατεδέξατο, διέπεσεν ἂν ὅλον αὐτοῖς τὸ μηχάνημα τῆς αἱρέσεως, ὑποσπασθέντος τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος. εἰ γὰρ ἐπείσθη διὰ τῆς ἀκολουθίας ταύτης καθ᾽ ὁμοιότητα πάντων σχεδὸν τῶν εἰς ἐκκλησίαν θεοῦ συντελούντων ὥσπερ ἀόρατον καὶ ἀπαθῆ καὶ ἀσώματον, οὕτω καὶ ἀγέννητον νοεῖσθαι τὸν ἐπὶ πάντων θεόν, δι᾽ ἑκάστου τῶν ὀνομάτων τὸ μηδαμῶς προσὸν τῷ θεῷ σημαίνεσθαι συντιθέμενος, μὴ σῶμα μὴ πάθος μὴ χρῶμα μὴ τὸ ἐξ αἰτίας ἔχειν τὸ εἶναι, εἰ ταῦτα οὕτως ἔχειν ὑπέλαβεν, οὐδεμίαν ἔσχεν ἂν δύναμιν ὁ τῆς ἀνομοιότητος λόγος αὐτῶν, ἐν τοῖς λοιποῖς πᾶσιν, ὅσα περὶ τὸν τῶν ὅλων θεὸν θεωρεῖται, συγχωρούντων καὶ τῶν ἐναντίων τῷ μονογενεῖ πρὸς τὸν πατέρα τὸ ὅμοιον.

Ἀλλ᾽ ἵνα μὴ τοῦτο γένηται, πάντων τῶν περὶ τὸν θεὸν ὀνομάτων, τῶν ἐνδεικτικῶν λέγω τῆς ὑπερκειμένης δυνάμεως, προτίθησι τὸ τῆς ἀγεννησίας ὄνομα καὶ τοῦτο πεποίηται τῆς κατὰ τοῦ δόγματος ἡμῶν καταδρομῆς ὁρμητήριον, τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον κατὰ τὴν προφορὰν ἐναντίωσιν ἐπὶ τὰ πρόσωπα μεταφέρων, οἷς ἐφήρμοσται τὰ ὀνόματα· καὶ διὰ τούτων τὴν ἑτερότητα τῶν οὐσιῶν τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων σοφίζεται, οὐκ ἐπειδὴ γεγέννηται γεννητόν, οὐδ᾽ ὅτι μὴ γεννηθεὶς ἔστιν ἀγέννητον λέγεσθαι συντιθέμενος, ἀλλὰ τὸν μὲν ἐκ τῆς 〈ἀγεννησίας τὸν δὲ ἐκ τῆς〉 γεννήσεως οὐσιῶσθαι λέγων, οὐκ οἶδα ποίας αὐτὸν σοφίας ἐπὶ τὴν τοιαύτην σύνεσιν χειραγωγούσης. εἰ γάρ τις αὐτὰς ἐφ᾽ ἑαυτῶν καταμάθοι τῶν ὀνομάτων τὰς ἐμφάσεις, ὑφελὼν τῷ λόγῳ τὰ πρόσωπα ἐφ᾽ ὧν τετάχθαι δοκεῖ τὰ ὀνόματα, εὑρήσει τὸ μάταιον τῆς διανοίας τῶν παρ᾽ αὐτοῦ λεγομένων.

μὴ γὰρ ὅτι προεπινοεῖται τοῦ υἱοῦ ὁ πατὴρ κατὰ τὸν ἀληθῆ λόγον τῆς πίστεως, διὰ τοῦτο καὶ τὴν τῶν ὀνομάτων τάξιν ἀξιούτω τις τῇ τῶν ὑποκειμένων αὐτοῖς προσώπων ἀξίᾳ καὶ τάξει συνδιατίθεσθαι, ἀλλὰ αὐτὰ σκοπείτω ἐφ᾽ ἑαυτῶν τὰ ὀνόματα, ποῖον τοῦ ἑτέρου τῷ λόγῳ τῆς ἐπινοίας προτέτακται (τὸ ὄνομα πάλιν φημί, οὐ τὸ πρᾶγμα τὸ διὰ τοῦ ὀνόματος σημαινόμενον), ποῖον τῶν εἰρημένων θέσιν τινὸς νοήματος καὶ ποῖον τὴν τοῦ τεθέντος ἀναίρεσιν ἐνδείκνυται· οἷον (σαφηνείας γὰρ ἕνεκεν διὰ τῶν ὁμοίων οἶμαι χρῆναι παραστῆσαι τὸν λόγον) παίδευσις καὶ ἀπαιδευσία ὀργὴ καὶ ἀοργησία πάθος καὶ ἀπάθεια καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, ποῖα τούτων τὸ προεπινοεῖσθαι τῶν ἄλλων ἔχει; ὅσα τὴν ἀναίρεσιν τοῦ τεθέντος ἢ ὅσα τὴν θέσιν τοῦ ὑποκειμένου παρίστησιν; ἐγὼ μὲν τοῦτό φημι. πρότερον γὰρ νοεῖται ἡ παίδευσις καὶ ἡ ὀργὴ καὶ τὸ πάθος, καὶ τότε ἡ τῶν νοηθέντων ἀναίρεσις. οὕτω καὶ ἡ γέννησις καὶ ἡ ἀγεννησία. καὶ μηδεὶς διὰ τῆς ἐθελοθρησκείας διαβαλλέτω τὸν λόγον ὡς προτιθέντα τὸν υἱὸν τοῦ γεννήσαντος. οὐ γὰρ τὸν υἱὸν προτετάχθαι τοῦ πατρὸς καὶ προεπινοεῖσθαι κατασκευάζομεν, εἰ περὶ τῆς τοῦ γεννητοῦ καὶ ἀγεννήτου σημασίας διαλαμβάνει ὁ λόγος.

