Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Πίνακες κεφαλαίων και συνόψεις των Λόγων του έργου

Περιλήψεις των επιμέρους λόγων του αντιρρητικού έργου του Γρηγορίου Νύσσης, οι οποίοι συνοψίζουν τον δογματικό έλεγχο των κακοδοξιών του Ευνομίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 14

αʹ. Προοίμιον ὅτι οὐ συμφέρει τοὺς μὴ καταδεχομένους τὴν ὠφέλειαν εὐεργετεῖν πειρᾶσθαι. βʹ. Ὅτι δικαίως πρὸς τὴν ἀντίρρησιν ἤλθομεν τοῦ ἀδελφοῦ κατηγορηθέντος ὑπεραλγήσαντες. γʹ. Ὅτι οὐδὲν μέγα κατὰ τὴν τοῦ λόγου δύναμιν ἐνιδόντες τῷ βιβλίῳ τοῦ Εὐνομίου εἰκότως κατεθαρσήσαμεν τῆς ἀντιρρήσεως.

δʹ. Ὅτι πολλῇ ματαιότητι καὶ περιττολογίᾳ ἐν τῷ ἰδίῳ λόγῳ ἐχρήσατο ὁ Εὐνόμιος, μὴ πάνυ σπουδάζων περὶ τὰ καίρια. εʹ. Ὅτι οὐ καλῶς ἐποίησεν Εὐστάθιον τὸν Ἀρμένιον καὶ Βασίλειον τὸν Γαλάτην τοὺς ἐπισκόπους ἐν τοῖς ἰδίοις κωμῳδήσας λόγοις.

ϛʹ. Μνήμη τοῦ προστάτου τῆς ἀσεβείας Ἀετίου καὶ αὐτοῦ Εὐνομίου, δι᾽ ὀλίγων καὶ τὰ γένη καὶ τὰ ἐπιτηδεύματα τῶν ἀνδρῶν περιέχουσα. ζʹ. Ὅτι αὐτὸς ὑφ᾽ ἑαυτοῦ ἐλέγχεται ὁ Εὐνόμιος ἀκατηγόρητος τὴν ἀπολογίαν ποιησάμενος.

ηʹ. Ὅτι αἱ λοιδορίαι, αἷς κατὰ Βασιλείου ἐχρήσατο, τούτῳ μᾶλλον ἢ ἐκείνῳ πρέπουσαι ἐκ τῶν πραγμάτων δείκνυνται. θʹ. Ὅτι ἐγκαλῶν Βασιλείῳ τὸ μὴ προστῆναι τοῦ λόγου ἐν τῷ καιρῷ τῶν ἀγώνων οὐδὲ αὐτὸς ἐπιδείκνυται ἀλλότριος ὢν τοῦ ἐγκλήματος.

ιʹ. Ὅτι πάντα ὅσα ὠνόμασεν αὐτὸν ὑβριστικὰ ῥήματα ἀπ᾽ αὐτῶν τῶν πραγμάτων ψευδῆ διελέγχεται. ιαʹ. Ὅτι ψυχρῶς ἐχρήσατο τῷ κατὰ τὸ ἆθλον σοφίσματι, δι᾽ οὗ κατασκευάζει παρ᾽ ἡμῶν ὁμολογεῖσθαι τὸ κεκρίσθαι αὐτὸν καὶ μὴ ἀκατηγόρητον τὴν ἀπολογίαν ποιήσασθαι.

ιβʹ. Ὅτι μάτην ἐπονειδίζει τὴν δειλίαν τῷ τοσαύτην ἀνδρείαν ἐπὶ τῶν ἀγώνων πρὸς βασιλέας τε καὶ ὑπάρχους δείξαντι. ιγʹ. Μνήμη τῶν δογματικῶς αὐτῷ εἰρημένων καὶ κατὰ διαίρεσιν πρὸς τὰ εἰρημένα μάχη. ιδʹ. Ὅτι κακῶς ἐποίησε μνημονεύων τοῦ σωτηρίου δόγματος, μὴ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καθὼς παραδέδοται ὀνομάζων, ἀλλὰ καὶ ἄλλοις ὀνόμασι χρησάμενος κατὰ τὸ ἴδιον βούλημα.

ιεʹ. Ὅτι κακῶς ἐποίησε μόνην τὴν τοῦ πατρὸς οὐσίαν κυριωτάτην εἰπὼν καὶ ἀνωτάτω, κατασκευάζων κατὰ τὸ σιωπώμενον ἄκυρόν τε εἶναι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν οὐσίαν καὶ κάτω. ιϛʹ. Ἐξέτασις τοῦ τῆς ὑποταγῆς σημαινομένου, καθ᾽ ὃ λέγει ὑποτετάχθαι τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ τὴν τοῦ πνεύματος φύσιν· ἐν ᾧ κατεσκευάσθη ὅτι συντάσσεται τὸ πνεῦμα τὸ ἅγιον πατρὶ καὶ υἱῷ, οὐχ ὑποτάσσεται.

ιζʹ. Ἐξέτασις τῶν ἐνεργειῶν τίνες κατὰ τὴν φύσιν εἰσίν, ἃς ἕπεσθαι οὗτος λέγει τῇ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίᾳ. ιηʹ. Ὅτι οὐ κατὰ λόγον ποιεῖ εἰς πλῆθος οὐσιῶν τὸ δόγμα διαμερίζων, οὐδεμίαν ἀπόδειξιν τοῦ ταῦτα οὕτως ἔχειν παρεχόμενος.

ιθʹ. Ὅτι ἁπλῆν λέγων τὴν θείαν οὐσίαν μέχρις ὀνόματος συγχωρεῖ τὴν ἁπλότητα. κʹ. Ὅτι κακῶς ποιεῖ τῆς τοῦ μονογενοῦς ὑπάρξεως ἐνέργειάν τινα προεπινοῶν ἀπεργαστικὴν τῆς τοῦ Χριστοῦ ὑποστάσεως. καʹ. Ὅτι χαλεπωτέρα τῆς Ἰουδαϊκῆς πλάνης ἡ τούτων βλασφημία.

κβʹ. Ὅτι οὐ χρὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ τῆς θείας οὐσίας δογματίζειν· ἐν ᾧ καὶ ἔκθεσις τεχνικὴ τῶν ἐκκλησιαστικῶν δογμάτων. κγʹ. Ὅτι οὐκ ἀμάρτυρός ἐστιν ἡ τῆς πίστεως διδασκαλία ταῖς γραφικαῖς μαρτυρίαις ἠσφαλισμένη.

