Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Ανασκευή του δεύτερου συγγράμματος: Η θεία ουσία και η διδασκαλία περί επινοίας

Έναρξη της αντίρρησης στο δεύτερο βιβλίο του Ευνομίου. Έλεγχος της ταύτισης αγεννησίας και ουσίας, το ακατάληπτο του Θεού και η ορθόδοξη χρήση της επινοίας στην ονοματοθεσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 14

Τὰ μὲν δὴ πρῶτα τῶν πρὸς Εὐνόμιον ἀγώνων ἱκανῶς ἤδη κατὰ θείαν συμμαχίαν ἐν τοῖς φθάσασι διήνυσται πόνοις, καθὼς πάρεστι τοῖς βουλομένοις ἐξ αὐτῶν ἡμῖν τῶν πεπονημένων μαθεῖν, ὅπως ἐν τῷ προτέρῳ τῶν λόγων ἡ ἀπάτη κατὰ κράτος ἐλήλεγκται, καὶ οὐδεμίαν ἰσχὺν ἔτι κατὰ τῆς ἀληθείας ἐν τοῖς ἐξητασμένοις τὸ ψεῦδος ἔχει τοῖς γε μὴ λίαν ἐκθύμως ἀναισχυντοῦσι πρὸς τὴν ἀλήθειαν. ἐπειδὴ δὲ καὶ δεύτερος αὐτῷ κατὰ τῆς εὐσεβείας πόνος οἷόν τις λῃστρικὸς συγκεκρότηται λόχος, πάλιν τοῦ θεοῦ συμμαχοῦντος δι᾽ ἡμῶν ἡ ἀλήθεια τῇ παρατάξει τῶν ἐχθρῶν ἀνθοπλίζεται, καθάπερ τις στρατηγὸς προκαθηγουμένη τῶν ἡμετέρων λόγων καὶ πρὸς τὸ δοκοῦν ἑαυτῇ κατὰ τῶν πολεμίων εὐθύνουσα, ᾗ κατ᾽ ἴχνος ἑπόμενοι θαρρούντως τοῖς δευτέροις τῶν ἀγώνων ἐπιτολμήσομεν οὐδὲν καταπλαγέντες τὴν τοῦ ψεύδους παράταξιν, κἂν ἐν πλήθει προφαίνηται λόγων· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος χιλίους ὑφ᾽ ἑνὸς διωχθήσεσθαι καὶ μυριάδας ὑπὸ δύο μετακινηθήσεσθαι, ὡς τῆς εὐσεβείας, οὐ τῆς πολυχειρίας ἐχούσης τὸ κατὰ πόλεμον κράτος.

ὥσπερ γὰρ ὁ πολύσαρκος Γολιὰθ τὴν βαρεῖαν ἐκείνην τοῖς Ἰσραηλίταις ἐπισείων αἰχμὴν οὐδεμίαν ἐπήγαγε δειλίαν ἀνδρὶ ποιμένι καὶ ἀμελετήτῳ τῆς πολεμικῆς εὐστροφίας, ᾧ συμπλακεὶς κατὰ τὴν μάχην ἀκέφαλος γίνεται, πρὸς τοὐναντίον αὐτῷ τῆς ἐλπίδος περιτραπείσης, τὸν αὐτὸν τρόπον καὶ ὁ καθ᾽ ἡμᾶς Γολιὰς ὁ τῆς ἀλλοφύλου καθηγούμενος γνώσεως πρόκωπόν τε καὶ γυμνὴν οἷόν τινα ῥομφαίαν τὴν βλασφημίαν τοῖς ἀντιτεταγμένοις προτείνων καὶ στίλβων ἅμα τοῖς νεοθήκτοις σοφίσμασιν, οὐκ ἐφάνη φοβερὸς καὶ δυσάντητος τοῖς ἰδιώταις ἡμῖν, ὡς κατ᾽ ἐξουσίαν ἔχειν αὐτὸν τῇ ἐρημίᾳ τῶν ἀντιβαινόντων ἐπικομπάζειν· ἀλλ᾽ εὗρεν ἡμᾶς ἐκ τῆς τοῦ κυρίου ποίμνης αὐτοσχεδίους πολεμιστὰς τοὺς μήτε μαθόντας λογομαχεῖν μήτε ζημίαν τὸ μὴ μεμαθηκέναι νομίζοντας ἰδιωτικόν τε καὶ ἀγροικίζοντα τὸν λόγον τῆς ἀληθείας κατ᾽ αὐτοῦ σφενδονήσαντας.

ἐπειδὴ τοίνυν καὶ ὁ μνημονευθεὶς ἐκεῖνος ποιμὴν τῇ σφενδόνῃ καταβαλὼν τὸν ἀλλόφυλον, ὑπορραγείσης τῷ λίθῳ τῆς περικεφαλαίας καὶ πρὸς τὴν βίαν τῆς βολῆς ἐπὶ τὰ ἐντὸς διασχούσης, οὐ τοῦτον ἐποιήσατο τῆς ἀνδραγαθίας τὸν ὅρον, τὸ ἰδεῖν ἐν πτώματι τὸν ἀντίπαλον, ἀλλ᾽ ἐπιδραμὼν καὶ τῆς κεφαλῆς τὸν ἐχθρὸν ἀποσυλήσας τροπαιοφόρος τοῖς ἰδίοις ἐπάνεισι, τὴν μεγαλορρήμονα κεφαλὴν ἐκείνην ἐν τῷ στρατῷ τῶν ὁμοφύλων διαπομπεύων, διὰ τοῦτο καὶ ἡμᾶς προσήκει πρὸς τὸ ὑπόδειγμα βλέποντας μὴ καταμαλακισθῆναι πρὸς τοὺς δευτέρους τῶν πόνων, ἀλλ᾽ ὡς ἔνι μάλιστα μιμήσασθαι τοῦ Δαβὶδ τὴν ἀριστείαν καὶ παραπλησίως ἐκείνῳ μετὰ τὴν πρώτην πληγὴν ἐπεμβῆναι τῷ κειμένῳ, ὡς ἂν φανείη μάλιστα τῆς κεφαλῆς ἔρημος ὢν ὁ τῆς ἀληθείας πολέμιος. ὁ γὰρ τῆς πίστεως διεζευγμένος τὴν κεφαλὴν ἀποτέτμηται τοῦ ἀλλοφύλου μᾶλλον. ἐπεὶ γὰρ κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός, καθώς φησιν ὁ ἀπόστολος, ἄνδρα δὲ τὸν πιστὸν πάντως εἰκὸς ὀνομάζεσθαι (οὐ γὰρ δὴ καὶ τῶν ἀπίστων ἂν εἴη κεφαλὴ ὁ Χριστός), πάντως ὁ τῆς σῳζούσης πίστεως ἀποτμηθεὶς ἀκέφαλος ἂν εἴη κατὰ τὸν Γολιάθ, διὰ τῆς ἰδίας μαχαίρας, ἣν κατὰ τῆς ἀληθείας ἐθήξατο, τῆς ἀληθινῆς κεφαλῆς μεριζόμενος, ἣν οὐχὶ τεμεῖν ἀπ᾽ αὐτοῦ, ἀλλ᾽ ἀποδεῖξαι τετμημένην ἔργον ἡμέτερον.

Καί με μηδεὶς οἰέσθω φιλοτιμίᾳ τινὶ καὶ δόξης ἀνθρωπίνης ἐπιθυμίᾳ πρὸς τὸν ἄσπονδον τοῦτον καὶ ἀκήρυκτον πόλεμον ἑτοίμως κατιόντα τοῖς ἐναντίοις συμπλέκεσθαι. εἰ μὲν γὰρ ἐξῆν ἀπραγμόνως καθ᾽ ἡσυχίαν διάγειν ἐν εἰρηνεύοντι βίῳ, πόρρω τοῦ καθεστῶτος ἂν ἦν ἑκουσίως ἐπιταράσσειν τὴν ἡσυχίαν, αὐθαίρετον ἐκ προκλήσεως πόλεμον καθ᾽ ἡμῶν αὐτῶν ἐπεγείροντας. ἐπεὶ δὲ πολιορκεῖται μὲν ἡ πόλις τοῦ θεοῦ, ἡ ἐκκλησία, κατασείεται δὲ τὸ μέγα τεῖχος τῆς πίστεως τοῖς μηχανήμασι τῆς αἱρέσεως ἐν κύκλῳ περιδονούμενον, κίνδυνος δὲ οὐ μικρὸς αἰχμάλωτον οἴχεσθαι παρὰ τῆς τῶν δαιμόνων ἐπιστρατείας ἀνάρπαστον τὸν λόγον τοῦ κυρίου γενόμενον, διὰ τοῦτο φοβερὸν εἶναι κρίνας τὸ μὴ συμμετασχεῖν τῆς τῶν Χριστιανῶν ἀγωνίας οὐκ ἐπὶ τὴν ἡσυχίαν ἀπέκλινα, προτιμοτέρους δὲ μᾶλλον ἐποιησάμην τοὺς ἐκ τῶν πόνων ἱδρῶτας τῆς ἐκ τοῦ ἡσυχάζειν ἀνέσεως, εἰδὼς ἀκριβῶς ὅτι ὥσπερ τὸν μισθὸν λήψεται, καθώς φησιν ὁ ἀπόστολος, κατὰ τὸν ἴδιον κόπον ἕκαστος, οὕτω πάντως καὶ τὴν τιμωρίαν ἐπὶ τῇ τῶν κατὰ δύναμιν πόνων ὀλιγωρίᾳ.

διὰ τοῦτο καὶ τὴν πρώτην τοῦ λόγου μάχην εὐθαρσῶς ὑπέστην, ἐκ τοῦ ποιμενικοῦ καδδίου, τουτέστιν ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων, τοὺς ἀκατασκεύους τούτους καὶ αὐτοφυεῖς λόγους εἰς ἀνατροπὴν τῆς βλασφημίας ἀφεὶς καὶ οὐδεμιᾶς τῆς ἐκ τῶν ἔξωθεν λόγων ὁπλίσεως ἐπὶ τὸν ἀγῶνα προσδεηθείς, καὶ νῦν πρὸς τοὺς δευτέρους τῶν ἀγώνων οὐκ ἀναδύομαι, τὴν ἐλπίδα θέμενος κατὰ τὸν μέγαν Δαβὶδ ἐπὶ τὸν διδάσκοντα χεῖρας εἰς παράταξιν καὶ δακτύλους εἰς πόλεμον, εἴ πως γένοιτο καὶ ἡμῖν ἐκ θείας δυνάμεως εὐθυνθῆναι μὲν τὴν γράφουσαν χεῖρα πρὸς τὴν τῶν αἱρετικῶν δογμάτων ἀναίρεσιν, ὑπηρετῆσαι δὲ τοὺς δακτύλους τῇ ἀνατροπῇ τῆς πονηρᾶς παρατάξεως, ἐμπείρως καὶ ἀγωνιστικῶς διατιθέντας κατὰ τῶν πολεμίων τὸν λόγον.

ὥσπερ δὲ ἐπὶ τῶν ἀνθρωπίνων πολέμων οἱ μὲν ἀνδρείᾳ τε καὶ δυνάμει τῶν λοιπῶν διαφέροντες, καὶ κατησφαλισμένοι τοῖς ὅπλοις καὶ ταῖς πρὸς τοὺς κινδύνους μελέταις τὴν τοῦ πολεμεῖν ἐμπειρίαν προσειληφότες ἐπὶ τοῦ μετώπου τῆς φάλαγγος ἵστανται τῶν κατὰ τὸ βάθος ἐπιτεταγμένων προκινδυνεύοντες, ὁ δὲ λοιπὸς ὅμιλος εἰς μόνην φαντασίαν πλήθους συντείνοντες αὐτῷ τῷ συνασπισμῷ δοκοῦσί τι κέρδος τῷ κοινῷ συνεισφέρειν, οὕτως καὶ ἐπὶ τῶν ἡμετέρων ἀγώνων ὁ μὲν γενναῖος τοῦ Χριστοῦ στρατιώτης καὶ σφοδρὸς κατὰ τῶν ἀλλοφύλων ἀγωνιστής, ὁ μέγας τοῦ πνεύματος ὁπλίτης Βασίλειος, ὁ τὴν ἀποστολικὴν πανοπλίαν ἐνδεδυκὼς καὶ τῷ θυρεῷ κατησφαλισμένος τῆς πίστεως τό τε ἀμυντήριον ὅπλον, τὴν τοῦ πνεύματος λέγω μάχαιραν, ἀεὶ προβαλλόμενος, οὗτος μὲν προπολεμεῖ τῆς τοῦ κυρίου στρατιᾶς ἐν τῷ πονηθέντι κατὰ τῆς αἱρέσεως λόγῳ ζῶν τε καὶ ἀμυνόμενος καὶ κατὰ τῶν ἐχθρῶν ἀριστεύων, ἡμεῖς δὲ τὸ πλῆθος τῷ θυρεῷ τοῦ προμάχου τῆς πίστεως ἑαυτοὺς ὑποκρύψαντες, καθ᾽ ὅπερ ἂν προηγῆται πρὸς τοὺς ἐναντίους ὁ στρατηγός, τῶν κατὰ δύναμιν ἀγώνων οὐκ ἀφεξόμεθα.

Ἐπειδὴ τοίνυν διελέγχων ἐκεῖνος τὴν ἠπατημένην τῆς αἱρέσεως καὶ ἀνυπόστατον φαντασίαν οὐδαμῶς ἄλλως τὴν προσηγορίαν τῆς ἀγεννησίας ἢ κατ᾽ ἐπίνοιάν φησιν ἐπιλέγεσθαι τῷ θεῷ καὶ τὰς ἀποδείξεις ἐπήγαγε ταῖς τε κοιναῖς ἐννοίαις καὶ ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένας, ὁ δὲ τῆς ἀπάτης εὑρετὴς Εὐνόμιος οὔτε συντίθεται τοῖς εἰρημένοις οὔτε ἀνατρέπειν δυνατῶς ἔχει, συνεχόμενος δὲ πρὸς τὴν ἀλήθειαν, ὅσῳ τηλαυγέστερον διαλάμπει τῆς εὐσεβείας τὸ δόγμα, τοσούτῳ μᾶλλον κατὰ τὰ νυκτινόμα τῶν ζῴων πρὸς τὸ φῶς ἀμβλυώττων καὶ οὐδὲ τὰς συνήθεις τῶν σοφισμάτων καταδύσεις εὑρίσκων μάτην διαπλανᾶται καὶ πρὸς τὸ τοῦ ψεύδους ἀδιεξόδευτον εἰσιὼν περὶ τὰ αὐτὰ συνειλεῖται καὶ πᾶς αὐτῷ σχεδὸν περὶ τὴν φλυαρίαν ταύτην ὁ δεύτερος κατησχόληται πόνος, διὰ τοῦτο καλῶς ἔχει καὶ ἡμῖν ἐν τούτῳ γενέσθαι τὴν πρὸς τοὺς ἀντιτεταγμένους μάχην, ἐν ᾧ καὶ ὁ πρόμαχος ἡμῶν διὰ τοῦ ἰδίου καθηγήσατο λόγου. πρῶτον δέ φημι χρῆναι πᾶσαν ἐπὶ κεφαλαίῳ τὴν ἡμετέραν περὶ τῶν δογμάτων ὑπόληψιν καὶ τὴν τῶν ἐχθρῶν πρὸς ἡμᾶς διαφωνίαν ἐπιδραμεῖν, ὡς ἂν γένοιτο καθ᾽ ὁδὸν ἡμῖν ἡ τῶν προκειμένων ἐξέτασις.

ἔστι τοίνυν τὸ κεφάλαιον τῆς τῶν Χριστιανῶν εὐσεβείας τὸ πιστεύειν τὸν μονογενῆ θεόν, ὅς ἐστιν ἀλήθεια καὶ φῶς ἀληθινὸν καὶ δύναμις θεοῦ καὶ ζωή, ἀληθῶς πάντα εἶναι ἃ λέγεται, τά τε ἄλλα καὶ πρὸ τῶν ἄλλων ταῦτα· θεὸν καὶ ἀλήθειαν, τουτέστι θεὸν κατὰ ἀλήθειαν ἀεὶ ὄντα ὅπερ νοεῖται καὶ ὀνομάζεται καὶ οὔτε ποτὲ μὴ ὄντα οὔτε ποτὲ μὴ ἐσόμενον, οὗ τὸ εἶναι ὅ τι ποτὲ κατ᾽ οὐσίαν ἐστὶ πᾶσαν ἐκφεύγει καταληπτικὴν ἔφοδον καὶ πολυπραγμοσύνην· ἡμῖν δέ, καθώς πού φησι τῆς σοφίας ὁ λόγος, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων κατά τινα τῶν γινωσκομένων ἀναλογίαν εἰς γνῶσιν ἔρχεται τοῦ εἶναι, μόνον τὴν πίστιν διὰ τῶν ἐνεργειῶν, οὐ τὴν γνῶσιν τοῦ τί ἐστι χαριζόμενος. ταύτης τοίνυν τῆς διανοίας παρὰ πᾶσι τοῖς Χριστιανοῖς κεκρατηκυίας τοῖς γε τῆς ἐπωνυμίας ταύτης ἀληθῶς ἀξίοις, ἐκείνοις φημὶ οἳ προσκυνεῖν παρὰ τοῦ νόμου μεμαθηκότες μηδέν, ὃ μὴ ἔστιν ἀληθινὸς θεός, αὐτῷ τῷ προσκυνεῖν τὸν μονογενῆ θεὸν ὁμολογοῦσιν ἐν ἀληθείᾳ καὶ οὐ ψευδώνυμον εἶναι θεόν, ἦλθεν ἡ φθοροποιὸς ἐρυσίβη τῆς ἐκκλησίας ἡ ἀχρειοῦσα τὰ εὐσεβῆ τῆς πίστεως σπέρματα, ἡ τῆς Ἰουδαϊκῆς ἀπάτης συνήγορος, ἔχουσά τι καὶ τῆς Ἑλληνικῆς ἀθεΐας. τῷ μὲν γὰρ κτιστὸν ἀναπλάσσειν θεὸν τῆς τῶν Ἑλλήνων ἀπάτης συνήγορος γίνεται, τῷ δὲ μὴ παραδέχεσθαι τὸν υἱὸν τὴν Ἰουδαϊκὴν συνίστησι πλάνην.

αὕτη τοίνυν ἡ αἵρεσις ἡ παραγραφομένη τὴν ἀληθινὴν τοῦ κυρίου θεότητα καὶ κατασκευάζουσα κτιστὸν αὐτὸν εἶναι δεῖν ὑπολαμβάνειν, καὶ μὴ ἐκεῖνο ὅπερ κατ᾽ οὐσίαν καὶ δύναμιν καὶ ἀξίαν ἐστὶν ὁ πατήρ, ἐπειδὴ πανταχόθεν τῆς ἀληθείας περιλαμπούσης οὐδεμίαν ἔχει κατασκευὴν τὰ ζοφώδη ταῦτα νοήματα, πάντων τῶν ὀνομάτων ὑπεριδόντες τῶν εἰς θεοπρεπῆ τινα δοξολογίαν παρὰ τῆς γραφῆς εὑρεθέντων, ὁμοίως ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ λεγομένων, ἦλθον ἐπὶ τὸ τῆς 〈ἀγεννησίας〉 ὄνομα τὸ παρ᾽ αὐτῶν τούτων ἐπὶ ἀθετήσει τῆς μεγαλειότητος τοῦ μονογενοῦς θεοῦ συμπεπλασμένον. τῆς γὰρ εὐσεβοῦς ὁμολογίας τὴν εἰς τὸν μονογενῆ θεὸν πίστιν δογματιζούσης, Ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα, πάσας οὗτοι τὰς εὐσεβεῖς φωνὰς αἷς ἡ τοῦ υἱοῦ μεγαλειότης ὁμοτίμως πρὸς τὴν τοῦ πατρὸς ἀξίαν διασημαίνεται παρωσάμενοι ἐντεῦθεν ἑαυτοῖς τῆς ἀθέου περὶ τὸ δόγμα παρανομίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἐπινοοῦσιν. ἐπειδὴ γὰρ ὁ μονογενὴς θεός, ὡς ἡ τοῦ εὐαγγελίου διδάσκει φωνή, ἐκ τοῦ πατρὸς ἐξῆλθε καὶ παρ᾽ αὐτοῦ ἐστιν, ἄλλοις ὀνόμασι τὴν διάνοιαν ταύτην μεταλαβόντες δι᾽ ἐκείνων τὴν ἀληθῆ πίστιν κατασπαράσσουσι.

τὸ γὰρ μὴ ἔκ τινος ὑπερκειμένης αἰτίας εἶναι τὸν πατέρα τῆς ἀληθείας διδασκούσης, οὗτοι ἀγεννησίαν ὠνόμασαν τὸ τοιοῦτον νόημα, καὶ τὴν ἐκ πατρὸς τοῦ μονογενοῦς ὑπόστασιν τῷ τῆς 〈γεννήσεως〉 διασημαίνουσι ῥήματι, εἶτα συνθέντες τὰς δύο φωνὰς τὴν 〈ἀγεννησίαν〉 τε καὶ τὴν 〈γέννησιν〉 ἀντιφατικῶς ἐναντιουμένας ἀλλήλαις ἐντεῦθεν τοὺς ἀνοήτους τῶν ἑπομένων αὐτοῖς παρακρούονται· τὸ γὰρ “ἐγεννήθη„ καὶ “οὐκ ἐγεννήθη„ ὡς ἄν τις ὑποδείγματι σαφηνίσειε, τοιοῦτόν ἐστιν οἷον καὶ τὸ “κάθηται„ καὶ “οὐ κάθηται„ καὶ ὅσα τῷ τοιούτῳ λέγεται τρόπῳ. οἱ δὲ τῆς κατὰ φύσιν τῶν ῥημάτων ἐμφάσεως τὰς φωνὰς ταύτας παρακινήσαντες ἄλλην αὐτοῖς ἐφαρμόζειν διάνοιαν ἐπὶ καθαιρέσει τῆς εὐσεβείας φιλονεικοῦσιν. οὐκ ἰσοδυναμούσης γάρ, καθὼς εἴρηται, τῆς τῶν ῥημάτων σημασίας τοῦ κάθηται καὶ οὐ κάθηται (ἀναιρεῖται γάρ πως ἐν θατέρῳ τῶν σημαινομένων τὸ ἕτερον) ταύτην τὴν περὶ τὸ σχῆμα τῆς προφορᾶς ἐναντίωσιν τῆς κατὰ τὴν οὐσίαν παραλλαγῆς ἐνδεικτικὴν εἶναι σοφίζονται, τῷ μὲν τὴν γέννησιν τῷ δὲ τὴν μὴ γέννησιν οὐσίαν εἶναι διοριζόμενοι.

καίτοι ὥσπερ οὐκ ἔστιν οὐσίαν ἀνθρώπου νομίσαι τὸ καθῆσθαι ἢ μὴ καθῆσθαι τὸν ἄνθρωπον (οὐ γὰρ τὸν αὐτὸν ἄν τις ἀποδοίη λόγον καθέδραν τε ἀνθρώπου καὶ ἄνθρωπον αὐτὸν ὁριζόμενος), οὕτως ἡ μὴ γεννηθεῖσα οὐσία κατὰ τὴν ἀναλογίαν τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἄλλο τι πάντως ἐστὶ τῷ ἰδίῳ λόγῳ πρὸς τὸ ἐκ τοῦ μὴ γεννηθῆναι δηλούμενον. ἀλλ᾽ οὗτοι πρὸς τὸν πονηρὸν ἐκεῖνον σκοπὸν ἀφορῶντες, ὡς ἂν μάλιστα τῆς τοῦ μονογενοῦς θεότητος ἡ ἄρνησις αὐτοῖς κυρωθείη, οὐχὶ τὴν οὐσίαν τοῦ πατρὸς ἀγεννήτως εἶναί φασιν, ἀλλ᾽ ἀναστρέψαντες τὸν λόγον οὐσίαν τὴν ἀγεννησίαν ὁρίζονται, ἵνα τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ τὸ τῆς φύσεως παρηλλαγμένον διὰ τῆς ἐναντιώσεως τῶν ὀνομάτων κατασκευάσωσι. καὶ πρὸς μὲν τὴν ἀσέβειαν μυρίοις ὀφθαλμοῖς βλέπουσι, πρὸς δὲ τὸ ἀμήχανον τῆς περὶ τοῦτο σπουδῆς ὡς μεμυκότες τὰ ὄμματα τῆς ψυχῆς ἀμβλυώττουσι. τίς γὰρ μὴ παντάπασι λημῶν τὰ τῆς ψυχῆς αἰσθητήρια οὐ διορᾷ τῆς τοῦ δόγματος αὐτῶν ἀρχῆς τὸ ἀπαγὲς καὶ ἀσύστατον καὶ ὡς ἐπ᾽ οὐδενὸς βέβηκεν αὐτοῖς ὁ λόγος ὁ τὴν ἀγεννησίαν οὐσίαν ποιῶν; οὑτωσὶ γὰρ αὐτοῖς ἡ ἀπάτη κατασκευάζεται. λέξω δὲ καθώς ἐστι δυνατὸν ἰσχυρῶς τῇ ἐμαυτοῦ φωνῇ τὸν τῶν ἐχθρῶν ἀνθυποφέρων λόγον.