οὐκοῦν ἡ μὲν γέννησίς τινος πράγματος ἢ νοήματος θέσιν ἀποσημαίνει, ἡ δὲ ἀγεννησία τὴν τοῦ τεθέντος, καθὼς εἶπον, ἀναίρεσιν· ὥστε παντὶ τρόπῳ προεπινοεῖσθαι τοῦ τῆς ἀγεννησίας ὀνόματος τὸ τῆς γεννήσεως ὄνομα. τί οὖν ἐν τούτοις οἰκεῖον τῷ πατρὶ τὸ τῇ τάξει δεύτερον ἐν τοῖς ὀνόμασιν ἐφαρμόζειν βιάζονται, καὶ οἴονται τό τινος ἀφαιρετικὸν νόημα δεικτικὸν καὶ περιληπτικὸν εἶναι τῆς τοῦ ὄντος οὐσίας, καὶ πρὸς τοὺς ἐλέγχοντας τὴν σαθρότητα τῶν λόγων ἀγανακτοῦσι καὶ παροξύνονται;

Ἰδοὺ γὰρ πῶς μνησικακεῖ τῷ τὸ σαθρὸν αὐτοῦ καὶ ἀσθενὲς τῆς κακουργίας φωράσαντι, καὶ ὡς ἀμύνεται αὐτὸν δι᾽ ὧν δύναται· δύναται δὲ διὰ λοιδορίας μόνης καὶ ὕβρεως, καὶ σφόδρα γε αὐτῷ περιττεύει τὸ κτῆμα τῆς τοιαύτης δυνάμεως. καθάπερ γὰρ ἐπὶ τῶν καλλιγραφούντων τὸν λόγον σύνδεσμοί τινες τοῦ ῥυθμοῦ τὸ ἐνδέον παραπληροῦσι, τὸ εὔηχόν τε καὶ ἐναρμόνιον δι᾽ ἑαυτῶν ἐντιθέντες τῇ συντάξει τῆς λέξεως, οὕτω καὶ ἐν τοῖς πλείστοις ὧν λέγει [ἐν] ταῖς λοιδορίαις καταποικίλλει τὴν συγγραφήν, ὥσπερ καλλωπιζόμενος τῇ περιουσίᾳ τῆς τοῦ ὑβρίζειν δυνάμεως. πάλιν γὰρ ἡμεῖς 〈μάταιοι〉, πάλιν 〈τῶν ὀρθῶν λογισμῶν ἁμαρτάνοντες〉 καὶ 〈οὐ μετὰ τῆς ἀρκούσης τῇ χρείᾳ παρασκευῆς τοῖς λόγοις ἐπιχειροῦντες〉 καὶ 〈τῆς τοῦ λέγοντος διανοίας ἀπολειπόμενοι〉. ταῦτα γὰρ πάντα καὶ ἔτι πλείω τούτων παρὰ τοῦ εὐσταθοῦντος στόματος ὁ διδάσκαλος ἡμῶν ὀνομάζεται. καὶ ἴσως οὐκ ἄλογος τῆς ὀργῆς ἡ αἰτία, ἀλλὰ δικαίως ὁ λογογράφος παρώξυνται. τί γὰρ αὐτὸν ἔδει λυπεῖν ἐξελέγχοντα τὴν ἀρρωστίαν τοῦ λόγου, τί δὲ παραγυμνοῦν τε καὶ φανερὸν ποιεῖν τοῖς ἀκεραιοτέροις τὸ βλάσφημον τῇ πιθανότητι τῶν σοφισμάτων συγκαλυπτόμενον; διὰ τί δὲ οὐκ ἐπικαλύπτει τῇ σιωπῇ τὰ σαθρὰ τοῦ δόγματος, ἀλλὰ στηλιτεύει τὸν δείλαιον, δέον ἐλεεῖν καὶ ἐπικαλύπτειν διὰ ἡσυχίας τὴν ἀσχημοσύνην τοῦ λόγου;

ὁ δὲ ἐλέγχει καὶ θεατρίζει τὸν ὁπωσοῦν παρὰ τοῖς ἰδίοις μαθηταῖς ἐπὶ σοφίᾳ καὶ ἀγχινοίᾳ τιμώμενον. εἶπέ που τῶν ἑαυτοῦ λόγων ὁ Εὐνόμιος 〈ἕπεσθαι τῷ θεῷ τὸ ἀγέννητον〉. ἐπέστη τῷ ῥήματι ὁ διδάσκαλος ἡμῶν, ὅτι τὸ ἑπόμενον τῶν ἔξωθεν ἐπιθεωρουμένων ἐστίν, ἡ δὲ οὐσία οὐ τῶν ἔξωθέν τινος, ἀλλ᾽ αὐτοῦ τοῦ εἶναι καθὸ ἔστι τὴν σημασίαν ἐνδείκνυται. διὰ τοῦτο ἀγανακτεῖ ὁ ἐπιεικής τε καὶ ἄμαχος καὶ πολύς ἐστιν εὐροῶν τοῖς ὀνείδεσι, διότι ἀκούσας τοῦ ῥηθέντος καὶ τῆς διανοίας ἐπῄσθετο. τί οὖν ἥμαρτεν, εἰ ἐπιστατικῶς τῇ διανοίᾳ τῶν γεγραμμένων ἐπηκολούθησεν; εἰ μὲν γὰρ οὐ κατὰ λόγον τῶν εἰρημένων ἐλάβετο, καλῶς ἔχει σοι τὰ εἰρημένα, καὶ ἡμεῖς 〈οὐκ〉 ἀγανακτήσομεν· εἰ δὲ ἐρυθριᾷς πρὸς τὸν ἔλεγχον, τί οὐκ ἐξαλείφεις ἐκ τῶν γεγραμμένων, ἀλλὰ λοιδορεῖς τὸν προφέροντα; ναί, φησίν, ἀλλ᾽ οὐ συνῆκε τοῦ λόγου τὸ βούλημα. τί οὖν ἀδικοῦμεν, εἰ ἄνθρωποι ὄντες ἐκ τῶν εἰρημένων τῆς διανοίας ἐστοχασάμεθα, τῶν ἐν κρυπτῷ τῆς καρδίας οὐδεμίαν κατάληψιν ἔχοντες; θεῷ μὲν γὰρ ὑπάρχει καὶ τὰ ἀθέατα βλέπειν καὶ τῶν μηδενὶ τρόπῳ καταλαμβανομένων τοὺς χαρακτῆρας ἐπισκοπεῖν καὶ τὴν ἀνομοιότητα τῶν ἀοράτων ἐπιγινώσκειν. ἡμεῖς δὲ μόνον δι᾽ ὧν ἀκούομεν κρίνομεν.