κδʹ. Ὅτι ματαιολογεῖ μεγέθη καὶ διαφορὰς ἔργων καὶ ἐνεργειῶν ἐν τοῖς δόγμασι τῆς εὐσεβείας τεχνολογῶν. κεʹ. Ὅτι ὁ πρεσβύτερον κατά τι διαστηματικὸν νόημα τοῦ υἱοῦ τὸν πατέρα κατασκευάζων ἀναγκασθήσεται μηδὲ τὸν πατέρα ἄναρχον λέγειν.

κϛʹ. Ὅτι οὐχ ἁρμόσει καὶ τῇ κτίσει τὸ τοιοῦτον θεώρημα ὃ ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐξητάσθη, ὅπερ ἐκεῖνοι βιάζονται, ἀλλὰ χρὴ τὸν μὲν υἱὸν ἀϊδίως σὺν τῷ πατρὶ θεωρεῖσθαι, τὴν δὲ κτίσιν ἀπό τινος ὡρισμένου 〈χρόνου〉 τὴν ἀρχὴν ἐσχηκέναι ὁμολογεῖν.

κζʹ. Ὅτι μάτην ὑπέλαβε τὰς αὐτὰς ἐνεργείας τὰ αὐτὰ ἔργα ποιεῖν καὶ τὴν παραλλαγὴν τῶν ἔργων παρηλλαγμένας τὰς ἐνεργείας ἐνδείκνυσθαι. κηʹ. Ὅτι μάτην ὑπέλαβεν ἀπαράβατον εἱρμὸν ἐν τῇ τῶν φύσεων συμφωνίᾳ δύνασθαι συστῆναι.

κθʹ. Ὅτι μάτην ᾠήθη τὴν ἐν ταῖς ἐνεργείαις ἀμφιβολίαν διαλύειν ἐκ τῶν οὐσιῶν, καὶ τὸ ἔμπαλιν. λʹ. Ὅτι οὐδεὶς ἔστι λόγος θεϊκὸς ὁ τὰ τοιαῦτα ζητεῖν κελεύων· ἐν ᾧ κατεσκευάσθη καὶ τὸ μάταιον τῆς ἐν τούτοις φιλοσοφίας.

λαʹ. Ὅτι ἱκανή ἐστιν εἰς γνῶσιν τῆς κατὰ τὴν οὐσίαν ταὐτότητος ἡ διὰ τῆς προνοίας κατανόησις. λβʹ. Ὅτι ἀδιανόητος ἡ ἀπόφασις τοῦ εἰπόντος ἀκολουθεῖν τὸν τρόπον τῆς γεννήσεως τῷ τρόπῳ τῆς ὁμοιότητος. λγʹ. Ὅτι μάτην ἀπεφήνατο τῇ φυσικῇ τοῦ γεννῶντος ἀξίᾳ διαδείκνυσθαι τὸν τῆς γεννήσεως τρόπον.

λδʹ. Μνήμη τῶν ἐπὶ διαβολῇ τοῦ ὁμοουσίου παρ᾽ αὐτοῦ ῥηθέντων καὶ πρὸς τὰ εἰρημένα μάχη. λεʹ. Κατασκευὴ τοῦ πρὸς τὸν μανιχαϊσμὸν ῥέπειν τὸ δόγμα τῶν Ἀνομοίων. λϛʹ. Μνήμη πάλιν τοῦ ἐκκλησιαστικοῦ δόγματος ἐν παραδρομῇ.

λζʹ. Συνηγορία τῶν παρὰ τοῦ μακαρίου Βασιλείου ῥηθέντων παρὰ τούτου δὲ διαβαλλομένων, ἐν οἷς φησιν ὁ ἡμέτερος τὴν 〈τοῦ〉 πατρὸς προσηγορίαν καὶ τὴν τοῦ ἀγεννήτου δύνασθαι τὴν αὐτὴν σημαίνειν διάνοιαν. ληʹ. Μάχη πρὸς τοὺς σοφισματώδεις αὐτοῦ συλλογισμοὺς δι᾽ ἐπιχειρημάτων πλειόνων.

λθʹ. Ἀπόκρισις πρὸς τὸ ἐπιφερόμενον παρ᾽ αὐτοῦ ἐρώτημα, εἰ ὁ ὢν γεννᾶται. μʹ. Ὅτι ψυχρῶς συστῆναι ἑαυτῷ ἐπεχείρησεν, ἐλεγχθεὶς παρὰ τοῦ μακαρίου Βασιλείου. μαʹ. Ὅτι τὸ ἐπακολουθοῦν οὐ ταὐτόν ἐστιν ἐκείνῳ ᾧ ἐπηκολούθει.

μβʹ. Ἑρμηνεία τῆς τοῦ ἀγεννήτου σημασίας καὶ τοῦ ἀϊδίου θεωρία. αʹ. Ὁ δεύτερος λόγος τὴν σάρκωσιν τοῦ θεοῦ λόγου καὶ τὴν δοθεῖσαν παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς πίστιν ἐκδιδάσκει, καὶ τοὺς ταύτην ἀνατρέποντας αἱρετικοὺς καὶ ἕτερα προσεπινοήσαντας ὀνόματα ἐκ τοῦ πατρὸς τοῦ διαβόλου εἶναι λέγει.

βʹ. Εἶτα τὴν τοῦ ἀϊδίου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ πλειόνων ἑρμηνείαν διέξεισιν. γʹ. Ἔπειτα τὴν τοῦ ἀκατονομάστου τῆς ἁγίας τριάδος ὀνόματος καὶ τὴν τῶν προσώπων πρὸς ἄλληλα σχέσιν ἔτι τε τὸ τῆς οὐσίας ἄγνωστον καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ συγκατάβασιν καὶ τὴν ἐκ τῆς παρθένου γέννησιν καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασίν τε καὶ ἀνταπόδοσιν.

δʹ. Μετὰ τοῦτο τὴν κατὰ μέρος τοῦ Εὐνομίου περὶ τοῦ ὄντος κενὴν καὶ βλάσφημον ἔκθεσιν πανσόφως διελέγχει. εʹ. Εἶτα τὸ ἀδιανόητον τῶν τοῦ Εὐνομίου ῥημάτων τῶν τὴν οὐσίαν τοῦ πατρὸς μὴ χωρίζεσθαι ἢ μερίζεσθαι ἢ ἄλλο τι γίνεσθαι λεγόντων θαυμαστῶς ἀνατρέπει.

ϛʹ. Εἶθ᾽ οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τοῦ Εὐνομίου τὸ τῶν γραφῶν ἀμύητον καὶ ἀνόητον δείκνυσι. ζʹ. Πρὸς τούτοις δείκνυσιν ὅτι οὐ μόνον ἐκ τοῦ πατρὸς ὁ μονογενής, ἀλλὰ καὶ ἐκ τῆς παρθένου ἀπαθῶς ἐκ πνεύματος ἁγίου γεννηθεὶς τὴν οὐσίαν οὐκ ἐμέρισεν, ἀλλ᾽ οὐδὲ ἡ τῶν ἀνθρώπων φύσις γεννωμένη ἀπὸ τῶν τικτόντων μερίζεται ἢ σχίζεται, καθὼς ἀπό τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἀβραὰμ πανσόφως ἀπεδείχθη.