Φασὶν 〈ἀγέννητον τὸν θεὸν ὀνομάζεσθαι, ἁπλοῦν δὲ εἶναι τῇ φύσει τὸ θεῖον, τὸ δὲ ἁπλοῦν μηδεμίαν ἐπιδέχεσθαι σύνθεσιν· εἰ οὖν ἀσύνθετος κατὰ τὴν φύσιν ἐστὶν ὁ θεός, ᾧ τὸ τοῦ ἀγεννήτου ἔπεστιν ὄνομα, αὐτῆς ἂν εἴη τῆς φύσεως ὄνομα τὸ ἀγέννητον, καὶ ἔστιν οὐδὲν ἕτερον ἢ ἀγεννησία ἡ φύσις〉. πρὸς οὓς τοῦτό φαμεν, ὅτι ἕτερον τοῦ 〈ἀσυνθέτου〉 καὶ ἕτερον τοῦ 〈ἀγεννήτου〉 τὸ σημαινόμενον. τὸ μὲν γὰρ τὴν ἁπλότητα τοῦ ὑποκειμένου, τὸ δὲ τὸ μὴ ἐξ αἰτίας εἶναι παρίστησι, καὶ οὐκ ἐπαλλάσσονται πρὸς ἀλλήλας αἱ τῶν ὀνομάτων ἐμφάσεις, κἂν περὶ τὸ ἓν ἀμφότερα λέγηται. ἀλλ᾽ ἐκ μὲν τῆς τοῦ ἀγεννήτου προσηγορίας τὸ ἄνευ αἰτίας εἶναι τὸν οὕτως ὠνομασμένον ἐμάθομεν, ἐκ δὲ τῆς τοῦ ἁπλοῦ τὸ καθαρεύειν συνθέσεως· οὐδέτερον δὲ τούτων ἀντὶ τοῦ ἄλλου λέγεται. οὔκουν οὐδεμίαν ἀνάγκην ἔχει, ἐπειδὴ ἁπλοῦν ἐστι τῇ φύσει τὸ θεῖον, ἀγεννησίαν αὐτοῦ τὴν φύσιν κατονομάζεσθαι· ἀλλὰ καθ᾽ ὃ μὲν ἀμερής ἐστι καὶ ἀσύνθετος, ἁπλοῦς λέγεται, καθ᾽ ὃ δὲ οὐκ ἐγεννήθη, ἀγέννητος. εἰ δὲ μὴ σημαίνοι τὸ ἄνευ αἰτίας εἶναι ἡ φωνὴ τοῦ ἀγεννήτου, ἀλλ᾽ ἡ ἁπλότης ἀντεισέρχοιτο τῇ σημασίᾳ τοῦ τοιούτου ὀνόματος καὶ διὰ τοῦτο ἀγέννητος κατὰ τὸν λόγον τῆς αἱρέσεως λέγοιτο, διότι ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, μία δὲ τοῦ ἁπλοῦ τε καὶ ἀγεννήτου ἡ σημασία, καὶ ἡ τοῦ υἱοῦ ἁπλότης 〈ἀγεννησία〉 πάντως ὀνομασθήσεται.

ἁπλοῦν γὰρ εἶναι τῇ φύσει καὶ τὸν μονογενῆ θεὸν οὐκ ἀρνήσονται, εἰ μὴ ἄρα καὶ τὸ θεὸν εἶναι αὐτὸν ἀρνήσαιντο. οὐκοῦν οὐδεμίαν κατὰ τὸ σημαινόμενον κοινωνίαν ἡ ἁπλότης πρὸς τὸ ἀγέννητον ἕξει, ὡς διὰ τὸ ἀσύνθετον ἀγεννησίαν τὴν φύσιν λέγεσθαι, ἵνα μὴ δυοῖν ἀτόποιν τὸ ἕτερον καθ᾽ ἑαυτῶν ἐπισπάσωνται, ἢ ἀρνούμενοι τοῦ μονογενοῦς τὴν θεότητα ἢ κἀκείνῳ τὴν ἀγεννησίαν ἐπιφημίζοντες. ἐπεὶ γὰρ ἁπλοῦν μὲν τῇ φύσει τὸ θεῖον, ὄνομα δὲ κατ᾽ αὐτοὺς τῆς ἁπλότητός ἐστι τὸ ἀγέννητον, ἢ σύνθετον εἶναι τὸν υἱὸν κατασκευάσουσιν, ᾧ τὸ μηδὲ θεὸν εἶναι συναποδείκνυται, ἢ εἰ ὁμολογοῖεν ἐπ᾽ αὐτοῦ τὴν θεότητα, ἁπλοῦν δὲ καθὼς εἴρηται τὸ θεῖόν ἐστι, τὸν αὐτὸν καὶ ἀγέννητον διὰ τὴν ἁπλότητα πάντως εἶναι κατασκευάσουσιν, εἴπερ ἡ ἁπλότης ταὐτὸν τῇ ἀγεννησίᾳ νομίζεται. ὡς δ᾽ ἂν σαφέστερον τὸ λεγόμενον γένοιτο, πάλιν τὸ ῥηθὲν ἀναλήψομαι.

Ἡμεῖς τοῦτό φαμεν, ὅτι ἑκατέρῳ τῶν ὀνομάτων ἴδιόν τι τὸ σημαινόμενον ὕπεστι καὶ οὔτε τῷ ἀγεννήτῳ τὸ ἀμερὲς ἑρμηνεύεται οὔτε τῷ ἁπλῷ τὸ ἀγέννητον· ἀλλ᾽ ἐν μὲν τῷ ἁπλῷ τὸ ἀσύνθετον ἐνοήσαμεν, ἐν δὲ τῷ ἀγεννήτῳ τὸ μὴ ἐξ αἰτίας εἶναί τινος ἐδιδάχθημεν. τὸν δὲ υἱὸν ἐκ θεοῦ θεὸν ὄντα καὶ αὐτὸν ἁπλοῦν πιστεύειν οἰόμεθα δεῖν διὰ τὸ πάσης συνθέσεως καθαρεύειν τὸ θεῖον καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτου μήτε διὰ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν ἁπλότητα τῆς οὐσίας σημαίνειν μήτ᾽ αὖ τῇ ἁπλότητι παριστᾶν τὸ τοῦ υἱοῦ σημαινόμενον, ἀλλ᾽ ἐκ τούτου μὲν τὴν ἐκ τοῦ πατρὸς ὑπόστασιν φανεροῦσθαι, ἐκ δὲ τοῦ ἁπλοῦ ὅπερ ἐμφαίνει ἡ τοιαύτη φωνή. ἐπεὶ οὖν ὁ μὲν τῆς κατ᾽ οὐσίαν ἁπλότητος λόγος εἷς καὶ ὁ αὐτὸς κἂν ἐπὶ πατρὸς λέγηται κἂν ἐπὶ υἱοῦ, οὔτε ὑφέσει τινὶ οὔτε πλεονασμῷ διαλλάσσων, τὸ δὲ γεννητὸν τῷ ἀγεννήτῳ πολλὴν κατὰ τὸ σημαινόμενον τὴν διαφορὰν ἔχει (τοῦτο γὰρ ἔστιν ἐν τῷ ἑτέρῳ τῶν ὀνομάτων νοῆσαι, ὃ ἐν τῷ ἄλλῳ οὐκ ἔστι), διὰ τοῦτό φαμεν μηδεμίαν ἀνάγκην εἶναι ἀγεννήτου ὄντος τοῦ πατρός, ἐπειδὴ ἁπλῆ ἐστιν αὐτοῦ ἡ οὐσία, 〈ἀγεννησίαν〉 λέγεσθαι αὐτοῦ τὴν οὐσίαν. οὐδὲ γὰρ ἁπλοῦ ὄντος τοῦ υἱοῦ, τοῦ αὐτοῦ καὶ γεννητοῦ εἶναι πεπιστευμένου, ἁπλότητα λέγομεν τὴν οὐσίαν, ἀλλ᾽ ὥσπερ ἁπλῆ ἐστιν ἡ οὐσία καὶ οὐχ ἁπλότης, οὕτω καὶ ἀγέννητός ἐστιν ἡ οὐσία καὶ οὐκ 〈ἀγεννησία〉.

τὸν αὐτὸν τρόπον γεννητοῦ ὄντος καὶ τοῦ υἱοῦ, πάσης ἀνάγκης ὁ λόγος κεχώρισται, ἐπειδὴ ἁπλῆ αὐτοῦ ἐστιν ἡ οὐσία, γέννησιν αὐτοῦ τὴν οὐσίαν ὁρίζεσθαι, ἀλλὰ καὶ ἐνταῦθα ἰδίαν ἔμφασιν ἑκάτερα τῶν ὀνομάτων ἔχει· ἥ τε γὰρ τοῦ γεννητοῦ προσηγορία τὸ ἔκ τινός σοι παρίστησι καὶ τὸ ἁπλοῦν τὸ ἀπηλλάχθαι συνθέσεως. ἀλλ᾽ οὐ ταῦτα κἀκείνοις δοκεῖ· βούλονται γάρ, ἐπειδὴ ἁπλῆ ἐστιν τοῦ πατρὸς ἡ οὐσία, μὴ ἄλλο τι ἢ ἀγεννησίαν αὐτὴν εἶναι νομίζεσθαι, διότι καὶ ἀγέννητος λέγεται. πρὸς οὓς καὶ τοῦτο ἔστιν εἰπεῖν ὅτι, ἐπειδὴ καὶ κτίστην τὸν πατέρα καὶ δημιουργὸν ὀνομάζουσιν, ἁπλοῦς δὲ κατ᾽ οὐσίαν ἐστὶν ὁ ταῦτα ὀνομαζόμενος, ὥρα τοῖς σοφοῖς τούτοις “κτίσιν„ καὶ “δημιουργίαν„ τὴν οὐσίαν τοῦ πατρὸς ἀποφαίνεσθαι, ἐπείπερ πᾶσαν σημασίαν τοῦ περὶ αὐτὸν λεγομένου ὀνόματος ὁ τῆς ἁπλότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγει. ἢ τοίνυν χωρισάτωσαν τοῦ ὁρισμοῦ τῆς θείας οὐσίας τὴν ἀγεννησίαν ἐπὶ μόνης τῆς ἰδίας ἐμφάσεως μένουσαν ἤ, εἴπερ διὰ τὴν ἁπλότητα τοῦ ὑποκειμένου τῇ ἀγεννησίᾳ τὴν οὐσίαν ὁρίζοιντο, διὰ τὴν αὐτὴν αἰτίαν καὶ τὴν κτίσιν καὶ τὴν δημιουργίαν τῇ τοῦ πατρὸς οὐσίᾳ ἐνθεωρείτωσαν, ὡς οὐχὶ κτιζούσης καὶ δημιουργούσης τῆς ἐν τῇ οὐσίᾳ δυνάμεως, ἀλλ᾽ αὐτῆς τῆς δυνάμεως κτίσμα καὶ δημιούργημα νοουμένης.

εἰ δὲ τοῦτο ἀποβάλλουσιν ὡς πονηρόν τε καὶ ἄτοπον, πεισθήτωσαν ἐκ τῆς ἀκολουθίας κἀκεῖνον τούτῳ συναποβάλλειν τὸν λόγον· ὡς γὰρ οὐκ ἔστι δημιούργημα ἡ τοῦ δημιουργοῦ οὐσία, οὕτως οὐδὲ ἀγεννησία ἡ τοῦ ἀγεννήτου οὐσία. συντομίας δὲ χάριν καὶ σαφηνείας πάλιν τὸν αὐτὸν ἐπαναλήψομαι λόγον· εἰ μὴ διὰ τὸ γεγεννῆσθαι, ἀλλὰ διὰ τὸ ἁπλῆ καὶ ἀσύνθετος οὐσία ὁ πατὴρ εἶναι ἀγέννητος λέγεται, διὰ τὴν αὐτὴν ταύτην αἰτίαν ἀγέννητος καὶ ὁ υἱὸς ὀνομασθήσεται· οὐσία γὰρ καὶ οὗτός ἐστι μονοειδὴς καὶ ἀσύνθετος. εἰ δὲ τὸν υἱόν, ἐπειδὴ ἐγεννήθη, γεννητὸν ἐξ ἀνάγκης ὁμολογήσομεν, δῆλον ὅτι καὶ τὸν πατέρα, ἐπειδὴ οὐκ ἐγεννήθη, προσεροῦμεν ἀγέννητον. εἰ δὲ τοῦτο ἥ τε ἀλήθεια καὶ ἡ τῶν κειμένων ἀκολουθία καταναγκάζει, πρόδηλον ὅτι οὐχὶ οὐσίας ἐστὶ τὸ ἀγέννητον ὄνομα, ἀλλὰ διαφορᾶς τινος νοημάτων σημαντικὸν τῆς τὸ γεννηθὲν τοῦ μὴ γεννηθέντος διαστελλούσης.

Εἶτα καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ τὸ ἀγέννητον ὄνομά φασι τὴν οὐσίαν σημαίνειν καὶ μὴ τὸ ἄνευ αἰτίας τὴν ὑπόστασιν ἔχειν, ποίῳ ὀνόματι τὸ ἄνευ αἰτίας εἶναι τὸν πατέρα συστήσουσι, τῆς ἀγεννησίας εἰς τὴν τῆς οὐσίας ἔνδειξιν παρ᾽ αὐτῶν ἀποτεταγμένης; εἰ γὰρ μὴ τὴν διασταλτικὴν τῶν ὑποστάσεων διαφορὰν διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς διδασκόμεθα, ἀλλ᾽ αὐτῆς τῆς φύσεως ἐνδεικτικὴν εἶναι τὴν φωνὴν ταύτην ὑποληψόμεθα οἷον ἀπορρέουσάν πως τοῦ ὑποκειμένου πράγματος καὶ διὰ τῆς τῶν συλλαβῶν ἐκφωνήσεως ἐκκαλύπτουσαν τὸ ζητούμενον, ἀνάγκη πᾶσα ἢ μὴ εἶναι τὸν θεὸν ἀγέννητον ἢ μὴ λέγεσθαι, μηδεμιᾶς φωνῆς τὴν τοιαύτην ἔμφασιν ἰδιαζόντως ἐπ᾽ αὐτοῦ παρεχομένης. τῆς γὰρ ἀγεννησίας, καθὼς οὗτοί φασιν, οὐ τὸ ἄνευ αἰτίας εἶναι διασημαινούσης, ἀλλὰ τὴν φύσιν ἐνδεικνυμένης, περιτραπήσεται πάντως αὐτοῖς πρὸς τοὐναντίον τὸ σόφισμα καὶ εὑρεθήσεται διαφεῦγον 〈ἐκ〉 τοῦ δόγματος αὐτῶν ἐπὶ τοῦ θεοῦ τὸ ἀγέννητον. μηδενὸς γὰρ ἑτέρου ῥήματος ἢ ὀνόματος τὸ μὴ γεννηθῆναι τὸν πατέρα παριστῶντος, τοῦ δὲ ἀγεννήτου κατὰ τὴν σοφίαν αὐτῶν ἄλλο τι καὶ οὐχὶ τὸ μὴ γεγεννῆσθαι διερμηνεύοντος, οἴχεται καὶ συνερρύη πρὸς τὸν Σαβέλλιον αὐτοῖς κατολισθήσας ὁ λόγος.

ἀνάγκη γὰρ πᾶσα διὰ τῆς ἀκολουθίας ταύτης τὸν αὐτὸν εἶναι νομίζεσθαι τῷ υἱῷ τὸν πατέρα, τῆς κατὰ τὸ γεννητὸν καὶ ἀγέννητον διαφορᾶς ἐκ τοῦ δόγματος αὐτῶν ἐκκλαπείσης, ὥστε δυοῖν θάτερον ἢ ἀναθήσονται τὴν περὶ τοῦ ὀνόματος δόξαν ὡς διαφορὰν τῆς ἑκατέρου ἰδιότητος καὶ οὐχὶ φύσιν σημαίνοντος, ἢ παραμένοντες τοῖς ἐγνωσμένοις περὶ ταύτης τῆς φωνῆς Σαβελλίῳ συνθήσονται· οὐ γὰρ ἔστιν ὅπως ἡ τῶν ὑποστάσεων διαφορὰ τὸ ἀσύγχυτον ἕξει, μὴ τῷ γεννητῷ διαστελλομένη πρὸς τὸ ἀγέννητον. ὥστε εἰ μὲν διαφορὰν σημαίνει τὸ ὄνομα, ἡ οὐσία ἔσται διὰ τῆς προσηγορίας ταύτης ἀσήμαντος· ἄλλος γὰρ τῆς διαφορᾶς καὶ ἕτερος τῆς οὐσίας ὁ λόγος· εἰ δὲ πρὸς τὴν φύσιν τὴν σημασίαν τῆς φωνῆς καθέλκουσιν, εἰς τὴν τῶν Υἱοπατόρων λεγομένων ἀπάτην ἀκολούθως ὑποσυρήσονται, τῆς κατὰ τὰς ὑποστάσεις τρανώσεως ὑφαιρεθείσης τοῦ λόγου. εἰ δὲ λέγουσι κωλύειν μηδὲν καὶ τὴν πρὸς τὸ γεννητὸν ἀντιδιαστολὴν ἐκ τῆς ἀγεννησίας σημαίνεσθαι καὶ αὐτὴν παριστᾶν τὴν οὐσίαν, διαστειλάτωσαν ἡμῖν τὰς προσφυεῖς τοῦ ὀνόματος σημασίας, ὡς δύνασθαι κυρίως ἁρμόζειν πρὸς ἑκατέραν διασχισθεῖσαν τοῦ ἀγεννήτου τὴν ἔννοιαν.

ἡ μὲν γὰρ τῆς διαφορᾶς ἐκ τοῦ ὀνόματος τούτου δήλωσις ἀμφιβολίαν οὐκ ἔχει, τῷ τῆς ἀντιδιαστολῆς λόγῳ συνισταμένη· ἀντὶ γὰρ τοῦ “γεγέννηται ὁ υἱὸς„ καὶ “οὐ γεγέννηται ὁ πατὴρ„ τὸν μὲν ἀγέννητον τὸν δὲ γεννητὸν λέγεσθαι κατά τινα ῥημάτων παρωνυμίαν καὶ ἡμεῖς συντιθέμεθα· ἡ δὲ τῆς οὐσίας δεῖξις ἐκ ποίας διανοίας διὰ τοῦ προσρήματος τούτου σαφηνισθήσεται, εἰπεῖν οὐκ ἂν ἔχοιεν.

Ἀλλὰ τοῦτο σιωπήσας ὁ καινὸς θεολόγος ἑτέρους ἡμῖν φληνάφους ἐπὶ τῆς προλαβούσης λογογραφίας εἴρων διέξεισιν. 〈ὅτι ἁπλοῦς〉, φησίν, 〈ὢν ὁ θεὸς ἀγέννητος λέγεται, διὰ τοῦτο ἀγεννησία ἐστὶν ὁ θεός〉. τί κοινὸν ὁ τῆς ἁπλότητος ἔχει λόγος πρὸς τὴν τοῦ ἀγεννήτου διάνοιαν; καὶ γὰρ καὶ ὁ μονογενὴς καὶ γεννητός ἐστι καὶ ἁπλοῦς εἶναι οὐκ ἀμφιβάλλεται. 〈ἀλλὰ καὶ ἀμερής〉, φησί, 〈καὶ ἀσύνθετος〉. τί καὶ τοῦτο πρὸς τὸ ζητούμενον; οὐδὲ γὰρ ὁ υἱὸς πολυειδὴς καὶ συγκείμενος, ἀλλ᾽ ὅμως οὐ διὰ τοῦτο ἀγέννητος. ἀλλὰ καὶ ποσότητος, φησί, καὶ πηλικότητος ἠλλοτρίωται. ἔστω καὶ ταῦτα. καὶ γὰρ καὶ ὁ υἱὸς ἀπεριόριστος τῷ πηλίκῳ καὶ ἄποσος καὶ ὅμως υἱός. ἀλλὰ τὸ ζητούμενον οὐ τοῦτό ἐστι. πρόκειται γὰρ ἀποδειχθῆναι κατὰ τίνα τοῦ ἀγεννήτου σημασίαν ἡ οὐσία γνωρίζεται. ὡς γὰρ ἐκ τῆς φωνῆς ταύτης ὁ τῆς τῶν ἰδιωμάτων διαφορᾶς κατελήφθη λόγος, οὕτως ἠξίουν ἀναμφίβολον εἶναι καὶ τοῦ εἶναι τὴν ἔνδειξιν ἔκ τινος τῶν σημαινομένων διὰ τῆς αὐτῆς ταύτης προσηγορίας. ἀλλὰ τοῦτο μὲν σιωπᾷ, λέγει δὲ 〈μὴ δεῖν κατ᾽ ἐπίνοιαν ἐπιφημίζεσθαι τῷ θεῷ τὸ ἀγέννητον. τὰ γὰρ οὕτω λελεγμένα ταῖς φωναῖς〉, φησί, 〈συνδιαλύεσθαι πέφυκε〉. τί δὲ τῶν λεγομένων οὐχ ὁμοῦ τῷ λεχθῆναι καὶ διαλύεται;

οὐ γὰρ ὥσπερ κεραμεύοντες ἢ πλινθευόμενοι κατὰ τὴν ἅπαξ γενομένην ἐν τῷ στόματι τοῦ λόγου τύπωσιν ἀδιάλυτα φυλάσσομεν τὰ διὰ τῆς φωνῆς προφερόμενα, ἀλλ᾽ ὁμοῦ τε προενήνεκται διὰ τοῦ φθόγγου ὁ λόγος καὶ τὸ ῥηθὲν οὐκ ἔστι. πάλιν γὰρ πρὸς τὸν ἀέρα τοῦ τῆς φωνῆς πνεύματος ἀναχεθέντος, οὐδὲν ἴχνος τῶν εἰρημένων ἐνετυπώθη τῷ τόπῳ, ἐν ᾧ γέγονε τῆς φωνῆς ἡ ἀνάχυσις· ὥστε εἰ τούτῳ τὸν κατ᾽ ἐπίνοιαν λόγον χαρακτηρίζει, τῷ μὴ μένειν λόγον ἀλλὰ τῇ φωνῇ τοῦ φθεγγομένου συναφανίζεσθαι, οὐκ ἂν φθάνοι πάντα λόγον ὀνομάζων ἐπίνοιαν, μηδεμιᾶς ὑποστάσεως ἐν οὐδενὶ λόγῳ μετὰ τὴν προφορὰν διαμενούσης. οὐδὲ γὰρ αὐτὴν τὴν ἀγεννησίαν, ἣν ἐξαιρεῖ τῆς ἐπινοίας, ἀδιάλυτον καὶ παγίαν μετὰ τὸ προενεχθῆναι δεῖξαι δυνήσεται, τῆς προενεχθείσης διὰ τοῦ φθόγγου ῥήσεως ἐκ τοῦ στόματος ἐν τῷ ἀέρι μὴ συμμενούσης. καὶ οὕτω δ᾽ ἄν τις μάθοι τὸ τῶν εἰρημένων ἀσύστατον, ὅτι κἂν σιωπῶντες τὰς τῆς ψυχῆς ἐννοίας ἀπογραφώμεθα, οὐ τὰ μὲν ὑφεστῶτα τῶν νοημάτων τὴν διὰ τῶν γραμμάτων σημείωσιν δέξεται, τὸ δὲ ἀσύστατον ἀμοιρήσει τῆς ἐν τοῖς γράμμασι σημειώσεως· ἔξεστι γὰρ πᾶν, ὅτιπερ ἂν ἐπὶ νοῦν ἔλθῃ, κἂν ὑφεστήκῃ κατὰ τὴν σύνεσιν κἂν ὡς ἑτέρως ἔχῃ, κατ᾽ ἐξουσίαν ἐναποθέσθαι τῷ γράμματι, ταὐτὸν δὲ εἰς φανέρωσιν διανοίας ὁ φθόγγος ἐστὶ τῷ γράμματι· ἐπίσης γὰρ δι᾽ ἑκατέρων τὸ νοηθὲν ἐξαγγέλλομεν.