Εἴρηται τοίνυν 〈παρέπεσθαι τῷ θεῷ τὸ ἀγέννητον〉. ἐκ τοῦ λόγου τούτου τῶν ἔξωθέν τι τῷ θεῷ παρακολουθούντων τὴν ἀγεννησίαν αὐτὸν λέγειν ὑπενοήσαμεν. πάλιν εἴρηται 〈μᾶλλον δὲ αὐτό ἐστιν οὐσία τὸ ἀγέννητον〉. οὐκέτι τούτου συνεῖναι τὴν ἀκολουθίαν ἰσχύσαμεν, πολὺ τὸ ἀπεμφαινόμενον καὶ τὸ ἀλλόκοτον ἐν τοῖς σημαινομένοις κατανοήσαντες. εἰ γὰρ παρέπεται τῷ θεῷ τὸ ἀγέννητον, τὸ δὲ ἀγέννητον οὐσία ἐστί, δύο τινῶν πάντως οὐσιῶν ἔννοιαν ἐν ταὐτῷ κατασκευάζει ὁ λόγος· ὡς εἶναι μὲν τὸν θεὸν κατὰ ταὐτὸν ** ὡς εἶναί ποτε καὶ εἶναι 〈εἰσαεὶ〉 πεπίστευται, ἔχειν δὲ παρεπομένην αὐτῷ οὐσίαν ἄλλην, ἣν 〈ἀγεννησίαν〉 προσαγορεύουσιν, ἕτερόν τι οὖσαν παρὰ τὸν οὗ ἐστιν ἐπακολούθημα, καθώς φησιν ὁ διδάσκαλος· καὶ εἰ οὕτω ταῦτα κελεύει νοεῖν, συγγνώτω τοῖς ἰδιώταις ἡμῖν, μὴ δυναμένοις τῇ λεπτότητι ταύτῃ τῶν θεωρημάτων ἐφίστασθαι.

Εἰ δὲ ἀποβάλλει τοῦτον τὸν λόγον καὶ οὔ φησι διπλῆν οὐσίαν περὶ τὸν θεὸν λέγειν, τὴν μὲν ἐκ τῆς θεότητος, τὴν δὲ ἐκ τῆς ἀγεννησίας γνωριζομένην, ἑαυτῷ συμβουλευσάτω ὁ μήτε προπετὴς καὶ ἀπόνηρος μὴ πολὺ νέμειν ταῖς λοιδορίαις ἐν τοῖς ὑπὲρ τῆς ἀληθείας ἀγῶσιν, ἀλλὰ διασαφεῖν τοῖς ἀπαιδεύτοις ἡμῖν, πῶς τὸ ἐπακολουθοῦν καὶ τὸ προηγούμενον οὐκ ἄλλο τι καὶ ἄλλο ἐστίν, ἀλλ᾽ ἓν ἀμφότερα γίνεται· καὶ γὰρ ἐν οἷς ὑπερμάχεται νῦν τοῦ λόγου, μένει παραπλησίως τὸ ἄτοπον, καὶ οὐδέν, καθὼς αὐτός φησιν, 〈ἡ τῶν εὐαριθμήτων ἐκείνων ῥημάτων προσθήκη〉 διορθοῦται τὸ τῶν εἰρημένων ἀσύμφωνον. τίνα γὰρ ἐν τούτοις ἔστιν εὑρεῖν διδασκαλίαν, οὔπω κατιδεῖν ἠδυνήθην. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ᾽ αὐτοῦ ἐπὶ λέξεως. 〈εἴπομεν〉, φησί· 〈μᾶλλον δὲ αὐτό ἐστιν ἀγέννητον, οὐκ εἰς τὸ εἶναι συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν, ἀλλὰ τὸ μὲν Ἀκολουθεῖ τῇ προσηγορίᾳ, τὸ δὲ Ἐστὶ τῇ οὐσίᾳ συναρμόζοντες. ὧν συντεθέντων γένοιτο ἂν πᾶς ὁ λόγος τοιοῦτος, ὅτι ἀκολουθεῖ τὸ ἀγέννητον ὄνομα, ἐπείπερ αὐτό ἐστιν ἀγέννητος〉. τίνα τοίνυν ἑρμηνέα τῶν εἰρημένων παραστησόμεθα; 〈οὐκ εἰς τὸ εἶναι〉, φησί, 〈συναιροῦντες τὸ δειχθὲν ἀκολουθεῖν〉. ἀλλὰ τὸ μὲν “〈συναιροῦντες〉„ ἴσως ἄν τινες τῶν αἰνιγματιστῶν εἴποιεν ἀντὶ τοῦ “συνάπτοντες„ αὐτῷ νενοῆσθαι, τῶν δὲ λοιπῶν πῶς ἄν τις ἐπιγνοίη τὸ συνετὸν καὶ ἀκόλουθον;