ηʹ. Ἐπὶ τούτοις τὴν τοῦ μονογενοῦς καὶ τὴν τοῦ πρωτοτόκου ἑρμηνείαν τετράκις παρὰ τοῦ ἀποστόλου ῥηθεῖσαν πάνυ ἁρμοδίως διέξεισιν. θʹ. Εἶτα πάλιν τὴν τοῦ μονογενοῦς γέννησιν ἑτέρας τε διαφόρους ὑλικάς τε καὶ ἀΰλους γεννήσεις τεχνολογήσας ἀπαύγασμα δόξης καὶ οὐ κτίσμα τὸν υἱὸν μεγαλοπρεπῶς ἀποδείκνυσιν.

ιʹ. Ἔπειτα τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν καὶ τὸν περὶ τῆς ἀρχῆς τοῦ υἱοῦ λόγον τό τε ἀπατηλὸν τῶν τοῦ Εὐνομίου ῥημάτων καὶ τὴν λέγουσαν ῥῆσιν Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω ποικίλως διεξετάσας καλῶς διηρμήνευσεν.

ιαʹ. Εἶτα τὴν τοῦ παντοκράτορος ἀξίαν καὶ τὴν τοῦ μονογενοῦς ἀϊδιότητα καὶ τὸ Γενόμενος ὑπήκοος διασαφήσας τὸ τοῦ Εὐνομίου ἀνόητον ἐν τῷ λέγειν οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱὸν δείκνυσιν.

ιβʹ. Εἶθ᾽ οὕτως τὴν τοῦ μεσίτου ἑρμηνείαν τοῦ τε ὁμοίου καὶ ἀγεννήτου καὶ γεννητοῦ τήν τε εἰκόνα καὶ σφραγῖδα τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ τῶν ἔργων παγκάλως διέξεισιν. ιγʹ. Μετὰ τοῦτο τὴν εὐαγγελικὴν διερμηνεύει ῥῆσιν Ὁ πατὴρ κρίνει οὐδένα· ἔτι τοῦ μετὰ ψυχῆς καὶ σώματος ἀναληφθέντος ἀνθρώπου παρὰ τοῦ κυρίου τήν τε παράβασιν τοῦ Ἀδὰμ καὶ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν διεσάφησε.

ιδʹ. Πρὸς τούτοις τὴν δόξαν ἣν ἡ ἐκκλησία ὅ τε Εὐνόμιος περὶ τοῦ ἁγίου ἔχουσι πνεύματος διεξέρχεται, καὶ ὅτι οὐ τρεῖς θεοὶ ἀλλ᾽ εἷς, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα· πρὸς οἷς καὶ διαφόρους ὑποταγὰς ἐκτίθεται, ἐν οἷς καὶ τὴν παρὰ πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν 〈καὶ τὴν〉 τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν αὐτὴν ἀπέδειξεν.

ιεʹ. Εἶτα τὸ ἀδιανόητον τοῦ Εὐνομίου διὰ πολλῶν ἀποδείξας ποτὲ μὲν κτιστὸν τὸ ἅγιον λέγοντος πνεῦμα καὶ τοῦ υἱοῦ ἔργον κάλλιστον, ποτὲ δὲ ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ θεὸν ὁμολογοῦντος τελειοῖ τὸν λόγον. αʹ. Ὁ τρίτος οὗτος λόγος τρίτην πτῶσιν τοῦ Εὐνομίου δεικνύει ὡς ἑαυτὸν διελέγχοντος καὶ ποτὲ μὲν λέγοντος ὅτι διὰ τὸ γεννηθῆναι κατὰ φύσιν δεῖ υἱὸν τὸν μονογενῆ ὀνομάζεσθαι, ὡς τῆς ἁγίας γραφῆς, φησίν, ἄνωθεν τοῦτο δηλούσης, ποτὲ δὲ ὅτι διὰ τὸ κτισθῆναι μηκέτι υἱὸν ἀλλὰ ποίημα λέγεσθαι.

βʹ. Εἶτα πάλιν τὴν τοῦ Κύριος ἔκτισέ με ῥῆσιν παγκάλως καὶ ἁρμοδίως καὶ ἀκριβῶς διεξετάσας ἐκτίθεται. γʹ. Ἔπειτα τὴν τοῦ γεννητοῦ καὶ ἀγεννήτου οὐκ ἀλλοτρίωσιν οὐσίας ἔκ τε τοῦ Ἀδὰμ καὶ Ἄβελ καὶ ἑτέρων ὑποδειγμάτων δείκνυσιν.

δʹ. Εἶθ᾽ οὕτως τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητα καὶ τὸ ταὐτὸν τῆς οὐσίας καὶ κοινὸν τῆς φύσεως· ἐν ᾧ καὶ φυσιολογία περὶ γεννήσεως οἴνου, καὶ ὅτι ὅ τε υἱὸς καὶ τὸ γέννημα ἐπὶ τῆς τοῦ μονογενοῦς προσηγορίας ὁμογενῆ τὴν οἰκειότητα ἔχουσιν.

εʹ. Πρὸς τούτοις τὸ ἀκατάληπτον τῆς θείας οὐσίας διέξεισι καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν ῥηθὲν Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε ἑρμηνεύει. ϛʹ. Μετὰ ταῦτα τὴν τοῦ υἱοῦ κλῆσιν καὶ 〈τὴν〉 τοῦ γεννήματος διαφοράς τε υἱῶν θεοῦ πλείστας καὶ ἀνθρώπων καὶ κριῶν καὶ ἀπωλείας φωτός τε καὶ ἡμέρας ἐκτίθεται.

ζʹ. Πρὸς οἷς τὰς τοῦ μονογενοῦς προσηγορίας θεϊκάς τε καὶ ἀνθρωπίνας διερμηνεύσας τὸ γεννητὸν καὶ ἀγέννητον διεξετάσας τὸν λόγον πληροῖ. αʹ. Ὁ τέταρτος οὗτος λόγος τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν καὶ τὴν περὶ τῆς ἀπαθοῦς γεννήσεως τοῦ μονογενοῦς καὶ τὸ Ἐν ἀρχῇ ἦν ὁ λόγος ἔτι τε τὴν ἐκ παρθένου γέννησιν σαφῶς διερμηνεύει.