πρὸς τί τοίνυν ὁρῶν μόνῃ συνδιαλύει τῇ φωνῇ τὴν ἐπίνοιαν, συνιδεῖν οὐκ ἔχω. παντὸς γὰρ λόγου τοῦ διά τινος ἤχου προφερομένου τοῦ μὲν πνεύματος τοῦ τὴν φωνὴν διαπορθμεύσαντος πρὸς τὸ συγγενὲς ἡ μεταχώρησις γίνεται, ὁ δὲ τῶν ῥηθέντων νοῦς διὰ τῆς ἀκοῆς τῷ μνημονικῷ τῆς τοῦ ἀκούοντος ψυχῆς ἐγχαράσσεται, εἴτε ἀληθὴς εἴτε διεσφαλμένος τύχοι. οὐκοῦν ψυχρὰν τῆς ἐπινοίας ταύτης ὁ λογογράφος ἡμῖν τὴν ἑρμηνείαν ταύτην προτείνεται, τῇ διαλύσει τῆς φωνῆς χαρακτηρίζων καὶ ὁριζόμενος. καὶ τούτου χάριν ὁ συνετὸς ἀκροατὴς ἐκεῖνος, καθώς φησιν Ἡσαΐας, παραγράφεται μὲν τὴν ἀδιανόητον ταύτην τῆς ἐπινοίας φυσιολογίαν, ὄντως διαλυτὴν αὐτὴν καὶ ἀνυπόστατον ἀποδείξας κατὰ τὸν τούτου λόγον, τεχνολογεῖ δὲ περὶ τῆς ἐγκειμένης τῇ λέξει δυνάμεως, διὰ τῶν γνωρίμων ὑποδειγμάτων τῇ περὶ τῶν δογμάτων θεωρίᾳ προσβιβάζων τὸν λόγον. πρὸς ὃν ὁ Εὐνόμιος διὰ τῆς σεμνῆς ταύτης λογογραφίας ἑαυτὸν ἀντεπαίρων ἀναλύειν ἐπιχειρεῖ τὰ περὶ τῆς ἐπινοίας διηρθρωμένα τοῦτον τὸν τρόπον. ἄμεινον δὲ ἴσως πρὶν διευθῦναι τὰ γεγραμμένα τὸν σκοπὸν ἐξετάσαι, τί βουλόμενος ἀποφεύγει τὸ κατ᾽ ἐπίνοιαν ἐπιλέγεσθαι τῷ θεῷ τὸ ἀγέννητον.

Δόγμα κοινὸν ἐπὶ πάντων τῶν παραδεδεγμένων τὸν λόγον τῆς εὐσεβείας κεκράτηκε τὸ πᾶσαν ἐν τῷ Χριστῷ τὴν ἐλπίδα τῆς σωτηρίας δεῖν ἔχειν, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀγαθοῖς γενέσθαι, μὴ τῆς εἰς Χριστὸν πίστεως παρεχομένης τὸ σπουδαζόμενον. ταύτης δὲ τῆς διανοίας παγίως ταῖς ψυχαῖς τῶν πεπιστευκότων ἐνερηρεισμένης καὶ πάσης τιμῆς τε καὶ λατρείας καὶ δόξης τῷ μονογενεῖ θεῷ παρὰ πάντων ὡς ἀρχηγῷ τῆς ζωῆς ἀνακειμένης τῷ ποιοῦντι τὰ τοῦ πατρὸς ἔργα, καθὼς αὐτὸς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησί, καὶ μηδεμιᾶς κατὰ πᾶσαν ἀγαθοῦ πράγματος ἔννοιαν ὑπερβολῆς ἐλαττουμένῳ, οὐκ οἶδα πόθεν παρακινηθέντες δυσμενείᾳ καὶ φθόνῳ τῆς τοῦ κυρίου τιμῆς, καθάπερ ζημίαν ἑαυτοῖς κρίνοντες τὴν γινομένην τῷ μονογενεῖ θεῷ παρὰ τῶν πεπιστευκότων προσκύνησιν, ἀνταίρουσι ταῖς θείαις τιμαῖς καὶ πείθειν ἐπιχειροῦσιν, ὡς οὐδὲν τῶν περὶ αὐτῶν λεγομένων ἀληθῶς λέγεται. οὔτε γὰρ θεός, κἂν ὀνομάζηταί πως ὑπὸ τῆς γραφῆς, ἀληθινός ἐστι θεός, οὔτε υἱὸς λεγόμενος ἐπαληθεύουσαν ἔχει τῇ προσηγορίᾳ τὴν φύσιν οὔτε ἀξίας οὔτε φύσεως αὐτῷ πρὸς τὸν πατέρα ἔστι τις κοινωνία.

μηδὲ γὰρ εἶναι δυνατὸν τῷ γεγεννημένῳ πρὸς τὸν ποιήσαντα τὸ κατὰ τὴν ἀξίαν ἢ τὴν δύναμιν ἢ τὴν φύσιν ὑπάρχειν ὁμότιμον, διότι τῷ μὲν ἀόριστος ἡ ζωὴ καὶ ἐξ ἀϊδίου ἡ ὕπαρξις, τῷ δὲ υἱῷ τρόπον τινὰ περιγέγραπται ἡ ζωή, τῆς ἀρχῆς καθ᾽ ἣν γέγονε περατούσης ἐπὶ τὸ ἄνω τῆς ζωῆς τὴν πρόοδον καὶ τῇ τοῦ πατρὸς ἀϊδιότητι συμπαρατείνεσθαι κωλυούσης· ὥστε καὶ τούτῳ τὴν ζωὴν ἐλλιπῆ νομίζεσθαι καὶ τὸν πατέρα μὴ ἀεὶ εἶναι, ὅπερ νῦν ἐστί τε καὶ λέγεται, ἀλλ᾽ ἕτερόν τι πρότερον ὄντα μετὰ ταῦτα βουλεύσασθαι γενέσθαι πατέρα, μᾶλλον δὲ οὐχὶ γενέσθαι, ἀλλὰ κληθῆναι· μηδὲ γὰρ υἱοῦ κατὰ ἀλήθειαν ὀνομασθῆναι πατέρα, ἀλλὰ κτίσματος εἰς υἱοῦ κλῆσιν ὑποβληθέντος. πάντως δέ, φασί, τὸ μεταγενέστερον τοῦ πρεσβυτέρου καὶ τὸ ὡρισμένον τοῦ ἀϊδίου καὶ τὸ κατὰ βούλησιν τοῦ πεποιηκότος γεγεννημένον αὐτοῦ τοῦ πεποιηκότος δυνάμει τε καὶ ἀξίᾳ καὶ φύσει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις καὶ ἅπασι τοῖς τιμίοις ἐξ ἀνάγκης ἠλάττωται. οὗ δὲ τὸ τέλειον ἐν ταῖς θειοτέραις τῶν ὑπολήψεων ἄπεστι, πῶς ἄν τις τοῦτο ταῖς τοῦ ἀληθινοῦ θεοῦ τιμαῖς εὐλόγως ἀποσεμνύνειεν;

ὡς ἐκ τούτου κατασκευάζεσθαι παρ᾽ αὐτῶν τὸν ἀτελῆ μὲν κατὰ τὴν δύναμιν, ἐλλιπῆ δὲ κατὰ τὴν τῆς ζωῆς τελειότητα, ὑποχείριον δὲ τῷ δυναστεύοντι, ποιοῦντα δὲ μηδὲν ἀφ᾽ ἑαυτοῦ πλὴν εἴ τι νομοθετεῖται τῷ τοῦ κρατοῦντος προστάγματι, τοῦτον ἐν μηδεμιᾷ θεοπρεπεῖ τιμῇ τε καὶ ὑπολήψει πιστεύειν 〈δεῖν〉 εἶναι, ἀλλὰ θεὸν μὲν ὀνομάζειν, κενὸν δὲ πάσης μεγαλοπρεποῦς ἐννοίας περιφέρειν τὸ ὄνομα.

Καὶ ἐπειδὴ ταῦτα οὑτωσὶ λεγόμενα δίχα τῆς τῶν λογισμῶν περιβολῆς παροξύνει πως εἰς ὀργὴν καὶ φρίττειν ποιεῖ τῷ ξενισμῷ τὸν ἀκούοντα (τίς γὰρ δέχεται πονηρὸν σύμβουλον γυμνῶς καὶ ἀκατασκεύως τὴν καθαίρεσιν τῆς μεγαλειότητος τοῦ Χριστοῦ συμβουλεύοντα;), διὰ τοῦτο παραγωγαῖς τισι πιθαναῖς καὶ ἀπάταις τὴν πονηρὰν ταύτην ἐνέδραν τοῦ λόγου περικαλύψαντες ταῖς ἔξωθεν ἐπινοίαις τοὺς ἀνοήτους τῶν ἀκροατῶν παρακρούονται. τὰ γὰρ ἄλλα κατασκευάσαντες, δι᾽ ὧν ἂν ᾗ δυνατὸν αὐτομάτως ἐπὶ ταῦτα κατασυρῆναι τὴν τῶν ἀκουόντων διάνοιαν, τῷ ἀκροατῇ τὸ πέρας τῆς καταστροφῆς καταλείπουσιν. εἰπόντες γὰρ μὴ εἶναι ταὐτὸν κατὰ τὴν οὐσίαν τὸν μονογενῆ θεὸν τῷ ἀληθινῷ πατρὶ καὶ τοῦτο σοφιστικῶς συμπεράναντες διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ ἀπὸ τούτου σιωπῶντες ἐργάζονται, αὐτομάτως διὰ τοῦ ἀκολούθου τῆς ἀσεβείας κρατυνομένης.

καὶ ὥσπερ τὸ δηλητήριον ὁ φαρμακεὺς εὐπαράδεκτον ποιεῖ, τῷ ἐπιβουλευομένῳ μέλιτι καταγλυκάνας τὸν ὄλεθρον, καὶ ὁ μὲν ἔδωκε μόνον, τὸ δὲ ἐγκαταμιχθὲν τοῖς σπλάγχνοις οὐδὲν ἔτι πραγματευομένου τοῦ φαρμακέως τὴν φθορὰν κατεργάζεται, ὅμοιόν τι καὶ παρὰ τούτων γίνεται· ταῖς γὰρ κομψείαις τῶν σοφισμάτων τὸ φθοροποιὸν δόγμα οἷόν τινι μέλιτι καταχρώσαντες, ἐπειδὰν ἐγχέωσι τὴν ἀπάτην τῇ ψυχῇ τοῦ ἀκούοντος τὴν περὶ τοῦ μὴ εἶναι θεὸν ἀληθινὸν τὸν μονογενῆ θεόν, τὰ ἄλλα πάντα τούτῳ καὶ σιωπῶντες συγκατειργάσαντο. τῷ γὰρ πεισθῆναι μὴ ἀληθῶς εἶναι θεὸν ἐπακολουθεῖ τὸ μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ θεοπρεπῶς λεγομένων ἐν ἀληθείᾳ λέγεσθαι· εἰ γὰρ οὔτε υἱὸς οὔτε θεὸς ἐξ ἀληθείας, ἀλλ᾽ ἐκ καταχρήσεως τούτων ἑκάτερον, πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, οἷς παρὰ τῆς θείας γραφῆς ὀνομάζεται, τῆς ἀληθείας κεχώρισται. οὐ γὰρ δὴ τὸ μὲν ἀληθῶς ἐπ᾽ αὐτοῦ ῥηθήσεται, τὸ δὲ ἀμοιρήσει τῆς ἀληθείας, ἀλλὰ πάντως ἀλλήλοις ἀκολουθήσει τὰ πάντα, ὥστε εἰ μὲν ἀληθῶς εἴη θεός, καὶ κριτὴν καὶ βασιλέα καὶ τὰ καθ᾽ ἕκαστον τῶν λεγομένων εἶναι ὡς λέγεται, εἰ δὲ ἡ θεότης ψεύδοιτο, μηδὲ ἄλλο τι τῶν περὶ αὐτοῦ ἀληθεύειν. πεισθέντων τοίνυν τῶν ἠπατημένων τὸ ψευδώνυμον ἐπὶ τοῦ μονογενοῦς εἶναι τὴν τῆς θεότητος κλῆσιν, τὸ μηδὲ λατρεύειν μηδὲ σεβάζεσθαι μηδὲ ὅλως τὴν θεῷ χρεωστουμένην ἀπονέμειν τιμὴν συγκατεσκευάσθη.

Ἵνα τοίνυν ἐνεργὸς αὐτοῖς ἡ κατὰ τοῦ σωτῆρος ἐπιχείρησις γένηται, ταύτην εὕραντο τῆς βλασφημίας τὴν μέθοδον. συμβουλεύουσι μὴ δεῖν τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν ἐπισκοπεῖν, δι᾽ ὧν τὸ ὁμότιμον τῆς ἀξίας τοῦ υἱοῦ πρὸς τὸν πατέρα διασημαίνεται, ἀλλ᾽ ἐκ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν ἀντιθέσεως τὸ παρηλλαγμένον τῆς φύσεως συλλογίζεσθαι· τοῦτο γὰρ εἶναι τὴν θείαν φύσιν, ὅπερ σημαίνει τὸ τῆς ἀγεννησίας ὄνομα. εἶτα πάντων ἀνθρώπων τῶν γε νοῦν ἐχόντων ἀμήχανον εἶναι λογιζομένων δυνάμει τινὶ ῥημάτων τὴν ἄφραστον φύσιν ἐξαγγελθῆναι, οὔτε τῆς γνώσεως ἡμῶν τοσοῦτον ἐκτεινομένης, ὡς εἰς τὰ ὑπερέκεινα τῶν γινωσκομένων φθάνειν, οὔτε τῆς τῶν λόγων ὑπηρεσίας τοσαύτην δύναμιν ἐν ἡμῖν κεκληρωμένης, ὡς ἱκανὴν εἶναι τὸ νοηθὲν ἐξαγγεῖλαι, εἴπερ τι καὶ ὅλως ὑψηλόν τε καὶ θεῖον ἐπὶ νοῦν ἔλθοι, πάλιν οἱ σοφοὶ οὗτοι πολλὴν ἀβελτερίαν καὶ τῆς λογικῆς ἐπιστήμης ἀπειρίαν τῶν πολλῶν καταψηφιζόμενοι αὐτοί τε εἰδέναι διαβεβαιοῦνται ταῦτα καὶ οἷς ἂν ἐθέλωσι δύνασθαι τὴν περὶ τούτων ἐμποιῆσαι γνῶσιν.

καὶ διὰ τοῦτο λέγουσι μηδὲν ἕτερον εἶναι τὴν θείαν φύσιν πλὴν τὴν 〈ἀγεννησίαν〉 αὐτήν, καὶ ταύτην 〈κυριωτάτην καὶ ἀνωτάτω〉 προσαγορεύοντες ἅπαν τὸ μεγαλεῖον τῆς θεότητος τῇ φωνῇ ταύτῃ ἐγκατακλείουσιν· ὡς ἐκ τούτου κατασκευάζεσθαι, εἰ ἡ ἀγεννησία τὸ κυριώτατον τῆς οὐσίας ἐστὶ καὶ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνομάτων ταύτῃ συνήρτηται, ἡ θεότης, ἡ ἀφθαρσία, ἡ δύναμις καὶ τὰ ἄλλα πάντα, εἰ οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἡ 〈ἀγεννησία〉 ἐστί, πάντως εἴ τι τοῦτο μὴ λέγεται, οὐδὲ ἐκεῖνα ἔσται. ὡς γὰρ τὸ λογικὸν καὶ τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικὸν ἴδιον τοῦ ἀνθρώπου ἐστίν, εἰ δέ τι μή ἐστιν ἄνθρωπος, οὐδὲ ἐν τοῖς ἰδιώμασι πάντως ἔσται τῆς φύσεως, οὕτως εἴπερ 〈ἀγεννησία〉 ἐστὶν ἡ ἀληθινὴ θεότης, ᾧ τὸ ὄνομα τοῦτο μὴ πρόσεστιν, οὐδὲ ἄλλο τι τῶν τὴν θεότητα χαρακτηριζόντων τούτῳ πάντως ἐφευρεθήσεται. τῆς οὖν ἀγεννησίας περὶ τὸν υἱὸν μὴ λεγομένης, τὸ μηδὲ τὰ λοιπὰ πάντα τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν ὀνομάτων ἐπ᾽ αὐτοῦ κυρίως λέγεσθαι κατεσκευάσθη.

τοῦτο οὖν εἶναι τὴν κατάληψιν τῶν θείων μυστηρίων ὁρίζονται, τὸ ἀθετεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα, μονονουχὶ φανερῶς ἐμβοῶντες παντὶ τῷ τὴν ἀκοὴν ὑπέχοντι ὅτι σοὶ ἔξεστι τελείῳ κατὰ τὴν γνῶσιν εἶναι, μὴ πιστεύοντι τῷ μονογενεῖ θεῷ, ὅτι ἐστὶν ἀληθῶς θεός, μὴ τιμῶντι τὸν υἱὸν καθὼς τιμᾶται ὁ πατήρ, μὴ υἱὸν ἀλλὰ κτίσμα κατὰ τὴν φύσιν εἶναι νομίζοντι, μὴ κύριον, μὴ δεσπότην, ἀλλὰ δοῦλον καὶ ὑποχείριον. πρὸς τοῦτο γὰρ βλέπει τὸ πέρας τῆς συμβουλῆς, κἂν ἑτέροις ῥήμασιν ἡ βλασφημία περικαλύπτηται.

Διὰ ταῦτα ποικίλως κατὰ τὴν προτέραν λογογραφίαν ἐμπυρριχίζων τῇ τῶν σοφισμάτων στροφῇ καὶ διαφόρως τεχνολογῶν τὸ ἀγέννητον, ἐκκλέπτει τὴν διάνοιαν τῶν εὐεξαπατήτων, ἐν οἷς φησιν· 〈οὐκοῦν εἰ μήτε κατ᾽ ἐπίνοιαν μήτε κατὰ στέρησιν μήτε ἐν μέρει, ἀμερὴς γάρ, μήτε ἐν αὐτῷ ὡς ἕτερον, 〈ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, μήτε παρ᾽ αὐτὸν ἕτερον〉, εἷς γὰρ καὶ μόνος ἀγέννητος, αὐτὸ ἂν εἴη οὐσία ἀγέννητος〉. συνιδὼν τοίνυν ὁ διδάσκαλος ἡμῶν τὴν ἐκ τῆς ἀπάτης ἐγγινομένην τοῖς παρακρουσθεῖσι ζημίαν, ὅτι αὐτῆς ἐστι τῆς εἰς τὸν κύριον ὁμολογίας παράβασις ἡ περὶ τοῦ μὴ εἶναι αὐτὸν ἀληθῶς θεὸν συγκατάθεσις, εἰς ὅπερ ἡ τῶν ῥημάτων τούτων ἀκολουθία καταστρέφει τὸ δόγμα, διὰ τοῦτο τὸ μὲν ὡς μέρος μὴ ἐπιλέγεσθαι τῷ θεῷ τὴν ἀγεννησίαν οὐκ ἀντιλέγει, ἁπλοῦν τε καὶ ἄποσον καὶ ἀμέγεθες καὶ ἀσύνθετον καὶ αὐτὸς συνομολογῶν εἶναι τὸ θεῖον, τὸ δὲ κατ᾽ ἐπίνοιαν μὴ δεῖν ἐπ᾽ αὐτοῦ τὴν ἐπωνυμίαν λέγεσθαι ταύτην καὶ ἀντιλέγει καὶ ἀποδείκνυσιν· οἷς οὐκ ἐμμένων ὁ λογογράφος πάλιν ἡμῖν τὴν παρ᾽ ἑαυτοῦ σοφίαν ἀντικαθίστησιν ἐν τῷ δευτέρῳ τῶν λόγων, τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἀντιμαχόμενος.

Καιρὸς δ᾽ ἂν εἴη λοιπὸν καὶ αὐτῆς μνησθῆναι τῆς εἰς τοῦτο κατασκευῆς, τοσοῦτον ὑπειπόντας μόνον. οὐκ ἔστιν ἐν ἀνθρωπίνῃ φύσει δύναμις εἰς ἀκριβῆ κατανόησιν οὐσίας θεοῦ· τάχα δὲ μικρόν ἐστιν ἐπὶ μόνης ἀποφήνασθαι τοῦτο τῆς ἀνθρωπίνης δυνάμεως, ἀλλὰ καὶ τὴν ἀσώματον κτίσιν ἐλάττονά τις εἰπὼν ἢ ὥστε χωρῆσαι καὶ περιλαβεῖν τῇ γνώσει τὴν ἀόριστον φύσιν οὐ τοῦ παντὸς ἁμαρτήσεται. οἷον ἔστιν ἐπὶ τῶν καθ᾽ ἡμᾶς ὑποδειγμάτων κατανοῆσαι, ὅτι πολλῶν ὄντων καὶ διαφόρων τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων, τῶν μὲν πτηνῶν τῶν δὲ χερσαίων, τό τε ὑπερνεφὲς ἐν τῇ τῶν πτερῶν δυνάμει γενόμενον καὶ τὸ τοῖς κοίλοις ἐγκαθιδρυμένον καὶ ἐμφωλεῦον εἰ μὲν πρὸς ἄλληλα κρίνοιντο, οὐκ ὀλίγον ἂν ἀφεστάναι δόξειε τοῦ χερσαίου τὸ ἐναέριον, εἰ δὲ πρὸς τὰ ἄστρα καὶ τὴν ἀπλανῆ σφαῖραν ἡ σύγκρισις εἴη, οὐδὲν ἔλαττον κεχωρίσθαι τοῦ οὐρανοῦ τὸ μετεωροποροῦν διὰ πτήσεως τῶν περὶ γῆν νομισθήσεται ζῴων. οὕτως καὶ ἡ τῶν ἀγγέλων δύναμις τῷ μὲν ἡμετέρῳ συγκρινομένη πάμπολυ προέχειν δοκεῖ, ὅτι οὐδεμιᾶς αἰσθήσεως ἐνοχλούσης γυμνῇ τε καὶ ἀπαρακαλύπτῳ τῇ γνωστικῇ δυνάμει τῶν ὑψηλῶν ἐπορέγεται· εἰ δὲ πρὸς τὸ μεγαλεῖον τοῦ ὄντως ὄντος καὶ ἡ ἐκείνων κατάληψις ἐξετάζοιτο, τάχα ὁ τολμήσας εἰπεῖν μὴ πόρρω τῆς ἡμετέρας βραχύτητος καὶ τὴν ἐκείνων δύναμιν ἀφεστάναι τῆς θείας κατανοήσεως οὐκ ἔξω τοῦ εἰκότος ἀποτολμήσει.

πολὺ γὰρ τὸ μέσον καὶ ἀδιεξίτητον, ᾧ πρὸς τὴν κτιστὴν οὐσίαν ἡ ἄκτιστος φύσις διατετείχισται. αὕτη πεπεράτωται, ἐκείνη πέρας οὐκ ἔχει· αὕτη τοῖς ἰδίοις μέτροις κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ πεποιηκότος ἐμπεριείληπται, τῆς δὲ μέτρον ἡ ἀπειρία ἐστίν· αὕτη διαστηματικῇ τινι παρατάσει συμπαρεκτείνεται, καὶ χρόνῳ καὶ τόπῳ περιειργομένη, ἐκείνη ὑπερεκπίπτει πᾶσαν διαστήματος ἔννοιαν, καθ᾽ ὅπερ ἄν τις ἐπιβάλλῃ τὸν νοῦν, κατ᾽ ἐκεῖνο τὴν πολυπραγμοσύνην ἐκφεύγουσα· ἐν ταύτῃ τῇ ζωῇ καὶ ἀρχὴν τοῖς οὖσι καὶ τέλος ἔστιν ἐπινοῆσαι, ἡ δὲ ὑπὲρ τὴν κτίσιν μακαριότης οὔτε ἀρχὴν οὔτε τέλος προσίεται, ἀλλ᾽ ὑπὲρ τὸ ἐν ἑκατέρῳ σημαινόμενον πέφυκεν ἀεὶ ὡσαύτως ἔχουσα καὶ ἐφ᾽ ἑαυτῆς βεβηκυῖα, οὐ διαστηματικῶς ἔκ τινος εἴς τι τῇ ζωῇ διοδεύουσα· οὔτε γὰρ μετουσίᾳ ζωῆς ἑτέρας ἐν τῷ ζῆν γίνεται, ὡς ἀκόλουθον εἶναι καὶ πέρας καὶ ἀρχὴν τῆς μετουσίας νοεῖσθαι, ἀλλ᾽ αὐτὸ ὅπερ ἐστὶ ζωή ἐστιν ἐν ἑαυτῇ ἐνεργουμένη, οὔτε μείζων οὔτε ἐλάττων ἐκ προσθήκης ἢ ὑφαιρέσεως γίνεται. ἡ μὲν γὰρ εἰς τὸ μεῖζον ἐπαύξησις ἐν τῷ ἀπείρῳ χώραν οὐκ ἔχει, τῆς δὲ κατὰ τὴν ἐλάττωσιν ἐπινοίας τὸ κατὰ φύσιν ἀπαθὲς ἀνεπίδεκτον.