τὸ φανέν, φησίν, ἐκ τῆς ἀκολουθίας οὐ πρὸς τὴν οὐσίαν, ἀλλὰ πρὸς τὴν προσηγορίαν οἰκείως ἔχει. ἡ δὲ προσηγορία, ὦ σοφώτατε, τί; πότερον ἀπᾴδει τῆς οὐσίας ἢ σύνδρομός ἐστι κατὰ τὴν ἔννοιαν; εἰ μὲν γὰρ ἀνοικείως ἔχει πρὸς τὴν οὐσίαν τὸ ὄνομα, πῶς ὑπὸ τῆς τοῦ ἀγεννήτου προσηγορίας ἡ οὐσία χαρακτηρίζεται; εἰ δὲ 〈προσφυῶς〉, καθὼς αὐτὸς ὀνομάζεις, ὑπὸ τῆς ἀγεννησίας ἡ οὐσία περιλαμβάνεται, πῶς ἐνταῦθα καταμερίζεται; καὶ τὸ μὲν ὄνομα τῆς οὐσίας ἑτέρῳ ἀκολουθεῖ, αὐτὴ δὲ πάλιν ἡ οὐσία ἑτέρῳ. τίς δὲ ἡ σύνθεσις τοῦ παντὸς λόγου; 〈ἀκολουθεῖ〉, φησί, τῷ θεῷ 〈τὸ ἀγέννητον ὄνομα, ἐπείπερ αὐτό ἐστιν ἀγέννητος〉. ἄλλο τι ὄντι τῷ θεῷ παρὰ τὸ ἀγέννητον ἀκολουθεῖν τοῦτο λέγει τὸ ὄνομα; καὶ πῶς τὴν θεότητα ἐν τῇ ἀγεννησίᾳ ὁρίζεται; ἀλλ᾽ ἀγεννήτῳ ὄντι τῷ θεῷ ἕπεσθαι πάλιν φησὶ τὸ ἀγέννητον. καὶ τίς ἡμῖν τῶν αἰνιγμάτων τούτων διαλύσει τὸν γρῖφον, ἀγέννητον προηγούμενον καὶ ἀγέννητον ἐφεπόμενον καὶ προσηγορίαν οὐσίας νῦν μὲν προσφυῶς ἐφηρμοσμένην, πάλιν δὲ ὡς ἀλλοτρίαν παρεπομένην; τίς δὲ αὐτῷ καὶ ἡ τοσαύτη περὶ τὸ τῆς ἀγεννησίας ὄνομα πτόησις, ὥστε ἐκείνῳ πᾶσαν ἀνατιθέναι τὴν τῆς θεότητος φύσιν, καὶ εἰ μὲν οὕτως ὀνομασθείη, μηδὲν τῆς εὐσεβείας ἐνδεῖν, εἰ δὲ μή, τὸν πάντα τῆς πίστεως κινδυνεύεσθαι λόγον;

καὶ εἰ μὴ περιττόν τις καὶ παρέλκον οἰήσεται τὸ περὶ τούτων βραχέα διαλαβεῖν, οὑτωσὶ τὸν λόγον διαληψόμεθα.

Τὸ ἀΐδιον τῆς θείας ζωῆς, ὡς ἄν τις ὅρῳ τινὶ περιλαβὼν ὑπογράψειε, τοιοῦτόν ἐστιν. ἀεὶ μὲν ἐν τῷ εἶναι καταλαμβάνεται, τοῦ δὲ ποτὲ μὴ εἶναι καὶ ποτὲ μὴ ἔσεσθαι τὸν λόγον οὐκ ἐπιδέχεται. ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ κυκλοτεροῦς σχήματος οἱ τὰ ἐπίπεδα γεωμετροῦντες ἐξίσης ἀπὸ τοῦ κέντρου πρὸς τὸ διάστημα τῆς γραμμῆς πρὸς ἑαυτὴν ἑλιχθείσης ἀόριστον εἶναι τὴν ἀρχὴν τοῦ σχήματος λέγουσι, μήτε εἰς τέλος ὁμολογούμενον μήτε εἰς ἀρχὴν φανερὰν τῆς γραμμῆς διασπωμένης, ἀλλ᾽ ἐκ τῶν ἴσων διαστημάτων πανταχόθεν ἐκ τοῦ κέντρου πρὸς ἑαυτὴν ἡνωμένης ἐκφυγεῖν τὸ ἀρχήν τινα καὶ τελευτὴν ἐπιδέξασθαι, οὕτω καὶ μηδεὶς συκοφαντείτω τὸν λόγον ὡς περιγεγραμμένῳ σχήματι τὴν ἀόριστον φύσιν προσεικαζόντων. οὐ γὰρ πρὸς τὴν περιγραφὴν τοῦ κύκλου βλέποντες, ἀλλὰ πρὸς τὸ ὅμοιον τοῦ πανταχόθεν ἀλήπτου τῆς ζωῆς ἀφορῶντές φαμεν τοῦ ἀϊδίου τὴν ἔννοιαν τοιαύτην εἶναι. ἀπὸ γὰρ τοῦ νῦν ἐνεστῶτος ὥσπερ ἀπὸ κέντρου καὶ σημείου τινὸς πανταχόθεν τὴν διάνοιαν πρὸς τὸ ἄπειρον τῆς ζωῆς ἐπεκτείνοντές τε καὶ περιάγοντες ἴσως καὶ ὁμοίως ὑπὸ τῆς ἀκαταληψίας ἐν κύκλῳ περιελκόμεθα, συνεχῆ καὶ ἀδιάστατον αὐτὴν πρὸς ἑαυτὴν τὴν θείαν ζωὴν ἁπανταχόθεν καταλαμβάνοντες καὶ οὐδὲν πέρας κατ᾽ οὐδὲν μέρος ἐπιγνῶναι δυνάμενοι.

τοῦτο λέγομεν περὶ τῆς ἀϊδιότητος τοῦ θεοῦ, ὃ παρὰ τῆς προφητείας ἠκούσαμεν, ὅτι θεὸς καὶ βασιλεὺς προαιώνιος καὶ βασιλεύει τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα καὶ ἔτι, καὶ διὰ τοῦτο ἀνώτερον μὲν πάσης ἀρχῆς, περισσότερον δὲ παντὸς τέλους εἶναι διοριζόμεθα. ταύτην οὖν τὴν ἔννοιαν ὡς πρέπουσαν τῷ θεῷ τῶν ὅλων περὶ αὐτὸν ἔχοντες δύο προσηγορίαις τὸ νοηθὲν ἐξαγγέλλομεν, τῷ ἀγεννήτῳ καὶ τῷ ἀτελευτήτῳ τὸ ἄπειρον καὶ διηνεκὲς καὶ ἀΐδιον τῆς ζωῆς τοῦ θεοῦ παριστῶντες. εἰ γὰρ τὸ ἕτερον τούτων μόνον εἰς τὴν διάνοιαν ταύτην παραληφθείη, σιωπηθείη δὲ τὸ λειπόμενον, χωλεύσει πάντως τὸ σημαινόμενον ἐν τῷ λείποντι. οὐ γὰρ ἔστι δυνατὸν 〈δι᾽〉 ἑνός τινος τούτων τὴν ἐν ἑκατέρῳ σημασίαν ὑγιῶς παραστῆσαι. ὁ γὰρ ἀτελεύτητον εἰπὼν τὴν πρὸς τὸ τέλος μόνον ἀλλοτρίωσιν ἔδειξεν, οὐ μήν τι καὶ περὶ τῆς ἀρχῆς διελέχθη· καὶ ὁ τὸν ἄναρχον ὀνομάσας τὸ μὲν ὑπὲρ ἀρχὴν εἶναι τὸ σημαινόμενον ἔδειξε, τὸν δὲ περὶ τοῦ τέλους λόγον ἀφῆκεν ἀμφίβολον.

Τούτων οὖν, ὡς ἔφην, τῶν ὀνομάτων ἐπίσης τὸ ἀΐδιον τῆς θείας ζωῆς παριστώντων, καιρὸς ἂν εἴη κατεξετάσαι, πῶς οὗτοι διατεμόντες τοῦ ἀϊδίου τὸ σημαινόμενον τὸ μὲν τῆς ἀρχῆς ἀναιρετικὸν νόημα οὐσίαν εἶναί φασιν, [οὐ περὶ τὸ ἀΐδιον θεωρεῖσθαι] τὸ δὲ τοῦ τέλους ἀνεπίδεκτον ἐν τοῖς ἔξω τῆς οὐσίας λογίζονται, οὐκ οἶδα τίνι διανοίᾳ τὸ τοιοῦτον ἀποκληροῦντες, ὥστε τὸ μὲν ἀρχὴν μὴ ἔχειν ἐν οὐσίᾳ τίθεσθαι, τὸ δὲ τέλος μὴ ἔχειν ὡς ἐκτὸς τῆς οὐσίας ἀποποιεῖσθαι. ἐχρῆν γάρ, ἐπειδὴ τὰ δύο περὶ τὸ αὐτὸ θεωρεῖται, ἢ ἀμφότερα εἰς τὸν τῆς οὐσίας παραδέχεσθαι λόγον ἤ, εἰ τὸ ἓν ἀπόβλητον ἔκριναν, συναποβάλλειν τούτῳ καὶ τὸ λειπόμενον. εἰ δὲ πάντως ἀρέσκει διελόντας τοῦ ἀϊδίου τὴν ἔννοιαν τὸ μέν τι εἰς οὐσίαν τῆς θείας φύσεως κατατάττειν, τὸ δὲ ἐν τοῖς μὴ οὖσι λογίζεσθαι, (ἐπειδὴ ταπεινοῖς λογισμοῖς τὰ τοιαῦτα κρίνειν ἐθέλουσι, πρὸς τὸ ὕψος τῶν περὶ θεοῦ νοημάτων ὥσπερ τὰ πτερορρυήσαντα τῶν ὀρνέων οὐκ ἀνιπτάμενοι), συμβουλεύσαιμι ἂν αὐτοῖς ἔγωγε μεταλαβεῖν πρὸς τὸ ἐναντίον τὰ δόγματα, ὡς τὸ μὲν ἀτελεύτητον ἐν οὐσίᾳ λογίζεσθαι, περιορᾶν δὲ μᾶλλον τοῦ ἀτελευτήτου τὸ ἄναρχον, τῷ μέλλοντι καὶ τῷ κατ᾽ ἐλπίδας πλέον ἢ τῷ παρῳχηκότι καὶ ἑώλῳ τὰ πρωτεῖα προσνέμοντας.