βʹ. Εἶθ᾽ οὕτως τὰ ἁρμόζοντα περὶ τῆς ὑποστάσεως τῆς γη〈ίνη〉ς ταῦτα περὶ τοῦ μονογενοῦς τὸν Εὐνόμιον εἰρηκέναι διελέγξας τρεπτὸν αὐτὸν καὶ κτιστὸν βουλόμενον δεῖξαι ἀποδείκνυσιν. γʹ. Εἶτα τὸν περὶ τοῦ πρωτοτόκου λόγον πάλιν ὡς παρὰ τοῦ ἀποστόλου τετράκις μνημονευθέντα θαυμασίως διέξεισιν.

δʹ. Μετὰ τοῦτο πάλιν τὸ ἀπαθὲς τῆς τοῦ κυρίου γεννήσεως καὶ τὸ τοῦ Εὐνομίου ἀνόητον ὡς τὴν γεννηθεῖσαν οὐσίαν τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπόντος, πάλιν δὲ ἐπιλαθομένου καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα σχέσιν ἀρνουμένου· ἐν οἷς καὶ τὸ κατὰ τὴν Κίρκην καὶ τὸ 〈τοῦ〉 μανδραγόρου διέξεισι φάρμακον.

εʹ. Πάλιν τε τὸν Εὐνόμιον ὑπὸ τῆς ἀληθείας ἀναγκαζόμενον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι, κυριωτάτην καὶ πρώτην οὐ μόνον τὴν τοῦ πατρός, ἀλλὰ καὶ τὴν τοῦ μονογενοῦς οὐσίαν ὁμολογοῦντα. ϛʹ. Εἶτα τὸν περὶ τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος γυμνάζει λόγον καὶ τὸ ἀμεσίτευτον καὶ ἀμέριστον τῆς οὐσίας καὶ τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν ἀσεβῶς παρά τε Εὐνομίου καὶ Θεογνώστου λεγόμενα ἀποδείκνυσι.

ζʹ. Πρὸς τούτοις τὸ ἀσύγκριτον τῶν μετὰ τὸν υἱὸν γενομένων, καὶ τὴν κακούργως παρὰ τοῦ Εὐνομίου ἐπινοηθεῖσαν διὰ τῆς τοῦ μονογενοῦς καὶ τοῦ υἱοῦ ὀνομασίας εἰς ἀπάτην τῶν ἀκροωμένων ἐπικεκρυμμένην εἰδωλολατρείαν σοφῶς καὶ ἐντέχνως διελέγχει.

ηʹ. Εἶθ᾽ οὕτως τὴν τοῦ πατρὸς καὶ υἱοῦ οὐσίαν ἀπαράλλακτον δείκνυσιν· ἐν ᾧ καὶ πολλὰς παραλλαγὰς καὶ ἁρμονίας ἐκδιδάσκει, τήν τε μορφὴν καὶ σφραγῖδα καὶ χαρακτῆρα διασαφῶν. θʹ. Ἔπειτα οὐσίαν τε καὶ γέννησιν διασαφήσας τὴν τοῦ Εὐνομίου κενολογίαν καὶ φλυαρίαν κροτάλῳ ἐοικέναι ἀποκαλεῖ.

ιʹ. Εἶτα τὰ περὶ τῆς τοῦ μονογενοῦς γεννήσεως παρὰ τοῦ μεγάλου Βασιλείου ῥηθέντα ὡς παρὰ Εὐνομίου κακῶς διαβληθέντα σοφῶς διελέγξας τὸν λόγον πληροῖ. αʹ. Ὁ δὲ πέμπτος λόγος τὰ παρὰ τῆς τοῦ ἀποστόλου Πέτρου φωνῆς ῥηθέντα ἐπαγγέλλεται εἰπεῖν, ἀναβάλλεται δέ, καὶ πρότερον μὲν περὶ τῆς κτίσεως διαλέγεται, ὅτι μηδὲν αὐτῆς ἐστι σεβάσμιον, ἀλλ᾽ ἀπαιδεύτῳ καὶ ἀσθενεῖ διανοίᾳ πλανηθέντες οἱ ἄνθρωποι καὶ τὸ κάλλος αὐτῆς θαυμάσαντες τὰ μέρη τοῦ κόσμου ἐθεοποίησαν· ἐν ᾧ καὶ τὴν Ἠσαΐου ῥῆσιν τὸ Ἐγὼ θεὸς πρῶτος παγκάλως διηρμήνευσεν.

βʹ. Εἶτα τὴν Πέτρου διέξεισι ῥῆσιν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησεν· ἐν ᾧ καὶ τὴν παρὰ Εὐνομίου ἀντίρρησιν, ἣν κατὰ τοῦ ἁγίου Βασιλείου διὰ τὴν τοιαύτην ῥῆσιν ἐποιήσατο, τάς τε λοιδορίας καὶ ὕβρεις ὑφειμένως ἐξέθετο.

γʹ. Πρὸς ἃς ἀπάντησις θαυμαστή τις καὶ ξένη καὶ ἀπόδειξις τῆς τοῦ σταυρωθέντος δυνάμεως, καὶ ὅτι τῆς ἀνθρωπίνης φύσεως, οὐ τῆς τοῦ μονογενοῦς παρὰ τοῦ πατρὸς ἡ ὕψωσις γέγονε, καὶ ἑρμηνεία τοῦ σταυρικοῦ σχήματος καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας καὶ τὰ ἐκ τῆς ἀνακραθείσης θεότητος τῷ ἀνθρωπίνῳ χαρισθέντα ἀγαθά.

δʹ. Εἶτα τὴν Εὐνομίου συκοφαντίαν, ὡς ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι τὸν μέγαν Βασίλειον λέγοντα, ψευδῆ ἀποδείκνυσι, καὶ τὴν τοῦ μονογενοῦς κένωσιν ἐπὶ ἀνακλήσει τοῦ πεπονθότος ἀνθρώπου γεγονέναι ἀποφαίνει.

εʹ. Μετὰ τοῦτο οὐ δύο Χριστοὺς οὐδὲ δύο κυρίους, ἀλλ᾽ ἕνα Χριστὸν καὶ ἕνα κύριον ἀποδείκνυσι, καὶ ὅτι ἡ θεία φύσις τῇ ἀνθρωπίνῃ μιχθεῖσα ἀσυγχύτους ἑκατέρας φύσεως τὰς ἰδιότητας διετήρησε, καὶ διὰ τὴν συμφυΐαν κοινὰς καὶ τὰς ἐνεργείας κατονομάζεσθαι [εἴρηκε], τοῦ τε θείου εἰς ἑαυτὸν καὶ τὰ πάθη τοῦ δούλου ἀναλαμβάνοντος καὶ τοῦ ἀνθρωπίνου τῇ δεσποτικῇ τιμῇ συνδοξαζομένου καὶ τῇ δυνάμει τῆς ἀνακραθείσης θείας φύσεως εἰς ἑαυτὴν τῆς ἀνθρωπίνης ἀναποιηθείσης, διὰ πολλῶν πανσόφως ἐξέθετο.