ὥσπερ δὲ τὸν οὐρανὸν ὁρῶντες καὶ τρόπον τινὰ διὰ τῶν ὁρατικῶν αἰσθητηρίων τοῦ κατὰ τὸ ὕψος ἐφαπτόμενοι κάλλους εἶναι μὲν τὸ φαινόμενον οὐκ ἀμφιβάλλομεν, τὸ δὲ τί ἐστιν ἐρωτηθέντες διερμηνεῦσαι τῷ λόγῳ τὴν φύσιν οὐκ ἔχομεν, θαυμάζομεν δὲ μόνον τὴν ἐγκύκλιον τοῦ παντὸς ὁρῶντες περιφορὰν καὶ τῶν πλανητῶν τὴν ἐναρμόνιον ἐπὶ τὸ ἔμπαλιν κίνησιν κύκλον τέ τινα τὸν λεγόμενον ζῳοφόρον κατὰ τὸ λοξὸν ἐγκεχαραγμένον τῷ πόλῳ, ᾧ τὴν κίνησιν τῶν κατὰ τὸ ἐναντίον ἀνειλουμένων παρατηροῦσιν οἱ ταῦτα σοφοί, φωστήρων τε διαφορὰς κατά τε τὰ μεγέθη καὶ τὰς τῶν αὐγῶν ἰδιότητας ἐπιτολάς τε καὶ δύσεις κατὰ τὴν ἐγκύκλιον τοῦ ἔτους περίοδον ἐπὶ τῶν αὐτῶν ἀεὶ καιρῶν γινομένας ἀπαραβάτως, συνόδους τε τῶν πλανωμένων καὶ ὑποδρομὰς τῶν ὑποβεβηκότων καὶ ἐκλείψεις τῶν ὑπερκειμένων καὶ γῆς ἀποσκιάσεις καὶ ἀποκαταστάσεις τῶν ἐκλειπόντων τήν τε πολυειδῆ τῆς σελήνης ἀλλοίωσιν καὶ τοῦ ἡλίου τὴν ἐπὶ τοῦ μέσου τῶν πόλων κίνησιν, καὶ ὡς ἀνάπλεως ὢν τοῦ ἰδίου φωτὸς καὶ ταῖς ἀκτῖσιν ἐν κύκλῳ καταστεφὴς πάντα τε τῇ φωτιστικῇ δυνάμει περιπτυσσόμενος ἔστιν ὅτε καὶ αὐτὸς ἐκλείπει, τοῦ σεληναίου σώματος ὥς φασιν ἐπιπροσθοῦντος, καὶ ὡς κατὰ τὸ βούλημα τοῦ διατάξαντος ἀεὶ τὸν ἴδιον δρόμον ἀνύων περιπορεύεται διὰ τῆς τεταγμένης προόδου καὶ ὑποβάσεως, τὰς τέσσαρας τοῦ ἔτους ὥρας ἐν ἑαυταῖς ἀνελίσσων, ταῦτα ὁρῶντες εἶναι μὲν τὰ φαινόμενα δι᾽ ὧν ὁρῶμεν οὐκ ἀμφιβάλλομεν, οὐσίας δὲ λόγον ἑκάστου τῶν ὄντων τοσοῦτον ἀπέχομεν κατανοῆσαι, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν τῇ αἰσθήσει τὸ φανὲν ἐγνωρίσαμεν· οὕτω καὶ τὸν ποιητὴν τοῦ κόσμου ὅτι μὲν ἔστιν οἴδαμεν, τὸν δὲ τῆς οὐσίας λόγον ἀγνοεῖν οὐκ ἀρνούμεθα.

Οἱ δὲ γινώσκειν ταῦτα κομπάζοντες πρότερον μὲν περὶ τῶν ὑποβεβηκότων εἰπάτωσαν, τί τὸ οὐράνιον οἴονται σῶμα, τίνα δὲ τὴν κυκλοφοροῦσαν διὰ παντὸς μηχανήν, ἐν τίνι δὲ τὴν κίνησιν γίνεσθαι; ὅπερ γὰρ ἄν τις τῇ διανοίᾳ λογίσηται, πάντως εἰς τὸ ἀμήχανόν τε καὶ ἀκατάληπτον ὁ λογισμὸς προϊὼν καταλήξει. εἴ τε γὰρ ἕτερον ὁμοιοσχημάτιστον σῶμα λέγοι τις ἐν τύπῳ περιηρμοσμένον περικρατεῖν τὴν φοράν, ὡς ἀεὶ τὸν δρόμον καμπτόμενον ὁμοιοτρόπως περὶ ἑαυτὸν ἑλίσσεσθαι, τῇ ἀνάγκῃ τοῦ περιέχοντος ἐξενεχθῆναι πρὸς τὸ εὐθὺ κωλυόμενον, πῶς ἐρεῖ διαμένειν ταῦτα τὰ σώματα, διὰ τῆς διηνεκοῦς τρίψεως ἐν ἀλλήλοις οὐ δαπανώμενα; πῶς δὲ καὶ ἐνεργεῖται ἡ κίνησις, δύο σωμάτων ὁμοφυῶν πρὸς τύπον ἀλλήλοις ἐναρμοττόντων, ὅταν τὸ ἕτερον ἀκίνητον μένῃ; τῇ γὰρ ἀκινησίᾳ τοῦ περιδεδραγμένου τὸ ἐντὸς διασφιγγόμενον ἀδυνατήσει πάντως πρὸς τὴν ἰδίαν ἐνέργειαν. τί δὲ καὶ τὸ ἑδράζον τοῦ περιέχοντος ἐκείνου τὴν παγιότητα, ὥστε διαμένειν ἄσειστον, ὑπὸ τῆς τοῦ ἐνηρμοσμένου κινήσεως μὴ τινασσόμενον;

εἰ δὲ κἀκείνου κατὰ τὴν πολυπραγμοσύνην τῆς διανοίας εἶναί τις ἕδρα ὑποληφθείη ἡ συντηροῦσα ἐν τῷ παγίῳ τὴν στάσιν, πάντως προϊὼν κατὰ τὸ ἀκόλουθον ὁ λόγος κἀκείνης πολυπραγμονήσει βάσιν τῆς βάσεως καὶ ταύτης ἄλλην καὶ τῆς ἐφεξῆς ἑτέραν καὶ οὕτω διὰ τῶν ὁμοίων ἡ ἐξέτασις ἀνιοῦσα πρὸς τὸ ἄπειρον ἐνεχθήσεται καὶ εἰς ἄπορον καταλήξει, τοῦ εἰς τὴν τοῦ παντὸς σύστασιν ὑποβεβλημένου σώματος τὸ ἐπέκεινα πάλιν κατεξετάζουσα, ὡς μηδαμοῦ στῆναι τὸν λόγον τοῦ ἀεὶ περιέχοντος τὴν περιβολὴν ζητοῦντα. ἀλλὰ τοῦτο μὲν οὐχί· κενὸν δέ τι κατὰ τὴν ματαίαν τῶν ταῦτα πεφιλοσοφηκότων ὑπόνοιαν τοῖς οὐρανίοις περικέχυται νώτοις καὶ τούτῳ ἐνολισθαίνουσα τοῦ παντὸς ἡ δίνησις πρὸς ἑαυτὴν ἀναστρέφει, μηδεμίαν ἐκ στερεοῦ τινος ἀντιτυπίαν εὑρίσκουσα τὴν δυναμένην ἐξ ἀντιβάσεως στῆσαι καὶ ἀνακόψαι προϊοῦσαν ἐν κύκλῳ τὴν κίνησιν. τί τοίνυν ἐστὶ τὸ κενὸν ἐκεῖνο, ὃ μήτε σῶμά φασι μήτε νόημα, καὶ μέχρι τίνος ἱστάμενον, καὶ τί τὸ διαδεχόμενον; τίς δὲ τοῦ ναστοῦ καὶ ἀντιτύπου ἡ πρὸς τὸ κενὸν καὶ ἀνυπόστατον ἐκεῖνο συγγένεια; τί τὸ μεσιτεῦον τοῖς παρηλλαγμένοις τῇ φύσει; πῶς δὲ διὰ τῶν ἑτεροφυῶν ἡ τοσαύτη τοῦ παντὸς εὐαρμοστία συνίσταται; τί δ᾽ ἄν τις εἴποι τὸν οὐρανὸν αὐτὸν εἶναι, μίγμα τι τῶν περιεχομένων στοιχείων ἢ ἓν ἐξ ἁπάντων ἢ ἄλλο τι παρὰ ταῦτα;

τί δὲ τοὺς ἀστέρας αὐτούς, πόθεν δὲ αὐτοῖς τὴν αὐγὴν ἀποστίλβειν τί οὖσαν καὶ ὅπως συνισταμένην; τῆς δὲ διαφορᾶς αὐτῶν κατά τε τὸ κάλλος καὶ τὸ μέγεθος ὁ λόγος τίς; τοὺς δὲ ἐντὸς ἑπτὰ κύκλους τὴν ἐναντίαν τῷ παντὶ κίνησιν περιαγομένους τί εἶναι, ὑπὸ ποίας ἀνάγκης ἐλαύνεσθαι; τὸ δὲ ἄϋλον ἐκεῖνο καὶ αἰθέριον πῦρ καὶ ὁ ἐγκεχυμένος διὰ μέσου ἀὴρ οἷόν τι διατείχισμα γινόμενος τῆς θερμαντικῆς τε καὶ ἀναλωτικῆς φύσεως πρὸς τὴν ὑγρὰν καὶ εὐανάλωτον; καὶ ὅπως κατὰ τὸ ἔσχατον ἡ γῆ τῷ παντὶ ὑποβέβληται; τί τὸ φυλάσσον ἔχει ἐν τῷ βεβαίῳ τὴν στάσιν; τί τὸ ὑπερεῖδον αὐτῆς τὴν ἐπὶ τὸ κάτω φοράν; εἰ ταῦτα καὶ τὰ τοιαῦτά τις ἡμᾶς κατεξετάζοι, ἆρά τις ἔσται τοσοῦτον ἀνεστηκὼς τὴν διάνοιαν ὥστε καθυποσχέσθαι τῶν τοιούτων τὴν γνῶσιν; οὐδὲν γὰρ ἕτερον εἰς ἀπόκρισιν τοῖς εὐγνώμοσιν ἢ τοῦτο λείπεται, ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας μόνος οἶδε τὸν λόγον τῆς κτίσεως. ἡμεῖς δὲ Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, καθώς φησιν ὁ ἀπόστολος.

Εἰ οὖν ἡ κάτω κτίσις ἡ μέχρι τῶν αἰσθητηρίων τῶν ἡμετέρων φθάνουσα ὑπὲρ τὰ μέτρα τῆς ἀνθρωπίνης ἐστὶ γνώσεως, πῶς ὁ μόνῳ θελήματι τὸ πᾶν συστησάμενος ἐντὸς τῆς ἡμετέρας ἐστὶ καταλήψεως; ματαιότης ταῦτα καὶ μανία ψευδής, καθώς φησιν ὁ προφήτης, τὸ οἴεσθαι δυνατὴν εἶναί τινι τὴν τῶν ἀλήπτων περίνοιαν. οὕτως ἔστιν ἰδεῖν μικρὰ νήπια διὰ τὴν ἐκ τῆς ἡλικίας ἄγνοιαν παίζοντά τε ὁμοῦ καὶ σπουδάζοντα. πολλάκις γὰρ ἀκτῖνος ἡλιακῆς διὰ θυρίδος αὐτοῖς εἰσρυείσης περιχαρέντα τῷ κάλλει πρὸς τὸ φαινόμενον ἵεται καὶ φέρειν φιλονεικεῖ διὰ χειρὸς τὴν ἀκτῖνα καὶ διαμάχεται πρὸς ἄλληλα καὶ περιδράσσεται τοῦ φωτός, τῇ περιβολῇ τῶν δακτύλων, ὡς οἴεται, τὴν αὐγὴν ἐνδησάμενα· ἀλλὰ διαλυθείσης τῶν δακτύλων τῆς ἐμπλοκῆς γέλωτα ποιεῖ τοῖς νηπίοις καὶ κρότον διαρρυεῖσα τῶν χειρῶν ἡ τῆς ἀκτῖνος λαβή.

οὕτω καὶ τὰ τῆς ἡμετέρας γενεᾶς παιδία, καθώς φησιν ἡ παραβολή, ταῖς ἀγοραῖς ἐγκαθήμενα παίζει· οἱ τὴν θείαν δύναμιν διὰ τῶν τῆς προνοίας λόγων καὶ τῶν ἐν τῇ κτίσει θαυμάτων ταῖς ψυχαῖς ἐλλάμπουσαν βλέποντες οἷον ἀκτῖνά τινα καὶ θερμότητα τῆς ἡλιακῆς ἀπορρέουσαν φύσεως οὐχὶ θαυμάζουσι τὴν χάριν καὶ προσκυνοῦσι τὸν διὰ τούτων νοούμενον, ἀλλ᾽ ὑπερβάντες τὸ χωρητὸν τῇ ψυχῇ ταῖς τῶν σοφισμάτων λαβαῖς τοῦ ἀναφοῦς περιδράσσονται καὶ κρατεῖν οἴονται διὰ τῶν συλλογισμῶν, εἴπερ οἴονται· διασχόντος δὲ τοῦ λόγου καὶ διαπτύξαντος τὴν τῶν σοφισμάτων πλοκὴν εὑρίσκεται τοῖς νοῦν ἔχουσι τὸ ἀπειλημμένον οὐδέν. οὕτω μικροπρεπῶς τε καὶ βρεφικῶς τοῖς ἀμηχάνοις ἐμματαιάζοντες οἷόν τινι παλάμῃ παιδικῇ τὴν ἀπερινόητον τοῦ θεοῦ φύσιν ταῖς ὀλίγαις συλλαβαῖς τῆς 〈ἀγεννησίας〉 ἐναποκλείουσι καὶ συναγορεύουσι τῇ παρανοίᾳ καὶ οἴονται τοσοῦτον καὶ τοιοῦτον εἶναι τὸ θεῖον, ὡς ἀνθρωπίνῳ λογισμῷ δύνασθαι διὰ μιᾶς προσηγορίας ἐμπεριείργεσθαι, καὶ ταῖς μὲν τῶν ἁγίων φωναῖς ἀκολουθεῖν σχηματίζονται, αὐτῶν δὲ ἐκείνων ὑπεραίροντες ἑαυτοὺς οὐ δεδοίκασιν.

ἃ γὰρ οὐδεὶς τῶν μακαρίων ἀνδρῶν εἰρηκὼς ἐπιδείκνυται, ὧν τις καὶ λόγος ἐν ταῖς θείαις βίβλοις ἀνάγραπτος φέρεται, ταῦτα οὗτοι, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδότες μήτε ἃ λέγουσι καὶ περὶ ὧν διατείνονται, ὅμως αὐτοί τε εἰδέναι φασὶ καὶ τοῖς ἄλλοις καθηγεῖσθαι τῆς εἰδήσεως μεγαλαυχοῦσι. καὶ διὰ τοῦτο τὸν μονογενῆ θεὸν μὴ ἀληθῶς εἶναι ὃ λέγεται κατειληφέναι διϊσχυρίζονται. ἡ γὰρ τῶν συλλογισμῶν ἀνάγκη τοῦτο κελεύει.

Ὡς δείλαιοι τῆς ἀγχινοίας, ὡς δυστυχὴς αὐτοῖς καὶ ὀλέθριος ἡ περιττὴ καὶ κατεσκεμμένη φιλοσοφία. τίς οὕτω κατὰ σπουδὴν αὐτομολεῖ πρὸς τὸ βάραθρον, ὡς οὗτοι πόνῳ καὶ σπουδῇ τὸν λάκκον ἑαυτοῖς τῆς βλασφημίας ὡρύξαντο; ὅσῳ τῷ μέτρῳ τῆς ἐλπίδος τῶν Χριστιανῶν ἀφωρίσθησαν· οἵῳ χάσματι πρὸς τὴν σῴζουσαν πίστιν διετειχίσθησαν· ὅσον τῶν κόλπων τοῦ πατρὸς τῆς πίστεως Ἀβραὰμ ἀπῳκίσθησαν. ἐκεῖνος, εἰ δεῖ κατὰ τὴν τοῦ ἀποστόλου μεγαλοφυΐαν ἀλλάξαντα τὴν φωνὴν ἀλληγορικῶς τὸν νοῦν τῆς ἱστορίας κατανοῆσαι, μενούσης δηλαδὴ καὶ τῆς ἱστορικῆς ἀληθείας, ἐξῆλθε διὰ θείου προστάγματος τῆς ἰδίας γῆς καὶ τῆς καθ᾽ ἑαυτὸν συγγενείας ἔξοδον ἀνδρὶ προφήτῃ πρὸς θεοῦ κατανόησιν ἐπειγομένῳ πρέπουσαν. οὐ γάρ μοι δοκεῖ τοπική τις μετάστασις τῶν νοητῶς εὑρισκομένων προξενεῖν τὴν κατάληψιν.

ἀλλ᾽ αὐτὸς ἑαυτοῦ καὶ τῆς ἰδίας γῆς, τοῦ ταπεινοῦ λέγω καὶ γηΐνου φρονήματος, ἔξω γενόμενος καὶ ὑπεράρας ὡς οἷόν τε ἦν τῶν κοινῶν τῆς φύσεως ὅρων ἑαυτοῦ τὴν διάνοιαν καὶ καταλιπὼν τῆς ψυχῆς τὴν πρὸς τὰς αἰσθήσεις συγγένειαν, ὡς μηδενὶ τῶν κατ᾽ αἴσθησιν προφαινομένων διοχλούμενος πρὸς τὴν κατανόησιν τῶν ἀοράτων ἀμαυρωθῆναι, μήτε ἀκοῆς περιηχούσης μήτε ὄψεως ἐν τοῖς φαινομένοις τὴν διάνοιαν διαπλανώσης, καθώς φησιν ὁ ἀπόστολος, διὰ πίστεως περιπατῶν, οὐ διὰ εἴδους, εἰς τοσοῦτον ἐπήρθη τῇ μεγαλοφυΐᾳ τῆς γνώσεως, ὥστε ὅρος νομισθῆναι τῆς ἀνθρωπίνης τελειώσεως, τοσοῦτον γνοὺς τὸν θεόν, ὅσον ἦν δυνατὸν τὴν βραχεῖαν καὶ ἐπίκηρον ταύτην δύναμιν ὑπερταθεῖσαν χωρῆσαι. τοιγαροῦν καὶ ὁ πάσης κτίσεως κύριος, ὥσπερ τι εὕρημα τοῦ πατριάρχου γενόμενος, ἰδίως θεὸς τοῦ Ἀβραὰμ ὀνομάζεται. ἀλλ᾽ ὅμως τί φησι περὶ ἐκείνου ὁ λόγος; ὅτι ἐξῆλθεν οὐκ ἐπιστάμενος ποῦ ἀπέρχεται, ἀλλ᾽ οὐδὲ τὸ ὄνομα τοῦ ἀγαπωμένου μαθεῖν χωρήσας οὔτε μὴν τῇ ἀγνοίᾳ ταύτῃ δυσανασχετῶν τε καὶ αἰσχυνόμενος. τοῦτο μὲν οὖν αὐτῷ καὶ ἡ ἀσφαλὴς ἦν πρὸς τὸ ζητούμενον ὁδηγία, τὸ μηδενὶ τῶν προχείρων εἰς κατανόησιν ἐν ταῖς περὶ τοῦ θεοῦ διανοίαις χειραγωγεῖσθαι μηδέ τινι ὅλως τῶν καταλαμβανομένων ἐνσείσασαν αὐτοῦ ποτε τὴν διάνοιαν στῆναι τῆς εἰς τὸ ἐπέκεινα τῶν γινωσκομένων πορείας.

ἀλλ᾽ ὥσπερ τὴν ἐγχώριον αὐτοῦ σοφίαν, τὴν Χαλδαϊκὴν λέγω φιλοσοφίαν, μέχρι τῶν φαινομένων ἑστῶσαν τῷ λογισμῷ διαβὰς καὶ ὑψηλότερος τῶν διὰ τῆς αἰσθήσεως γινωσκομένων γενόμενος ἐκ τοῦ κάλλους τῶν θεωρουμένων καὶ ἐκ τῆς εὐαρμοστίας τῶν οὐρανίων θαυμάτων τὸ πρωτότυπον κάλλος ἰδεῖν ἐπεθύμησεν, οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα προϊὼν τῷ λογισμῷ κατελάμβανεν, εἴτε δύναμιν εἴτε ἀγαθότητα εἴτε τὸ ἀνάρχως εἶναι εἴτε τὸ πρὸς οὐδὲν πέρας ὁρίζεσθαι εἴτε τι τοιοῦτον ἕτερον νόημα περὶ τὴν θείαν φύσιν εὑρίσκεται, πάντα ἐφόδια πρὸς τὴν ἄνω πορείαν καὶ ὑποβάθρας ποιούμενος καὶ ἀεὶ τοῖς εὑρισκομένοις ἐπερειδόμενος καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος καὶ τὰς καλὰς ἐκείνας ἀναβάσεις, καθώς φησιν ὁ προφήτης, ἐν τῇ καρδίᾳ διατιθέμενος καὶ πᾶν τὸ καταλαμβανόμενον ὑπὸ τῆς ἰδίας δυνάμεως ὡς τοῦ ζητουμένου μικρότερον ὑπερβαίνων, ἐπειδὴ πᾶσαν ἐν ταῖς περὶ τοῦ θεοῦ ὑπολήψεσι τὴν ἐξ ὀνόματος γινομένην τῆς φύσεως εἰκασίαν παρέδραμεν, ἐκκαθήρας τὸν λογισμὸν τῶν τοιούτων ὑπονοιῶν ἀμιγῆ τε καὶ καθαρὰν πάσης ἐννοίας τὴν πίστιν ἀναλαβών, τοῦτο σημεῖον ἐποιήσατο τῆς τοῦ θεοῦ ἐπιγνώσεως ἀπλανές τε καὶ ἔκδηλον, τὸ κρείττω καὶ ὑψηλότερον παντὸς γνωριστικοῦ σημείου τὸν θεὸν εἶναι πιστεῦσαι.

Διά τοι τοῦτο μετὰ τὴν ἐπιπεσοῦσαν ἐκείνην ἔκστασιν ἐκ τῶν ὑψηλῶν θεαμάτων πάλιν εἰς τὴν ἀνθρωπίνην κατακύψας ἀσθένειαν Ἐγὼ δέ εἰμι, φησί, γῆ καὶ σποδός, τουτέστιν ἄφωνός τε καὶ ἀνενέργητος ὡς πρὸς τὴν τοῦ νοηθέντος ἀγαθοῦ ἑρμηνείαν. ἡ γὰρ γῆ δοκεῖ μοι καὶ ἡ τέφρα τὸ ἄψυχον καὶ τὸ ἄγονον ἅμα διασημαίνειν, καὶ οὕτω νόμος πίστεως γίνεται τῷ μετὰ ταῦτα βίῳ, διδάσκων τῇ κατ᾽ αὐτὸν ἱστορίᾳ τοὺς τῷ θεῷ προσιόντας ὅτι οὐκ ἔστιν ἄλλως προσεγγίσαι θεῷ, μὴ πίστεως μεσιτευούσης καὶ συναπτούσης δι᾽ ἑαυτῆς τὸν ἐπιζητοῦντα νοῦν πρὸς τὴν ἀκατάληπτον φύσιν. καταλιπὼν γὰρ τὴν ἐκ τῆς γνώσεως πολυπραγμοσύνην Ἐπίστευσε, φησίν, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. οὐκ ἐγράφη δὲ δι᾽ ἐκεῖνον, ὁ ἀπόστολος λέγει, ἀλλὰ δι᾽ ἡμᾶς, ὅτι τὴν πίστιν, οὐχὶ τὴν γνῶσιν ὁ θεὸς εἰς δικαιοσύνην τοῖς ἀνθρώποις λογίζεται. ἡ μὲν γὰρ γνῶσις ὥσπερ ἐμπειρικήν τινα τὴν διάθεσιν ἔχει, μόνῳ τῷ γινωσκομένῳ συντιθεμένη, ἡ δὲ τῶν Χριστιανῶν πίστις οὐχ οὕτως· οὐ γὰρ τῶν γινωσκομένων, ἀλλὰ τῶν ἐλπιζομένων ἐστὶν ὑπόστασις. τὸ δὲ διακρατούμενον οὐκ ἐλπίζεται· Ὃ γὰρ ἔχει τις, φησί, τί καὶ ἐλπίζει; τὸ δὲ διαφεῦγον τὴν κατανόησιν ἡμῶν ἡμέτερον ἡ πίστις ποιεῖ, διὰ τῆς ἰδίας βεβαιότητος ἐγγυωμένη τὸ μὴ φαινόμενον. οὕτω γάρ φησι περὶ τοῦ πιστοῦ ὁ ἀπόστολος ὅτι Τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.