ἐπειδὴ γάρ (λέγω δὲ ταῦτα διὰ τοὺς μικροὺς τὰ ψυχάρια ἑκουσίως τῇ τῶν νηπίων ὑπολήψει συγκατάγων τὸν λόγον) ἐπειδὴ τοίνυν τὸ παρελθὸν τῆς ζωῆς ἀντ᾽ οὐδενός ἐστι τῷ ζήσαντι, πᾶσα δὲ ἡ σπουδὴ τοῖς ζῶσι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον γίνεται, τιμιώτερον ἂν εἴη τοῦ ἀνάρχου τὸ ἀτελεύτητον, ὅτι πρὸς τὸ μέλλον καὶ προσδοκώμενον τὸ ἀθάνατον φέρεται. ὥστε ἢ θεοπρεπῆ καὶ ὑψηλὰ 〈τὰ〉 περὶ τῆς θείας φύσεως ἔστω νοήματα, ἢ εἴπερ ἀνθρωπίνοις λογισμοῖς κρίνουσι τὰ τοιαῦτα, τὸ μέλλον ἔστω τοῦ παρῳχηκότος αὐτοῖς τιμιώτερον, καὶ τούτῳ τοῦ θεοῦ τὴν οὐσίαν περιγραφέτωσαν, ἐπειδὴ πᾶν τὸ παρελθὸν ἤδη τοῦ χρόνου τῇ παρόδῳ συναφανίζεται, τὸ δὲ προσδοκώμενον διὰ τῆς ἐλπίδος τὴν ὑπόστασιν ἔχει.

Ἀλλὰ ταῦτα μὲν ὡς παιδίοις τοῖς ἐν τῇ ἀγορᾷ καθημένοις καὶ παίζουσι γελοῖα καὶ παιδαριώδη προφέρω· οὐδὲ γὰρ ἔστι τὸ χαμαιρριφές τε καὶ γήϊνον τῶν τῆς αἱρέσεως δογμάτων ἐπισκεπτόμενον μὴ οὐχὶ πάντως εἰς μειρακιώδη τινὰ παιδιὰν ὑποφέρεσθαι. ἐκεῖνο δὲ προσθεῖναι τῷ λόγῳ καλῶς ἔχειν φημί, ὅτι τῆς τοῦ ἀϊδίου σημασίας δι᾽ ἀμφοτέρων κατὰ τὸν ῥηθέντα λόγον συμπληρουμένης, ἔκ τε τῆς 〈τῆς〉 ἀρχῆς καὶ ἐκ τῆς τοῦ τέλους ἀλλοτριώσεως, εἰ μὲν ἐν τῷ ἑνὶ τὴν οὐσίαν τοῦ θεοῦ περιγράφοιεν, ἡμιτελὴς αὐτοῖς καὶ ἡμίτομος ὁ τῆς οὐσίας λόγος ἀναφανήσεται, ἐν μόνῳ τῷ ἀνάρχῳ νοούμενος, τὸ δὲ ἀτελεύτητον ἐν ἑαυτῷ κατ᾽ οὐσίαν μὴ κεκτημένος. εἰ δὲ ἀμφότερα συνθέντες τὸν τῆς οὐσίας λόγον δι᾽ ἑκατέρων συναπαρτίσουσι, πάλιν σκοπήσωμεν τὴν συναναδεικνυμένην ἀτοπίαν τῷ λόγῳ· εὑρεθήσεται γὰρ αὐτοῖς οὐκέτι πρὸς τὸν μονογενῆ μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὸν ἀλλοτρίως ἔχων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδὲ πολλῆς τῆς ἐπιστασίας δεόμενος. ὁ γὰρ τῆς ἀρχῆς καὶ ὁ τοῦ τέλους λόγος ἐναντίως ἑκάτερος πρὸς τὸν ἕτερον ἔχει, καὶ διάφορον ἐπ᾽ ἀμφοτέρων τὸ σημαινόμενον, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν τῶν κατὰ διάμετρον ἀλλήλοις ἀντικειμένων, οἷς οὐδὲν ὕπεστι μέσον. ὁ γὰρ ἐρωτηθεὶς τὸν περὶ τῆς ἀρχῆς λόγον οὐ τὸν αὐτὸν ἀποδώσει τῷ περὶ τοῦ τέλους ὅρῳ, ἀλλ᾽ ἐπὶ τὸ ἐναντίον ἐκείνῳ προάξει τὸν ὡρισμένον τῆς ἀρχῆς λόγον.