αʹ. Καὶ ὁ ἕκτος δὲ λόγος οὐ ψιλὸν ἄνθρωπον τὸν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλθόντα, ὡς ὁ Εὐνόμιος τὸν μέγαν Βασίλειον εἶπεν εἰρηκέναι ψευδῶς διαβάλλων, δείκνυσιν, ἀλλὰ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν σάρκα ἀνθρωπείαν ἐνδυσάμενον καὶ μεσίτην θεοῦ καὶ ἀνθρώπων γενόμενον, παθητὸν σαρκί, ἀπαθῆ τῇ θεότητι, πιστωσάμενος τὸν Εὐνόμιον συκοφάντην ἀπέδειξεν.

βʹ. Εἶτα πάλιν τῆς τοῦ Πέτρου μέμνηται φωνῆς τῆς Ἐποίησε, καὶ τῆς ἐκ τῆς πρὸς Ἑβραίους ἥ φησιν ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ θεοῦ γεγενῆσθαι, ἱκανῶς τε ὑπὲρ τῶν παρὰ Εὐνομίου ἐπαχθέντων αὐτῷ ἐγκλημάτων ἀπολογησάμενος αὐτὸν τὸν Εὐνόμιον συνηγοροῦντα τοῖς τοῦ μεγάλου ἀποδείκνυσι Βασιλείου λόγοις καὶ κύριον τὸν μονογενῆ υἱὸν σάρκα ἐνδυσάμενον γεγονέναι λέγοντα.

γʹ. Ἔπειτα τὸ πρὸς τὸν Φίλιππον ῥηθὲν παρὰ τοῦ κυρίου Ὁ ἑωρακὼς ἐμέ, τὸν ἐν τῷ ἀλλοιωθέντι σώματι ὄντα, ἑώρακε τὸν πατέρα, θαυμασίως διέξεισιν· ἐν ᾧ καὶ τὸ κατὰ τὸ φιλάνθρωπον πάθος τοῦ κυρίου καὶ τὸ τοῦ πατρὸς ἀπαθὲς δημιουργικόν τε καὶ προνοητικὸν καὶ τὴν τῶν ἀνθρώπων συμφυΐαν καὶ εἰς τὰ ἐξ ὧν συνετέθησαν ἀνάλυσιν παγκάλως διελήλυθεν.

δʹ. Εἶτα πάλιν τὴν παρὰ τοῦ Πέτρου ῥῆσιν ἀναλαβὼν ὅτι Κύριον καὶ Χριστὸν ὁ θεὸς αὐτὸν ἐποίησε, καὶ διὰ πολλῶν συλλογισμῶν ταύτην πανσόφως διασαφήσας ἐν ταύτῃ τὸν Εὐνόμιον τῷ ὀρθῷ συνηγοροῦντα δείκνυσι δόγματι· ἐν οἷς τά τε θεῖα καὶ ἀνθρώπινα ὀνόματα διὰ τὴν τῶν φύσεων ἀνάκρασιν ἑκατέρᾳ φύσει ἐφαρμόσας τὸν λόγον πληροῖ.

αʹ. Οὗτος δὲ ὁ ζʹ λόγος τὴν κύριος λέξιν οὐκ οὐσίας ὄνομα κατὰ τὴν Εὐνομίου ἔκθεσιν, ἀλλ᾽ ἀξίας ἔκ τε τῶν πρὸς Κορινθίους διαφόρων ῥητῶν καὶ τῶν πρὸς Ἑβραίους τῆς τε τοῦ κυρίου φωνῆς ἀποδείκνυσι, πολλά τε περὶ πνεύματος καὶ κυρίου θαυμαστῶς φιλοσοφήσας τὸν Εὐνόμιον ἀπὸ τῶν ἰδίων ἐλέγχει ῥημάτων τοῖς ὀρθοῖς συνηγοροῦντα καὶ μὴ βουλόμενον δόγμασι καὶ τοῖς ἰδίοις βαλλόμενον βέλεσιν.

βʹ. Εἶτα λέγει ὅτι ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις ἀμετάθετός ἐστιν, εἶθ᾽ οὕτως τὸν περὶ 〈τοῦ〉 γεννητοῦ καὶ ἀγεννήτου λόγον ὡς κάλλιστα διέξεισι. γʹ. Μεθ᾽ ἃ περὶ παραλλαγῆς ὀνομάτων καὶ πραγμάτων διεξιὼν περὶ τῶν ἄνευ αἰτίας ἀγεννήτων καὶ ἀνυπάρκτων, οἷον σκινδαψοῦ καὶ Μινωταύρου καὶ βλίτυρι καὶ Κύκλωπος καὶ Σκύλλης, τῶν μηδ᾽ ὅλως γεννηθέντων, διεξελθὼν τὰ κατ᾽ οὐσίαν ἀλλότρια φθαρτικὰ ἀλλήλων ὑπάρχοντα δείκνυσιν, ὡς πῦρ ὕδατος καὶ τὰ λοιπὰ ἀλλήλων· ἐπὶ δὲ πατρὸς καὶ υἱοῦ κοινῆς τῆς οὐσίας οὔσης καὶ ἐν ἀλλήλοις τῶν ἰδιοτήτων οὐσῶν οὐδεμία τῇ φύσει λώβη ἐπάγεται.

δʹ. Ἔπειτα λέγει ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα πράγματα παρὰ ἀνθρώπων ὠνόμασται, εἰ καὶ διαφόρως παρ᾽ ἑκάστου καλεῖται ἔθνους, ὡς καὶ ἡ τοῦ ἀγεννήτου 〈προσηγορία〉 παρ᾽ ἡμῶν ὠνόμασται· αὐτῆς δὲ τῆς θείας οὐσίας προσηγορίαν κυρίαν τῆς θείας ἔχουσαν φύσεως ἔμφασιν ἢ καθόλου μὴ εἶναι ἢ ἡμῖν ἄγνωστον εἶναι.

εʹ. Πολλά τε περὶ τοῦ ὄντος καὶ ἀγεννήτου καὶ ἀγαθοῦ διαλεχθεὶς περί τε τῆς ὁμοουσιότητος καὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ τῆς τῶν σωμάτων ὁμοουσιότητος ἔτι τε τῶν οὐρανίων δυνάμεων τὸ μὴ παρηλλαγμένον τῆς οὐσίας δείξας, ἀλλὰ τὴν τῶν ἀξιωμάτων διαφοράν, τὸν λόγον πληροῖ.