μάταιος οὖν ὁ διὰ γνώσεως τῆς μάτην φυσιούσης ἐπιγνῶναι τὴν θείαν οὐσίαν δυνατὸν εἶναι λέγων. οὔτε γὰρ ἄνθρωπος οὕτω μέγας ὥστε ἐξισῶσαι τῷ κυρίῳ τὴν καταληπτικὴν ἑαυτοῦ δύναμιν (Τίς γὰρ ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ; φησὶν ὁ Δαβίδ) οὔτε οὕτω μικρὸν τὸ ζητούμενον ὥστε ὑπὸ λογισμῶν ἀνθρωπίνης βραχύτητος περιληφθῆναι. ἄκουε τοῦ ἐκκλησιαστοῦ συμβουλεύοντος μὴ ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ, ὅτι ὁ θεός, φησίν, ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. δείκνυσι δέ, οἶμαι, διὰ τῆς τῶν στοιχείων τούτων πρὸς ἄλληλα οἰκειώσεως, μᾶλλον δὲ διαστάσεως, ὅσον ὑψηλοτέρα ἡ θεία φύσις τῆς τῶν ἀνθρωπίνων λογισμῶν περινοίας. ὅσον γὰρ ἀνώτερα τὰ ἄστρα τῆς τῶν δακτύλων ἁφῆς, τοσοῦτον μᾶλλον δὲ πολλαπλάσιον καὶ ἡ πάντα νοῦν ὑπερέχουσα φύσις τῶν λογισμῶν τῶν γηΐνων ὑπερανέστηκεν. οὐκοῦν μαθόντες, ὅσον τῆς φύσεως τὸ διαλλάττον ἐστί, τοῖς ἰδίοις ὅροις δι᾽ ἡσυχίας ἐμμένωμεν. ἀσφαλέστερον γὰρ ἅμα καὶ εὐσεβέστερον πλέον τοῦ νοουμένου τὸ μεγαλοπρεπὲς εἶναι τοῦ θεοῦ πιστεύειν ἤ τισιν ὑπονοίαις τὴν δόξαν αὐτοῦ περιγράψαντα μηδὲν ὑπὲρ ἐκεῖνο οἴεσθαι.

Καὶ ἄλλως δ᾽ ἄν τις ἀσφαλὲς εἶναι φήσειεν ἀπολυπραγμόνητον ἐᾶν τὴν θείαν οὐσίαν ὡς ἀπόρρητον καὶ ἀνέπαφον λογισμοῖς ἀνθρωπίνοις. τὸ μὲν γὰρ τῶν ἀδήλων καταστοχάζεσθαι καί τινα τῶν ἀποκρύφων γνῶσιν ἐξ ἐπινοίας ἀνθρωπίνων λογισμῶν ἐρευνᾶσθαι πάροδον καὶ ἀκολουθίαν καὶ ταῖς διεψευσμέναις τῶν ὑπολήψεων δίδωσιν, διότι τῶν ἀγνοουμένων ὁ στοχασμὸς οὐ μόνον τὸ ἀληθές, ἀλλὰ καὶ αὐτὸ πολλάκις τὸ ψεῦδος ὡς ἀληθὲς ὑπολήψεται. ὁ δὲ τῶν εὐαγγελίων καὶ τῆς προφητείας μαθητὴς ὅτι μὲν ἔστιν ὁ ὢν ἐξ ὧν ἀκήκοέ τε τῶν ἁγίων καὶ διὰ τῆς τῶν φαινομένων εὐαρμοστίας καὶ τῶν τῆς προνοίας ἔργων πιστεύει, τί δὲ καὶ ὅπως ἐστὶν ὡς ἀνωφελὲς ἅμα καὶ ἀνήνυτον οὐκ ἐξετάζων οὐδεμίαν δώσει τῷ ψεύδει κατὰ τῆς ἀληθείας τὴν εἴσοδον. ἐν μὲν γὰρ τῷ πολυπραγμονεῖν καὶ ὁ παραλογισμὸς χώραν εὑρίσκει, πάσης δὲ πολυπραγμοσύνης ἀργούσης συναποκόπτεται πάντως καὶ ἡ τοῦ διαμαρτάνειν ἀνάγκη. καὶ ὅτι ἀληθὴς ὁ λόγος, πάρεστιν ἐκ τούτου μαθεῖν. πῶς αἱ τῶν ἐκκλησιῶν αἱρέσεις εἰς ποικίλας καὶ διαφόρους τὰς περὶ θεοῦ ὑπολήψεις ἀπεπλανήθησαν, ἄλλου κατ᾽ ἄλλην τινὰ τῆς διανοίας κίνησιν ἑαυτὸν ἀπατήσαντος; πῶς αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶ περὶ τὸ βάραθρον τοῦτο τῆς ἀσεβείας κατώλισθον;

ἆρ᾽ οὐχὶ πᾶσιν ἀσφαλέστερον ἦν κατὰ τὴν συμβουλὴν τῆς σοφίας μὴ ζητεῖν τὰ βαθύτερα, ἀλλὰ δι᾽ ἡσυχίας τὴν ἁπλῆν τῆς πίστεως παρακαταθήκην ἄσυλον ἑαυτοῖς ἀσφαλίζεσθαι; ἀλλ᾽ ἐπειδὴ ὅλως ἀρχὴν ἔλαβεν ἡ τῶν ἀνθρώπων οὐθένεια τοῖς ἀπερινοήτοις ἐμβατεύειν εἰκῇ καὶ δόγμασι κρατύνειν τὰ τῆς ματαίας αὐτῶν οἰήσεως παρευρήματα, ἐντεῦθεν ὁ πολὺς κατάλογος τῶν τῇ ἀληθείᾳ προσπολεμούντων, καὶ αὐτοὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστὶν οἱ δογματισταὶ τῆς ἀπάτης ἀναπεφήνασιν οἱ εἰς περιγραφήν τινα τὸ θεῖον ἄγοντες, μονονουχὶ φανερῶς εἰδωλοποιοῦντες ἑαυτῶν τὴν ὑπόνοιαν ἐν τῷ τὴν ἐμφαινομένην τῇ 〈ἀγεννησίᾳ〉 διάνοιαν ταύτην θεοποιεῖν, ὡς οὐχὶ κατά τινα λόγον ἐπιθεωρουμένην τῇ θείᾳ φύσει, ἀλλ᾽ αὐτὴν οὖσαν θεὸν ἢ οὐσίαν θεοῦ. καίτοι γε ἴσως ἐχρῆν πρὸς τὸν τῶν ἁγίων χορὸν ἀποβλέποντας, τοὺς προφήτας λέγω καὶ πατριάρχας, οἷς πολυμερῶς καὶ πολυτρόπως ὁ τῆς ἀληθείας ἐνεφθέγξατο λόγος, καὶ μετὰ ταῦτα τοὺς αὐτόπτας τε καὶ ὑπηρέτας γενομένους τοῦ λόγου, δυσωπηθῆναι μὲν τὴν ἀξιοπιστίαν τῶν ὑπ᾽ αὐτοῦ μαρτυρηθέντων τοῦ πνεύματος, ἐμμένειν δὲ τοῖς ὅροις τῆς ἐκείνων διδασκαλίας καὶ γνώσεως καὶ μὴ ἐπιτολμᾶν τούτοις, ὧν ἡ τῶν ἁγίων κατάληψις οὐκ ἐφήψατο.

ἐκεῖνοι γὰρ ἀγνοούμενον τέως τὸν θεὸν τῇ ἀνθρωπίνῃ ζωῇ διὰ τὴν ἐπικρατοῦσαν τότε περὶ τὰ εἴδωλα πλάνην ἐμφανῆ καὶ γνώριμον τοῖς ἀνθρώποις ποιοῦντες ἔκ τε τῶν θαυμάτων, ἃ τοῖς παρ᾽ αὐτοῦ γεγενημένοις ἐμφαίνεται, καὶ ἐκ τῶν ὀνομάτων, δι᾽ ὧν τὸ ποικίλον τῆς θείας δυνάμεως κατανοεῖται, πρὸς τὴν σύνεσιν τῆς θείας φύσεως χειραγωγοῦσι, τὴν μεγαλοπρέπειαν μόνην τῶν περὶ τὸν θεὸν θεωρουμένων τοῖς ἀνθρώποις γνωρίζοντες· τὸν δὲ τῆς οὐσίας λόγον ὡς οὔτε δυνατὸν χωρηθῆναι οὔτε τι φέροντα τοῖς πολυπραγμονοῦσι τὸ κέρδος ἄρρητον ἀφῆκαν καὶ ἀνεξέταστον. καὶ γὰρ καὶ τὰ ἄλλα πάντα ὅτι μὲν γέγονε διηγήσαντο, οὐρανὸν γῆν θάλασσαν χρόνους αἰῶνας καὶ τὴν ἐν τούτοις κτίσιν, ὅ τι δὲ τούτων ἕκαστον καὶ ὅπως καὶ ὅθεν ἀπεσιώπησαν· οὕτω καὶ περὶ τοῦ θεοῦ Ὅτι μὲν ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται, συμβουλεύουσι πείθεσθαι, τὴν δὲ φύσιν αὐτὴν ὡς ὑπὲρ πᾶν οὖσαν ὄνομα οὔτε ὠνόμασαν οὔτε ἠμέλλησαν. εἰ γάρ τι πρὸς δήλωσιν τῆς θείας κατανοήσεως μεμαθήκαμεν ὄνομα, πάντα ταῦτα κοινωνίαν ἔχει καὶ ἀναλογίαν πρὸς τὰ τοιαῦτα τῶν ὀνομάτων, ἃ τοῦ τινὸς ἀνθρώπου τὴν ἰδιότητα δείκνυσιν.

ὡς γὰρ οἱ τὸν ἀγνοούμενον διά τινων γνωρισμάτων δηλοῦντες εὐπατρίδην αὐτόν, ἂν οὕτω τύχῃ, καὶ τῶν εὖ γεγονότων λέγουσιν εἶναι καὶ λαμπρὸν ἐν πλούτῳ καὶ ἐν ἀξίᾳ περίβλεπτον ἀνθοῦντά τε τῇ ὥρᾳ καὶ ἐπὶ τόσον διανεστηκότα τῷ σώματι, καὶ τὰ τοιαῦτα λέγοντες οὐ τὴν φύσιν τοῦ δηλουμένου, ἀλλά τινα γνωρίσματα τῶν περὶ αὐτὸν γινωσκομένων ἐδήλωσαν (οὔτε γὰρ τὸ εὐγενὲς οὔτε τὸ πολυχρήματον οὔτε τὸ περιφανὲς τοῦ ἀξιώματος οὔτε τὸ κατὰ τὴν ὥραν περίβλεπτον ἡ ἀνθρωπότης ἐστίν, ἀλλ᾽ ἕκαστον τούτων περὶ τὸν τινὰ θεωρεῖται)· οὕτως καὶ πᾶσαι φωναὶ 〈αἱ〉 παρὰ τῆς ἁγίας γραφῆς εἰς δοξολογίαν θείαν ἐξευρημέναι τῶν περὶ τὸν θεόν τι δηλουμένων ἀποσημαίνουσιν, ἰδίαν ἔμφασιν ἑκάστη παρεχομένη, δι᾽ ὧν ἢ τὸ δυνατὸν ἢ τὸ τοῦ χείρονος ἀνεπίδεκτον ἢ τὸ μὴ ἐξ αἰτίας εἶναι ἢ τὸ μὴ εἰς περιγραφὴν τέλους ἔρχεσθαι ἢ τὸ κατὰ πάντων ἔχειν τὸ κράτος ἢ ὅλως τι τῶν περὶ αὐτὸν διδασκόμεθα· αὐτὴν δὲ τὴν οὐσίαν ὡς οὔτε διανοίᾳ τινὶ χωρητὴν οὔτε λόγῳ φραστὴν ἀπολυπραγμόνητον εἴασε, σιωπῇ τιμᾶσθαι νομοθετήσασα ἐν τῷ κωλύειν τῶν βαθυτέρων τὴν ζήτησιν καὶ ἐν τῷ λέγειν μὴ δεῖν ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου θεοῦ.

Διὰ τοῦτο πᾶσάν τις θεόπνευστον φωνὴν ἐρευνώμενος οὐκ ἂν εὕροι τῆς θείας φύσεως τὴν διδασκαλίαν οὐδὲ μὴν ἄλλου τινὸς τῶν κατ᾽ οὐσίαν ὑφεστηκότων· ὅθεν ἐν ἀγνοίᾳ πάντων διάγομεν πρῶτον ἑαυτοὺς ἀγνοοῦντες οἱ ἄνθρωποι, ἔπειτα δὲ καὶ τὰ ἄλλα πάντα. τίς γὰρ ἔστιν ὃς τῆς ἰδίας ἑαυτοῦ ψυχῆς ἐν καταλήψει γεγένηται, τίς ὁ ἐπιγνοὺς αὐτῆς τὴν οὐσίαν, ὑλική τίς ἐστιν ἢ ἄϋλος, καθαρῶς ἀσώματος ἤ τι καὶ σωματοειδὲς περὶ αὐτὴν θεωρεῖται, πῶς γίνεται πῶς κίρναται, πόθεν εἰσκρίνεται πῶς ἀφίσταται, τί τὸ συνδεσμοῦν καὶ μεσιτεῦον ἔχει πρὸς τὴν τοῦ σώματος φύσιν, πῶς ἡ ἀναφής τε καὶ ἀσχημάτιστος ἰδίᾳ τινὶ περιγραφῇ περιείληπται, τίς ἡ κατὰ τὰς ἐνεργείας διαφορά, πῶς ἡ αὐτὴ καὶ ὑπὲρ τὸν οὐρανὸν ἀνατείνεται τῇ πολυπραγμοσύνῃ τῶν ἀοράτων καὶ πρὸς τὰ ὑλικὰ πάθη κατολισθαίνει τῷ βάρει τοῦ σώματος καθελκομένη, θυμόν τε καὶ φόβον, λύπην τε καὶ ἡδονήν, ἔλεον καὶ ἀπήνειαν, ἐλπίδα καὶ μνήμην, δειλίαν καὶ θράσος, φιλίαν καὶ μῖσος καὶ πάντα τὰ ἐναντίον ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς ἐνεργούμενα;

τίς ἄρα κατανοήσας οὐκ ἐλογίσατο, μή τινα δῆμον ψυχῶν ἐν ἑαυτῷ συγκεκροτημένον ἔχοι, πάμπολυ τῶν εἰρημένων ἑκάστου πρὸς τὰ λοιπὰ διαφέροντος καί, καθ᾽ ὃ ἂν ἐπικρατῇ, τὴν κατὰ πάντων ἔχοντος δυναστείαν, ὡς καὶ αὐτὸ τὸ λογιστικὸν ταῖς ἐπικρατήσεσι τῶν τοιούτων κινημάτων ὑποκύπτειν καὶ ὑποτάσσεσθαι καὶ τὴν παρ᾽ ἑαυτοῦ συνεργίαν πρὸς τὰς τοιαύτας ὁρμὰς οἷον δεσπότῃ τινὶ τυραννικῶς συνεισφέρειν; τὸ οὖν πολυμερὲς καὶ πολυειδὲς τοῦτο τῶν κατὰ ψυχὴν νοουμένων τίς ὁ διδάξας ἡμᾶς ἐκ τῆς θεοπνεύστου γραφῆς λόγος, πότερον ἕν τί ἐστιν ἐξ ἁπάντων συγκεκραμένον, καὶ τίς ἡ τῶν ἐναντίων πρὸς ἄλληλα κρᾶσις καὶ σύμπνοια, ὡς ἓν πρᾶγμα τὰ πολλὰ γενέσθαι; ἀλλ᾽ ἕκαστον τούτων κατ᾽ ἰδίαν νοούμενον οἷον ἐν πολυχώρῳ τινὶ ἀγγείῳ τῇ ψυχῇ κατακέκλεισται; καὶ πῶς οὐκ ἀεὶ πάντων ὡς ἐγκειμένων τὴν αἴσθησιν ἔχομεν, θαρροῦντες ἅμα καὶ δειλαινόμενοι μισοῦντές τε κατὰ ταὐτὸν καὶ ἡδόμενοι καὶ τῶν ἄλλων πάντων συγκεχυμένην καὶ ἀναμεμιγμένην ἔνδον τὴν κίνησιν ἔχοντες, ἀλλ᾽ ἀνὰ μέρος αὐτῶν τὴν δυναστείαν ἐπιγινώσκομεν, ὅταν ἐπικρατήσῃ τι τούτων ἡσυχαζόντων τῶν ἄλλων; τίς δὲ ὅλως καὶ ἡ σύνθεσις καὶ ἡ διάθεσις αὕτη καὶ ἡ πολύκενος ἐν ἡμῖν εὐρυχωρία, ὥστε ἑκάστῳ τὴν ἰδίαν χώραν ἀποταχθῆναι οἷόν τισι μέσοις διατειχίσμασι κωλυομένῳ πρὸς τὴν ἐπιμιξίαν τοῦ γείτονος;

αὐτὸ δὲ τοῦτο, εἰ κατ᾽ οὐσίαν ὑφέστηκεν ὁ θυμὸς ἢ ὁ φόβος ἢ καὶ τὰ λοιπὰ τῶν εἰρημένων ἤ τινες ἀνυπόστατοι κινήσεις τυγχάνουσι, τίς ὁ διερμηνεύσας λόγος; εἰ μὲν γὰρ ὑφεστήκασιν, οὐ μία ψυχή, καθὼς εἴρηται, ἀλλά τι συγκρότημα ψυχῶν ἐν ἡμῖν περιείληπται, ἑκάστου τούτων εἰς ἰδιάζουσαν καὶ περιγεγραμμένην ψυχὴν ἀποκεκριμένου. εἰ δέ τινα κίνησιν ἀνυπόστατον οἴεσθαι χρὴ ταῦτα εἶναι, πῶς κατακρατεῖ καὶ δυναστεύει ἡμῶν τὸ ἀνύπαρκτον καθάπερ ἐκ τυραννίδος ἡμᾶς δουλωσάμενον, ὅτιπερ ἂν τούτων κατακρατῆσαν τύχῃ; καὶ εἰ νοητόν τί ἐστιν ἡ ψυχή, πῶς ἐν τῷ νοητῷ θεωρεῖται τὸ πολυμερές τε καὶ σύνθετον, ἰδίως τῆς τοιαύτης ἐννοίας παρὰ τὰς σωματικὰς ταύτας ποιότητας θεωρουμένης; ἡ δὲ αὐξητικὴ δύναμις τῆς ψυχῆς ἥ τε ὀρεκτικὴ καὶ θρεπτικὴ καὶ ἀλλοιωτικὴ καὶ τὸ πάντα μὲν τὰ τοῦ σώματος τρέφεσθαι, μὴ διὰ πάντων δὲ διήκειν τὴν αἴσθησιν, ἀλλ᾽ ἐπίσης τοῖς ἀψύχοις ἔνια τῶν ἐν ἡμῖν ἀμοιρεῖν τῆς αἰσθήσεως, ὀστέων καὶ χόνδρων ὀνύχων τε καὶ τριχῶν καὶ τρεφομένων καὶ οὐκ αἰσθανομένων; τὴν οὖν ἡμιτελῆ τῆς ψυχῆς ἐπὶ τούτων ἐνέργειαν τίς ὁ κατανοήσας, εἰπέ μοι;

Καὶ τί περὶ τῆς ψυχῆς λέγω; ἀλλ᾽ οὐδὲ τῆς σαρκὸς αὐτῆς τὸ τὰς σωματικὰς ἀναδεδεγμένον ποιότητας ἐναργεῖ τινι καταλήψει μέχρι τοῦ δεῦρο τεθήραται. ἐὰν γάρ τις τῷ λόγῳ τὸ φαινόμενον εἰς τὰ ἐξ ὧν σύγκειται διαλύσῃ καὶ ψιλώσας τῶν ποιοτήτων ἐφ᾽ ἑαυτοῦ κατανοῆσαι φιλονικήσῃ τὸ ὑποκείμενον, τί καταλειφθήσεται τῇ θεωρίᾳ, οὐ συνορῶ. ὅταν γὰρ ἀφέλῃς τοῦ σώματος τὸ χρῶμα, τὸ σχῆμα, τὴν ἀντιτυπίαν, τὸ βάρος, τὴν πηλικότητα, τὴν ἐπὶ τόπου θέσιν, τὴν κίνησιν, τὴν παθητικήν τε καὶ ἐνεργητικὴν διάθεσιν, τὸ πρός τί πως ἔχειν, ὧν ἕκαστον οὐδὲν ἐφ᾽ ἑαυτοῦ σῶμά ἐστι, περὶ δὲ τὸ σῶμα τὰ πάντα, τί λοιπὸν ἔσται, ὃ τὸν τοῦ σώματος δέχεται λόγον, οὔτε δι᾽ ἑαυτῶν συνιδεῖν ἔχομεν οὔτε παρὰ τῆς γραφῆς μεμαθήκαμεν. ὁ δ᾽ ἑαυτὸν ἀγνοῶν πῶς ἄν τι τῶν ὑπὲρ ἑαυτὸν ἐπιγνοίη; καὶ ὁ τῇ περὶ ἑαυτοῦ ἀγνοίᾳ προειθισμένος ἆρ᾽ οὐχὶ φανερῶς δι᾽ αὐτοῦ τούτου διδάσκεται πρὸς μηδὲν τῶν ἔξωθεν ἀποκεκρυμμένων ξενίζεσθαι; διὰ τοῦτο καὶ τὰ τοῦ κόσμου στοιχεῖα τῇ μὲν αἰσθήσει τοσοῦτον γινώσκομεν, ὅσον τὸ ἀφ᾽ ἑκάστου χρήσιμον πρὸς τὴν ζωὴν ἡμῶν δέχεσθαι, τὸν δὲ τῆς οὐσίας αὐτῶν λόγον οὔτε ἐμάθομεν οὔτε τὸ μὴ εἰδέναι ζημίαν ποιούμεθα.

τί γάρ μοι πολυπραγμονεῖν τοῦ πυρὸς τὴν φύσιν, πῶς ἐκτρίβεται, πῶς ἐξάπτεται, πῶς τῆς παρακειμένης δρασσόμενον ὕλης οὐ πρότερον ἀποχωρεῖ πρὶν διαφαγεῖν καὶ ἐξαναλῶσαι τὸ ὑποκείμενον, πῶς λανθάνει ὁ σπινθὴρ τῷ λίθῳ ἐγκείμενος, πῶς ψυχρὸς ὢν τοῖς ἁπτομένοις ὁ σίδηρος ἀπογεννᾷ τὴν φλόγα, πῶς τριβόμενα πρὸς ἑαυτὰ τὰ ξύλα πῦρ ἀναδίδωσι, πῶς ἀπαυγάζον ἐν ἡλίῳ τὸ ὕδωρ φλόγα ποιεῖ, τῆς τε ἐπὶ τὸ ἄνω φορᾶς τὴν αἰτίαν καὶ τὴν ἀεικίνητον δύναμιν καὶ πάντα τὰ τοιαῦτα παρέντες πολυπραγμονεῖν τε καὶ ἐξετάζειν μόνον τὸ ἀπ᾽ αὐτοῦ χρήσιμον εἰς τὸν βίον ἑαυτῶν ἐνοήσαμεν, εἰδότες ὅτι οὐδὲν ἔλαττον ἔχει τοῦ πολυπραγμονοῦντος ὁ ἀπραγμόνως τὴν ὠφέλειαν δεχόμενος.