οὐκοῦν καὶ τὰ ἑκατέρῳ τούτων ἀντικείμενα κατὰ τὸ ἴσον μέτρον τῆς ἀντιθέσεως καὶ ἀπ᾽ ἀλλήλων διενεχθήσεται, καὶ ἄλλο τι ὁμολογηθήσεται εἶναι τὸ ἄναρχον, ὅπερ ἀντίκειται τῷ ὑπὸ τῆς ἀρχῆς δηλουμένῳ, ἄλλο δέ τι τὸ ἀτελεύτητον, ὅπερ ἀναιρετικὸν τοῦ τέλους ἐστίν. εἰ οὖν ταῦτα τὰ δύο εἰς τὴν οὐσίαν τοῦ θεοῦ φέροντες ἀναθήσουσι, τό τε ἀτελεύτητόν φημι καὶ τὸ ἄναρχον, δύο τινῶν ἐναντίων καὶ ἀσυμφώνων συνδρομὴν τὸν θεὸν ἑαυτῶν ἀποδείξουσι. τὴν γὰρ τοῦ τέλους πρὸς τὴν ἀρχὴν ἐναντίωσιν ἡ ἑκατέρῳ τούτων ἀντικειμένη διάνοια καὶ ἐφ᾽ ἑαυτῆς ἐπιδείκνυται. τὰ γὰρ τοῖς ἀντικειμένοις ἐναντία καὶ ἀλλήλοις ἐναντία πάντως ἐστίν. ἀληθὴς δὲ ὁ λόγος ὅτι πάντα, ὅσα τοῖς ἐναντίως ἔχουσι κατὰ τὴν φύσιν ἀντικαθίσταται, ταῦτα καὶ πρὸς ἄλληλα τὸ ἐναντίον ἔχει, ὡς ἐπὶ τῶν ὑποδειγμάτων ἔστιν ἰδεῖν. τῷ πυρὶ τὸ ὕδωρ ἀνθέστηκεν· οὐκοῦν καὶ αἱ ἀναιρετικαὶ τούτων δυνάμεις ἀλλήλαις ἐναντιώσονται. εἰ γὰρ σβεστικὴ τοῦ πυρός ἐστιν ἡ ὑγρότης, ἀναιρετικὴ δὲ τοῦ ὕδατός ἐστιν ἡ ξηρότης, τὴν τοῦ ὕδατος πρὸς τὸ πῦρ ἐναντίωσιν καὶ αἱ ἀντικείμεναι τούτοις ποιότητες καὶ ἐφ᾽ ἑαυτῶν διεσώσαντο, ὡς ἐναντίως ἔχειν ὁμολογεῖσθαι τῷ ξηρῷ τὴν ὑγρότητα. οὕτως οὖν καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους ὑπεναντίως διακειμένων, τὰ ἀντικείμενα τούτοις ὀνόματα καὶ ἀλλήλοις μάχεται κατὰ τὴν ἔννοιαν, τὸ ἄναρχον λέγω καὶ τὸ ἀτελεύτητον.

εἰ τοίνυν τὸ ἕτερον τούτων μόνον τῆς οὐσίας ἐνδεικτικὸν εἶναι ὁρίζονται (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον), ἐξ ἡμισείας προσμαρτυρήσουσιν οὕτω τῷ θεῷ τὸ εἶναι, ἐν μόνῳ τῷ ἀνάρχῳ περιγράφεσθαι λέγοντες αὐτοῦ τὴν οὐσίαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι ἐκτείνοντες· εἰ δὲ ἀμφότερα εἰς τὸν τῆς οὐσίας λόγον φέροντες καταθήσουσιν, οὐδὲν ἕτερον ἢ ἐξ ἐναντίων αὐτὴν συγκεῖσθαι ἀποφανοῦνται κατὰ τὸν ῥηθέντα τρόπον, τῇ κατὰ τὸ τέλος πρὸς τὴν ἀρχὴν ἐναντιώσει τῷ ἀτελευτήτῳ καὶ ἀνάρχῳ κατ᾽ οὐσίαν διασχιζομένην. καὶ οὕτως εὑρίσκεται αὐτῶν ὁ θεὸς ποικίλον τι χρῆμα καὶ σύνθετον, ἐξ ἀντικειμένων τινῶν συγκεκροτημένος.

Ἀλλ᾽ οὔτε ἔστιν οὔτε μὴ γένηται δόγμα τοιοῦτον ἐν ἐκκλησίᾳ θεοῦ, ὥστε τὸν ἁπλοῦν καὶ ἀσύνθετον μὴ μόνον πολυειδῆ καὶ ποικίλον, ἀλλὰ καὶ ἐξ ἐναντίων συγκείμενον ἀποφαίνεσθαι. ἡ γὰρ ἁπλότης τῶν τῆς ἀληθείας δογμάτων τὸν θεὸν ὅπερ ἐστὶν ὑποτίθεται, οὔτε ὀνόματι οὔτε διανοήματι οὔτε τινὶ ἄλλῃ καταληπτικῇ ἐπινοίᾳ περιληφθῆναι δυνάμενον, οὐ μόνον ἀνθρωπίνης, ἀλλὰ καὶ ἀγγελικῆς καὶ πάσης ὑπερκοσμίου καταλήψεως ὑψηλότερον μένοντα, ἄφραστόν τε καὶ ἀνεκφώνητον καὶ πάσης τῆς διὰ λόγων σημασίας ἀνώτερον, ἓν ὄνομα γνωριστικὸν τῆς ἰδίας ἔχοντα φύσεως, τὸ μόνον αὐτὸν ὑπὲρ πᾶν εἶναι ὄνομα· ὃ δὴ καὶ τῷ μονογενεῖ κεχάρισται, διὰ τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ τοῦ υἱοῦ εἶναι. τῆς δὲ ἀϊδιότητος αὐτοῦ, οὐχὶ τῆς οὐσίας ἐνδεικτικὰς εἶναι τὰς φωνὰς ταύτας ὁμολογεῖ τῆς εὐσεβείας ὁ λόγος, τήν τε ἀγέννητόν φημι καὶ τὴν ἀτελεύτητον, ὡς τοῦ μὲν ἀγεννήτου τὸ μηδεμίαν αὐτοῦ ὑπερκεῖσθαι ἀρχὴν καὶ αἰτίαν ἐνδεικνυμένου, τοῦ δὲ ἀτελευτήτου τὸ εἰς μηδὲν πέρας στήσεσθαι αὐτοῦ τὴν βασιλείαν σημαίνοντος. Σὺ γάρ, φησίν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, διὰ μὲν τοῦ εἶναι τὸ μὴ ἐξ αἰτίας τινὸς ὑποστῆναι σημαίνων, διὰ δὲ τοῦ ἐφεξῆς τὴν ἄπαυστόν τε καὶ ἀτελεύτητον μακαριότητα τῆς ζωῆς ἐνδεικνύμενος.