αʹ. Ὁ δὲ ηʹ λόγος τὴν παρὰ τῶν αἱρετικῶν βλασφημίαν τῶν ἐξ οὐκ ὄντων τὸν μονογενῆ λεγόντων καὶ ὅτι ἦν ὅτε οὐκ ἦν πάνυ θαυμαστῶς ἀνατρέπει καὶ οὐ πρόσφατον ἀλλ᾽ ἐξ ἀϊδίου τὸν υἱὸν ὄντα δείκνυσιν ἔκ τε τοῦ τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, τῷ δὲ Μανωὲ Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου καὶ τοῦτό ἐστι θαυμαστόν; πρὸς τούτοις καὶ ὁ Δαβὶδ πρὸς τὸν θεόν φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ἀλλὰ καὶ ὁ Ἠσαΐας Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ὁ εὐαγγελιστὴς Ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν καὶ θεὸς ἦν· καὶ μήτε ἀρχὴν μήτε τέλος ἔχοντα, εἰδωλολάτρας δὲ τοὺς πρόσφατον ἐξ οὐκ ὄντων αὐτὸν λέγοντας ἀποδείκνυσιν· ἐν οἷς καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ τὸν χαρακτῆρα τῆς ὑποστάσεως παγκάλως διερμηνεύει.

βʹ. Εἶτα τὴν βούλησιν τοῦ πατρὸς περὶ τῆς τοῦ υἱοῦ γεννήσεως διεξιὼν δείκνυσι τὸ ἀγαθὸν βούλημα ἐξ ἀϊδίου ὄν, ὅπερ ἐστὶν ὁ υἱός, τῷ πατρὶ ἐνυπάρχων καθάπερ τῇ φλογὶ ἡ αὐγὴ καὶ τῷ ὀφθαλμῷ ἡ τοῦ ὁρᾶν ἐνέργεια συμφυὴς οὖσα τῇ βουλήσει.

γʹ. Εἶθ᾽ οὕτως τὰ περὶ τῆς οὐσίας τοῦ υἱοῦ ὡς προεξετασθέντα παραδραμὼν τὸ [περὶ] τῆς γεννήσεως σημαινόμενον διέξεισι διαφόρους εἰπὼν γεννήσεις ἐξ ὕλης καὶ τέχνης, ὡς οἰκοδομημάτων, καὶ ἐκ τῆς τῶν ζῴων διαδοχῆς, τῶν τε ἐξ ἀπορροίας, ὡς ἐφ᾽ ἡλίου καὶ ἀκτῖνος, λαμπάδος καὶ αὐγῆς, ἀρωμάτων καὶ μύρων καὶ τῆς ἐξ αὐτῶν ποιότητος καὶ τῶν ἐκ τοῦ νοῦ λόγων, καὶ τῶν ἀπὸ σήψεως ξύλων καὶ πυρὸς συμπιλήσεως καὶ ἑτέρων μυρίων, πανσόφως διελήλυθεν.

δʹ. Πρὸς τούτοις τὰς περὶ θεοῦ ἐνεργείας ἐκ τῶν ἀνθρωπίνων δείκνυσιν ὑποδειγμάτων· καὶ γὰρ ὃ χεῖρες καὶ πόδες καὶ τὰ λοιπὰ μόρια τοῦ σώματος, μεθ᾽ ὧν οἱ ἄνθρωποι δημιουργοῦσι, τοῦτο ἀντὶ πάντων ἐπὶ θεοῦ μόνον τὸ βούλημα ὑπάρχει. οὕτω δὲ καὶ τὸ περὶ τῆς γεννήσεως παρηλλαγμένον τυγχάνει· διὸ καὶ μονογενὴς προσηγόρευται, διὰ τὸ μηδεμίαν κοινωνίαν ἑτέρας γεννήσεως ἢ ἀδελφὴν ἔχειν τὴν κτίσιν, ἀλλ᾽ ἀπαύγασμα δόξης καὶ ὀσμὴ μύρου λεγόμενος τὸ συνημμένον καὶ συναΐδιον τῆς πρὸς τὸν πατέρα σχέσεως δείκνυσιν.

εʹ. Εἶτα τὴν τοῦ δημιουργοῦ καὶ μονογενοῦς ὑπόστασιν οὐκ ἀρχὴν ἔχουσαν ὥσπερ καὶ τὰ δημιουργήματα, ὡς ὁ Εὐνόμιός φησιν, ἀλλ᾽ ἄναρχον καὶ ἀΐδιον 〈δείξας〉, καὶ μηδεμίαν κοινωνίαν μήτε ἀπὸ τῆς οὐσίας μήτε ἀπὸ τῶν ὀνομάτων τὸν μονογενῆ πρὸς τὴν κτίσιν ἔχοντα, ἀλλ᾽ ἐξ ἀϊδίου τῷ πατρὶ συνόντα, καθὼς ἡ πανάρετος λέγει Σοφία, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ὄντα· πολλά τε περὶ τῆς τοῦ μονογενοῦς θεότητος καὶ ἀϊδιότητος, ἔτι τε περὶ ψυχῶν καὶ ἀγγέλων καὶ ζωῆς καὶ θανάτου εἰπὼν τὸν λόγον πληροῖ.

αʹ. Ὁ θʹ λόγος τὴν Εὐνομίου θεολογίαν μέχρι μέν τινος καλῶς ῥηθεῖσαν λέγει. εἶτ᾽ ἐφεξῆς ἐκ τῶν Φίλωνος λόγων τὸ Ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά, διὰ τὴν συγγένειαν τοῦ φρονήματος μετὰ τῶν ἰδίων ἀναμίξας λόγων, προσθεὶς δὲ καὶ τὸ Τῆς ἰδίας κατακρατεῖ δυνάμεως, τὴν ὑπερβολὴν τῆς ἀτοπίας μυσαχθεὶς θαυμαστῶς ἐξελέγχει.

βʹ. Εἶτα τὴν τοῦ υἱοῦ γέννησιν οὐ κατὰ τὴν Εὐνομίου φωνὴν Τότε ἐγέννησε λέγοντος, ὅτε ἠθέλησεν ὁ πατήρ, καὶ οὐ πρότερον, ἀλλὰ πάντων ἀγαθῶν καὶ καλῶν πλήρωμα τὸν υἱὸν ὄντα ἀεὶ ἐν τῷ πατρὶ θεωρεῖσθαι πανσόφως ὑπέδειξεν, 〈ἀπ᾽〉 αὐτῶν τῶν Εὐνομίου λόγων συνηγορίαν ποιησάμενος τῆς τοιαύτης ἀποδείξεως.

γʹ. Καὶ ὅτι οὐ κατὰ τὴν κοινὴν καὶ σαρκώδη γέννησιν ἡ προαιώνιος τοῦ μονογενοῦς τεκμαίρεται, ἀλλ᾽ ἄναρχός ἐστι καὶ ἀτελεύτητος, καὶ οὐ καθὼς Εὐνόμιος ἀπὸ τῶν Πλάτωνι περὶ ψυχῆς ῥηθέντων καὶ τῆς παρ᾽ Ἑβραίοις τοῦ σαββάτου ἀναπαύσεως ἀνοήτως ἀναπλάττει, μὴ εἰδὼς τὴν δύναμιν αὐτῶν.