Διὰ τοῦτο ὡς περιττόν τε καὶ ἀνωφελὲς τὸ περὶ τῆς οὐσίας τῶν γεγονότων ἀδολεσχεῖν ἡ γραφὴ παρῆκε. καί μοι δοκεῖ ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ὁ τῇ μεγαλοφωνίᾳ τῶν κατ᾽ αὐτὸν δογμάτων ὑπερηχήσας τὰ προλαβόντα κηρύγματα τοῦτο νοήσας ἐπὶ τέλει τῆς εὐαγγελικῆς ἱστορίας εἰπεῖν ὅτι πολλά ἐστι τὰ ὑπὸ τοῦ κυρίου γεγενημένα Ἅτινα, φησίν, ἐὰν γράφηται καθ᾽ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία, οὐ πάντως ταῦτα λέγων τὰ κατὰ τὰς ἰάσεις θαύματα· τούτων γὰρ οὐδὲν ἀφῆκεν ἀμνημόνευτον ἡ ἱστορία, εἰ καὶ μὴ ἐπ᾽ ὀνόματος πάντων τῶν τεθεραπευμένων τὴν μνήμην πεποίηται· ὅταν γὰρ λέγῃ νεκροὺς ἐγείρεσθαι, τυφλοὺς ἀναβλέπειν, κωφοὺς ἀκούειν, χωλοὺς περιπατεῖν, καὶ πάλιν ἰᾶσθαι πᾶσαν μαλακίαν, οὐδὲν διὰ τούτων ἀνιστόρητον τῶν θαυμάτων ἀπέλιπε, ταῖς καθολικαῖς ἐννοίαις ἐμπεριλαβὼν τὰ καθ᾽ ἕκαστον· ἀλλ᾽ ἐκεῖνο τάχα τῷ βάθει τῆς γνώσεως ὁ εὐαγγελιστὴς λέγει, ὅτι τὸ μεγαλεῖον τοῦ υἱοῦ τοῦ θεοῦ οὐκ ἐκ τῶν διὰ σαρκὸς θαυματοποιηθέντων μόνον γινώσκειν χρή· μικρὰ γὰρ ταῦτα ὡς πρὸς τὴν λοιπὴν μεγαλουργίαν ἐξεταζόμενα.

σὺ δὲ ἀνάβλεψον εἰς τὸν οὐρανόν, ἰδὲ τὰ ἐν αὐτῷ κάλλη, μετένεγκε τὴν διάνοιαν ἐπὶ τὸ πλάτος τῆς γῆς, ἐπὶ τὰ βάθη τοῦ ὕδατος, πάντα τὸν κόσμον τῇ διανοίᾳ λαβὼν καὶ τὴν ὑπερκόσμιον φύσιν τῷ λογισμῷ κατανοήσας, ταῦτα γνῶθι τὰ ἀληθινὰ τοῦ σοι διὰ σαρκὸς ἐπιδημήσαντος ἔργα, ἅτινα, φησίν, ἐὰν καθ᾽ ἕκαστον γράφηται τὸ τί καὶ ὅπως καὶ ὅθεν καὶ πόσον, ὑπὲρ τὸ χώρημα τοῦ κόσμου τῆς περὶ αὐτοῦ τοῦ κόσμου διδασκαλίας ἔσται τὸ πλῆθος. ἐπειδὴ γὰρ τὰ πάντα ὁ θεὸς ἐν σοφίᾳ ἐποίησεν, ὅρον δὲ ἡ τοῦ θεοῦ σοφία οὐκ ἔχει (Τῆς γὰρ συνέσεως αὐτοῦ, φησίν, οὐκ ἔστιν ἀριθμός), ὁ τοῖς ἰδίοις μέτροις πεπερασμένος κόσμος οὐ χωρήσει ἐν ἑαυτῷ τῆς ἀορίστου σοφίας τὸν λόγον. εἰ οὖν ὁ κόσμος ὅλος ἐλάττων ἐστὶν ἢ ὥστε τὴν διδασκαλίαν τῶν ἔργων τοῦ κυρίου χωρῆσαι, πόσοι κόσμοι χωρήσουσιν τὴν περὶ τοῦ θεοῦ τῶν ὅλων διήγησιν; τάχα γὰρ οὐδὲ ἡ βλάσφημος ἀρνήσεται γλῶσσα τὸ ἀπειροπλασίονα εἶναι τὸν ποιητὴν πάντων τῶν μόνῳ θελήματι παραχθέντων εἰς γένεσιν. εἰ οὖν ἡ κτίσις πᾶσα τοῦ περὶ ἑαυτῆς λόγου ἐστὶν ἀχώρητος (τοῦτο γὰρ ὁ μέγας Ἰωάννης μαρτύρεται κατά γε τὸν ἡμέτερον λόγον), πῶς ἂν ἀνθρωπίνη βραχύτης ὅλον τὸν περὶ τοῦ δεσπότου τῆς κτίσεως χωρήσειε λόγον; εἰπάτωσαν οἱ τὰ μεγάλα φθεγγόμενοι τί ἐστιν ἄνθρωπος συγκρίσει τοῦ παντὸς θεωρούμενος;

ποῖον γεωμετρικὸν σημεῖον οὕτως ἀμερές, τί τῶν Ἐπικουρείων ἀτόμων οὕτω τῇ ματαιότητι τῶν ταῦτα θεωρούντων ἀπολεπτύνεται καὶ ἐγγὺς τοῦ μὴ ὄντος γίνεται, ὡς ἀνθρωπίνη βραχύτης ἀντ᾽ οὐδενός ἐστι πρὸς τὸ πᾶν κρινομένη; καθώς φησι καὶ ὁ μέγας Δαβὶδ καλῶς ἐπεσκεμμένος ἡμῶν τὴν οὐθένειαν ὅτι Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐπώπιόν σου, οὐ παντελῶς εἶναι λέγων οὐδέν, ἀλλ᾽ ὅμοιον τῷ μηδέν, τὸ καθ᾽ ὑπερβολὴν πᾶσαν βραχὺ τῇ πρὸς τὸ ἀνύπαρκτον συγκρίσει διασημαίνων.

Ἀλλ᾽ ὅμως ἀπὸ τοιαύτης ὡρμημένοι φύσεως πλατύνουσι κατὰ τῆς ἀφράστου δυνάμεως τὰ ἴδια στόματα καὶ προσηγορίᾳ μιᾷ τὴν ἀόριστον φύσιν περιμετροῦσι τῷ ὀνόματι τῆς 〈ἀγεννησίας〉 τὴν οὐσίαν τοῦ θεοῦ περισφίγγοντες, ἵνα τὴν κατὰ τοῦ μονογενοῦς ἑαυτοῖς βλασφημίαν διὰ τούτων ὁδοποιήσωσι. τοῦ δὲ μεγάλου Βασιλείου διορθωσαμένου τὴν ἠπατημένην ὑπόνοιαν καί τινα περὶ τῶν ὀνομάτων διεξελθόντος ὡς οὐκ ἐκ φύσεως ὄντων, ἀλλὰ κατ᾽ ἐπίνοιαν ἐπικειμένων τοῖς πράγμασι, τοσοῦτον ἀπέχουσι τοῦ ἀναλῦσαι πρὸς τὴν ἀλήθειαν, ὅτι καθάπερ ἰξῷ τινι προσκατέχονται τοῖς ἅπαξ παρ᾽ αὐτῶν εἰρημένοις καὶ οὐ μεθίενται τοῦ σοφίσματος οὐδὲ κατ᾽ ἐπίνοιαν λέγεσθαι τὸ ἀγέννητον, ἀλλὰ τῆς φύσεως εἶναι παραστατικὸν διορίζονται.

τὸ μὲν οὖν πάντα διεξιέναι τὸν λόγον καὶ τὴν ληρώδη καὶ μακρὰν ἐκείνην παραθέμενον φλυαρίαν ἐπὶ λέξεως ἀνατρέπειν πειρᾶσθαι μακρᾶς ἂν εἴη σχολῆς καὶ χρόνου πολλοῦ καὶ πολλῆς ἀπραξίας δεόμενον, καθάπερ ἀκούω καὶ τὸν Εὐνόμιον ὑπὲρ τὸν Ἰλιακὸν πόλεμον τῇ πολυετίᾳ φιλοπόνως καὶ καθ᾽ ἡσυχίαν πολλὴν προσεδρεύσαντα ἐν πολλῷ τῷ ὕπνῳ τὸν μακρὸν τοῦτον ὄνειρον ἑαυτῷ συμπλάσαι, ζητοῦντα φιλοπόνως οὐχ ὅπως ἑρμηνεύσῃ τι τῶν νοηθέντων, ἀλλ᾽ ὅπως κατὰ τῶν λέξεων ἐπισύρηται κατηναγκασμένα νοήματα καὶ περισυλλέγοντα τὰς εὐηχοτέρας φωνὰς ἐκ συγγραμμάτων τινῶν· καὶ ὥσπερ οἱ πτωχοὶ δι᾽ ἀπορίαν ἐσθῆτος ἐκ ῥακωμάτων τινῶν τοὺς χιτῶνας ἑαυτοῖς περικεντοῦντες συρράπτουσιν, οὕτω καὶ τοῦτον ἄλλην ἀλλαχόθεν λέξιν περιβοσκόμενον διὰ τούτων ἐξυφῆναι ἑαυτῷ τοῦ λόγου τὸν κέντρωνα, οὐκ ἀταλαιπώρως διακολλῶντα τὴν συμβολὴν τῶν ῥημάτων καὶ συναρμόζοντα, οὗ τὸ γλίσχρον καὶ μειρακιῶδες τῆς φιλοτιμίας εἰς ἅμιλλαν ἀνδρὶ πρὸς ἀλήθειαν βλέποντι τοσοῦτον ἀπόβλητον, ὅσον ἀθλητῇ τινι τῶν καρτερικῶν καὶ ἐξώρων τὸ διὰ περιεργίας κομμωτικῆς γυναικίζεσθαι, ἀλλά μοι δοκεῖ τὸν σκοπὸν τοῦ παντὸς ἐγχειρήματος δι᾽ ὀλίγων ἐπιδραμόντα τὰς μακρὰς περιόδους χαίρειν ἐᾶσαι.

Οὐκοῦν εἴρηται παρ᾽ ἡμῶν (οἰκειοῦμαι γὰρ τοῦ διδασκάλου τὸν λόγον) ὅτι τῆς θείας φύσεως ἀμυδρὰν μὲν καὶ βραχυτάτην ἔχομεν διὰ τῶν λογισμῶν τὴν ἀντίληψιν, ἀποχρῶσαν δ᾽ ὅμως τῇ βραχύτητι τῆς δυνάμεως ἡμῶν διὰ τῶν ὀνομάτων τῶν περὶ αὐτὴν λεγομένων εὐσεβῶς τὴν γνῶσιν ἐρανιζόμεθα. τούτων δέ φαμεν τῶν ὀνομάτων οὐ μονοειδῆ πάντων εἶναι τὴν σημασίαν, ἀλλὰ τὰ μὲν τῶν προσόντων τῷ θεῷ, τὰ δὲ τῶν ἀποπεφυκότων ἔχει τὴν ἔμφασιν, οἷον δίκαιον αὐτὸν καὶ ἄφθαρτον λέγομεν, τῷ μὲν δικαίῳ τὸ προσεῖναι δικαιοσύνην, τῷ δὲ ἀφθάρτῳ τὸ μὴ προσεῖναι φθορὰν ἐνδεικνύμενοι. ἔξεστι δὲ πάλιν καὶ ὑπαλλάξαντα τὰς σημασίας κατὰ τὸ ἔμπαλιν προσφυῶς ἐφαρμόσαι τῷ θεῷ τὰ ὀνόματα, ὥστε τῷ μὲν ἀπεμφαίνοντι τὸ οἰκεῖον, τῷ δὲ προσόντι τὸ ἀλλότριον παραστῆσαι. τῇ γὰρ δικαιοσύνῃ τῆς ἀδικίας ἐναντιουμένης, τῇ δὲ φθορᾷ τῆς ἀϊδιότητος ἀντικειμένης, δυνατόν ἐστι χρήσασθαι προσφόρως ἐπὶ τοῦ θεοῦ τοῖς ἐναντίοις, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος ἐν τῷ εἰπεῖν ἀεί τε αὐτὸν εἶναι καὶ ἄδικον μὴ εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ λέγειν δίκαιόν τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι. οὕτω καὶ τὰ λοιπὰ τῶν ὀνομάτων τῇ ποιᾷ μεταλήψει τῆς σημασίας πρὸς ἑκατέραν τὴν ἔμφασιν ἐπιτηδείως ἔχειν φαμέν, οἷον τὸ ἀγαθὸν καὶ ἀθάνατον καὶ πάντα τὰ κατὰ τὸν ὅμοιον ἐκφερόμενα τύπον.

δύναται γὰρ ἕκαστον αὐτῶν ἄλλως καὶ ἄλλως μεταληφθὲν καὶ τὸ προσὸν καὶ τὸ μὴ προσὸν ἐπὶ τῆς θείας ἐνδείξασθαι φύσεως, ὥστε τοῦ σχήματος τῶν ὀνομάτων ὑπαλλασσομένου τὴν εὐσεβῆ περὶ τὸ ὑποκείμενον διάνοιαν μένειν ἀκίνητον. ταὐτὸν γάρ ἐστιν ἀνεπίδεκτόν τε πονηρίας τὸν θεὸν εἰπεῖν καὶ ἀγαθὸν ὀνομάσαι, καὶ ἀθάνατον ὁμολογῆσαι καὶ ἀεὶ ζῶντα εἰπεῖν· οὐδεμίαν γὰρ ἐν τούτοις κατὰ τὸ σημαινόμενον διαφορὰν ἐννοοῦμεν, ἀλλ᾽ ἓν δι᾽ ἑκατέρων τῶν λόγων ἀποσημαίνομεν, κἂν τὸ μὲν θέσιν τὸ δὲ ἀναίρεσίν τινος ἔχειν δοκῇ. ὡσαύτως καὶ πάντων ἀρχὴν λέγοντες τὸν θεὸν καὶ πάλιν ἄναρχον ὀνομάζοντες οὐδὲν κατὰ τὰς ἐννοίας μαχόμεθα, καθ᾽ ἑκάτερον τῶν λεγομένων ἀρχηγὸν καὶ αἴτιον εἶναι τοῦ παντὸς ἀποφαίνοντες· ὥστε κἂν ἄναρχον εἴπωμεν κἂν τοῦ παντὸς ἀρχηγέτην, τῷ μὲν τὸ μὴ προσόν, τῷ δευτέρῳ δὲ τὸ προσὸν παρεστήσαμεν, δυνατοῦ ὄντος καθὼς εἴρηται διὰ τῆς τῶν σημαινομένων ὑπαλλαγῆς μεταλλάξαι πρὸς τὸ ἐναντίον τὰς τῶν ὀνομάτων ἐμφάσεις καὶ τῷ νῦν ἀπεμφαίνοντι τέως ὀνόματι διά τινος μετασχηματισμοῦ τὸ προσὸν γνωρισθῆναι καὶ τῷ ἑτέρῳ τὸ ἕτερον.

ἔξεστι γὰρ ἀντὶ τοῦ ἀρχὴν αὐτὸν μὴ ἔχειν εἰπεῖν τὸ ἀρχὴν αὐτὸν τοῦ παντὸς εἶναι ὁρίσασθαι, καὶ ἀντὶ τούτου πάλιν τὸ μόνον αὐτὸν ἀγεννήτως ὁμολογεῖν ὑφεστάναι· ὥστε τὰ μὲν ῥήματα δοκεῖν τῇ τοῦ σχήματος ἐξαλλαγῇ διαφόρως ἔχειν πρὸς ἄλληλα, τὸν δὲ νοῦν τοῖς λεγομένοις ἕνα καὶ τὸν αὐτὸν διαμένειν. τὸ γὰρ σπουδαζόμενον ἐν τοῖς περὶ θεοῦ λόγοις ἐστὶν οὐχὶ ῥημάτων εὐφωνίαν εὔκροτόν τε καὶ ἐναρμόνιον ἐπινοῆσαι, ἀλλ᾽ εὐσεβῆ διάνοιαν ἐξευρεῖν δι᾽ ἧς τὸ πρέπον τῇ ὑπολήψει τῇ περὶ θεοῦ φυλαχθήσεται.

Ἐπειδὴ τοίνυν εὐσεβές ἐστι λογίζεσθαι τὸν τοῦ παντὸς αἴτιον αὐτὸν αἰτίαν ὑπερκειμένην μὴ ἔχειν, ταύτης ἡμῖν ἐρηρεισμένως τῆς διανοίας μενούσης τίς ἔτι περὶ τὰ ῥήματα τοῖς νοῦν ἔχουσιν καταλείπεται μάχη, πάσης φωνῆς, καθ᾽ ἣν τὸ τοιοῦτον ἐξαγγέλλεται νόημα, τὸ αὐτὸ παριστώσης; εἴτε γὰρ ἀρχὴν αὐτὸν καὶ αἴτιον τοῦ παντὸς εἶναι λέγοις εἴτε ἄναρχον αὐτὸν ὀνομάζοις εἴτε ἀγεννήτως εἶναι εἴτε ἐξ ἀϊδίου ὑφεστάναι εἴτε τοῦ παντὸς αἴτιον εἴτε ἐξ οὐδενὸς αἰτίου μόνον, πάντα τὰ τοιαῦτα ἰσοστάσιά πως ἀλλήλοις ἐστὶ κατὰ τὴν δύναμιν τῶν σημαινομένων καὶ ὁμοτίμως ἔχει τὰ ῥήματα, καὶ μάταιος ὁ ζυγομαχῶν περὶ τὸν τοιόνδε τῆς φωνῆς ἦχον, ὡς οὐχὶ τῇ διανοίᾳ, ταῖς δὲ συλλαβαῖς καὶ τοῖς φθόγγοις ἐγκειμένης τῆς εὐσεβείας. ταύτης τοίνυν τῆς ἐννοίας παρὰ τοῦ διδασκάλου διηρθρωμένης, δι᾽ ἧς ἔνεστι τοὺς μὴ κεκαλυμμένους τῷ αἱρετικῷ προκαλύμματι σαφῶς διϊδεῖν ὅτι τὸ θεῖον, ὅπως ἂν κατὰ τὴν φύσιν ἔχῃ, ἀνέπαφόν τέ ἐστι καὶ ἀκατανόητον καὶ πάσης ἀντιλήψεως τῆς ἐκ τῶν λογισμῶν ὑψηλότερον, ἡ δὲ ἀνθρωπίνη διάνοια πολυπραγμονοῦσα καὶ διερευνωμένη δι᾽ ὧν ἂν ᾖ δυνατὸν λογισμῶν ἐπορέγεται καὶ θιγγάνει τῆς ἀπροσπελάστου καὶ ὑψηλῆς φύσεως, οὔτε τοσοῦτον ὀξυωποῦσα ὡς ἐναργῶς ἰδεῖν τὸ ἀόρατον οὔτε καθάπαξ ἀπεσχοινισμένη τῆς προσεγγίσεως ὡς μηδεμίαν δύνασθαι τοῦ ζητουμένου λαβεῖν εἰκασίαν.

ἀλλὰ τὸ μέν τι τοῦ ζητουμένου διὰ τῆς τῶν λογισμῶν ἐπαφῆς ἐστοχάσατο, τὸ δὲ αὐτῷ τῷ μὴ δύνασθαι κατιδεῖν τρόπον τινὰ κατενόησεν, οἷόν τινα γνῶσιν ἐναργῆ τὸ ὑπὲρ πᾶσαν γνῶσιν τὸ ζητούμενον εἶναι ποιησαμένη. τά τε γὰρ ἀπεμφαίνοντα περὶ τὴν θείαν φύσιν ἐνόησε καὶ ὅσα πρέπει περὶ αὐτὴν ὑπονοεῖν οὐκ ἠγνόησεν, οὐ μὴν αὐτὴν ἐκείνην ἥτις ἐστὶ περὶ ἣν ταῦτα λογίζεται κατιδεῖν ἠδυνήθη, ἀλλ᾽ ἐκ τῆς τῶν προσόντων τε καὶ μὴ προσόντων γνώσεως εἶδεν, ὃ μόνον ὀφθῆναι δυνατόν ἐστιν, ὅτι τὸ παντὸς μὲν κακοῦ πόρρωθεν ἱδρυμένον, ἐν παντὶ δὲ νοούμενον ἀγαθῷ πάντως τι τοιοῦτόν ἐστιν οἷον λόγῳ τε ἄρρητον εἶναι καὶ λογισμοῖς ἀνεπίβατον. οὕτω τοίνυν πάσας μὲν τὰς ἀπρεπεῖς ἐννοίας ἐν τῇ περὶ τῆς θείας φύσεως ὑπολήψει τοῦ διδασκάλου ἡμῶν ἀποκαθήραντος, πᾶν δὲ ὅσον εὔφημόν τε καὶ θεοπρεπὲς νοεῖν περὶ αὐτὴν συμβουλεύσαντος καὶ διδάξαντος, ὡς οὔτε τι τῶν φθαρτῶν οὔτε τῶν διὰ γενέσεως εἰς τὸ εἶναι παρηγμένων τὸ πρῶτον αἴτιόν ἐστιν, ἀλλὰ πάσης τοιαύτης ὑπονοίας ἔξω νοεῖται, ἐκ δὲ τῆς ἀρνήσεως τῶν μὴ προσόντων καὶ ἐκ τῆς ὁμολογίας τῶν εὐσεβῶς περὶ αὐτοῦ νοουμένων ὅτι ἔστι καταλαμβάνεται, μάχεται τοῖς εἰρημένοις ὁ σφοδρὸς κατὰ τῆς ἀληθείας ἀγωνιστὴς καὶ βούλεται τὸν τοιόνδε τοῦ ῥήματος ἦχον, τὴν τῆς 〈ἀγεννησίας〉 λέγω φωνήν, ἐμφανῶς δεικνύναι τοῦ θεοῦ τὴν οὐσίαν.

Καίτοι παντὶ πρόδηλον τῷ γε μετρίως ἐπεσκεμμένῳ τὰς τῶν ὀνομάτων χρήσεις, ὅτι ἡ ἀφθαρσία καὶ ἡ ἀγεννησία διὰ τοῦ ἀφαιρετικοῦ μορίου τὸ μηδὲν τούτων προσεῖναι τῷ θεῷ, μήτε φθορὰν μήτε γένεσιν, ἀποσημαίνει, ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν ὀνομάτων ὁμοφώνως λεγόμενα τὴν ἀφαίρεσιν τοῦ μὴ προσόντος, οὐ τὴν θέσιν τοῦ ὄντος ἐνδείκνυται, τὸ ἄκακον καὶ ἄλυπον καὶ ἀπόνηρον καὶ ἀτάραχον καὶ ἀόργητον ἄϋπνον ἄνοσον ἀπαθὲς ἀνεπίληπτον καὶ ὅσα τοιαῦτα. λέγεται μὲν γὰρ ἀληθῶς ταῦτα καὶ οἷον κατάλογός τίς ἐστι καὶ ἀπαρίθμησις τῶν πρὸς τὸ χεῖρον νοουμένων, ὧν τὸ θεῖον κεχώρισται, οὐ μήν τι περὶ οὗ λέγεται διὰ τῶν ὀνομάτων ὁ λόγος παρίστησιν. τί μὲν γὰρ οὐκ ἔστι, δι᾽ ὧν ἠκούσαμεν ἐδιδάχθημεν, τί δέ ἐστιν, ἡ τῶν εἰρημένων οὐκ ἐνεδείξατο δύναμις. ὥσπερ γὰρ εἴ τις περὶ τῆς τοῦ ἀνθρώπου φύσεως εἰπεῖν τι θέλων τὸ μήτε ἄψυχον λέγων μήτε ἀναίσθητον μήτε πτηνὸν μήτε τετράπουν μήτ᾽ ἔνυδρον τὸ μὲν ὂν οὐκ ἐνεδείξατο, τὸ δὲ μὴ ὂν διεσάφησε, καὶ οὔτε ψεύδεται ταῦτα περὶ τοῦ ἀνθρώπου διεξιὼν οὔτε σαφῶς τὸ ὑποκείμενον δείκνυσιν, κατὰ τὸν αὐτὸν λόγον πολλῶν τοιούτων περὶ τὴν θείαν φύσιν λεγομένων, ἐν οἷς χρὴ τὸν θεὸν ὑπονοεῖν εἶναι μανθάνομεν, αὐτὸ δὲ ὅ τι ποτέ ἐστι κατ᾽ οὐσίαν διὰ τῶν εἰρημένων οὐ διδασκόμεθα.