Ἀλλ᾽ ἴσως ἐρεῖ τις καὶ τῶν εὐλαβεστέρων ἐπιστὰς τοῖς περὶ τοῦ ἀϊδίου ἡμῖν ἐξητασμένοις, ὅτι χαλεπόν ἐστι τὸν περὶ τοῦ μονογενοῦς λόγον διὰ τῶν εἰρημένων παρελθεῖν ἀπροσκόπως. δύο γὰρ ἀπεμφαινόντων δογμάτων, ἑνὶ ὁ λόγος συνενεχθήσεται. ἢ γὰρ ἀγέννητον εἶναι καὶ τὸν υἱὸν κατασκευάσομεν, ὅπερ ἄτοπον, ἢ οὐδὲ τὸ ἀΐδιον αὐτῷ συγχωρήσομεν, ὅπερ ἴδιον τῶν βλασφημούντων ἐστίν. εἰ γὰρ τῷ ἀνάρχῳ καὶ ἀτελευτήτῳ ἡ ἀϊδιότης γνωρίζεται, ἀνάγκη πᾶσα ἢ ἀσεβεῖν μὴ ὁμολογοῦντας τοῦ υἱοῦ τὸ ἀΐδιον, ἢ πρὸς τὴν τῆς ἀγεννησίας ὑπόληψιν ἐν ταῖς περὶ τοῦ μονογενοῦς ὑπονοίαις ἐκφέρεσθαι. τί οὖν ἡμεῖς; εἰ μέν τινα χρονικὴν ἔμφασιν ὑπερετίθει τῆς τοῦ μονογενοῦς ὑποστάσεως ὁ τὸν πατέρα τοῦ υἱοῦ μόνῳ τῷ τῆς αἰτίας λόγῳ προθεωρῶν, εἰκότως ἂν ὁ τῆς ἀϊδιότητος ἡμῖν περὶ τοῦ υἱοῦ λόγος ἐκινδυνεύετο. νυνὶ δὲ τὸ ποτὲ μὴ ἔσεσθαι ἐπὶ τῆς προαιωνίου φύσεως ἴσως καὶ ὁμοίως ἐπί τε τῆς τοῦ πατρὸς ζωῆς καὶ τῆς τοῦ μονογενοῦς [ἀλλὰ καὶ τῆς τοῦ ἁγίου πνεύματος ὁμολογίας] οὐ δέχεται· ἔνθα γὰρ χρόνος οὐκ ἔστι, καὶ τὸ ποτὲ συνανῄρηται. εἰ δὲ ἀεὶ ἐν τῷ εἶναι καταλαμβάνεται ὁ υἱὸς τῇ περὶ τοῦ πατρὸς ἐννοίᾳ συναναφαινόμενος, τίς ὁ φόβος προσμαρτυρεῖν τῷ μονογενεῖ τὸ ἀΐδιον, τῷ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντι τέλος;

ὡς γὰρ ἐκ φωτὸς φῶς καὶ ζωὴ ἐκ ζωῆς καὶ ἐξ ἀγαθοῦ ἀγαθὸς σοφός τε καὶ δίκαιος καὶ δυνατὸς καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐκ τοιούτου τοιοῦτος, οὕτω καὶ ἐξ ἀϊδίου πάντως ἀΐδιος.

Ἀλλ᾽ ὑφαρπάζει τὸν λόγον ὁ ἀντιλογικός τε καὶ φίλερις, ὡς τῆς ἀκολουθίας ταύτης καὶ ἐξ ἀγεννήτου ἀγέννητον ὑπονοεῖσθαι ποιούσης. ἀλλὰ νηψάτω τῇ καρδίᾳ καὶ ταῖς ἰδίαις ἐπιστήτω φωναῖς ὁ μαχόμενος, ὅτι τὸ ἐκ τοῦ πατρὸς ὁμολογῶν τὴν τοῦ ἀγεννήτου ὑπόνοιαν ἐπὶ τοῦ μονογενοῦς ἀπεπέμψατο, καὶ οὐδεὶς ἔπεστι φόβος καὶ ἀΐδιον αὐτὸν καὶ οὐκ ἀγέννητον λέγειν. ὅτι μὲν γὰρ οὐ διαστήματι χρονικῷ τοῦ υἱοῦ τὸ εἶναι περιορίζεται, ἀλλὰ καὶ πρὸ τῶν αἰώνων καὶ μετὰ τούτους τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς ἁπανταχόθεν ἐκκέχυται, κυρίως τῇ τοῦ ἀϊδίου προσηγορίᾳ κατονομάζεται· ὅτι δὲ πάλιν υἱὸς καὶ ὢν καὶ λεγόμενος συνημμένως τὴν τοῦ πατρὸς ἔννοιαν ἑαυτῷ συνθεωρεῖσθαι δίδωσι, τὸ ἀγεννήτως εἶναι δοκεῖν διὰ τούτου ἐκπέφευγεν, ἀεὶ συνὼν τῷ ἀεὶ ὄντι πατρί, καθὼς εἶπε καὶ ἡ θεόπνευστος ἐκείνη τοῦ διδασκάλου ἡμῶν φωνή, ὅτι γεννητῶς τῇ ἀγεννησίᾳ τοῦ πατρὸς συναπτόμενος. ὁ δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἁγίου πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων. ὡς γὰρ συνάπτεται τῷ πατρὶ ὁ υἱὸς καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ μονογενοῦς ἔχεται τὸ πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ πνεύματος ὑποστάσεως· αἱ δὲ χρονικαὶ παρατάσεις ἐπὶ τῆς προαιωνίου ζωῆς χώραν οὐκ ἔχουσιν.

ὥστε τοῦ λόγου τῆς αἰτίας ὑπεξῃρημένου ἐν μηδενὶ τὴν ἁγίαν τριάδα πρὸς ἑαυτὴν ἀσυμφώνως ἔχειν.