δʹ. Εἶτα τὴν κατὰ τοῦ μεγάλου Βασιλείου παρὰ τοῦ Εὐνομίου συκοφαντίαν ὡς ἀγέννητον τὸν μονογενῆ καλοῦντος ψευδῆ ἀποδείξας πάλιν περὶ τὸ ἀΐδιον καὶ ὂν καὶ ἀτελεύτητον τοῦ μονογενοῦς, δημιουργίας τε καὶ φωτὸς καὶ σκότους πανσόφως διεξελθὼν τὸν λόγον πληροῖ.

αʹ. Ὁ ιʹ δὲ λόγος τὸ ἀνέφικτον καὶ ἀκατάληπτον τῆς τῶν ὄντων εὑρέσεως διεξέρχεται. ἐν ᾧ καὶ τὰ περὶ τῆς φύσεως καὶ διαπλάσεως τοῦ μύρμηκος παραδόξως ἐκτίθεται, καὶ τὴν εὐαγγελικὴν ῥῆσιν Ἐγώ εἰμι ἡ θύρα καὶ ἡ ὁδός, τῶν τε θείων ὀνομάτων τὰς προσηγορίας καὶ ἑρμηνείας τήν τε τῶν υἱῶν Βενιαμὶν ἱστορίαν διέξεισιν.

βʹ. Εἶτα τὴν αἰώνιον ζωὴν τουτέστι τὸν Χριστὸν τοῖς μὴ ὁμολογοῦσι θαυμαστῶς ὑπέδειξε καὶ θρῆνον αὐτοῖς τὸν ἐπὶ τῷ Ἰεχονίᾳ τοῦ Ἰερεμίου ἐξετραγῴδησε πρὸς Μοντανὸν καὶ Σαβέλλιον οἰκείως ἔχουσιν. γʹ. Ἔπειτα τὸ ἀΐδιον τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τὸ ταὐτὸν τῆς οὐσίας τῷ γεννήσαντι ἀχώριστον δείκνυσι, τὸ δὲ τοῦ Εὐνομίου ἀνόητον τοῖς κατὰ ψαμάθων παίζουσιν ἀπεικάζει νηπίοις.

δʹ. Μετὰ τοῦτο τὸν κυρίως ὄντα υἱὸν καὶ ἐν τοῖς κόλποις ὄντα τοῦ πατρὸς ἁπλοῦν τε καὶ ἀσύνθετον καὶ μὴ κυριευόμενον παρὰ τοῦ πατρὸς μήτε δουλεύοντα τὸν ἡμᾶς τῆς δουλείας ἀπαλλάξαντα δείκνυσιν· καὶ εἰ μὴ τοῦτο, οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ πατὴρ ὡς ἐν τῷ υἱῷ ὢν καὶ ἓν ὢν δοῦλος ἔσται· ἀπὸ δὲ τοῦ εἶναι ἡ τοῦ ὄντος ἐπωνυμία παρεσχημάτισται. πάντα δὲ ταῦτα γενναίως καὶ θαυμαστῶς διεξετάσας τὸν λόγον πληροῖ.

αʹ. Ὁ ιαʹ λόγος οὐ τῷ πατρὶ μόνον τοῦ ἀγαθοῦ τὴν ἐπωνυμίαν ὀφείλεσθαι, ὥς φησιν ὁ Εὐνόμιος ὁ μιμητὴς Μανιχαίου καὶ Βαρδησάνου, ἀλλὰ 〈ὅτι〉 καὶ τῷ υἱῷ τῷ διὰ φιλανθρωπίαν καὶ ἀγαθότητα τὸν ἄνθρωπον πλάσαντι καὶ διὰ σταυροῦ καὶ θανάτου ἀναπλάσαντι ἡ τοῦ ἀγαθοῦ προσηγορία ὀφείλεται, δείκνυσι.

βʹ. Καὶ ὅτι οὐ διθεΐα ἀγαθοῦ καὶ κακοῦ, ὡς Μαρκίων ὁ ὁμόφρων αὐτοῦ οἴεται, πανσόφως ἐκ τῆς εὐαγγελικῆς ῥήσεως τῆς Διδάσκαλε ἀγαθὲ λεγούσης καὶ τῆς τοῦ ἀμπελῶνος παραβολῆς Ἠσαΐου τε καὶ Παύλου ἀποδείκνυσι, καὶ ὅτι οὐ τὴν ἐπωνυμίαν τοῦ ὄντος ἢ ἀγαθοῦ [ἢ τὴν τοῦ πατρὸς ἀλλοτρίωσιν] ὁ υἱὸς ἀρνεῖται· ἀλλὰ καὶ τὴν τῶν γενομένων ἐξουσίαν προσήκειν αὐτῷ φησιν.

γʹ. Εἶτα τὴν τοῦ Εὐνομίου ἀμαθίαν καὶ τὸ ἀσυνάρτητον καὶ γελοῖον τῶν λόγων αὐτοῦ ἐκτίθεται, ἄγγελον τοῦ ὄντος τὸν υἱὸν λέγοντος καὶ κατώτερον τῆς θείας φύσεως, ὅσον τῶν ἑαυτοῦ ὁ υἱὸς ὑπερέχει κτισμάτων. πρὸς ἃ γενναία καὶ σφοδρὰ ἡ ἀντίθεσις καὶ ὁ ἔλεγχος ὀργιλώτερος, καὶ ὅτι ὁ χρηματίζων τῷ Μωϋσεῖ αὐτός ἐστιν ὁ ὤν, ὁ μονογενὴς υἱὸς ὃς τῷ Μωϋσεῖ αἰτοῦντι Εἰ μὴ αὐτὸς συμπορεύῃ ἡμῖν, μή με ἀναγάγῃς ἐντεῦθεν, εἴρηκεν ὅτι Καὶ τοῦτόν σου τὸν λόγον ποιήσω· ὃς καὶ ἄγγελος καλεῖται παρά τε Μωϋσέως καὶ Ἠσαΐου ἐν ᾧ παρήχθη ὅτι Παιδίον ἐγεννήθη ἡμῖν.

δʹ. Μετὰ τοῦτο τὸ πλῆθος τῆς ἀντιρρήσεως δεδιὼς τὰ πολλὰ τοῦ ἀντιπάλου παρέδραμεν ὡς ἤδη προανατραπέντα. τὰ δὲ λείποντα διὰ τοὺς οἰομένους κράτιστα εἶναι διὰ βραχέων ἐπιτεμὼν τὴν τοῦ Εὐνομίου βλασφημίαν διελέγχει λέγοντος, ὅπερ ἐπὶ πάσης τῆς κτίσεως ζῷά τε καὶ φυτά εἰσι πρὸ τῆς ἰδίας γεννήσεως μὴ ὄντα, τοῦτο καὶ τὸν κύριον εἶναι [καὶ ὁμοίως τῆς τῶν βατράχων γενέσεως· φεῦ τῆς βλασφημίας].