φεύγοντες δὲ παντὶ τρόπῳ τῶν ἀτόπων τινὶ νοημάτων ἐν ταῖς περὶ θεοῦ δόξαις συνενεχθῆναι πολλαῖς καὶ ποικίλαις ἐπωνυμίαις ἐπ᾽ αὐτοῦ κεχρήμεθα, κατὰ τὴν τῶν ἐπινοιῶν διαφορὰν τὰς προσηγορίας ἁρμόζοντες. ἐπειδὴ γὰρ ἓν οὐδὲν ὄνομα περιληπτικὸν τῆς θείας ἐξεύρηται φύσεως κατ᾽ αὐτοῦ τοῦ ὑποκειμένου προσφυῶς τεταγμένον, διὰ τοῦτο πολλοῖς ὀνόμασι, ἑκάστου κατὰ διαφόρους ἐπιβολὰς ἰδιάζουσάν τινα περὶ αὐτοῦ τὴν ἔννοιαν ποιουμένου, τὸ θεῖον προσαγορεύομεν, ἐκ τῆς πολυειδοῦς καὶ ποικίλης κατ᾽ αὐτοῦ σημασίας ἐναύσματά τινα πρὸς τὴν κατανόησιν τοῦ ζητουμένου θηρεύοντες. ἐρωτῶντες γὰρ ἡμᾶς αὐτοὺς καὶ διεξετάζοντες τί τὸ θεῖόν ἐστι, διαφόρως ἀποφαινόμεθα οἷον τὸ ὑπερκείμενον τῆς τῶν ὄντων συστάσεώς τε καὶ διοικήσεως, ὃ οὐκ ἐξ αἰτίας τὴν ὕπαρξιν ἔχει, τοῖς δὲ λοιποῖς πᾶσιν αἴτιον τοῦ εἶναι καθέστηκεν, περὶ ὃ γέννησις καὶ ἀρχὴ καὶ φθορὰ καὶ τέλος οὐκ ἔστιν οὔτε πρὸς τὸ ἐναντίον τροπὴ οὔτε τοῦ κρείττονος ὕφεσις, ὡς μήτε τὸ κακὸν ἐπ᾽ αὐτοῦ χώραν ἔχειν μήτε τὸ ἀγαθὸν ἀπεῖναι.

εἰ δή τις τὰς τοιαύτας ἐννοίας ὀνόμασι διαλαμβάνειν ἐθέλοι, ἀνάγκη πᾶσα τὸ μὲν μὴ προσιέμενον τὴν πρὸς τὸ χεῖρον τροπὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὀνομάσαι, τὸ δὲ πρῶτον αἴτιον τοῦ παντὸς ἀγέννητον προσειπεῖν, ἄφθαρτον δὲ τὸ φθορᾶς ἀνεπίδεκτον, τὸ δὲ εἰς μηδὲν καταλῆγον πέρας ἀθάνατόν τε καὶ ἀτελεύτητον, παντοκράτορα δὲ τὸν τοῦ παντὸς ἐξηγούμενον, καὶ οὕτω τἄλλα πάντα κατὰ τὰς εὐσεβεῖς ὑπολήψεις ὀνοματοποιοῦντες ταῖς τῶν ἐπινοιῶν διαφοραῖς ἄλλως καὶ ἄλλως προσαγορεύομεν, ἢ δύναμιν ἢ κράτος ἢ ἀγαθότητα ἢ τὸ μὴ ἐξ αἰτίου εἶναι ἢ τὸ εἰς ἀεὶ διαμένειν διὰ τῶν ὀνομάτων σημαίνοντες.

Φημὶ τοίνυν τῆς τοιαύτης ὀνοματοποιΐας τοὺς ἀνθρώπους εἶναι κυρίους κατὰ τὸ φανὲν ἑκάστῳ προσφυῶς ἐφαρμόζοντας τῷ ὑποκειμένῳ τὰς κλήσεις, καὶ μηδὲν ἄτοπον εἶναι, ὅπερ ὡς φοβερόν τε καὶ φρικῶδες μορμολυττόμενος ὁ λογογράφος προτείνεται, τὸ νεωτέρας εἶναι τὰς τῶν ὀνομάτων θέσεις ὁμολογεῖν ἐπὶ παντὸς αὐτοῦ τοῦ κατονομαζομένου πράγματος καὶ ἐπ᾽ αὐτοῦ τοῦ θεοῦ. οὐ γὰρ ῥῆμα ὁ θεὸς οὐδὲ ἐν φωνῇ καὶ φθόγγῳ ἔχει τὸ εἶναι. ἀλλ᾽ ὁ μὲν θεός ἐστιν καθ᾽ ἑαυτόν, ὅ τι ποτὲ καὶ εἶναι πεπίστευται, ὀνομάζεται δὲ παρὰ τῶν ἐπικαλουμένων οὐκ αὐτὸ ὅ ἐστιν (ἄφραστος γὰρ ἡ φύσις τοῦ ὄντος), ἀλλ᾽ ἐξ ὧν ἐνεργεῖν τι περὶ τὴν ζωὴν ἡμῶν πεπίστευται τὰς ἐπωνυμίας ἔχει, οἷον καὶ αὐτὸ τοῦτο τὸ ἐκ τοῦ προχείρου λεγόμενον· θεὸν γὰρ αὐτὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν κεκρυμμένων νοοῦντες ἐπικαλούμεθα. εἰ δὲ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι᾽ ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ταύτας ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν;

εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λεγομένων, πρὶν ἂν νοήσωμεν, νοοῦμεν δὲ δι᾽ ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου βουλήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἆρ᾽ οὐ σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν γινομένων προσηγορίαι καὶ ὥσπερ σκιαὶ τῶν πραγμάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι;

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου Δαβὶδ τοῦ καθάπερ διά τινων ἰδίων καὶ προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτῷ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος. Οἰκτίρμων γάρ, φησί, καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος. ταῦτα τοίνυν τί λέγουσιν; ἐνεργείας ἔχειν τὴν σημασίαν ἢ φύσεως; οὐκ ἄν τις ἄλλο τι παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ἢ τὸν ἔλεον ὁ θεὸς ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέου δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως, ἡ δὲ ἁμαρτία μετὰ τὸν ἄνθρωπον. οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τοῦ ἐλέου τὸ ὄνομα. τί οὖν; ἆρα μὴ καὶ τοῦ Δαβὶδ καταγνώσεται ὁ ὑπὲρ τοὺς προφήτας φρονῶν, ὅτι δι᾽ ὧν ἐνόησε τὸν θεόν, διὰ τούτων ὠνόμασεν, ἢ καὶ πρὸς αὐτὸν ζυγομαχήσει τὴν σεμνὴν ἐκείνην ὥσπερ ἐκ τραγῳδίας προτείνων ῥῆσιν, ὅτι 〈τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν τοῖς παρὰ τῆς ἐπινοίας ἀγάλλει ὀνόμασι, τὴν ἐφ᾽ ἑαυτῇ μόνῃ καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως ἀγαλλομένην〉; ἐρεῖ γὰρ πάντως ὁ ὑπὲρ τοῦ προφήτου λέγων, ὅτι ἡ μὲν θεία φύσις ἐφ᾽ ἑαυτῇ μόνῃ ἀγάλλεται καὶ πρὸ τῆς τῶν ἐπινοούντων γεννήσεως, ὁ δὲ ἀνθρώπινος νοῦς, ὅσον χωρεῖ διὰ τῶν ἐνεργειῶν διδασκόμενος, τοσοῦτον φθέγγεται.

ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ἡ σοφία φησὶ τὸν πάντων γενεσιουργὸν θεωρεῖσθαι· τῇ δὲ θείᾳ καὶ ὑπερεχούσῃ πάντα νοῦν οὐσίᾳ τὰς τοιαύτας προσηγορίας ἐπιφημίζομεν, οὐκ ἐκείνην ἀγάλλοντες δι᾽ ὧν ὀνομάζομεν, ἀλλ᾽ ἡμᾶς αὐτοὺς διὰ τῶν λεγομένων ὁδηγοῦντες πρὸς τὴν τῶν κρυπτῶν κατανόησιν. Εἶπα τῷ κυρίῳ, φησὶν ὁ προφήτης, θεός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. πῶς οὖν 〈τὴν μακαριωτάτην τοῦ θεοῦ ζωὴν〉 ἡμεῖς οὕτως, καθώς φησιν οὗτος, 〈ἀγάλλομεν〉, ἥν φησιν ὁ προφήτης ἀπροσδεᾶ τῶν ἀνθρωπίνων εἶναι καλῶν; ἢ ἀντὶ τοῦ ὀνομάζειν τὸ 〈ἀγάλλειν〉 ἐνόησε; καὶ μὴν ἀκούομεν παρὰ τῶν ὀρθῶς τῇ λέξει χρωμένων καὶ δι᾽ ἀκριβείας τῶν ὀνομάτων τὴν χρῆσιν πεπαιδευμένων μὴ ἐπὶ ψιλῆς τῆς δηλώσεως τὴν τοῦ 〈ἀγάλλειν〉 τετάχθαι φωνήν, ἀλλὰ τὸ μὲν τοιοῦτον ἢ γνωρίζειν ἢ δηλοῦν ἢ σημαίνειν ἢ ἄλλο τι τοιουτότροπον λέγεσθαι, τὸ δὲ ἀγάλλειν ἴσον ἐστὶ τῷ ἐπικαυχᾶσθαι καὶ ἐπευφραίνεσθαι καὶ εἴ τι τῆς τοιαύτης ἐμφάσεως ἔχεται· ὁ δέ φησιν ἡμᾶς 〈τοῖς τῆς ἐπινοίας ὀνόμασι τὴν μακαρίαν ἀγάλλειν ζωήν〉. ἡμεῖς δὲ προσθεῖναι μέν τινα τῇ θείᾳ φύσει τιμὴν τῇ ὑπὲρ πᾶσαν οὔσῃ τιμὴν μεῖζον ἢ κατὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην οἰόμεθα, γνωρίσαι δέ τι τῶν περὶ αὐτὴν διὰ τῶν εὐσεβῶς ἐπινοουμένων ῥημάτων τε καὶ ὀνομάτων ἐπιχειρεῖν οὐκ ἀρνούμεθα.

καὶ διὰ τοῦτο καθ᾽ ὅσον δυνατὸν ἡμῖν τὸ εὐσεβὲς ἰχνεύοντες τὸ μὴ ἐξ αἰτίας ὑπερκειμένης τὸ πρῶτον αἴτιον τὴν ὑπόστασιν ἔχειν καταλαμβάνομεν. ὅπερ εἰ μὲν ὡς ἀληθὲς ἀποδέχοιτό τις, ἐπαινετὸν ἂν εἴη διὰ τὴν ἀλήθειαν μόνην· εἰ δὲ ὡς μεῖζον τῶν λοιπῶν τῶν περὶ τὴν θείαν φύσιν νοουμένων τὸ τοιοῦτον κρίνοι καὶ διὰ τοῦτο μόνῃ ταύτῃ τῇ ὑπολήψει λέγοι τὸν θεὸν ἐπιγαυριῶντα καὶ εὐφραινόμενον ὥς τινι τῶν ὑπερεχόντων ἀγάλλεσθαι, μόνης τῆς Εὐνομίου Μούσης ἂν εἴη τοῦ λέγοντος αὐτὴν ἐφ᾽ ἑαυτῇ τὴν ἀγεννησίαν ἀγάλλεσθαι, ἣν δὴ οὐσίαν τε λέγει καὶ μακαρίαν τε καὶ θείαν ὀνομάζει ζωήν.

Ἀλλ᾽ ἀκούσωμεν πῶς κατὰ 〈τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον καὶ τὸν προλαβόντα τύπον〉 (οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται) πῶς διὰ τούτων 〈διαλύειν μέν〉 φησι 〈τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν〉. αὐταῖς γὰρ χρήσομαι τοῦ διθυραμβιστοῦ ταῖς ὁμοιοκαταλήκτοις φωναῖς. 〈εἰπόντες〉, φησίν, 〈ὅτι τὰ κατ᾽ ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τούτοις· ὁ δὲ θεὸς καὶ σιωπώντων καὶ φθεγγομένων καὶ γεγονότων καὶ πρὸ τοῦ γεγονέναι τὰ ὄντα ἦν τε καὶ ἔστιν ἀγέννητος〉. μάθωμεν τοίνυν τί κοινὸν ἔχει ῥημάτων ἐπίνοια ἢ ὀνομάτων θέσις πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῶν ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα, ὥστε εἰ ἀγεννήτως ἔστιν ὁ θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ᾽ ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα τύχοι. οὐ γὰρ ταὐτόν ἐστι τῷ εἶναι τὸ λέγεσθαι. ἀλλ᾽ ἐστὶ μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ θεός, λέγεται δὲ παρ᾽ ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες ἐπινοίᾳ τινὶ τὴν νόησιν ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν.

τίς οὖν ἡ βλάβη τῷ ὄντως ὄντι τὸ ὡς ἔστι παρ᾽ ἡμῶν ὀνομάζεσθαι; οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον καὶ τὸ ὑπάρχειν ἀγεννήτως ἐστίν, ἀλλ᾽ ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. τοῦτο δὲ οὐ συνεῖδεν ὁ λεπτὸς τὴν διάνοιαν οὐδὲ τὰ παρ᾽ αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι᾽ ἐπινοίας τὴν 〈ἀγεννησίαν〉 ὀνοματοποιοῦντας κακίζων. σκοπεῖτε γὰρ ὅ φησι· 〈τὰ κατ᾽ ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται, ὁ δὲ θεὸς καὶ γεγενημένων καὶ πρὸ τοῦ γενέσθαι τὰ ὄντα καὶ ἦν καὶ ἔστιν ἀγέννητος〉. ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως, καὶ σιωπώντων καὶ φθεγγομένων οὔτε μᾶλλον οὔτε ἧττον ὢν ὅ ἐστιν, ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐγνωρίσθη τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ θεοῦ τιμηθέντων. εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος, λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ 〈ἀγεννησία〉, πῶς οὐ συνίησιν οἷς κατασκευάζει, τούτοις μαχόμενος; ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς, εἶναι δὲ τὴν θείαν φύσιν, ὡς νῦν τε ἔστι καὶ ἀεὶ ἦν, ἀγεννήτως.

εἰ οὖν ἐκεῖνός τε προϋπάρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν (πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ) ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ᾽ οὗ τε συνέστημεν καὶ τὸ λογικοὶ εἶναι παρὰ τοῦ πεποιηκότος ἐσχήκαμεν, ἡ δὲ 〈ἀγεννησία〉 ὄνομά ἐστιν ἐμφαντικὸν τοῦ ἰδίου νοήματος, πᾶν δὲ ὄνομα τοῦ ἀνθρωπίνου λόγου μέρος ἐστίν, ἄρα ὁ προϋφεστάναι τῶν ἀνθρώπων τὴν θείαν φύσιν ὁμολογῶν μεταγενεστέραν εἶναι τὴν ἐφευρεθεῖσαν τῇ φύσει κλῆσιν συντίθεται. οὐδὲ γὰρ ἦν εἰκὸς τοῦ λόγου τὴν χρῆσιν πρὸ τῆς τῶν κεχρημένων κατασκευῆς ἐνεργεῖσθαι, ὥσπερ οὐδὲ γεωργίαν πρὸ τῶν γεωργούντων οὐδὲ ναυτιλίαν πρὸ τῶν ναυτιλλομένων οὐδὲ ἄλλο τι τῶν κατὰ τὸν βίον ἐνεργουμένων πρὸ τοῦ συστῆναι τὸν ἀνθρώπινον βίον. τί οὖν ἡμῖν διαμάχεται ὁ τοῖς ἰδίοις αὐτοῦ λόγοις ἀκολουθεῖν οὐ γινώσκων;

Ἦν, φησίν, ὁ θεὸς ὅπερ ἐστὶ πρὸ τοῦ γενέσθαι τὸν ἄνθρωπον. τοῦτο καὶ ἡμεῖς οὐκ ἀρνούμεθα. πᾶν γὰρ ὅτιπέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν. ἀλλ᾽ ὀνομάζεσθαι τοῦτόν φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα. εἰ γὰρ διὰ τοῦτο χρώμεθα τοῖς ὀνόμασιν, ὥστε διδασκαλίαν· ἡμῖν ἐκεῖθεν τῶν πραγμάτων γίνεσθαι, μόνον δὲ τὸ ἀγνοοῦν ἐπιδεές ἐστι τοῦ διδάσκοντος, ἡ δὲ θεία φύσις διὰ τὸ πᾶσαν ἐμπεριειληφέναι τὴν γνῶσιν κρείττων πάσης διδασκαλίας ἐστί, δείκνυται διὰ τούτων ὅτι οὐ τοῦ θεοῦ χάριν ἀλλ᾽ ἡμῶν ἕνεκα τὰ ὀνόματα πρὸς δήλωσιν τοῦ ὄντος ἐπινενόηται. οὐ γὰρ ὅπως ἂν ἐκεῖνος ἑαυτὸν μάθοι, τὸ τῆς ἀγεννησίας ὄνομα τῇ φύσει ἐφήρμοσεν. ὁ γὰρ εἰδὼς τὰ πάντα καὶ ἑαυτὸν πρὸ πάντων συλλαβῶν καὶ ῥημάτων πρὸς τὸ μαθεῖν ὡς ἔχει φύσεως καὶ ἀξίας οὐκ ἐπιδέεται· ἀλλ᾽ ὅπως ἡμεῖς τινα τῶν εὐσεβῶς περὶ αὐτὸν νοουμένων κατάληψιν σχοίημεν, ῥήμασί τισι καὶ συλλαβαῖς τὰς τῶν νοημάτων διαφορὰς ἐτυπώσαμεν, οἷόν τινα σήμαντρα καὶ χαρακτῆρας τὰς διὰ τοῦ λόγου τυπώσεις τοῖς τῆς διανοίας κινήμασιν ἐπιγράψαντες, ὥστε τῶν ἐγγινομένων τῇ ψυχῇ κινημάτων τρανὴν καὶ ἀσύγχυτον ποιεῖσθαι τὴν δήλωσιν διὰ τῶν ἐφηρμοσμένων τοῖς νοήμασι φθόγγων.

τί τοίνυν ἐλέγχει τὸν ἡμέτερον λόγον, καθ᾽ ὅν φαμεν ἐπινενοῆσθαι τὸ τῆς 〈ἀγεννησίας〉 ὄνομα πρὸς ἔνδειξιν τοῦ ἀνάρχως τὸν θεὸν ὑφεστάναι, τῷ λέγειν ὅτι ὁ θεὸς καὶ λαλούντων καὶ σιωπώντων καὶ διανοουμένων καὶ πρὸ τῆς τῶν γενομένων ἐπινοίας ἦν τε καὶ ἔστιν ἀγέννητος; εἰ μὲν γάρ τις ἦν ὁ κατασκευάζων μὴ πρότερον αὐτὸν ἀγέννητον εἶναι πρὶν ἢ παρ᾽ ἡμῶν ἐξευρεθῆναι τὸ ὄνομα, συγγνωστὸς ἂν ἦν πρὸς τὴν τοιαύτην ἀτοπίαν ἐκεῖνα γράφων. εἰ δὲ τὸ προϋφεστάναι καὶ λόγου καὶ διανοίας αὐτὸν παρὰ πάντων ὁμολογεῖται, ἡ δὲ τοῦ ὀνόματος θέσις, καθ᾽ ἣν ὁ νοῦς ἐξαγγέλλεται, δι᾽ ἐπινοίας παρ᾽ ἡμῶν ἐξευρῆσθαι λέγεται, ὁ δὲ σκοπὸς αὐτῷ τῆς πρὸς ἡμᾶς ἐστι μάχης τὸ δεῖξαι μὴ παρὰ ἀνθρώπων ἐπινενοῆσθαι τὸ ὄνομα, ἀλλ᾽ εἶναι τοῦτο καὶ πρὸ τῆς ἡμετέρας συστάσεως, οὐκ οἶδα περὶ τίνος λεγόμενον τί κοινὸν ἔχει πρὸς τὴν προκειμένην αὐτῷ σπουδὴν τὸ πρὸ τῶν ὄντων ὑφεστάναι τὸν θεὸν ἀγεννήτως λέγειν καὶ τὸ διαβεβαιοῦσθαι μεταγενεστέραν εἶναι διαγωνίζεσθαι τοῦ θεοῦ τὴν ἐπίνοιαν.

μὴ γὰρ ἐπίνοιάν τις εἶναι τὸν θεὸν ἀποφαίνεται, ὥστε τοῖς τοιούτοις πρὸς αὐτὸν τῶν λόγων διαγωνίζεσθαι καὶ λέγειν ἃ εἴρηκεν, ὅτι 〈μαινομένων ἐστὶ τὸ πρεσβυτέραν τῶν ἐπινοούντων ἡγεῖσθαι τὴν ἐπίνοιαν〉, καὶ ἔτι πρὸς τούτοις ὅσα ὑποβὰς διεξέρχεται· 〈ὥσπερ οὖν οὐδὲ ἐκεῖνο φρονούντων, τὸ τοὺς ἀνθρώπους, καίπερ ὅντας ὑστάτους τῶν τοῦ θεοῦ δημιουργημάτων, προτάττειν τῆς σφῶν αὐτῶν ἐπινοίας.〉 μεγάλην γὰρ 〈ἂν〉 τῷ ὄντι τὴν ἰσχὺν ὁ λόγος εἶχεν, εἴπερ τις ἐκ μανίας ἢ παραφροσύνης ἐπίνοιαν εἶναι τὸν θεὸν ἀπεφαίνετο. εἰ δὲ οὗτος μὲν ὁ λόγος οὔτε ἔστιν οὔτε μὴν γεγένηται (τίς γὰρ ἂν εἰς τοῦτο παραπληξίας ἐλάσειεν, ὥστε τὸν ὄντως ὄντα καὶ τὰ ἄλλα πάντα ὅσα ἔστιν εἰς γένεσιν ἀγαγόντα, τοῦτον μὴ καθ᾽ ὑπόστασιν ἰδίαν εἶναι λέγειν, ἀλλ᾽ ἐπίνοιαν ὀνόματος αὐτὸν ἀποφαίνεσθαι;) τί μάτην σκιαμαχεῖ τοῖς οὐ τεθεῖσι μαχόμενος;

ἢ πρόδηλος ἡ αἰτία τῆς ἀδιανοήτου ταύτης φιλονεικίας, ὅτι τοὺς ἐξαπατηθέντας διὰ τοῦ κατὰ τὴν ἀγεννησίαν σοφίσματος αἰσχυνόμενος, ἐπειδὴ διηλέγχθη πάμπολυ τῆς κατὰ τὴν οὐσίαν σημασίας κεχωρισμένον τὸ ὄνομα, ἑκὼν ποιεῖται τῶν λεγομένων τὴν σύγχυσιν, ἀπὸ τοῦ ὀνόματος ἐπὶ τὰ πράγματα μεταβιβάζων τὴν μάχην, ὡς τοὺς ἀνεπιστάτους εὐκόλως διὰ τῆς τοιαύτης παρακρουσθῆναι συγχύσεως, νομίζοντας ἢ ἐπίνοιαν τὸν θεὸν παρ᾽ ἡμῶν εἰρῆσθαι ἢ τῆς τῶν ἀνθρωπίνων ὀνομάτων εὑρέσεως δεύτερον, καὶ διὰ τοῦτο καταλιπὼν ἀνέλεγκτον τὸ ἡμέτερον πρὸς ἕτερα μεταφέρει τὴν μάχην; τὸ γὰρ παρ᾽ ἡμῶν ἦν, καθὼς εἴρηται, τὸ τῆς 〈ἀγεννησίας〉 ὄνομα μὴ τὴν φύσιν ἐνδείκνυσθαι, ἀλλ᾽ ἐξ ἐπινοίας ἐφαρμόζειν τῇ φύσει, δι᾽ ἧς τὸ ἄνευ αἰτίας αὐτὸν ὑφεστάναι σημαίνεται. τὸ δὲ παρ᾽ αὐτῶν κατασκευαζόμενον ἦν αὐτῆς εἶναι τῆς οὐσίας ἐνδεικτικὴν τὴν φωνήν. ποῦ τοίνυν κατεσκευάσθη τὸ οὕτως ἔχειν τὴν τοῦ ὀνόματος δύναμιν;

ἀλλὰ ταῦτα μὲν ἑτέροις που πάντως τεταμίευται λόγοις, ὁ δὲ πᾶς αὐτῷ πόνος εἰς τὸ ὑφεστάναι τὸν θεὸν ἀγεννήτως ἠσχόληται· ὅμοιον ὥσπερ ἂν εἴ τις σαφῶς αὐτὸν περὶ τούτων ἤρετο, τίνα περὶ τοῦ ὀνόματος τῆς ἀγεννησίας ἔχοι διάνοιαν, εἴτε ὡς ἐπινοουμένου πρὸς ἔνδειξιν τοῦ ἀνάρχως εἶναι τὸ πρῶτον αἴτιον εἴτε καὶ ὡς αὐτῆς δηλωτικοῦ τῆς οὐσίας, ὁ δὲ μάλα σεμνῶς καὶ ἐπιστατικῶς ἀπεκρίνατο τὸ οὐρανοῦ καὶ γῆς τὸν θεὸν ποιητὴν εἶναι μὴ ἀμφιβάλλειν. ὡς τοίνυν οὗτος ὁ λόγος ἀπᾴδει τοῦ προταθέντος καὶ οὐ συνήρτηται, κατὰ τὸν αὐτὸν τρόπον εὕροις ἂν καὶ ἐπὶ τῆς καλλιγραφηθείσης αὐτῷ καθ᾽ ἡμῶν μάχης τὸ πρὸς τὸν σκοπὸν ἀσυνάρτητον. οὑτωσὶ δὲ σκοπήσωμεν.