εʹ. Πάλιν τε κύριον αὐτὸν καὶ θεὸν καὶ δημιουργὸν πάσης τε νοητῆς καὶ αἰσθητῆς κτίσεως ὁ Εὐνόμιος καλεῖ [παρὰ τοῦ πατρὸς τὴν δύναμιν τῆς δημιουργίας καὶ τὴν ἐπιτροπὴν εἰληφότα, καθάπερ χειροτέχνης παρὰ τοῦ μισθουμένου τὴν δημιουργίαν ἐπιτραπείς] ἐπίκτητόν τε καὶ ἔξωθεν τῆς δημιουργίας τὴν δύναμιν εἰληφότα ἐκ τῆς ἀποκληρωθείσης αὐτῷ δυνάμεως κατὰ τὰς ποιὰς τῶν ἀστέρων ἐπιπλοκάς τε καὶ ἀποστάσεις, τῆς εἱμαρμένης ἐπικλωθούσης τοῖς τικτομένοις τὰς ἀποκληρώσεις τῶν βίων. καὶ τὰ πολλὰ παρατρέχων ἐκ τῶν παρ᾽ αὐτοῦ γεγραμμένων τὴν βλασφημίαν ἐλέγχει, γῇ καὶ ἀγγέλοις ὁμοίως γεγονότα τὸν ποιητὴν τῶν ἁπάντων καὶ μηδὲν τῆς πάντων γενέσεως τὴν τοῦ μονογενοῦς ἀπᾴδειν ὑπόστασιν· μήτε θεῖον μυστήριον μήτε ἔθος * μήτε τινὶ τῶν τῆς θεοσεβείας διδασκάλων πειθόμενον πρὸς τὴν τῆς εὐσεβείας εὕρεσιν, εἰ μὴ Μανιχαῖον Κόλουθον Ἄρειον Ἀέτιον καὶ τοὺς κατ᾽ αὐτούς, λῆρον πάντα τὰ τῶν Χριστιανῶν * καὶ παίγνιον τὰ τῆς ἐκκλησίας ἔθη καὶ σεβάσμια ἡγούμενον μυστήρια, μηδὲν τῶν Ἑλλήνων διαφέροντα, οἳ μέγαν θεὸν ὑπερέχοντα τῶν ἄλλων ἐκ τοῦ καθ᾽ ἡμᾶς ὑπέλαβον δόγματος. οὕτως οὖν καὶ ὁ νέος οὗτος εἰδωλολάτρης ὁμοίως κηρύσσει καὶ εἰς δημιουργὸν καὶ κτίστην τὸ βάπτισμα γίνεσθαι, μὴ δεδιὼς τὴν ἀρὰν τῶν προσθήκην ἢ ἔλλειψιν ἐν ταῖς θείαις ποιουμένων γραφαῖς· ἀντίχριστόν τε τοῦτον ἀποδεικνὺς τὸν λόγον πληροῖ.

αʹ. Οὗτος δὲ ὁ ιβʹ λόγος τὸν πρὸς τὴν Μαρίαν παρὰ τοῦ κυρίου ῥηθέντα λόγον Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα, θαυμαστῶς ἑρμηνεύει. βʹ. Εἶτα τὴν παρὰ τοῦ μεγάλου Βασιλείου ἐλεγχθεῖσαν βλασφημίαν τοῦ Εὐνομίου εἰς τὴν τοῦ σκότους μοῖραν τὸν μονογενῆ ἀφορίσαντος θεὸν καὶ τὴν τοῦ Εὐνομίου ἀπολογίαν ἤτοι ἀνάλυσιν τῆς παρ᾽ αὐτοῦ ῥηθείσης βλασφημίας ἐκθέμενος, πλείονα ἀπὸ τῆς ἀπολογίας τὴν αὐτοῦ νῦν βλασφημίαν τῆς προτέρας ἀποδείκνυσιν· ἐν ᾧ καὶ περὶ τοῦ ἀπροσίτου καὶ ἀληθινοῦ φωτὸς πανσόφως διελήλυθεν.

γʹ. Πρὸς τούτοις τὴν εὐαγγελικὴν ῥῆσιν τὴν Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ τὴν ζωὴν καὶ τὸ φῶς καὶ τὸ Ὁ λόγος σὰρξ ἐγένετο, κακῶς παρὰ Εὐνομίου νοηθέντα, παραδόξως ἡρμήνευσεν καὶ τὴν βλασφημίαν ἀνεσκεύασεν τήν τε οἰκονομίαν τοῦ υἱοῦ διὰ φιλανθρωπίαν, οὐκ ἀδυναμίαν, πατρός τε συνεργίᾳ γεγενημένην δείκνυσι.

δʹ. Πρὸς τούτοις δὲ πάλιν τὸν Εὐνόμιον τὴν ἀγεννησίαν ἐκ τῶν ἱερογλυφικῶν γραφῶν καὶ τῆς Αἰγυπτίων μυθοποιΐας καὶ εἰδωλολατρείας μεμαθηκέναι διελέγχει, Ἄνουβιν καὶ Ὄσιριν καὶ Ἶσιν τῷ τῶν Χριστιανῶν ἐπεισάγοντα δόγματι, καὶ μὴ χάριν τῷ μονογενεῖ τὸν ἄνθρωπον ἔχειν [ὡς κατ᾽ ἀνάγκην τὰ πάθη δεξάμενον καὶ μὴ βουλόμενον ὡς οὐδὲ τὸ πῦρ τῆς θερμότητος οὔτε τῆς ῥοῆς τὸ ὕδωρ] ὡς οὐκ εἰς δύναμιν ἐξουσιαστικήν, ἀλλ᾽ εἰς φύσεως ἀνάγκην τὸ γεγονὸς ἀναφέροντα.

εʹ. Εἶτα πάλιν περὶ ἀληθινοῦ καὶ ἀπροσίτου φωτός, πατρὸς καὶ υἱοῦ, ἰδιότητός τε καὶ κοινότητος [καὶ] οὐσίας διεξελθών, περί τε γεννητοῦ καὶ ἀγεννήτου, ὡς μηδεμίαν ἐναντιότητα κατὰ τὸ σημαινόμενον ἔχοντος, ἀλλ᾽ ἀντίθεσίν τινα καὶ ἀντιδιαστολὴν ἀμεσίτευτον ἀποδείξας τὸν λόγον πληροῖ.