Ἀγέννητόν φασι τὸν θεὸν εἶναι· τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. ἀλλὰ καὶ τὴν 〈ἀγεννησίαν〉 οὐσίαν εἶναι· πρὸς τοῦτο παρ᾽ ἡμῶν ἀντίρρησις. ὄνομα γὰρ τοῦτό φαμεν ἐνδεικτικὸν εἶναι τοῦ ἀγεννήτως τὸν θεὸν ὑφεστάναι, οὐ τὴν ἀγεννησίαν εἶναι θεόν. ἐλέγχειν ἐπαγγέλλεται τὸν ἡμέτερον λόγον· τίς οὖν ὁ ἔλεγχος; ὅτι πρὸ τῆς τῶν ἀνθρώπων συστάσεως ἦν, φησίν, ἀγεννήτως. τί τοῦτο πρὸς τὸ ζητούμενον; δείξειν οὗτος κατεπαγγέλλεται ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὸ ὄνομα. οὐσίαν γὰρ εἶναι τὴν 〈ἀγεννησίαν〉 ὁρίζεται. τίς οὖν ἡ ἀπόδειξις; τὸ δεῖξαι προϋφεστῶτα τῶν φωνῇ κεχρημένων τὸν θεόν; ὢ τῆς ἀναντιρρήτου καὶ θαυμαστῆς ἀποδείξεως. αὕτη ἐστὶν ἡ ἐκ τῆς διαλεκτικῆς τέχνης λογικὴ λεπτουργία, πρὸς ἣν τίς 〈ἂν〉 ἀντιβλέψειε τῶν ἀμυήτων τῆς ἀπορρήτου παιδεύσεως; ἀλλὰ σεμνῶς ἡμῖν ἐν ταῖς περὶ τῆς ἐπινοίας διαστολαῖς αὐτὸ διακωμῳδεῖ τῆς ἐπινοίας τὸ ὄνομα. 〈τῶν γὰρ οὕτω κατ᾽ ἐπίνοιαν λεγομένων〉 φησὶ 〈τὰ μὲν κατὰ τὴν προφορὰν ἔχειν μόνην τὴν ὕπαρξιν ὡς τὰ μηδὲν σημαίνοντα, τὰ δὲ κατ᾽ ἰδίαν διάνοιαν· καὶ τούτων τὰ μὲν κατὰ αὔξησιν ὡς ἐπὶ τῶν κολοσσιαίων, τὰ δὲ κατὰ μείωσιν ὡς ἐπὶ τῶν πυγμαίων, τὰ δὲ κατὰ πρόσθεσιν ὡς ἐπὶ τῶν πολυκεφάλων ἢ κατὰ σύνθεσιν ὡς ἐπὶ τῶν μιξοθήρων〉. ὁρᾷς εἰς τί τὴν ἐπίνοιαν ἡμῖν ὁ σοφὸς διακερματίσας περαιτέρω τὴν δύναμιν αὐτῆς προελθεῖν οὐκ ἠξίωσεν.

ἀσήμαντον εἶναί φησι τὴν ἐπίνοιαν, ἀδιανόητον, τὰ παρὰ φύσιν σοφιζομένην ἢ διακολοβοῦσαν ἢ ὑπερτείνουσαν τὰ ὡρισμένα μέτρα τῆς φύσεως ἢ ἐξ ἑτεροφυῶν συντιθεῖσαν ἢ τερατευομένην ταῖς ἀλλοκότοις προσθήκαις. ἐν τούτοις καταπαίξας τοῦ τῆς ἐπινοίας ὀνόματος ἄχρηστον αὐτὴν καὶ ἀνόνητον τῷ βίῳ τὸ κατ᾽ αὐτὸν ἀποδείκνυσιν. πόθεν οὖν τῶν μαθημάτων τὰ ὑψηλότερα, πόθεν ἡ γεωμετρία καὶ ἡ ἀριθμητικὴ φιλοσοφία καὶ τῶν λογικῶν τε καὶ φυσικῶν θεωρημάτων ἡ διδασκαλία, αἱ δὲ τῶν μηχανημάτων εὑρέσεις καὶ τὰ διὰ χαλκοῦ τε καὶ ὕδατος ἐν ὡροσκοπείοις θαύματα, αὐτὴ δὲ ἡ περὶ τοῦ ὄντος φιλοσοφία καὶ ἡ τῶν νοητῶν θεωρία καὶ συλλήβδην φάναι πᾶσα ἡ περὶ τὰ μεγάλα τε καὶ ὑψηλὰ τῆς ψυχῆς ἀσχολία; τί δὲ ἡ γεωργία, τί δὲ ἡ ναυτιλία, τί δὲ ἡ λοιπὴ κατὰ τὸν βίον ἡμῶν οἰκονομία; πόθεν βάσιμος τῷ ἀνθρώπῳ ἡ θάλασσα; πῶς δεδούλωται τῷ χερσαίῳ τὸ ἐναέριον, πῶς τιθασσεύεται τὸ ἀνήμερον, πῶς δαμάζεται τὸ φοβερώτερον, πῶς οὐκ ἀφηνιάζει τὸ ἰσχυρότερον; ἆρ᾽ οὐ δι᾽ ἐπινοίας ἐφευρέθη ταῦτα πάντα τῇ ἀνθρωπίνῃ ζωῇ; ἔστι γὰρ κατά γε τὸν ἐμὸν λόγον ἡ ἐπίνοια ἔφοδος εὑρετικὴ τῶν ἀγνοουμένων, διὰ τῶν προσεχῶν τε καὶ ἀκολούθων τῇ πρώτῃ περὶ τὸ σπουδαζόμενον νοήσει τὸ ἐφεξῆς ἐξευρίσκουσα.

νοήσαντες γάρ τι περὶ τοῦ ζητουμένου τῇ ἀρχῇ τοῦ ληφθέντος διὰ τῶν ἐφευρισκομένων νοημάτων συναρμόζοντες τὸ ἀκόλουθον εἰς τὸ πέρας τῶν σπουδαζομένων τὴν ἐγχείρησιν ἄγομεν.

Καὶ τί μοι τὰ μείζω καὶ ὑψηλότερα τῶν τῆς ἐπινοίας κατορθωμάτων ἀπαριθμεῖσθαι; ἔξεστι γὰρ τῷ μὴ φιλονείκως ἔχοντι πρὸς τὴν ἀλήθειαν κατιδεῖν ὅτι καὶ τὰ ἄλλα πάντα, ὅσα βιωφελῆ τε καὶ χρήσιμα τῇ ζωῇ τῶν ἀνθρώπων ὁ χρόνος ἐφεῦρεν, οὐχ ἑτέρως ἀλλὰ διὰ τῆς ἐπινοίας ἐξηύρηται. καί μοι δοκεῖ πάντων τῶν κατὰ τὴν ζωὴν ταύτην ἐνεργουμένων ἐν ἡμῖν ἀγαθῶν τῶν ταῖς ψυχαῖς ἡμῶν παρὰ τῆς θείας προμηθείας ἐνυπαρχόντων τὴν ἐπίνοιάν τις προτιμοτέραν κρίνων μὴ ἂν τῆς πρεπούσης κρίσεως διαψευσθῆναι. λέγω δὲ ταῦτα παρὰ τοῦ Ἰὼβ διδαχθεὶς ἐν οἷς ὁ θεὸς τῷ λόγῳ πεποίηται διὰ λαίλαπος καὶ νεφῶν τῷ θεράποντι χρηματίζων, τά τε ἄλλα λέγων ὅσα θεῷ πρέπον ἦν λέγειν καὶ ὅτι αὐτὸς εἴη ὁ ταῖς τέχναις ἐπιστήσας τὸν ἄνθρωπον καὶ γυναιξὶ χαρισάμενος ὑφαντικήν τε καὶ ποικιλτικὴν ἐπιστήμην. ὅτι γὰρ οὐκ ἐνεργείᾳ τινὶ τὰς τοιαύτας τέχνας ἡμᾶς ἐδιδάξατο αὐτὸς προκαθήμενος τῆς ἐργασίας, καθάπερ ἐν τοῖς σωματικῶς διδασκομένοις ἔστιν ἰδεῖν, οὐδεὶς ἂν ἀντείποι πάντως μὴ σάρκινος καὶ κτηνώδης τις ὤν. ἀλλὰ μὴν εἴρηται παρ᾽ αὐτοῦ γεγενῆσθαι ἡμῖν τῶν τοιούτων τεχνῶν ἡ καθήγησις.

οὐκοῦν ὁ δοὺς τῇ φύσει τὴν ἐπινοητικὴν καὶ εὑρετικὴν τῶν ζητουμένων δύναμιν αὐτὸς ἡμᾶς πρὸς τὰς τέχνας προήγαγε, καὶ τῷ τῆς αἰτίας λόγῳ πᾶν τὸ εὑρισκόμενόν τε καὶ κατορθούμενον εἰς τὸν ἀρχηγὸν τῆς δυνάμεως ταύτης ἐπαναφέρεται· οὕτω καὶ τὴν ἰατρικὴν ὁ βίος εὕρατο, ἀλλ᾽ ὅμως θεοῦ δῶρον τὴν ἰατρικὴν εἰπών τις οὐχ ἁμαρτήσεται. καὶ πᾶν ὅτιπέρ ἐστι κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἐξευρημένον κατ᾽ εἰρήνην καὶ πόλεμον πρός τι τῶν χρησίμων ἐπιτηδείως ἔχον, οὐδαμόθεν ἡμῖν ἔσχε τὴν πάροδον, ἀλλὰ τοῦ νοῦ τὰ καθ᾽ ἕκαστον ἡμῖν καταλλήλως νοοῦντος καὶ ἐφευρίσκοντος· νοῦς δὲ ἔργον θεοῦ· οὐκοῦν ἐκ θεοῦ πάντα ὅσα διὰ τοῦ νοῦ ἡμῖν πεπόρισται. τὸ δὲ λέγεσθαι παρὰ τῶν ὑπεναντίων τὰ μυθώδη πλάσματα καὶ τὰ ψευδῆ τερατεύματα παρὰ τῆς ἐπινοίας λογοποιεῖσθαι καὶ πλάσσεσθαι, οὐδὲ αὐτὸς ἀντιλέγω· πρὸς γὰρ τὸν ἡμέτερον σκοπὸν καὶ ὁ ἐκείνων λόγος συμφέρεται.

φαμὲν γὰρ καὶ ἡμεῖς τὴν αὐτὴν εἶναι τῶν ἐναντίων τὴν ἐπιστήμην τῶν τε ἐπωφελῶν καὶ τῶν ὡς ἑτέρως ἐχόντων οἷον τὴν ἰατρικὴν καὶ τὴν κυβερνητικὴν καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστιν· ὁ γὰρ εἰδὼς βοηθῆσαι τοῖς ἀρρωστοῦσι διὰ φαρμάκου ἐπιγνοίη ἄν, εἴπερ ἐπὶ κακῷ χρῷτο τῇ τέχνῃ, καὶ τοῖς ὑγιαίνουσιν ἐντρῖψαι τὸ δηλητήριον· καὶ ὁ πρὸς τὸν λιμένα διευθύνων τῷ πηδαλίῳ τὸ σκάφος εὐθύνειεν ἂν καὶ ἐπὶ χοιράδας ἢ σκοπέλους, εἰ τοῦτο γένοιτο φίλον αὐτῷ τὸ δι᾽ ἐπιβουλῆς διαφθεῖραι τοὺς πλέοντας· καὶ ὁ ζῳγράφος τῇ αὐτῇ τέχνῃ τήν τε καλλίστην μορφὴν ἐπὶ τοῦ πίνακος ἔδειξε καὶ τὴν αἰσχίστην πάλιν ἐναργῶς ἐμιμήσατο· οὕτως ὁ παιδοτρίβης τὸ ἐξηρθρωμένον μέλος διὰ τῆς ἀλειπτικῆς ἐμπειρίας ἐνήρμοσε καὶ τὸ ὑγιαῖνον, εἰ βούλοιτο, διὰ τῆς αὐτῆς τέχνης ἐξήρμοσε.

Καὶ τί χρὴ τὰ καθ᾽ ἕκαστον λέγοντα πολὺν ὄχλον ἐπεισάγειν τῷ λόγῳ; ὡς τοίνυν ἐπὶ τῶν εἰρημένων οὐκ ἄν τις ἀντείποι τὸν πρὸς τὸ κρεῖττον ἐνεργεῖν μεμαθηκότα τέχνην τινὰ δύνασθαι ἂν τῇ αὐτῇ καὶ πρὸς τὰ μὴ δέοντα χρήσασθαι, οὕτως φαμὲν καὶ τῆς ἐπινοίας τὴν δύναμιν ἐπ᾽ ἀγαθῷ μὲν ἐντεθεῖσθαι παρὰ τοῦ θεοῦ τῇ ἀνθρωπίνῃ φύσει, κατακεχρημένων δέ τινων τῇ ἐφευρετικῇ δυνάμει διάκονον πολλάκις καὶ συνεργὸν γίνεσθαι τῶν ἀνωφελῶν εὑρημάτων. οὐκοῦν οὐκ ἐπειδὴ δύναται τὰ ψευδῆ καὶ ἀνύπαρκτα πιθανῶς ἡ ἐπίνοια διαπλάσσειν, διὰ τοῦτο τὰ ὄντως ὄντα καὶ ἀληθῶς ὑφεστῶτα διερευνᾶσθαι οὐ δύναται, ἀλλ᾽ ἡ πρὸς τὸ τοιοῦτον ἐπιτηδειότης μαρτυρία τοῖς εὐγνώμοσι τῆς πρὸς ἐκεῖνο δυνάμεως γίνεται. τὸ γὰρ προθέμενον κατάπληξιν τοῖς ὁρῶσιν ἢ θυμηδίαν τινὰ μηχανήσασθαι τῆς πρὸς τὸ σπουδαζόμενον ἐπινοίας μὴ ἀπορῆσαι, ἀλλ᾽ ἢ πολύχειράς τινας ἢ πολυκεφάλους ἢ πῦρ πνέοντας ἢ δρακόντων ὁλκοῖς συνεσπειραμένους εἰδοποιῆσαι ἢ πρὸς τὸ μεῖζον ἐξᾶραι τὴν συμμετρίαν ἢ διακολοβῶσαι πρὸς τὸ γελοῖον τὰ μέτρα τῆς φύσεως ἢ πηγὰς τοὺς ἀνθρώπους καὶ δένδρα καὶ ὄρνεα γενέσθαι διὰ μεταβολῆς διηγήσασθαι, δι᾽ ὧν ἔστι ψυχαγωγίαν τινὰ τοὺς διὰ τῶν τοιούτων ἡδομένους εὑρεῖν, ἐναργεστάτην ἀπόδειξιν εἶναί φημι τοῦ καὶ τὰ κρείττω τῶν μαθημάτων δύνασθαι ἂν διὰ τῆς εὑρετικῆς δυνάμεως κατανοῆσαι.

οὐ γὰρ πρὸς μὲν τὴν τῶν ἀνυπάρκτων διάπλασιν ἐντελὴς ἡμῖν ὁ νοῦς παρὰ τοῦ δεδωκότος ἐμπέφυκε, πρὸς δὲ τὴν τῶν ψυχωφελῶν εὕρεσιν οὐδεμίαν δύναμιν ποριστικὴν τῶν λυσιτελούντων κεκλήρωται· ἀλλὰ καθάπερ ἡ ὁρμητικὴ καὶ προαιρετικὴ τῆς ψυχῆς ἡμῶν δύναμις κατὰ μὲν τὸ προηγούμενον πρὸς τὴν τῶν καλῶν τε καὶ ἀγαθῶν ἔφεσιν ἐγκατεσκευάσθη τῇ φύσει, χρήσαιτο δ᾽ ἄν τις καὶ πρὸς τὰ μὴ δέοντα τῇ τοιαύτῃ κινήσει, καὶ οὐκ ἄν τις εἴποι τοῦ πρὸς μηδὲν ἀγαθὸν τὴν προαίρεσιν ῥέπειν τεκμήριον εἶναι τὸ πρὸς τὰ φαῦλά ποτε τὴν ῥοπὴν ἔχειν, οὕτως καὶ ἡ περὶ τὰ μάταιά τε καὶ ἀνόνητα τῆς ἐπινοίας κίνησις οὐ κατηγορία τῆς πρὸς τὸ χρήσιμον ἀδυναμίας ἐστίν, ἀλλ᾽ ἀπόδειξις γίνεται τοῦ καὶ πρὸς τὰ ψυχωφελῆ τε καὶ ἀναγκαῖα μὴ ἄπρακτος εἶναι. ὡς γὰρ ἐξεῦρεν ἐκεῖ τὸ πρὸς ἡδονὴν ἢ κατάπληξιν, οὕτω καὶ ἐνταῦθα τῶν πρὸς τὴν ἀλήθειαν ἐφόδων οὐχ ἁμαρτήσεται.

Ἓν δὲ τῶν ζητουμένων ἦν, εἰ τὸ πρῶτον αἴτιον, ὅ ἐστιν ὁ θεός, ἀνάρχως ἔστιν ἤ τινος ἀρχῆς ἐξημμένον ἔχει τὸ εἶναι. καταλαβόντες δὲ τῇ διανοίᾳ μὴ δύνασθαι πρῶτον εἶναι τὸ ἐξ ἑτέρου νοούμενον ἐπενοήσαμεν ὄνομα τῆς τοιαύτης ἐμφαντικὸν ὑπολήψεως καί φαμεν τὸν ἄνευ αἰτίας ὑπερκειμένης ὄντα ἀνάρχως εἴτουν ἀγεννήτως εἶναι. τὸν δὲ οὕτως ὄντα ἀγέννητον καὶ ἄναρχον ὠνομάσαμεν, οὐ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι διὰ τοῦ ὀνόματος ἐνδεικνύμενοι. ὡς δ᾽ ἂν μάλιστα καταφανὲς τὸ νόημα γένοιτο, δι᾽ ὑποδείγματος ἐναργεστέρου παραστῆσαι πειράσομαι. δεδόσθω περὶ δένδρου τινὸς εἶναι τὴν ζήτησιν εἴτε φυτευτόν ἐστιν ἢ αὐτομάτως γενόμενον. εἰ μὲν οὖν ἐκ φυτείας εἴη, φυτευτὸν πάντως προσεροῦμεν τὸ δένδρον, εἰ δὲ αὐτομάτως, ἀφύτευτον. τὸ δὴ τοιοῦτον ὄνομα καὶ τῆς ἀληθείας οὐ διασφάλλεται· πάντως γὰρ ἢ οὕτως ἢ ἑτέρως ἔσται τὸ δένδρον, καὶ τοῦ φυτοῦ τὴν ἰδιάζουσαν οὐκ ἐνδείκνυται φύσιν. τὸ μὲν γὰρ αὐτοφυῶς εἶναι διὰ τοῦ ἀφυτεύτου ἐμάθομεν, εἰ δὲ πλάτανος ἢ ἄμπελος ἢ ἄλλο τι τῶν τοιούτων φυτῶν ἐστι τὸ δηλούμενον, διὰ τῆς τοιαύτης ὀνομασίας οὐκ ἐδιδάχθημεν. εἰ δὴ νενόηται τὸ ὑπόδειγμα, καιρὸς ἂν εἴη μεταβιβάσαι τὸν λόγον ἐπὶ τὸ πρᾶγμα οὗ τὸ ὑπόδειγμα. τὸ πρῶτον αἴτιον ἐξ οὐδεμιᾶς ὑπερκειμένης αἰτίας ἔχειν τὸ εἶναι κατελαβόμεθα.

τὸν οὖν ἀγεννήτως ὄντα θεὸν εἰς ὀνόματος τύπον τὴν ἔννοιαν ταύτην παράγοντες ἀγέννητον ὠνομάσαμεν. ὅτι μὲν οὖν οὐ διὰ γενέσεώς ἐστιν, ἐκ τῆς τοῦ ὀνόματος ἐμφάσεως ἐδηλώσαμεν, αὐτὴ δὲ ἡ οὐσία ἡ ἀγεννήτως οὖσα τίς κατὰ τὴν ἰδίαν φύσιν ἐστίν, οὐδὲν ἐκ τῆς ἐπωνυμίας ταύτης πρὸς τὸ κατιδεῖν ὡδηγήθημεν. οὐδὲ γὰρ ἦν εἰκὸς μέχρι τοσούτου τὴν τῶν λογισμῶν ἐπίνοιαν ἰσχύειν, ὥστε ὑπεραίρειν ἡμᾶς τῶν μέτρων τῆς φύσεως καὶ τοῖς ἀλήπτοις ἐπιβιβάζειν καί, ὧν οὐκ ἔστιν ἔφοδος εἰς κατανόησιν, ταῦτα τῇ ἡμετέρᾳ γνώσει περιλαμβάνειν.

Ἀλλὰ διασαλεύει τὸν διδάσκαλον ἡμῶν καὶ περισύρει τὸν λόγον, ὃν περὶ τῆς ἐπινοίας ἐκεῖνός φησι καὶ κατορχεῖται τῶν εἰρημένων, πάλιν συνήθως τῷ κρότῳ τῶν λεξειδίων ἐνσατυρίζων τοῖς ῥήμασι, καί φησιν· 〈ὧν σφετερίζεται τὴν ἑρμηνείαν, τούτων ἐπαισχύνεται τὴν μαρτυρίαν〉. ἀπαγγείλας γάρ τι μέρος τῶν κατ᾽ ἐπίνοιαν θεωρηθέντων τῷ διδασκάλῳ, ἐν οἷς ἐκεῖνος οὐ μόνον ἐπὶ τῶν ματαίων ἐνεργὸν ἔφασκε τῆς ἐπινοίας εἶναι τὴν χρῆσιν, ἀλλ᾽ ἔχειν τινὰ καὶ πρὸς τὰ μείζω δύναμιν, 〈διὰ τοῦ κατὰ τὸν σῖτον καὶ τὸ σπέρμα καὶ τὴν τροφὴν θεωρήματος ἐπάγει τὰ εἰρημένα, τῇ ἔξωθεν αὐτὸν φιλοσοφίᾳ κατακολουθεῖν αἰτιώμενος, καὶ περικόπτειν τὴν τοῦ θεοῦ κηδεμονίαν φησί, μὴ ὁμολογοῦντα παρ᾽ ἐκείνου τὰς ὀνομασίας τεθεῖσθαι τοῖς πράγμασι, καὶ συμμαχεῖν αὐτὸν τοῖς ἀθέοις καὶ κατὰ τῆς προνοίας ὁπλίζεσθαι, καὶ τὴν ἐκείνων γνώμην πρὸ τῶν νόμων θαυμάζειν κἀκείνοις πλεῖον εἰς σοφίαν νέμειν, οὐκ ἐπεσκεμμένον τοὺς πρώτους τῶν λόγων, ὅτι μήπω παραχθέντων τῶν ἀνθρώπων εἰς γένεσιν ἡ τοῦ καρποῦ καὶ τοῦ σπέρματος ἐπωνυμία παρὰ τῆς γραφῆς ὠνομάσθη〉. ταῦτα καθ᾽ ἡμῶν παρ᾽ αὐτοῦ τὰ ἐγκλήματα, οὐχ οὕτως γεγραμμένα τοῖς ἐκείνου ῥήμασι τὰ νοήματα, ἀλλὰ τοσοῦτον ὑπήλλακται παρ᾽ ἡμῶν ἡ φράσις, ὅσον τὸ τραχύ τε καὶ δύσηχον τῆς συντάξεως τῶν εἰρημένων ἐπανορθώσασθαι. τί οὖν ἡμεῖς, τί πρὸς τὸν κηδεμόνα τῆς θείας προνοίας ἀποκρινόμεθα;

ἀδικεῖν ἡμᾶς λέγει ὅτι τὸ μὲν λογικὸν γεγενῆσθαι παρὰ τοῦ θεοῦ τὸν ἄνθρωπον οὐκ ἀρνούμεθα, τὰς δὲ τῶν ῥημάτων εὑρέσεις εἰς τὴν λογικὴν δύναμιν τὴν ἐντεθεῖσαν παρὰ τοῦ θεοῦ τῇ φύσει τῶν ἀνθρώπων ἀνάγομεν. καὶ τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων, δι᾽ οὗ πρὸς τὴν τῶν ἀθέων γνώμην αὐτομολεῖν ὁ διδάσκαλος τῆς εὐσεβείας κατηγορεῖται καὶ 〈συνηθείας ἐκθέσμου κληρονόμος καὶ συνήγορος〉 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα.