Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Ο θείος λόγος, η προέλευση της γλώσσας και η ανθρώπινη ονοματοθεσία

Απόρριψη της σωματικής ερμηνείας του θείου λόγου, εξέταση της γένεσης των λέξεων ως έργου της ανθρώπινης λογικής και η παιδαγωγική συγκατάβαση της Αγίας Γραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 14

Εἰπάτω τοίνυν ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, ὁ θεὸς ἔθετο τὰς προσηγορίας τοῖς οὖσιν; τοῦτο γάρ φησιν ὁ νέος ἐξηγητὴς τῶν μυστικῶν δογμάτων, ὅτι βλάστην καὶ βοτάνην καὶ χόρτον καὶ σπέρμα καὶ ξύλον καὶ τὰ τοιαῦτα κατωνόμασε πρὸ τῆς τοῦ ἀνθρώπου κατασκευῆς ὁ θεὸς ἐν τῷ παράγειν εἰς κτίσιν τὰ γεγονότα διὰ προστάγματος. οὐκοῦν εἰ ψιλῷ παραμένει τῷ γράμματι καὶ κατὰ τοῦτο τὸ μέρος ἰουδαΐζει τῇ γνώμῃ καὶ οὔπω πεπαίδευται ὅτι οὐχὶ γράμματός ἐστιν ὁ Χριστιανὸς μαθητὴς ἀλλὰ πνεύματος (τὸ γὰρ γράμμα, φησίν, ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ), προφέρει δὲ ψιλὴν ἐπὶ ῥήματος ἡμῖν τὴν τῶν γεγραμμένων ἀνάγνωσιν ὡς θεοῦ ταῦτα διεξελθόντος, καὶ εἰ τοῦτο πεπίστευκεν, οὐδὲν ἕτερον ἢ καθ᾽ ὁμοιότητα τῶν ἀνθρώπων καὶ τὸν θεὸν διεξοδικῷ κεχρῆσθαι λόγῳ κατασκευάσει καὶ φωνῇ καὶ φθόγγῳ διατυποῦν τὰ νοήματα. εἰ τοίνυν τοῦτο νοεῖ, πάντως ὅτι καὶ τὰ τούτοις ἀκόλουθα οὐκ ἀρνήσεται· ὁ γὰρ παρ᾽ ἡμῶν λόγος διὰ τῶν φωνητικῶν ἐκφωνεῖται μορίων, ἀρτηρίας γλώσσης ὀδόντων στόματος, συνεργούσης πρὸς τὴν ἐκφώνησιν καὶ τῆς τοῦ ἀέρος ὁλκῆς καὶ τοῦ ἔνδοθεν πνεύματος. ὑπηχεῖ μὲν γὰρ ἡμῖν ἡ ἀρτηρία κάτωθεν αὐλοῦ τινος δίκην ἐνηρμοσμένη τῇ φάρυγγι· ἡ δὲ ὑπερῴα διὰ τοῦ ὑπερκειμένου κενώματος τοῦ κατὰ τοὺς μυκτῆρας διήκοντος καθάπερ τις μαγὰς ἄνωθεν ἐπιπλατύνει τῷ ἤχῳ τὸν φθόγγον.

ἀλλὰ καὶ αἱ παρειαὶ συνεργοῦσι τῷ λόγῳ, κατὰ τὰς ποιὰς τῶν ἄρθρων τυπώσεις κοιλαινόμεναί τε καὶ πλατυνόμεναι καὶ διὰ στενοῦ πάλιν τὸν φθόγγον προάγουσαι κατὰ τὰς πολυστρόφους τῆς γλώσσης ἀναστροφάς, ἃς ποιεῖται ἄλλοτε κατ᾽ ἄλλο μέρος ἑαυτῆς, ἢ τοῖς ὀδοῦσιν ἢ τῇ ὑπερῴᾳ τὸ δι᾽ αὐτῆς παριὸν πνεῦμα παρατραχύνουσά πως ἢ παραθλίβουσα. συντελεῖ δέ τι καὶ ἡ τῶν χειλῶν ὑπουργία ἐν διαφόρῳ τῷ τῆς κινήσεως τρόπῳ ποικίλως συνεφαπτομένη τοῦ φθόγγου καὶ τὸν τῶν ῥημάτων τύπον συναπαρτίζουσα. εἰ τοίνυν ὁ θεὸς τὰ ὀνόματα τοῖς πράγμασι τίθεται, καθὼς ὁ νέος τῆς θείας ἱστορίας ἐξηγητὴς διεσάφησε, βλάστην καὶ βοτάνην καὶ ξύλον καὶ καρπὸν ὀνομάζων, ἀνάγκη πᾶσα μὴ ἄλλως τούτων ἕκαστον εἰπεῖν αὐτὸν ἢ ὡς λέγεται, κατὰ τὰς τῶν συλλαβῶν φημι συμπλοκάς, ὧν αἱ μὲν διὰ χειλῶν αἱ δὲ διὰ γλώσσης αἱ δὲ δι᾽ ἑκατέρων ἀποτυποῦνται. εἰ οὖν οὐκ ἂν ἑτέρως ἐκφωνηθείη τὸ ὄνομα, μὴ τῶν φωνητικῶν μορίων διὰ τῆς ποιᾶς κινήσεως ἀπογεννώντων τὰς συλλαβὰς καὶ τὸν λόγον, πάντως ὅτι καὶ ταῦτα προστίθησι τῷ θεῷ καὶ διὰ τὴν τοῦ λόγου χρείαν διασχηματίσει τὸ θεῖον. ἡ γὰρ ποιὰ τῶν τὴν φωνὴν ἐκτελούντων μορίων διάπλασις ἐν σχήματι πάντως ἐστί· σχῆμα δὲ σώματος πέρας· πᾶν δὲ σῶμα τὸ σύνθετον εἶναι οὐ διαπέφευγεν.

ὅπου δὲ θεωρεῖται σύνθεσις, ἐκεῖ καταλαμβάνεται πάντως καὶ ἡ τοῦ συνθέτου διάλυσις· ἡ δὲ διάλυσις ταὐτὸν κατὰ τὴν ἔννοιάν ἐστι τῇ φθορᾷ. οὐκοῦν τοῦτο τῆς καθ᾽ ἡμῶν νίκης τῷ λογογράφῳ τὸ πέρας, τὸ δεῖξαι τὸν ἴδιον ἑαυτοῦ θεόν, ὃν διὰ τοῦ ὀνόματος τῆς 〈ἀγεννησίας〉 ἀνέπλασε, φθεγγόμενον μὲν ἵνα μὴ ἀμοιρήσῃ τῆς τῶν ὀνομάτων εὑρέσεως, σχηματιζόμενον δὲ τοῖς φωνητικοῖς μέλεσιν ἵνα τὰ ὀνόματα φθέγξηται, τῆς δὲ τοῦ σώματος φύσεως διὰ τὴν τῶν σχημάτων ἀνάγκην οὐκ ἄμοιρον (οὐ γὰρ ἂν ἐφ᾽ ἑαυτοῦ τι θεωρηθείη σχῆμα, μὴ ἐν σώματι πάντως τυπούμενον), κατ᾽ ὀλίγον δὲ προϊόντα πρὸς τὰ συμφυῆ τοῦ σώματος πάθη διὰ μὲν τοῦ συνθέτου πρὸς τὴν διάλυσιν, διὰ δὲ ταύτης εἰς φθορὰν καταλήγοντα.

Τοιαύτη τοῦ προσφάτου θεοῦ ἡ φύσις διὰ τῆς ἀκολουθίας τῶν εἰρημένων ὑπὸ τοῦ νέου θεοποιοῦ ἀναπέφηνεν. ἀλλὰ ἀντιλαμβάνεται τῶν γεγραμμένων καί φησι 〈ταῦτα τὸν Μωϋσέα διαρρήδην βοᾶν ὅτι εἶπεν ὁ θεός, καὶ προστίθησι τὰ ῥήματα, τὸ Γενηθήτω φῶς καὶ Γενηθήτω στερέωμα καὶ Συναχθήτω τὰ ὕδατα καὶ Ὀφθήτω ἡ ξηρὰ καὶ Βλαστησάτω ἡ γῆ καὶ Ἐξαγαγέτω τὰ ὕδατα καὶ πάντα ὅσα καθεξῆς ἀναγέγραπται〉. οὐκοῦν ἐξετάσωμεν τὴν τῶν εἰρημένων διάνοιαν. τίς οὐκ οἶδε καὶ τῶν κομιδῇ νηπίων ὅτι φυσικὴν ἔχει πρὸς ἄλληλα σχέσιν ἀκοή τε καὶ λόγος, καὶ ὡς οὐκ ἔστιν ἀκοὴν ἐνεργῆσαι μηδενὸς φθεγγομένου, οὕτως οὐδὲ λόγον ἐνεργὸν εἶναι μὴ πρὸς ἀκοὴν εὐθυνόμενον. εἰ οὖν λέγει τὸ εἰρηκέναι τὸν θεόν, ὑποδειξάτω ἡμῖν καὶ τὴν ἀκοὴν πρὸς ἣν εἴρηκεν. ἢ πρὸς ἑαυτὸν ταῦτα λέγειν φήσει; οὐκοῦν ἑαυτῷ προστάσσει ταῦτα ἐγκελευόμενος. καὶ τίς τοῦτο δέξεται, καθῆσθαι τὸν θεὸν τὸ πρακτέον ἑαυτῷ διατάττοντα καὶ ἑαυτῷ διακόνῳ τῶν προσταγμάτων καὶ ὑπηρέτῃ χρώμενον; εἰ δὲ καὶ τοῦτο δοίη τις εὐαγὲς εἶναι λέγειν, τίς ἐφ᾽ ἑαυτοῦ ῥημάτων ἐδεήθη καὶ λόγων, κἂν ἄνθρωπος ᾖ; ἀρκεῖ γὰρ ἑκάστῳ τῆς διανοίας ἡ κίνησις τὴν τῆς προαιρέσεως ὁρμὴν ἐμποιῆσαι. ἀλλὰ τῷ υἱῷ διαλέγεσθαι πάντως ἐρεῖ. καὶ τίς ἦν χρεία πρὸς τοῦτο φωνῆς;

ἴδιον γὰρ τῆς ἐνσωμάτου φύσεως τὸ διὰ ῥημάτων ἐξαγγέλλειν τὰ τῆς καρδίας νοήματα· ὅθεν καὶ ἰσοδυναμοῦσα τῇ χρήσει τῆς φωνῆς ἡ δι᾽ ἐπινοίας τῶν γραμμάτων ἐξεύρηται δήλωσις· ἐπίσης γὰρ φθεγγόμενοί τε καὶ γράφοντες τὸ νοηθὲν ἐξαγγέλλομεν, ἀλλ᾽ ἐπὶ μὲν τῶν μὴ λίαν ἀφεστηκότων φωνῇ τῆς ἀκοῆς καθικνούμεθα, πρὸς δὲ τοὺς πόρρωθεν γράμμασι δηλοῦμεν τὴν γνώμην, καὶ ἐπὶ τῶν παρόντων πρὸς λόγον τῆς ἀποστάσεως ἢ ἐπιτείνομεν τὸν τόνον τῆς φωνῆς ἢ ὑφίεμεν, ἔστιν δὲ ὅτε καὶ διανεύοντες μόνον τὸ πρακτέον τοῖς πέλας διεσαφήσαμεν καὶ τὴν ἐν τῇ ψυχῇ προαίρεσιν καὶ ὀφθαλμὸς τοιῶσδε διατεθεὶς ἐνεδείξατο καὶ χειρὸς ποιὰ κίνησις ἢ ἀπεῖπέ τι τῶν γινομένων ἢ κατεδέξατο. εἰ τοίνυν οἱ σώματι περιειλημμένοι τὰ κρυπτὰ τῆς διανοίας κινήματα καὶ δίχα φωνῆς ἢ ῥήματος ἢ τῆς ἐν γράμμασιν ὁμιλίας πολλάκις τοῖς πέλας γνωρίζουσι καὶ οὐδεμίαν ἤνεγκε τῷ σπουδαζομένῳ πράγματι ζημίαν ἡ σιωπή, ἆρ᾽ ἐπὶ τῆς ἀΰλου καὶ ἀναφοῦς καί, ὥς φησιν ὁ Εὐνόμιος, 〈ἀνωτάτω καὶ πρώτης οὐσίας〉 ῥημάτων χρεία τῶν καὶ τοῦ πατρὸς διασαφούντων τὸ νόημα καὶ τῷ μονογενεῖ γνωριζόντων τὸ βούλημα; ῥημάτων τῶν, καθὼς αὐτός φησι, 〈τῇ φωνῇ πεφυκότων συνδιαλύεσθαι〉;

Οὐκ οἶδα εἴ τις τῶν νοῦν ἐχόντων ταῦτα ὡς ἀληθῆ παραδέξεται, ἄλλως τε παντὸς φθόγγου πάντως εἰς ἀέρα προχεομένου (οὐδὲ γὰρ δυνατὸν γενέσθαι φωνὴν μὴ ἐν ἀέρι συνισταμένην) ἀνάγκη πᾶσα μέσον τι τοῦ φθεγγομένου καὶ τοῦ πρὸς ὃν ὁ λόγος γίνεται καὶ αὐτοὺς ὑποθέσθαι. μὴ γὰρ ὄντος τοῦ μεσιτεύοντος, πῶς ἐκ τοῦ λαλοῦντος ἡ φωνὴ διοδεύσει πρὸς τὸν ἀκούοντα; τί οὖν ἐροῦσι τὸ μέσον ᾧ τὸν υἱὸν [ἐκ] τοῦ πατρὸς διορίζουσι; τῶν μὲν γὰρ σωμάτων ὁ κατὰ τὸν ἀέρα τόπος γίνεται μέσος, ἄλλο τι ὢν κατὰ τὴν ἰδίαν φύσιν παρὰ τὴν τῶν ἀνθρωπίνων σωμάτων οὐσίαν. ὁ δὲ ἀναφὴς καὶ ἀνείδεος καὶ πάσης συνθέσεως καθαρεύων θεός, τῷ μονογενεῖ θεῷ παραπλησίως, μᾶλλον δὲ ὡσαύτως ἀΰλως τε καὶ ἀσωμάτως τῶν ἰδίων κοινωνῶν βουλευμάτων, εἴπερ διὰ φωνῆς ἐποιεῖτο τὴν κοινωνίαν, τί τὸ μεσιτεῦον εἶχε, δι᾽ οὗ ῥέων ὁ λόγος καὶ μεθιστάμενος ταῖς ἀκοαῖς τοῦ μονογενοῦς εἰσῳκίζετο;

εἴγε χρὴ καὶ τοῦτο παραδραμεῖν ἀθεώρητον, τὸ μὴ μεμερίσθαι τὸ θεῖον ταῖς ἀντιληπτικαῖς ἐνεργείαις, ὡς παρ᾽ ἡμῖν διῃρημένως ἕκαστον τῶν αἰσθητηρίων τοῦ συγγενοῦς ἐπιδράσσεται, τοῦ ὁρατοῦ μὲν ἡ ὅρασις τοῦ ἀκουστοῦ δὲ ἡ κατὰ τὴν ἀκοὴν αἴσθησις, καὶ οὔτε γεύεται ἡ ἁφὴ οὔτε ἡ ἀκοὴ τὴν τῶν ἀτμῶν ἢ τῶν χυμῶν ἀντίληψιν ἔχει, ἀλλὰ παραμένει ἕκαστον τῇ μιᾷ ἐνεργείᾳ εἰς ἣν ἐτάχθη παρὰ τῆς φύσεως, ἀναίσθητον τρόπον τινὰ πρὸς ὃ μὴ πέφυκε διαμένον καὶ ἄγευστον τῆς ἀπολαύσεως ἧς καρποῦται ἡ γείτων αἴσθησις. ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ᾽ ὅλον δι᾽ ὅλου τὸ θεῖον ὅρασίς ἐστι καὶ ἀκοὴ καὶ γνῶσις. οὐ γὰρ δὴ θέμις καὶ τὰς ζῳωδεστέρας τῶν αἰσθήσεων ἐφαρμόζειν τῇ ἀκηράτῳ φύσει. πλὴν εἰ χρή τι καὶ ταπεινὸν ὑποθέσθαι καὶ καταγαγεῖν εἰς χαμαιζήλους ὑπολήψεις τὸ θεῖον, ὥστε λαλεῖν μὲν οἴεσθαι ῥήματα διὰ στόματος τὸν πατέρα, ἐνεργεῖν δὲ τὴν ἀκοὴν τοῦ υἱοῦ, τί τὸ μέσον ὑποτιθέμεθα τὸ διάγον τὴν πατρικὴν φωνὴν εἰς τὴν τοῦ υἱοῦ ἀκοήν; κτιστὸν εἶναι χρὴ τοῦτο ἢ ἄκτιστον; ἀλλὰ κτιστὸν μὲν οὐκ ἔστιν εἰπεῖν· πρὸ γὰρ τοῦ συστῆναι τὴν κτίσιν ὁ λόγος ἐγένετο· ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεώς ἐστιν οὐδέν.

εἰ οὖν κτίσις οὐκ ἦν, ὁ δὲ μνημονευθεὶς ἐν τῇ κοσμογενείᾳ λόγος τῆς κτίσεως πρεσβύτερος ἦν, ἄρα ὁ λέγων ῥήματα καὶ φωνῆς ἦχον διὰ τοῦ λόγου σημαίνεσθαι τί τὸ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ὑποθήσεται, ᾧ διετυποῦτο ἡ φωνὴ τὰ ῥήματα; εἰ γὰρ ἔστι μέσον, ἐν ἰδιαζούσῃ φύσει πάντως ἐστίν, ὡς μήτε τῷ πατρὶ ταὐτὸν εἶναι μήτε τῷ υἱῷ κατὰ τὴν φύσιν συμβαίνειν, ἀλλ᾽ ἕτερόν τι πάντως ὂν διΐστησιν ἀπ᾽ ἀλλήλων τὸν πατέρα καὶ τὸν υἱὸν μεταξὺ τῶν δύο παρενειρόμενον. τί οὖν τοῦτο; κτιστὸν οὐκ ἔστι· νεωτέρα γὰρ ἡ κτίσις τοῦ λόγου. γεννητὸν τὸν μονογενῆ ἐδιδάχθημεν, ἀγέννητον πλὴν τοῦ πατρός ἐστιν οὐδέν. οὐκοῦν ἐξ ἀνάγκης τὸ μηδὲν εἶναι μέσον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοεῖν ὁ τῆς ἀληθείας λόγος συναναγκάζει. ὅπου δὲ διάστασις οὐκ ἐπινοεῖται, τὸ συνημμένον πάντως ὁμολογεῖται, τὸ δὲ διὰ πάντων συνημμένον φωνῇ καὶ λόγῳ οὐ μεσιτεύεται. συνημμένον δὲ λέγω τὸ ἐν πᾶσιν ἀχώριστον. οὐ γὰρ σωματικήν τινα συμφυΐαν ἐπὶ τῆς νοερᾶς φύσεως τὸ ὄνομα τῆς συναφείας ἐνδείκνυται, ἀλλὰ τὴν τοῦ νοητοῦ πρὸς τὸ νοητὸν διὰ τῆς ταὐτότητος τῶν θελημάτων ἕνωσίν τε καὶ ἀνάκρασιν.

Διότι οὐδὲ ἔστι διαφορὰ μεταξὺ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐν θελήματι, ἀλλὰ κατὰ τὸ ἀρχέτυπον τῆς ἀγαθότητος κάλλος καὶ ἡ εἰκών ἐστι τῆς ἀγαθότητος. καὶ ὥσπερ εἴ τις ἑαυτὸν ἐν κατόπτρῳ βλέποι (κωλύει γὰρ οὐδὲν σωματικοῖς ὑποδείγμασι παραστῆσαι τὸ νόημα), κατὰ πάντα πρὸς τὸ πρωτότυπον καὶ ἡ εἰκὼν μορφωθήσεται, ὡς αἰτίαν τῆς ἐν τῷ κατόπτρῳ μορφῆς εἶναι τὴν ἐνορῶσαν μορφὴν καὶ μήτε κινεῖσθαι μήτε ἐπικλίνεσθαι καθ᾽ ἑαυτὴν τὴν εἰκόνα, μὴ τοῦ πρωτοτύπου τῆς ἐπικλίσεως ἢ τῆς κινήσεως ἄρξαντος, εἰ δὲ κινηθείη τὸ προηγούμενον, συγκινεῖσθαι πάντως καὶ τὸ ἐν τῷ κατόπτρῳ δεικνύμενον, οὕτω φαμὲν καὶ τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὸν κύριον πρὸς πᾶσαν θελήματος κίνησιν ἀμέσως τε καὶ ἀδιαστάτως συνδιατίθεσθαι τῷ πατρί. ἠθέλησέ τι ὁ πατὴρ καὶ ὁ ἐν τῷ πατρὶ ὢν υἱὸς εἶχε τὸ θέλημα τοῦ πατρός, μᾶλλον δὲ αὐτὸς τοῦ πατρὸς ἐγένετο θέλημα. ὁ γὰρ πάντα τὰ τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ οὐκ ἔστιν ὅ τι τῶν τοῦ πατρὸς οὐκ ἔχει. εἰ δὴ πάντα ἔχει ἐν ἑαυτῷ τὰ πατρῷα, μᾶλλον δὲ καὶ αὐτὸν τὸν πατέρα, πάντως μετὰ τοῦ πατρὸς καὶ τῶν τοῦ πατρὸς ὅλον τὸ θέλημα ἐν ἑαυτῷ ἔχει τὸ πατρῷον. οὐ χρῄζει τοίνυν λόγῳ μαθεῖν τοῦ πατρὸς τὸ θέλημα, αὐτὸς ὢν τοῦ πατρὸς ὁ λόγος κατὰ τὴν ὑψηλοτέραν σημασίαν τοῦ λόγου. τίς οὖν ἐκεῖνος ὁ λόγος ὁ πρὸς τὸν ὄντως λόγον γινόμενος;

καὶ πῶς ὁ ὄντως λόγος λόγου πάλιν ἑτέρου πρὸς διδασκαλίαν προσδέεται; ἀλλ᾽ ἐρεῖ τις πρὸς τὸ πνεῦμα τὸ ἅγιον τοῦ πατρὸς γίνεσθαι τὴν φωνήν. οὐδὲ τὸ πνεῦμα τῆς ἐκ ῥημάτων διδασκαλίας προσδέεται, ὃ ἐν τῷ θεῷ ἐστι, καθώς φησιν ὁ ἀπόστολος, καὶ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. εἰ οὖν ῥήματα φθέγγεται ὁ θεός, πᾶς δὲ λόγος ἐπὶ ἀκοῆς ἐνεργεῖται, οἱ δημηγορεῖν τὸν θεὸν ἐν διεξοδικοῖς λόγοις ἀποφαινόμενοι γνωρισάτωσαν ἡμῖν καὶ τὸ τῶν θείων λόγων ἀκροατήριον. πρὸς ἑαυτὸν λαλεῖν οὐκ ἐδέετο, ὁ υἱὸς ἀπροσδεὴς ἦν τῆς ἐκ ῥημάτων διδασκαλίας, τὸ πνεῦμα τὸ ἅγιον πάντα, φησίν, ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ, ἡ κτίσις οὔπω ἦν· πρὸς τίνα ὁ λόγος ἐγίνετο; ἀλλ᾽ οὐ ψεύδεται, φησίν, ἡ τοῦ Μωϋσέως γραφή, δι᾽ ἧς τὸ εἰρηκέναι τι τὸν θεὸν ἀποφαίνεται. οὐδὲ γὰρ ὁ μέγας Δαβὶδ τῶν ψευδομένων ἐστί, λέγει δὲ σαφῶς οὕτως κατὰ λέξιν ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα· ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ ἀναγγέλλει γνῶσιν νυκτί. καὶ εἰπὼν διηγεῖσθαι τοὺς οὐρανοὺς καὶ τὸ στερέωμα καὶ παρὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἀπαγγέλλεσθαι γνῶσιν καὶ ῥήματα, πάλιν ἐπάγει τοῖς εἰρημένοις ὅτι ταῦτα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ λόγοι οὐδὲ φωναὶ τούτων ἀκούονται. πῶς οὖν διηγήματα καὶ ἀναγγελίαι καὶ ῥήματα λαλιαὶ οὐκ εἰσὶν οὐδὲ φωνὴ διὰ τῆς ἀκουστικῆς αἰσθήσεως ἐγγινομένη;

ἆρα μάχεται πρὸς ἑαυτὸν ὁ προφήτης; ἆρά τι τῶν οὐκ ἐνδεχομένων διέξεισιν, ἄφθογγον ῥῆμα καὶ διήγησιν ἄλαλον καὶ ἀγγελίαν δίχα φωνῆς διδάσκων; ἢ παντὸς μᾶλλον ἀληθὴς ἡ προφητεία ἡ τοῦτο διὰ τῶν εἰρημένων διδάσκουσα, ὅτι τὸ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμενον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν οὔτε λαλιὰ διὰ στόματος, διδασκαλία δὲ τῆς θείας δυνάμεως γίνεται τοῖς ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς;

Τί οὖν περὶ τούτων ὑπειλήφαμεν; τάχα γὰρ ἐὰν τοῦτο νοήσωμεν, καὶ τὸ παρὰ Μωϋσέως νενοηκότες ἐσόμεθα. πολλάκις ἡ γραφὴ πρὸς ἐναργῆ κατανόησιν τοῦ δηλουμένου πράγματος σωματικώτερον διασκευάζει τὴν τῶν νοητῶν θεωρίαν, οἷον δὴ καὶ τοῦτο τὸ δόγμα ἐστὶν ὅπερ δοκεῖ μοι ὁ Δαβὶδ ἀποφαίνεσθαι, τοῦτο δι᾽ ὧν εἶπε διδάσκων· οὐδὲν τῶν ὄντων ἔκ τινος αὐτομάτου συντυχίας τὴν ὑπόστασιν ἔχει, καθάπερ ᾠήθησάν τινες τυχαίας τε καὶ ἀλόγους τῶν πρώτων στοιχείων ἀντεμπλοκὰς τὸν κόσμον ἡμῖν ὅλον καὶ τὰ ἐν αὐτῷ κατεργάσασθαι, οὐδεμιᾶς προνοίας διὰ τῶν ὄντων ἡκούσης, ἀλλ᾽ ἔστι τι τῆς τοῦ παντὸς συστάσεως καὶ διοικήσεως αἴτιον, οὗ πᾶσα ἡ τῶν νοητῶν ἐξῆπται φύσις, κἀκεῖθεν τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχει καὶ πρὸς ἐκεῖνο νένευκέ τε καὶ ἐπιστρέφεται καὶ ἐν αὐτῷ διαμένει. καὶ ἐπειδή, καθώς φησιν ὁ ἀπόστολος, ἡ ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοουμένη καθορᾶται, διὰ τοῦτο πᾶσα ἡ κτίσις καὶ πρό γε πάντων, καθώς φησιν ὁ λόγος, ἡ ἐν τοῖς οὐρανοῖς διακόσμησις διὰ τῆς ἐμφαινομένης τοῖς γεγονόσι τέχνης τὴν τοῦ πεποιηκότος σοφίαν ἐνδείκνυται. καὶ τοῦτό μοι δοκεῖ παραστῆσαι θέλων τὴν ἐκ τῶν φαινομένων μαρτυρίαν τοῦ σοφῶς καὶ ἐντέχνως τὰ ὄντα κατεσκευάσθαι καὶ εἰσαεὶ διαμένειν ἐν τῇ δυνάμει τοῦ τὸ πᾶν οἰακίζοντος.

αὐτούς φησι τοὺς οὐρανούς, δι᾽ ὧν τὴν σοφίαν τοῦ πεποιηκότος δεικνύουσιν, μονονουχὶ φωνὴν ἀφιέντας βοᾶν καὶ διακηρύσσειν τοῦ δημιουργοῦ τὴν σοφίαν δίχα φωνῆς. ἔξεστι γὰρ οἱονεὶ λόγῳ ταῦτα διδασκόντων ἀκούειν ὅτι πρὸς ἡμᾶς ὁρῶντες, ὦ ἄνθρωποι, καὶ τὸ ἐν ἡμῖν κάλλος καὶ μέγεθος καὶ τὴν ἀεικίνητον ταύτην περιφορὰν καὶ τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν κίνησιν ἐννοήσατε τὸν ἐπιστατοῦντα τῆς ἡμετέρας συστάσεως καὶ διὰ τοῦ φαινομένου κάλλους τὸ πρωτότυπον καὶ ἀόρατον κάλλος ἀναλογίσασθε· οὐδὲν γὰρ ἐν ἡμῖν ἀδέσποτον ἢ αὐτοκίνητον ἢ αὐτόματον, ἀλλὰ πᾶν τὸ φαινόμενόν τε περὶ ἡμᾶς καὶ νοούμενον τῆς ὑψηλῆς τε καὶ ἀφράστου δυνάμεως ἤρτηται. ταῦτα λόγος μὲν ἔναρθρος οὐκ ἔστιν, ἐντίθησι δὲ διὰ τῶν φαινομένων ταῖς ψυχαῖς τὴν γνῶσιν τῆς θείας δυνάμεως μᾶλλον ἢ εἰ διὰ φωνῆς ὁ λόγος ἐκήρυσσεν.

ὥσπερ τοίνυν διηγεῖται ὁ οὐρανὸς καὶ οὐ φθέγγεται, καὶ ἀναγγέλλει τὸ στερέωμα τὴν τοῦ θεοῦ ποίησιν καὶ φωνῆς οὐ προσδέεται, καὶ ῥῆμα προΐεται ἡ ἡμέρα καὶ λαλιὰ οὐκ ἔστιν, καὶ οὐκ ἄν τις εἴποι διεσφάλθαι τὴν προφητείαν, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ εἷς ἀμφοτέροις τῷ Μωϋσεῖ καὶ τῷ Δαβὶδ ὁ διδάσκαλος, τὸ πνεῦμα λέγω τὸ ἅγιον, ὁ τὸ πρόσταγμα καθηγήσασθαι τῆς κτίσεως λέγων οὐ ῥημάτων ἡμῖν δημιουργὸν τὸν θεὸν ὑποτίθεται, ἀλλὰ πραγμάτων τῶν διὰ τῆς τῶν ῥημάτων σημασίας γνωριζομένων. ἵνα γὰρ μὴ ἀδέσποτόν τινα καὶ αὐτοφυῆ τὴν κτίσιν εἶναι νοήσωμεν, καὶ γεγενῆσθαι ταύτην παρὰ τῆς θείας φύσεως λέγει καὶ τάξει τινὶ καὶ ἀκολουθίᾳ συστῆναί φησι. καὶ μακρὸν ἂν εἴη περὶ τῆς τάξεως φιλοσοφεῖν τῶν κατὰ τὴν κοσμοποιΐαν ὑπὸ τοῦ Μωϋσέως ἐν ἱστορίας χαρακτῆρι δογματικῶς εἰρημένων. ἦ γὰρ ἂν μᾶλλον δι᾽ ἑκάστου τῶν γεγραμμένων τὸ πεπλανημένον τε καὶ μάταιον τῆς τῶν ἐναντίων ὑπολήψεως φανερῶς διηλέγχθη. ἔξεστι δὲ τῷ βουλομένῳ τοῖς εἰς τὴν Γένεσιν πεπονημένοις ἡμῖν ἐντυχόντι δοκιμάσαι τῶν τε ἡμετέρων καὶ τῶν ὑπεναντίων τὸν ἀκολουθότερον λόγον.

Ἀλλ᾽ ἐπὶ τὴν προκειμένην ἡμῖν σπουδὴν ἐπανακτέον τὸν λόγον, ὅτι οὐ πάντως ἐπὶ θεοῦ φωνὴν καὶ ῥῆμα ἡ τοῦ Εἰπεῖν λέξις ἐνδείκνυται, ἀλλὰ τῷ βουλήματι τοῦ θεοῦ σύνδρομον ἀποφαίνων τὴν δύναμιν αἰσθητικώτερον ἡμῖν τὴν νοητὴν ὑποδείκνυσι θεωρίαν. ἐπειδὴ γὰρ θελήματι τοῦ θεοῦ συνέστη τὰ πάντα, σύνηθες δὲ τοῖς ἀνθρώποις λόγῳ πρῶτον διασημαίνειν τὸ βούλημα καὶ οὕτως ἐπάγειν τὸ ἔργον συμφωνοῦν τῷ βουλήματι, ἡ δὲ γραφὴ τῆς κοσμογενείας εἰσαγωγή πως εἰς θεογνωσίαν τοῖς ἀρχομένοις ἐστί, διὰ τῶν ἑτοιμοτέρων εἰς κατανόησιν τὴν ἰσχὺν τῆς θείας παριστῶσα φύσεως, προχειρότερον δὲ εἰς γνῶσιν τῶν νοουμένων ἡ διὰ τῆς αἰσθήσεως κατάληψις γίνεται, τούτου χάριν ὁ Μωϋσῆς διὰ μὲν τοῦ 〈τὸ〉 Εἰπεῖν τὸν θεὸν τόδε γενέσθαι προτάξαι τὴν ὁρμητικὴν τοῦ θελήματος ἐξουσίαν παρίστησι, διὰ δὲ τοῦ προσθεῖναι τὸ Καὶ ἐγένετο οὕτως, τὸ μηδεμίαν εἶναι διαφορὰν βουλήσεως καὶ ἐνεργείας ἐπὶ τῆς θείας ἐνδείκνυται φύσεως· ἀλλὰ διδάσκει καθηγεῖσθαι μὲν ἐπὶ θεοῦ τῆς ἐνεργείας τὴν νόησιν, οὐκ ἐφυστερίζειν δὲ μετὰ τὸ νοηθὲν τὸ ἐνεργούμενον, ἀλλ᾽ ἅμα τὰ δύο καὶ κατὰ ταὐτὸν θεωρεῖσθαι, τήν τε τοῦ νοῦ κίνησιν καὶ τὴν ἀποτελεστικὴν τοῦ πράγματος δύναμιν.

οὐδὲν γὰρ ἔδωκεν ἐννοῆσαι μέσον ὁ λόγος τῆς προαιρέσεως καὶ τῆς πράξεως, ἀλλ᾽ ὥσπερ τῇ ἐξάψει τῆς φλογὸς καὶ ἡ αὐγὴ συνεκφαίνεται καὶ ἐξ ἐκείνης οὖσα καὶ μετ᾽ αὐτῆς συνεκλάμπουσα, κατὰ τὸν αὐτὸν τρόπον ἔργον μὲν τοῦ θείου θελήματος ἡ τῶν γεγονότων ἐστὶν ὑπόστασις, οὐ μὴν δευτερεύει τῇ τάξει μετὰ τὸ βούλημα. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷς τις πρακτικὴ δύναμις ἐκ φύσεως ἔνεστι, τὸ μὲν δυνάμει θεωρεῖται τὸ δὲ κατὰ τὴν τῆς ἐνεργείας ἐκπλήρωσιν, ὡς φέρε εἰπεῖν ἀεὶ μὲν εἶναι ναυπηγόν φαμεν τῇ δυνάμει τὸν τὴν ναυπηγικὴν ἔχοντα τέχνην, ἐνεργεῖν δὲ τότε, ὅταν ἐπὶ τῶν ἔργων δείξῃ τὴν ἐπιστήμην, οὐχ οὕτως καὶ ἐπὶ τῆς μακαρίας ζωῆς. ἀλλ᾽ ὅλον ὅτιπέρ ἐστιν ἐν ἐκείνῃ νοούμενον ἐνέργεια καὶ πρᾶξίς ἐστιν, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος μεθισταμένου. ὡς τοίνυν μαρτυρεῖ τῷ δημιουργῷ τὴν δόξαν ἡ ἐν τῷ οὐρανῷ διακόσμησις καὶ ὁμολογεῖ τὸν πεποιηκότα καὶ φωνῆς οὐ προσδέεται, οὕτω μοι τὸ ἔμπαλιν ἐκ τῆς τοῦ Μωϋσέως γραφῆς μεταλαβὼν ἄν τις λογίσαιτο, ὅτι καὶ ἑαυτοῦ κτίσμα ὁ θεὸς λέγει τὸν κόσμον ὁ τῷ προστάγματι τὸ πᾶν οὐσιώσας καὶ ῥημάτων πρὸς δήλωσιν τῆς ἐννοίας ταύτης οὐκ ἐπιδέεται.

ὡς οὖν ὁ ἀκούσας οὐρανοῦ διηγουμένου διεξοδικὸν οὐκ ἐζήτησε λόγον (λαλεῖ γὰρ τῷ νοῦν ἔχοντι διὰ τῶν γινομένων ὁ κόσμος τὴν διὰ τῶν ῥημάτων δήλωσιν χαίρειν ἐάσας), οὕτω κἂν τοῦ Μωϋσέως λέγοντός τις ἀκούσῃ, ὡς τοῦ θεοῦ ὀνομαστὶ περὶ τῶν καθ᾽ ἕκαστον τοῦ κόσμου μερῶν διατάττοντός τε καὶ κελεύοντος, μήτε ψεύδεσθαι τὸν προφήτην ὑπονοείτω μήτε μικροῖς καὶ χαμαιζήλοις νοήμασι κατασμικρυνέτω τὴν τῶν ὑψηλῶν θεωρίαν, οἷον ἐξανθρωπίζων διὰ τῶν τοιούτων τὸ θεῖον καὶ κατὰ τὴν ἡμετέραν συνήθειαν φωνῇ τὰ προστάγματα διεξοδεύειν ὑποτιθέμενος, ἀλλὰ τὸ μὲν πρόσταγμα δηλούτω τὴν βούλησιν, τὰ δὲ τῶν κτισθέντων ὀνόματα αὐτὴν διασημαινέτω τὴν τῶν γεγονότων ὑπόστασιν· ὥστε τὰ δύο διὰ τῶν εἰρημένων μαθεῖν, καὶ ὅτι βουληθεὶς ὁ θεὸς τὰ πάντα κατείργασται καὶ ὅτι ἀπραγμόνως τε καὶ ἀκόπως τὸ θεῖον βούλημα φύσις ἐγένετο.

Εἰ δέ τις τὸ Εἶπεν ὁ θεὸς σαρκικώτερον ἑρμηνεύοι, ὡς διὰ τοῦτο τὸν ἔναρθρον λόγον παρ᾽ αὐτοῦ γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ Εἶδεν ὁ θεὸς κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνεργείας πάντως ὑπονοήσει καὶ τὸ Ἤκουσε κύριος καὶ ἠλέησέ με καὶ Ὠσφράνθη ὀσμὴν εὐωδίας καὶ ὅσα περὶ κεφαλῆς θείας ἢ ποδὸς ἢ χειρὸς ἢ ῥινὸς ἢ βλεφάρων ἢ δακτύλων ἢ ὑποδήματος ἡ γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ θεῖον καθ᾽ ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων καὶ χεῖρα κραταιὰν καὶ βραχίονα ὑψηλὸν καὶ ὀφθαλμὸν καὶ βλέφαρα καὶ πόδα καὶ ὑποδήματα θεοπρεπεῖς ἐννοίας δι᾽ ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφωνήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ᾽ ἐκεῖνο λογίζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν ἔχοιμεν ἐξαγγέλλειν δι᾽ αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα.

ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ἀποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει· καὶ ὡς ἡ δύναμις ἡ καθ᾽ ἡμᾶς πρὸς τὴν τοῦ θεοῦ κρινομένη τὸ μηδέν ἐστι καὶ ἡ ζωὴ πρὸς τὴν ζωὴν καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα ὡς οὐδὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν, οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα λόγον κρινόμενός ἐστιν οὐδέν. οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατεσκευάσθη φύσει, οὔτε κατ᾽ ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ᾽ ὥς φησί που ὁ διδάσκαλος τῷ ψόφῳ τῆς γλώσσης συναφανίζεται, οὔτε τι ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ᾽ ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει· ὁ δὲ ἐκ τοῦ θεοῦ λόγος θεός ἐστι, λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι᾽ οὗ τὰ πάντα ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ γῆς, ζωὴ καὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ φῶς καὶ πᾶν ἀγαθὸν ὢν καὶ πάντα τὰ ἐν τῷ εἶναι διακρατῶν.

τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ λόγου τοῦ περὶ τὸν θεὸν νοουμένου οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥήμασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον ὥς τι μέγα χαρίζεται τῷ θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν οὐ τὰ καθ᾽ ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ᾽ ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ᾽ ἡμῶν οἰκία καὶ βάθρον καὶ ῥομφαία καὶ ἄροτρον καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος, ὧν τὰ καθ᾽ ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα, οὕτως καὶ ἡ τοῦ λόγου δύναμις ἔργον μέν ἐστι τοῦ τοιαύτην ἡμῶν πεποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ᾽ ἕκαστον ῥημάτων εὕρεσις πρὸς τὴν χρείαν τῆς τῶν ὑποκειμένων σημασίας παρ᾽ ἡμῶν αὐτῶν ἐπενοήθη. τεκμήριον δὲ ὅτι πολλὰ τῶν λεγομένων αἰσχρά τε καὶ ἀπρεπῆ παντάπασιν εἶναι νενόμισται, ὧν οὐκ ἄν τις τῶν νοῦν ἐχόντων εὑρετὴν τὸν θεὸν ὑπολάβοι· ὥστε κἂν ἐκ προσώπου τοῦ θεοῦ λέγηταί τινα παρὰ τῆς θείας γραφῆς τῶν ἡμῖν συνήθων ῥημάτων, γνωστέον ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν ἡμετέρων ἡμῖν διαλέγεται, καθάπερ καὶ ἐπὶ τῆς τῶν Πράξεων ἱστορίας ἐμάθομεν ὅτι ἕκαστος ἐν τῇ ἰδίᾳ διαλέκτῳ ἐν ᾗ ἐγεννήθη τὴν διδασκαλίαν ἐδέχετο, διὰ τῶν γνωρίμων αὐτῷ ῥημάτων τῆς δυνάμεως ἐπαΐων τῶν λόγων.

Καὶ ὅτι ἀληθῆ ταῦτα, μᾶλλον ἄν τις μάθοι φιλοπονώτερον τὴν Λεϋιτικὴν νομοθεσίαν κατεξετάζων. τηγάνου γὰρ ἐκεῖ καὶ λαγάνου καὶ σεμιδάλεως καὶ τοιούτων μέμνηται ὀνομάτων ἐν ταῖς μυστικαῖς ἱερουργίαις συμβολικῶς καὶ δι᾽ αἰνίγματος ψυχωφελῆ τινα δόγματα ὑφηγούμενος, καὶ μέτρα τινὰ κατονομάζει κατὰ τὴν τότε συνήθειαν ὕφι τι λέγων καὶ νέβελ καὶ ἲν καὶ πολλὰ τοιαῦτα· ἆρα ποιήσας τὰς προσηγορίας ταύτας καὶ ὀνομάσας, ἢ τὴν ἀρχὴν οὕτω διαταξάμενος γίνεσθαί τε καὶ λέγεσθαι, ὥστε τὸ μὲν τοιοῦτον σπέρμα σῖτον εἰπεῖν, τούτου δὲ τὴν ἐντεριώνην ὀνομάσαι σεμίδαλιν, καὶ τὰ ἐπιπόλαια καὶ ὑμενώδη καὶ διηπλωμένα τῶν πεμμάτων λάγανα προσειπεῖν καὶ τὸ τοιόνδε σκεῦος, ἐν ᾧ τὸ ὑγρὸν τοῦ φυράματος ἐξοπτᾶται καὶ ἐξικμάζεται, τήγανον ὀνομασθῆναι προστάξαι τοῦ τε ὑγροῦ τὴν τοσήνδε ποσότητα τῷ τοῦ ἲν ἢ τῷ τοῦ νέβελ ὀνόματι διαγορεύειν καὶ τοὺς ξηροτέρους καρποὺς διαμετρεῖσθαι τῷ γόμορ; φλυαρία ταῦτα καὶ ματαιότης Ἰουδαϊκὴ πάμπολυ τῆς τῶν Χριστιανῶν μεγαλοφυΐας ἐκπεπτωκυῖα, τὸ οἴεσθαι τὸν μέγαν καὶ ὕψιστον καὶ ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα θεόν, τὸν μόνῃ τῇ τοῦ βουλήματος δυνάμει τὸ πᾶν διακρατοῦντα καὶ εἰς γένεσιν ἄγοντα καὶ ἐν τῷ εἶναι διατηροῦντα, τοῦτον ὥς τινα γραμματιστὴν τὰς τοιάσδε τῶν ὀνομάτων θέσεις διαλεπτουργοῦντα καθῆσθαι.

ἀλλ᾽ ὥσπερ τοῖς κωφοῖς διασχηματιζόμενοι καὶ χειρονομοῦντες τὸ πρακτέον ὑποσημαίνομεν, οὐχὶ τῷ μὴ ἔχειν ἰδίαν αὐτοὶ φωνὴν ὅταν τοῦτο ποιῶμεν, ἀλλὰ τῷ παντάπασιν ἄχρηστον εἶναι τοῖς οὐκ ἀκούουσι τὴν διὰ τῶν ῥημάτων ὑφήγησιν, οὕτω καὶ τῆς ἀνθρωπίνης φύσεως κωφευούσης τρόπον τινὰ καὶ οὐδενὸς τῶν ὑψηλῶν ἐπαϊούσης τὴν τοῦ θεοῦ χάριν φαμὲν πολυμερῶς καὶ πολυτρόπως ἐν τοῖς προφήταις λαλοῦσαν, κατὰ τὸ ἡμῖν εὐσύνοπτόν τε καὶ σύνηθες τὰς τῶν ἁγίων προφητῶν διασχηματίζουσαν γλώσσας, διὰ τούτων ἡμᾶς εἰς τὴν τῶν ὑψηλῶν χειραγωγεῖν κατανόησιν, οὐ κατὰ τὴν ἰδίαν μεγαλοφυΐαν ποιουμένην τὴν διδασκαλίαν (πῶς γὰρ ἂν ἐν τῷ μικρῷ χωρηθείη τὸ μέγα;), ἀλλὰ τῇ βραχύτητι τῆς ἡμετέρας συγκατιοῦσαν δυνάμεως. καὶ ὥσπερ τὴν κινητικὴν τῷ ζῴῳ δύναμιν δοὺς ὁ θεὸς οὐκέτι δημιουργεῖ καὶ τὰ καθ᾽ ἕκαστον διαβήματα (ἅπαξ γὰρ τὴν ἀρχὴν λαβοῦσα παρὰ τοῦ πεποιηκότος ἡ φύσις ἑαυτὴν κινεῖ τε καὶ διεξάγει πρὸς τὸ ἑκάστοτε δοκοῦν ἐνεργοῦσα τὴν κίνησιν, πλὴν παρὰ κυρίου λέγεται τῷ ἀνδρὶ τὰ διαβήματα κατευθύνεσθαι), οὕτως καὶ τὸ δύνασθαι λαλεῖν τε καὶ φθέγγεσθαι καὶ τὸ διὰ φωνῆς ἐξαγγέλλειν τὸ βούλημα παρὰ τοῦ θεοῦ λαβοῦσα ὁδῷ πορεύεται διὰ τῶν πραγμάτων ἡ φύσις, σημεῖά τινα τοῖς οὖσι διὰ τῆς ποιᾶς τῶν φθόγγων διαφορᾶς ἐπιβάλλουσα.

καὶ ταῦτά ἐστι τὰ παρ᾽ ἡμῶν λεγόμενα ῥήματά τε καὶ ὀνόματα, οἷς τὴν δύναμιν τῶν πραγμάτων διασημαίνομεν. κἂν λέγηται παρὰ τοῦ Μωϋσέως πρὸ τῆς τῶν καρπῶν γενέσεως ὁ καρπὸς καὶ πρὸ τῆς τῶν σπερμάτων τὰ σπέρματα, οὐκ ἐλέγχει τὸν ἡμέτερον λόγον, οὐδὲ μάχεται τοῖς περὶ τῆς ἐπινοίας εἰρημένοις ἡ τοῦ νομοθέτου διάνοια. ὃ γὰρ ἡμεῖς πέρας ὀνομάζομεν τῆς παρελθούσης γεωργίας καρπὸν λέγοντες, ἀρχὴν δὲ τῆς μελλούσης σπέρμα προσαγορεύοντες, τοῦτο τὸ πρᾶγμα τὸ τοῖς ὀνόμασιν ὑποκείμενον, εἴτε σῖτον εἴτε τι ἄλλο τῶν διὰ σπορᾶς πληθυνόντων, διδάσκει μὴ αὐτομάτως γενέσθαι, ἀλλ᾽ ἐν θελήματι τοῦ πεποιηκότος μετὰ τῆς δυνάμεως ταύτης ἀναφυῆναι· ὥστε τὸν αὐτόν τε γίνεσθαι καρπὸν ἑαυτόν τε πάλιν ἄγειν σπέρμα γινόμενον καὶ τῷ περιττεύοντι τρέφειν τὸν ἄνθρωπον. φύεται δὲ κατὰ θεῖον βούλημα πρᾶγμα, οὐκ ὄνομα· ὥστε τὸ μὲν καθ᾽ ὑπόστασιν ὂν πρᾶγμα τῆς τοῦ πεποιηκότος δυνάμεως ἔργον εἶναι, τὰς δὲ γνωριστικὰς τῶν ὄντων φωνάς, δι᾽ ὧν τὰ καθ᾽ ἕκαστον πρὸς ἀκριβῆ τε καὶ ἀσύγχυτον διδασκαλίαν ἐπισημειοῦται ὁ λόγος, ταῦτα τῆς λογικῆς δυνάμεως ἔργα τε καὶ εὑρήματα, αὐτὴν δὲ ταύτην τὴν λογικὴν δύναμίν τε καὶ φύσιν ἔργον θεοῦ. καὶ ἐπειδὴ τὸ λογικὸν ἐν πᾶσιν ἀνθρώποις, ἀναγκαίως κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς καὶ αἱ τῶν ὀνομάτων διαφοραὶ θεωροῦνται.

εἰ δή τις ἀνθρωπικῶς τὸ φῶς ἢ τὸν οὐρανὸν ἢ τὴν γῆν ἢ τὰ σπέρματα παρὰ τοῦ θεοῦ προσειρῆσθαι λέγοι, πάντως ὅτι κατὰ μίαν τινὰ γλώσσης ἰδιότητα γεγενῆσθαι κατασκευάσει τὸν λόγον. τίς οὖν αὕτη, δειξάτω. τὸν γὰρ ἐκεῖνο γινώσκοντα καὶ τοῦτο μὴ ἀγνοεῖν πάντως οὐκ ἔξω τοῦ εἰκότος ἐστί. καὶ γὰρ καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ τὴν τοῦ πνεύματος κάθοδον καὶ πάλιν ἐν ἀκοαῖς τῶν Ἰουδαίων καὶ ἐν τῇ μεταμορφώσει φωνὴ γίνεται ἄνωθεν διδάσκουσα τοὺς ἀνθρώπους καὶ σχῆμά τι, μὴ τὸ φαινόμενον οἴεσθαι μόνον, ἀλλὰ καὶ τὸν ἀγαπητὸν υἱὸν τοῦ θεοῦ πιστεύειν εἶναι ἀληθῆ. ἡ τοιαύτη φωνὴ πρὸς τὴν τῶν ἀκουόντων σύνεσιν ἐν τῷ ἀερίῳ σώματι παρὰ τοῦ θεοῦ διετυπώθη κατὰ τὴν ἐπικρατοῦσαν τότε τῶν φθεγγομένων συνήθειαν γενομένη, οὕτω τοῦ θεοῦ τοῦ πάντας θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πρὸς τὸν σκοπὸν τῆς σωτηρίας τῶν ἀκουόντων ἐν τῷ ἀέρι τὸν λόγον ἀρθρώσαντος, καθώς φησι καὶ πρὸς τοὺς Ἰουδαίους ὁ κύριος τοὺς οἰομένους βροντὴν γεγονέναι, διὰ τὸ ἐν ἀέρι συστῆναι τὸν ἦχον, ὅτι Οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. πρὸ δὲ τῆς τοῦ παντὸς συστάσεως οὐδενὸς ὄντος τοῦ ὑποδεχομένου τὸν λόγον ἢ σωματώδους στοιχείου τινὸς τοῦ τυπῶσαι τὴν ἔναρθρον δυναμένου φωνήν, ὁ λέγων ῥήμασι τὸν θεὸν κεχρῆσθαι πῶς ἀποδώσει τὸ εἰκὸς τῷ λόγῳ;

αὐτὸς ἀσώματος, ἡ κτίσις οὐκ ἦν, οὐδὲν περὶ αὐτὸν ὑλῶδες ὁ λόγος ἐννοεῖν δίδωσιν, οἱ ὠφεληθέντες ἂν διὰ τῆς ἀκοῆς οὔπω συνέστησαν. ἀνθρώπων δὲ μὴ ὄντων οὐδὲ διαλέκτου τρόπος κατά τινα ἔθνους ἰδιότητα τετύπωτο πάντως. ὁ τοίνυν πρὸς τὸ γράμμα ψιλὸν βλέπων τίσι λογισμοῖς τῇ τοιαύτῃ διανοίᾳ παρίσταται ὡς τοῦ θεοῦ ταῦτα φθεγγομένου τὰ ῥήματά τε καὶ τὰ ὀνόματα;

Καίτοι καὶ διὰ τούτων γνοίη τις ἂν τὸ μάταιον τῶν τὰ τοιαῦτα λεγόντων. ὥσπερ γὰρ αἱ τῶν στοιχείων φύσεις ἔργον οὖσαι τοῦ πεποιηκότος πᾶσιν ὡσαύτως φαίνονται καὶ οὐδεμία κατὰ τὴν αἴσθησιν τοῖς ἀνθρώποις ἐστὶ διαφορὰ ἐν τῇ τοῦ πυρὸς ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος μετουσίᾳ, ἀλλὰ μία ἐστὶ καὶ ἀκίνητος ἐπὶ πάντων ἡ φύσις, ὡσαύτως ἐνεργοῦσα καὶ οὐδὲν πρὸς τὰς διαφορὰς τῶν μετεχόντων ἀλλοιουμένη, οὕτως καὶ ἡ τῶν ὀνομάτων θέσις, εἴπερ ἦν ἐκ θεοῦ τοῖς πράγμασιν ἐφηρμοσμένη, πᾶσιν ἂν ἦν ἡ αὐτή. νυνὶ δὲ τῶν μὲν πραγμάτων ἡ φύσις ἅτε δὴ παρὰ τοῦ θεοῦ πεπηγυῖα μένει ἀκίνητος, αἱ δὲ σημαντικαὶ τούτων φωναὶ πρὸς τοσαύτας γλωσσῶν διαφορὰς διεσχίσθησαν, ὡς μηδὲ ἀριθμήσασθαι τὸ πλῆθος εὔκολον εἶναι. εἰ δέ τις τὴν ἐπὶ τῆς πυργοποιΐας σύγχυσιν ὡς ἐναντιουμένην τοῖς εἰρημένοις προφέρει, οὐδὲ ἐκεῖ ποιεῖν λέγεται γλώσσας ὁ θεὸς τῶν ἀνθρώπων, ἀλλὰ συγχεῖν τὴν οὖσαν, ὡς ἂν μὴ πάντες πάντων ἀκούοιεν.

ἕως γὰρ ἦν πᾶσι κατὰ ταὐτὸν ἡ ζωὴ καὶ οὔπω πρὸς πολλὰς ἐθνῶν διαφορὰς ἐμερίσθησαν, μιᾷ συνέζων φωνῇ πάντων ἀνθρώπων τὸ πλήρωμα· ἐπεὶ δὲ κατὰ θείαν βούλησιν ἔδει πᾶσαν ὑπὸ τῶν ἀνθρώπων κατοικισθῆναι τὴν γῆν, τότε διασπασθέντες κατὰ 〈τὴν〉 τῆς φωνῆς κοινωνίαν ἄλλος ἀλλαχῇ διεσπάρησαν καὶ πρὸς ἄλλον καὶ ἄλλον χαρακτῆρα ῥημάτων καὶ φωνῆς μεθηρμόσθησαν συνδετικήν τινα τῆς πρὸς ἀλλήλους ὁμονοίας τὴν ὁμοφωνίαν λαχόντες, πρὸς μὲν τὴν τῶν πραγμάτων οὐ διαφωνοῦντες γνῶσιν, πρὸς δὲ τὸν τῶν ὀνομάτων τύπον διαφερόμενοι. οὐ γὰρ ἄλλο τι παρ᾽ ἄλλοις ὁ λίθος ἢ τὸ ξύλον δοκεῖ, διάφορα δὲ παρ᾽ ἑκάστοις τὰ τῆς ὕλης ὀνόματα, ὥστε μένει παγίως ἡμῖν ὁ λόγος ὁ τὰς ἀνθρωπίνας φωνὰς τῆς ἡμετέρας διανοίας εὑρήματα εἶναι διοριζόμενος. οὔτε γὰρ ἐξ ἀρχῆς, ἕως ὁμόφωνον ἅπαν ἦν ἑαυτῷ τὸ ἀνθρώπινον, θεοῦ ῥημάτων τινὰ διδασκαλίαν γεγενῆσθαι τοῖς ἀνθρώποις παρὰ τῆς γραφῆς μεμαθήκαμεν οὔτε εἰς ποικίλας γλωσσῶν διαφορὰς διατμηθέντων ὅπως ἂν ἕκαστος φθέγγοιτο θεῖος ἐπεστάτησε νόμος· ἀλλὰ θελήσας ὁ θεὸς τοὺς ἀνθρώπους ἐν ἄλλαις γενέσθαι γλώσσαις ἀφῆκεν ὁδῷ τὴν φύσιν πορεύεσθαι κατὰ τὸ ἀρέσκον διαρθροῦσαν παρ᾽ ἑκάστοις τὸν ἦχον πρὸς τὴν τῶν ὀνομάτων σαφήνειαν.

Ὁ τοίνυν Μωϋσῆς πολλαῖς ὕστερον γενεαῖς τῆς πυργοποιΐας γενόμενος μιᾷ τῶν μετὰ ταῦτα κέχρηται γλώσσῃ ἱστορικῶς τὴν κοσμογένειαν ἡμῖν διηγούμενος καί τινας τῷ θεῷ προσάπτει φωνάς, τῇ ἑαυτοῦ γλώσσῃ καθ᾽ ἣν πεπαίδευτό τε καὶ συνείθιστο ταῦτα διεξιὼν καὶ οὐκ ἐξαλλάσσων τὰς τοῦ θεοῦ φωνὰς ἀλλοιοτρόπῳ τινὶ καὶ ξενίζοντι φωνῆς χαρακτῆρι, ὥστε διὰ τοῦ ξένου τῆς συνηθείας καὶ παρηλλαγμένου τῶν ὀνομάτων αὐτοῦ τοῦ θεοῦ εἶναι τὰς φωνὰς κατασκευάζειν, ἀλλὰ τῇ συνήθει χρώμενος γλώσσῃ ὁμοίως τά τε ἑαυτοῦ καὶ τὰ τοῦ θεοῦ διεξέρχεται. φασὶ δέ τινες τῶν ἐπιμελέστερον ταῖς θείαις γραφαῖς ἐπηκολουθηκότων μηδὲ ἀρχαΐζειν τὴν Ἑβραίων φωνὴν καθ᾽ ὁμοιότητα τῶν λοιπῶν, ἀλλὰ μετὰ τῶν ἄλλων θαυμάτων καὶ τοῦτο τοῖς Ἰσραηλίταις θαυματοποιηθῆναι, τὸ τὴν γλῶσσαν ταύτην ἀθρόως μετὰ τὴν Αἴγυπτον ἐνσχεδιασθῆναι τῷ ἔθνει. καί τις ἐστὶ τοῦ προφήτου λόγος τὸ τοιοῦτον πιστούμενος· ἐν γὰρ τῷ ἐξελθεῖν αὐτόν, φησίν, ἐξ Αἰγύπτου τότε γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν.

εἰ οὖν Ἑβραῖος μὲν Μωϋσῆς, τελευταία δὲ τῶν ἄλλων ἡ τῶν Ἑβραίων φωνή, ὁ μετὰ τὴν τοῦ κόσμου σύστασιν τοσαύταις ἐτῶν χιλιάσιν ὕστερον γεγονὼς καὶ τῇ καθ᾽ ἑαυτὸν φωνῇ τὰς τοῦ θεοῦ διηγούμενος ῥήσεις ἆρ᾽ οὐχὶ σαφῶς διδάσκει τὸ μὴ τοιαύτην φωνὴν τὴν κατὰ ἄνθρωπον σχηματιζομένην ἀναγράφειν ἐπὶ τοῦ θεοῦ, ἀλλὰ ταῦτα μὲν λέγειν διὰ τὸ μηδὲ δυνατὸν εἶναι τὸ νοηθὲν ἑτέρως εἰπεῖν ἢ ἀνθρωπίναις φωναῖς, σημαίνειν δὲ διὰ τῶν λεγομένων θεοπρεπῆ τινα καὶ μεγαλοφυεστέραν διάνοιαν; τὸ γὰρ οἴεσθαι τῇ Ἑβραΐδι γλώσσῃ τὸν θεὸν κεχρῆσθαι μηδενὸς ὄντος τοῦ τοιαύτης φωνῆς ἐπαΐοντος οὐκ οἶδα πῶς ὁ λελογισμένος συνθήσεται. ἐν ταῖς Πράξεσι μεμαθήκαμεν διὰ τοῦτο τὴν θείαν δύναμιν εἰς πολλὰς διεσχίσθαι φωνάς, ὡς ἂν μηδεὶς τῶν ἑτερογλωσσῶν ἀποστεροῖτο τῆς ὠφελείας· ὁ δὲ θεὸς πρὸ τῆς κτίσεως ἀνθρωπικῶς διελέγετο τίνα ὠφελεῖν μέλλων ἐκ τῆς τοιαύτης φωνῆς;

τὸ μὲν γὰρ συνδιατίθεσθαι τῇ τῶν ἀκουόντων δυνάμει τὸν λόγον πρὸς τὸν τῆς ὠφελείας σκοπόν, οὐδὲν ἄν τις ἀνάξιον τῆς θείας εἶναι φιλανθρωπίας ὑποτυπήσειεν, ἐπεὶ καὶ Παῦλος ὁ μιμητὴς τοῦ κυρίου πρὸς τὰς τῶν ἀκουόντων ἕξεις οἶδεν ἁρμοδίως τὸν λόγον μεταχειρίζεσθαι, γάλα τοῖς νηπίοις γινόμενος καὶ στερεὰ τοῖς τελείοις τροφή· τὸ δὲ μηδενὸς κατορθουμένου σκοποῦ διὰ τῆς τοιαύτης τοῦ λόγου χρήσεως ἔπειτα κατασκευάζειν τοιάδε τινὰ ῥήματα τὸν θεὸν ἐφ᾽ ἑαυτοῦ ῥαψῳδεῖν, οὐκ ὄντος τοῦ δεομένου τῆς διὰ τῶν τοιούτων φωνῶν σημασίας, οὐκ οἶδα πῶς ἐστι μὴ καταγέλαστον ἅμα καὶ βλάσφημον τὸ τοιοῦτον οἴεσθαι. οὔτε οὖν Ἑβραία τοῦ θεοῦ ἡ φωνὴ οὔτε καθ᾽ ἕτερόν τινα τύπον τῶν ἐν τοῖς ἔθνεσι νενομισμένων προφερομένη· ἀλλ᾽ ὅσοι τοῦ θεοῦ λόγοι παρὰ τοῦ Μωϋσέως ἢ τῶν προφητῶν ἐγράφησαν, ἐνδείξεις εἰσὶ τοῦ θείου θελήματος ἄλλως καὶ ἄλλως κατὰ τὴν ἀξίαν τῶν μετεχόντων τῆς χάριτος τῷ καθαρῷ τε καὶ ἡγεμονικῷ τῶν ἁγίων ἐλλάμπουσαι. οὐκοῦν ἐφθέγγετο μὲν ὁ Μωϋσῆς ὡς ἐπεφύκει τε καὶ πεπαίδευτο, προσετίθει δὲ τῷ θεῷ τὰς φωνὰς ταύτας καθὼς εἴρηται πολλάκις διὰ τὸ νηπιῶδες τῶν ἄρτι τῇ θεογνωσίᾳ προσαγομένων πρὸς ἐναργῆ τε παράστασιν τοῦ θείου θελήματος καὶ ὡς ἂν εὐπειθεστέρους ἀπεργάσαιτο τοὺς ἀκούοντας τῇ ἀξιοπιστίᾳ τοῦ εἰρηκότος δυσωπουμένους.

Ἀλλ᾽ οὔ φησιν ὁ Εὐνόμιος ὁ τοιαύτας καθ᾽ ἡμῶν τὰς λοιδορίας προφέρων, ὁ τῆς 〈ἐνθέσμου συνηθείας κληρονόμος τε καὶ συνήγορος〉—ὑπαλλάξας γὰρ τὴν ὕβριν εἰς εὐφημίαν τοῖς ἰδίοις αὐτὸν δεξιώσομαι. ἀλλ᾽ 〈αὐτὸν αὐτῷ μαρτυρεῖν τὸν Μωϋσέα〉 διϊσχυρίζεται 〈παρὰ τοῦ δημιουργήσαντος τὴν φύσιν δεδωρῆσθαι τοῖς ἀνθρώποις τῶν τε ὀνομαζομένων καὶ τῶν ὀνομάτων τὴν χρῆσιν, καὶ τήν γε τῶν δεδομένων κλῆσιν ἀνωτέραν εἶναι τῆς τῶν χρωμένων γενέσεως〉, οὑτωσὶ πάντα κατὰ λέξιν εἰπών. εἰ μὲν οὖν ἴδιον κέκτηταί τινα Μωϋσέα, παρ᾽ οὗ τὰ σοφὰ ταῦτα διδάσκεται, κἀκεῖθεν ὁρμώμενος τοῖς τοιούτοις ἐπιθαρσεῖ τῶν λόγων, ὅτι 〈θεὸς διαθεσμοθετεῖ〉, καθὼς οὗτός φησι, 〈τῶν ἀνθρώπων τὰς ῥήσεις〉, οὑτωσί τε κελεύων καὶ ἑτέρως ἀπαγορεύων τὰς ἐπὶ τῶν πραγμάτων κεῖσθαι φωνάς, κεχρήσθω πρὸς τὸ δοκοῦν τοῖς λήροις, σύμμαχον ἔχων τὸν κρυπτὸν Μωϋσέα. εἰ δὲ μόνος ἐστὶ Μωϋσῆς οὗ ἡ γραφὴ κοινὸν μάθημα τοῖς τὸν θεῖον λόγον πεπαιδευμένοις ἐστί, δεξόμεθα τὴν κατάγνωσιν, εἰ ὑπὸ τῶν τοῦ Μωϋσέως ἐλεγχόμεθα λόγων. ποῦ τοίνυν τὸν περὶ ῥημάτων τε καὶ ὀνομάτων εὕρατο νόμον, ἐπ᾽ αὐτῶν ἐκθέσθω τῶν γεγραμμένων. κοσμογένεια καὶ τῶν καθεξῆς ἀνθρώπων γενεαλογία καὶ πραγμάτων τινῶν ἱστορία καὶ ἡ ποικίλη νομοθεσία περί τε τῶν κατὰ τὴν λατρείαν καὶ τῶν κατὰ τὸν βίον παρατηρημάτων, ταῦτα τῆς Μωϋσέως γραφῆς τὰ κεφάλαια.

εἰ δέ φησιν οὗτος εἶναί τινα ῥημάτων νομοθεσίαν, δειξάτω τὸν νόμον, κἀγὼ σιωπήσομαι· ἀλλ᾽ οὐκ ἂν εἰπεῖν ἔχοι. οὐ γὰρ ἂν τῶν ἐναργεστέρων ἀφέμενος ἀποδείξεων ἐκεῖνα διεξῄει δι᾽ ὧν καταγέλαστος μᾶλλον ἢ πιθανὸς δοκεῖ τοῖς ἀκούουσι. τὸ γὰρ οἴεσθαι τοῦτο εἶναι 〈τὸ〉 τῆς εὐσεβείας κεφάλαιον, τὸ ῥημάτων εὕρεσιν προσμαρτυρεῖν τῷ θεῷ, ᾧ μικρὸς εἰς εὐφημίαν ὅλος ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ θαύματα, πῶς οὐ τῆς ἐσχάτης εὐηθείας ἐστὶ τῶν μεγάλων ἀφέμενον ἐκ τῶν ἀνθρωπίνων σεμνύνειν τὸ θεῖον; πρόσταγμα τῆς κτίσεως καθηγήσατο ῥηθὲν μὲν παρὰ τοῦ Μωϋσέως ἀνθρωπικῶς, θεοπρεπῶς δὲ γενόμενον. τὸ τοίνυν ποιητικὸν τῶν θείᾳ δυνάμει συνεστηκότων θέλημα τοῦτο ῥημάτων διδασκαλίαν ὁ ἀκριβὴς ἐπιΐστωρ τῶν γραφῶν ἀποφαίνεται, καὶ ὥσπερ εἰπόντος τοῦ θεοῦ γενηθήτω ῥῆμα ἢ συστήτω λόγος ἢ τόδε τοιάνδε λαχέτω τὴν κλῆσιν οὗτος εἰς συνηγορίαν προβάλλεται τῶν ἰδίων ῥημάτων τὴν ὑποστατικὴν τῆς κτίσεως ἐν τῷ θείῳ θελήματι κίνησιν, ὑπὸ πολλῆς προσοχῆς τῶν γραφῶν καὶ ἐμπειρίας οὐδὲ τοῦτο εἰδώς, ὅτι καὶ ὁρμὴ διανοίας φωνὴ πολλάκις παρὰ τῆς γραφῆς ὀνομάζεται. καὶ τούτου μάρτυς Μωϋσῆς αὐτός, ὃν πολλαχῆ παρασύρων κατὰ τοῦτο τὸ μέρος ἠγνόησε.

τίς γὰρ οὐκ οἶδε τῶν καὶ ὁπωσοῦν καθωμιληκότων τῇ βίβλῳ, ὅτι κατεπλάγησαν μὲν ἀθρόως ἐν τῇ ἐρήμῳ τῶν Αἰγυπτίων τὴν ἔφοδον ὁ Ἰσραηλίτης λαός, ἄρτι τὴν Αἴγυπτον ἀποδράσαντες, πανταχόθεν δὲ προφαινομένων αὐτοῖς τῶν δεινῶν, ἐκεῖθεν τῆς θαλάσσης ἀποτειχιζούσης τὴν πάροδον, κατόπιν τῶν πολεμίων τὴν φυγὴν κωλυόντων, συστάντες πρὸς τὸν προφήτην τῆς ἀμηχανίας ταύτης ἐκεῖνον ἐπῃτιῶντο· τοῦ δὲ παραμυθουμένου τοὺς κατεπτηχότας τῷ φόβῳ καὶ εἰς προθυμίαν παραθαρσύνοντος γίνεται θεόθεν φωνὴ ὀνομαστὶ τὸν προφήτην προσκαλουμένη· Τί βοᾷς πρός με; καίτοι γε πρὸ τῶν εἰρημένων οὐδεμιᾶς ὁ λόγος ἐπιμέμνηται Μωϋσέως φωνῆς, ἀλλ᾽ ἡ πρὸς τὸν θεὸν τοῦ προφήτου διάνοια φωνή τις ὠνομάσθη κατὰ τὸ σιωπώμενον ἐν τῷ κρυπτῷ τῆς καρδίας νοήματι βοωμένη. εἰ δὴ Μωϋσῆς βοᾷ μὴ φθεγγόμενος ὑπὸ μάρτυρι τῷ τῶν ἀλαλήτων στεναγμῶν ἐπαΐοντι, τί καινὸν εἰ καὶ τὸ θεῖον βούλημα γνοὺς ὁ προφήτης, ὡς δυνατὸν ἦν αὐτῷ τε εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι, διὰ τῶν γνωρίμων ἡμῖν καὶ συνήθων ἐφανέρωσε λόγων, διάλογον θεοῦ σωματικώτερον διαγράφων οὐ ῥήμασι γινόμενον, ἀλλὰ διὰ τῶν ἔργων αὐτῶν ἐκφωνούμενον;

Ἐν ἀρχῇ ἐποίησε, φησίν, ὁ θεὸς οὐ τὸ ὄνομα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εἶπε Γενηθήτω φῶς, οὐχὶ προσηγορία φωτός· Καὶ διακρίνας τὸ φῶς ἀπὸ τοῦ σκότους ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα.

Τούτοις εἰκός ἐστι τοὺς ἐναντιουμένους ἡμῖν ἐπιστηρίζεσθαι. συστήσομαι γὰρ ὑπὲρ αὐτῶν τῷ λόγῳ καὶ τὰ παρεθέντα παρ᾽ ἐκείνων ἀνθυποίσω τῇ ἀκολουθίᾳ τῆς ἐξετάσεως, ὡς ἂν ἰσχυρότερον ἡμῖν βεβαιωθείη τὸ δόγμα, μηδεμιᾶς ἀντιθέσεως ἀνεξετάστου παραλειφθείσης. Ἐκάλεσε, φησίν, ὁ θεὸς τὸ στερέωμα οὐρανὸν καὶ τὴν ξηρὰν ἐκάλεσε γῆν καὶ τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα. πῶς οὖν, ἐροῦσι, τῆς γραφῆς ὁμολογούσης παρὰ τοῦ θεοῦ τεθεῖσθαι τούτοις τὰς κλήσεις ὑμεῖς ἀνθρωπίνης ἐπινοίας εἶναί φατε τὰ ὀνόματα; τί οὖν πρὸς ταῦτα ἡμεῖς; πάλιν ἐπὶ τὸν ἰδιώτην καταφεύγομεν λόγον καί φαμεν ὅτι ὁ πᾶσαν τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος ἀγαγὼν εἰς οὐσίαν πραγμάτων ἐστὶ δημιουργὸς ἐν ὑποστάσει θεωρουμένων, οὐκ ὀνομάτων ἀνυποστάτων ἐν φωνῆς ἤχῳ καὶ ψόφῳ γλώττης συνισταμένων· τὰ δὲ πράγματα κατὰ τὴν ἐγκειμένην ἑκάστῳ φύσιν καὶ δύναμιν διά τινος σημαντικῆς φωνῆς ὀνομάζεται, κατὰ τὴν ἐπιχωριάζουσαν ἐν ἑκάστῳ [τῷ] ἔθνει συνήθειαν τῆς προσηγορίας τοῖς ὑποκειμένοις ἁρμοζομένης.

ἀλλ᾽ ἐπειδὴ τὰ πολλὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων οὐχ ἁπλῆν ἔχει τὴν φύσιν, ὡς ἑνὶ ῥήματι δυνατῶς ἔχειν ἐμπεριληφθῆναι τὸ ὑποκείμενον, οἷον ἐπὶ τοῦ πυρὸς ἄλλο μέν ἐστι τῇ φύσει τὸ ὑποκείμενον πρᾶγμα, ἕτερον δὲ τὸ σημαντικὸν τοῦ πράγματος ὄνομα (τὸ μὲν γάρ ἐστιν ἐκλαμπτικὸν καὶ καυστικὸν ξηρόν τε καὶ θερμαντικὸν καὶ ἀναλωτικὸν τῆς ὕλης ἧς ἂν περιδράξηται, τὸ δὲ ὄνομα φωνή τις βραχεῖα διὰ μιᾶς συλλαβῆς ἐκφωνουμένη), τούτου ἕνεκεν ὁ διαιρῶν λόγος τὰς ἐν τῷ πυρὶ θεωρουμένας δυνάμεις τε καὶ ποιότητας ἑκάστην ἰδίως κατονομάζει, καθὼς φθάσαντες εἴπομεν· καὶ οὐκ ἄν τις εἴποι ὄνομα μόνον ἐπιβεβλῆσθαι τῷ πυρί, ὅταν τις ἢ φανὸν ἢ ἀναλωτικὸν ἢ ἄλλο τι τῶν περὶ αὐτὸ θεωρουμένων κατονομάσῃ· τῶν γὰρ ἐν αὐτῷ φυσικῶς ἐγκειμένων δυνάμεων σημαντικαί εἰσιν αἱ τοιαῦται φωναί. κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος μιᾶς φύσεως ἐν ἑκατέρῳ τῶν ὀνομάτων σημαινομένης ἴδιόν τι τῶν ἐν τῇ κτίσει ταύτῃ γινωσκομένων ἡ διαφορὰ τῶν ὀνομάτων παρίστησιν, ὥστε πρὸς τοῦτο βλέποντας ἡμᾶς ἄλλο τι μαθεῖν διὰ τῆς τοῦ οὐρανοῦ προσηγορίας, ἕτερον δὲ διὰ τοῦ στερεώματος.

ὅταν μὲν γὰρ τὸ πέρας τῆς αἰσθητῆς κτίσεως ὑπογράφῃ ὁ λόγος, μεθ᾽ ἣν ἡ νοητή τε καὶ ὑπερκόσμιος διαδέχεται λῆξις, συγκρίσει τῇ πρὸς τὸ ἀναφὲς καὶ ἀσώματον καὶ ἀνείδεον στερέωμα λέγεται ἡ ἀρχή τε καὶ τὸ πέρας πάσης τῆς ὑλικῆς ὑποστάσεως· ὅταν δὲ τὴν τῶν ὑποκειμένων περιοχὴν ἐξετάζωμεν, ᾧ πᾶσα ἡ ὑλικὴ περικρατεῖται φύσις, οὐρανὸν τοῦτον προσαγορεύομεν τὸν τῶν ὁρατῶν πάντων ὅρον γινόμενον. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς καὶ τῆς ξηρᾶς, ἐπειδὴ πρὸς δύο ταῦτα 〈τὰ〉 στοιχεῖα ἡ κατωφερής τε καὶ βαρεῖα φύσις διεμερίσθη, πρός τε τὴν γῆν φημι καὶ τὰ ὕδατα, ἡ μὲν τῆς ξηρᾶς προσηγορία διασταλτική πως τῆς ἀντιστοιχούσης ποιότητος· τῇ γὰρ πρὸς τὸ ὑγρὸν ἀντιπαραθέσει ξηρὰ κατωνόμασται, ὅτε ἀποδυσαμένη θείῳ προστάγματι τὸ περικεχυμένον ὕδωρ ἐπὶ τῆς ἰδίας ἐφάνη ποιότητος· τὸ δὲ τῆς γῆς ὄνομα οὐκέτι μιᾶς τινος τῶν περὶ αὐτὴν ποιοτήτων τὴν σημασίαν ἐνδείκνυται, ἀλλὰ πᾶν ἐμπεριλαμβάνει διὰ τῆς ἐγκειμένης ἐμφάσεως τὸ ἐν τῷ στοιχείῳ νοούμενον, οἷον τὸ ναστόν, τὸ πυκνόν, τὸ ἐμβριθές, τὸ ἀντίτυπον, τὸ πρὸς πᾶσαν καρπῶν τε καὶ ζῴων ἀνατροφὴν ἐπιτήδειον.

οὔκουν οὐ μετωνομάσθη παρὰ τοῦ λόγου ἡ ξηρὰ πρὸς τὸ τελευταῖον αὐτῇ ἐπιβληθὲν ὄνομα (οὐ γὰρ ἀπέθετο διὰ τοῦ δευτέρου ὀνόματος τὸ ξηρὰ καὶ εἶναι καὶ λέγεσθαι), ἀλλὰ μενούσης τῆς κλήσεως καὶ ταύτης κἀκείνης ἑκατέρῳ τῶν ὀνομάτων ἰδία τις ὕπεστι σημασία, ἡ μὲν ἀντιδιαιρετικὴ τῆς ἑτερογενοῦς φύσεως τε καὶ ἰδιότητος, ἡ δὲ περιεκτικὴ πάσης τῆς ἐν αὐτῇ θεωρουμένης δυνάμεως.

Οὕτως καὶ ἐπὶ τοῦ φωτὸς καὶ τῆς ἡμέρας καὶ πάλιν ἐπὶ τῆς νυκτὸς καὶ ἐπὶ τοῦ σκότους εὑρίσκομεν οὐ συλλαβῶν ἦχον παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐπὶ τούτων δημιουργούμενον, ἀλλὰ πραγμάτων ὑπόστασιν διὰ τῶν προσηγοριῶν τούτων ἐπιγινώσκομεν. λύεται κατὰ τὸ θέλημα τοῦ θεοῦ τῇ εἰσόδῳ τοῦ φωτὸς τὸ ἐπικρατοῦν σκότος παρὰ τὴν πρώτην κτίσιν· τῆς δὲ γῆς ἐν τῷ μέσῳ περισχεθείσης καὶ τῇ πανταχόθεν τῶν ἑτεροφυῶν στοιχείων περιβολῇ ἑαυτὴν ἀνεχούσης, καθώς φησιν ὁ Ἰὼβ ὅτι Κρεμάζων γῆν ἐπὶ μηδενός, ἐπάναγκες ἦν καθ᾽ ἓν μέρος τοῦ φωτὸς διοδεύοντος ἀντιφραττούσης κατὰ τὸ ἀντικείμενον ἐν τῷ ἰδίῳ ὄγκῳ τῆς γῆς ὑπολειφθῆναί τινα διὰ τοῦ ἀποσκιάσματος μοῖραν τοῦ σκότους, τῆς δὲ ἀεικινήτου περιφορᾶς τοῦ πόλου συμπεριαγούσης ἑαυτῇ κατ᾽ ἀνάγκην καὶ τὸν ἐκ τοῦ ἀποσκιάσματος ἐπισυμβαίνοντα ζόφον τὴν ἐγκύκλιον ταύτην περίοδον τάξαι τὸν θεὸν εἰς τὸ γενέσθαι μέτρον τῆς χρονικῆς παρατάσεως· τὸ δὲ μέτρον τοῦτο ἡμέρα ἐστὶ καὶ νύξ. διὰ τοῦτο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἱστορικώτερον τὰ τοιαῦτα τῶν δογμάτων ὁ Μωϋσῆς ἡμῖν σαφηνίζων τὸν ἐξ ἀντιφράξεως τῆς γῆς ἐπεισιόντα ζόφον χωρισμὸν φωτὸς καὶ σκότους ὠνόμασε καὶ τὴν ἀεὶ γινομένην περὶ τὸν περίγειον χῶρον τοῦ φωτὸς πρὸς τὸ σκότος ἔμμετρον διαδοχὴν ἡμέραν καὶ νύκτα προσεῖπεν.

ὥστε οὐχὶ ἐπίκλητον τὸ φῶς ἡμέρα προσηγορεύθη, ἀλλ᾽ ὥσπερ ἐγένετο φῶς καὶ οὐχὶ ψιλὴ προσηγορία φωτός, οὕτως καὶ τοῦ χρόνου τὸ μέτρον ἐγένετο, ἐπηκολούθησε δὲ τῷ μέτρῳ τὸ ὄνομα, οὐκ ἐν ῥημάτων ψόφῳ παρὰ τοῦ πεποιηκότος γενόμενον, ἀλλ᾽ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ἐπισπασαμένης τὴν διὰ τῆς φωνῆς σημασίαν. καὶ ὥσπερ εἰ τοῦτο σαφῶς εἴρητο παρὰ τοῦ νομοθέτου, ὅτι πᾶν τὸ φαινόμενον καὶ ὀνομαζόμενον οὐκ αὐτοφυές ἐστιν οὐδὲ ἀποίητον, ἀλλ᾽ ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχει, ἀφ᾽ ἑαυτῶν ἂν συνεθήκαμεν τὸ πάντα τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ μέρη καὶ τὴν ἐνθεωρουμένην τάξιν καὶ τὴν γνωριστικὴν τῶν ὄντων δύναμιν τὸν θεὸν πεποιηκέναι, οὕτως καὶ δι᾽ ὧν εἶπε πρὸς ταύτην ἐνάγει ἡμᾶς τὴν διάνοιαν, εἰς τὸ πιστεύειν τὸ μηδὲν τῶν ὄντων ἄναρχον εἶναι. καὶ πρὸς τοῦτο βλέπων ὁδῷ καὶ τάξει τὰ καθεξῆς διεξέρχεται, τὴν τῶν γεγονότων ἀκολουθίαν ἀπαριθμούμενος. ταῦτα δὲ οὐκ ἦν ἄλλως παραστήσασθαι τῷ λόγῳ, μὴ διὰ τῶν γνωριστικῶν ὀνομάτων τὴν σημασίαν ποιούμενον. ἐπεὶ οὖν γέγραπται ὅτι Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, νοητέον ὅτι ἐποίησεν ὁ θεὸς ἐκ τοῦ φωτὸς ἡμέραν ἕτερόν τι οὖσαν κατὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν τὸν αὐτὸν ἀποδοίης φωτὸς καὶ ἡμέρας λόγον, ἀλλὰ φῶς μὲν τὸ ἐκ τοῦ ἐναντίου πρὸς τὸ σκότος νοούμενον, ἡμέρα δὲ τὸ τοσόνδε τοῦ ἐν τῷ φωτὶ διαστήματος μέτρον.

ὡσαύτως καὶ νύκτα καὶ σκότος κατὰ τὴν αὐτὴν τοῦ λόγου διαίρεσιν κατανοήσεις, σκότος μὲν τὸ ἐξ ἐναντίου πρὸς τὸ φῶς νοούμενον ὁριζόμενος, νύκτα δὲ τὴν τοσήνδε τοῦ σκότους περιγραφὴν ὀνομάζων. οὐκοῦν ἔρρωται διὰ πάντων ὁ λόγος ἡμῖν, εἰ καὶ μὴ τεχνικῶς κατὰ τὰ σχήματα τῆς διαλεκτικῆς συνηρώτηται, δεικνὺς ὅτι θεὸς πραγμάτων ἐστὶ δημιουργός, οὐ ῥημάτων ψιλῶν. οὐδὲ γὰρ ἐκείνου χάριν, ἀλλ᾽ ἡμῶν ἕνεκεν ἐπίκειται τοῖς πράγμασι τὰ ὀνόματα.

Διὰ γὰρ τὸ μὴ πάντοτε δυνατὸν ἡμῖν εἶναι πάντα ἐν ὀφθαλμοῖς ἔχειν τὰ ὄντα τὸ μέν τι τῶν ἀεὶ παρόντων γινώσκομεν, τὸ δὲ τῇ μνήμῃ ἐναπογράφομεν. ἄλλως δὲ οὐκ ἔστιν ἀσύγχυτον φυλαχθῆναι ἡμῖν τὴν μνήμην, μὴ τῆς τῶν ὀνομάτων σημασίας διαστελλούσης ἀπ᾽ ἀλλήλων τὰ ἐναποκείμενα τῇ διανοίᾳ πράγματα. θεῷ δὲ πάντα πάρεστι καὶ οὐδὲν δεῖ μνήμης αὐτῷ, πάντων τῇ διορατικῇ δυνάμει περικρατουμένων τε καὶ θεωρουμένων. τίς οὖν ἐπ᾽ αὐτοῦ χρεία ῥήματος ἢ ὀνόματος, αὐτῆς τῆς ἐν αὐτῷ σοφίας τε καὶ δυνάμεως ἀσύγχυτόν τε καὶ διακεκριμένην τὴν τῶν ὄντων φύσιν περιεχούσης; οὐκοῦν παρὰ θεοῦ μὲν τὰ ὄντα καὶ ὑφεστῶτα πάντα, τῆς δὲ ἡμετέρας ἕνεκεν ὁδηγίας ἔπεστι τοῖς οὖσι τὰ σημειωτικὰ τῶν πραγμάτων ὀνόματα. ταῦτα δὲ κατὰ τὸ ἀρέσκον ταῖς τῶν ἀνθρώπων συνηθείαις γίνεσθαί τις εἰπὼν οὐδὲν εἰς τὸν τῆς προνοίας πλημμελήσει λόγον. οὐ γὰρ τὴν φύσιν τῶν ὄντων γίνεσθαι παρ᾽ ἡμῶν, ἀλλὰ τὰ ὀνόματα λέγομεν. ἄλλως ὀνομάζει τὸν οὐρανὸν ὁ Ἑβραῖος καὶ ἑτέρως ὁ Χαναναῖος, νοεῖ δὲ ὡσαύτως ἑκάτερος, οὐδὲν τῇ διαφορᾷ τῶν φθόγγων περὶ τὴν κατανόησιν τοῦ ὑποκειμένου διαμφιβάλλοντες.

ἡ δὲ λίαν εὐλαβὴς τῶν σοφῶν τούτων ἐθελοθρησκεία, δι᾽ ὧν, εἰ δοθείη παρὰ ἀνθρώπων εἶναι τοῖς πράγμασι τὰς φωνάς, τὸ 〈ἀρχηγικωτέρους〉 εἶναι τοῦ θεοῦ τοὺς ἀνθρώπους κατασκευάζει, ἐλέγχεται ματαία τις οὖσα καὶ ἀνυπόστατος καὶ δι᾽ αὐτοῦ τοῦ κατὰ τὸν Μωϋσέα μνημονευθέντος ἡμῖν ὑποδείγματος. αὐτῷ γὰρ τῷ Μωϋσῇ τίς ἔθετο τὴν προσηγορίαν; οὐχ ἡ θυγάτηρ τοῦ Φαραὼ ἐκ τοῦ συμβάντος ἐπονομάσασα; Μωϋσῆς γὰρ τὸ ὕδωρ λέγεται τῇ τῶν Αἰγυπτίων φωνῇ. ἐπεὶ οὖν κατὰ τὸ πρόσταγμα τοῦ τυράννου κιβωτῷ τὸ βρέφος ἐνθέντες οἱ γεννησάμενοι τοῖς ῥείθροις ἔδωκαν (οὕτω γάρ τινες τῶν ἱστορικῶν τὰ κατ᾽ αὐτὸν διηγήσαντο), ἡ δὲ κατὰ θεῖον βούλημα ὑπὸ τῆς δίνης τῶν ὑδάτων ἐκκυμανθεῖσα προσηνέχθη τῇ ὄχθῃ καὶ εὕρημα τῆς βασιλίδος κατ᾽ ἐκεῖνο τῷ λουτρῷ τὸ σῶμα φαιδρυνομένης ἐγένετο, ὡς ἐξ ὕδατος αὐτῇ τοῦ παιδὸς κτηθέντος μνημόσυνον τῆς συντυχίας λέγεται τῷ παιδὶ θέσθαι τὸ ὄνομα, ᾧ καὶ αὐτὸς ὁ θεὸς ἐπὶ τοῦ θεράποντος κεχρῆσθαι οὐ παρῃτήσατο, οὐδὲ ἀνάξιον ἔκρινε τὴν τῆς βαρβάρου κλῆσιν ἐπὶ τοῦ προφήτου κυρίαν ἐᾶσαι. οὕτω πρὸ τούτου ὁ Ἰακὼβ τῆς τοῦ συγγόνου πτέρνης ἐπειλημμένος πτερνιστὴς ἐκ τοῦ σχήματος ᾧ συναπεκυήθη προσηγορεύθη· εἰς τοῦτο γὰρ φέρειν τοῦ Ἰακὼβ τὴν ἑρμηνείαν εἰς Ἑλλάδα φωνὴν μεταληφθεῖσαν οἱ τὰ τοιαῦτα νενοηκότες διδάσκουσι.

καὶ τὸν Φαρὲς ἡ μαῖα πάλιν ἐκ τοῦ περὶ τὸν τόκον συμβάντος ὠνόμασε, καὶ οὐδεὶς κατὰ Εὐνόμιον ὡς 〈ἀρχηγικωτέραν〉 αὐτὴν τῆς τοῦ θεοῦ ἐξουσίας ἐζηλοτύπησεν. ἀλλὰ καὶ τοῖς πατριάρχαις αἱ μητέρες τὰ ὀνόματα τίθενται, Ῥουβὶμ καὶ Συμεὼν καὶ Λευῒ καὶ τοῖς καθεξῆς πᾶσιν ὁμοίως, καὶ οὐδεὶς κατὰ τὸν νῦν λογογράφον ἐν τοῖς τότε χρόνοις τῆς θείας προνοίας 〈κηδεμὼν〉 ἀνεφάνη, ὥστε κωλῦσαι διὰ τῆς τῶν ὀνομάτων θέσεως 〈ἀρχηγικώτερα〉 τοῦ θεοῦ γενέσθαι τὰ γύναια. τί δ᾽ ἄν τις τὰ καθ᾽ ἕκαστον ἐκ τῆς ἱστορίας λέγοι, ὕδωρ ἀντιλογίας καὶ τόπον πένθους καὶ βουνὸν ἀκροβυστιῶν καὶ φάραγγα βότρυος καὶ ἀγρὸν αἵματος καὶ τὰ τοιαῦτα πάντα τῶν ὀνομάτων τεθέντα μὲν παρὰ τῶν ἀνθρώπων, μνημονευόμενα δὲ πολλάκις καὶ ἐκ προσώπου θεοῦ, δι᾽ ὧν ἔστι μαθεῖν ὡς οὔτε ὑπὲρ τὴν ἀνθρωπίνην ἀξίαν ἐστὶν ἡ διὰ ῥημάτων γινομένη κατὰ τῶν πραγμάτων σημείωσις οὔτε ἡ τῆς θείας φύσεως δύναμις διὰ τούτων τὴν μαρτυρίαν ἔχει.

Ἀλλὰ τοὺς μὲν ἄλλους φληνάφους, οὓς κατὰ τῆς ἀληθείας ἐλήρησεν, ὡς οὐδεμίαν ἔχοντας κατὰ τῶν δογμάτων ἰσχὺν ὑπερβήσομαι, περιττὸν εἶναι κρίνων ἐμφιλοχωρεῖν τοῖς ματαίοις. τίς γὰρ οὕτως ἄφροντις τῶν σπουδαιοτέρων φροντίδων, ὥστε τοῖς ἀνοήτοις τῶν λόγων προσαναλίσκειν τὴν σπουδὴν καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας ὅτι 〈ἀρχηγικωτέραν μὲν καὶ κυριωτέραν〉 ἀποφαίνομεν 〈τὴν τῶν ἀνθρώπων φροντίδα τῆς τοῦ θεοῦ κηδεμονίας, τὴν δὲ τοῖς ἀμελεστέροις ἐνοχλοῦσαν ὀλιγωρίαν εἰς〉 τὴν 〈ἐκείνου〉 μεταφέρομεν 〈πρόνοιαν〉; ταῦτα ἐπὶ λέξεως ἡ τοῦ διαβάλλοντος ἡμᾶς ἔχει φωνή. ἐγὼ δὲ ἴσον ἡγοῦμαι περί τε τὰ τοιαῦτα σπουδάζειν καὶ γρᾳδίων ὀνείροις ἀποσχολάζειν. τὸ γὰρ ἐν τύπῳ φθόγγων τινῶν οἴεσθαι τῇ θείᾳ φύσει τὸ τῆς ἀρχῆς καὶ κυριότητος ἀξίωμα διαφολάσσειν καὶ τὴν μεγάλην 〈τοῦ θεοῦ κηδεμονίαν〉 ἐν τούτῳ δεικνύειν ἀμελεῖν τε πάλιν τὸν θεὸν καὶ ὀλιγωρεῖν τῆς προσηκούσης αὐτῷ προνοίας ἡμᾶς τε διαβάλλειν, ὅτι τὴν λογικὴν δύναμιν παρὰ τοῦ θεοῦ λαβόντες οἱ ἄνθρωποι ἔπειτα κατ᾽ ἐξουσίαν τοῖς λόγοις πρὸς τὴν τῶν πραγμάτων δήλωσιν κέχρηνται, τί ἄλλο ἢ οὐχὶ γραώδης μῦθος ἢ κραιπαλώντων ὄνειρος τὸ τοιοῦτόν ἐστιν;

ἡ γὰρ ἀληθὴς τοῦ θεοῦ δύναμίς τε καὶ ἐξουσία καὶ ἀρχὴ καὶ κυριότης κατά γε τὸν ἡμέτερον λόγον οὐκ ἐν συλλαβαῖς τὸ εἶναι ἔχει, ἢ οὕτως ἂν εἰς ὁμότιμον ἔλθοι τῷ θεῷ πᾶς ὁστισοῦν εὑρετὴς ῥημάτων γενόμενος, ἀλλ᾽ αἰῶνες ἄπειροι καὶ κόσμου κάλλη καὶ φωστήρων αὐγαὶ καὶ τὰ ἐπὶ γῆς καὶ θαλάττης θαύματα ἀγγέλων τε στρατιαὶ καὶ ὑπερκόσμιοι δυνάμεις καὶ εἴ τι ἄλλο κατὰ τὴν ἄνω λῆξιν παρὰ τῆς γραφῆς εἶναι δι᾽ αἰνιγμάτων ἀκούομεν, ταῦτά ἐστι τὰ μαρτυροῦντα τῷ θεῷ ὑπὲρ πάντα δύναμιν. φωνῆς δὲ ἦχον τοῖς πεφυκόσι φθέγγεσθαι μαρτυρῶν τις οὐδὲν εἰς τὸν δεδωκότα τὴν φωνὴν ἀσεβήσει. οὐδὲ γὰρ μέγα τι τοῦτο οἰόμεθα τὸ σημαντικὰς τῶν πραγμάτων ἐξευρίσκειν φωνάς. ᾧ γὰρ ἡ γραφὴ κατὰ τὴν ἱστορικὴν κοσμογένειαν ἀνθρώπου ὄνομα τῷ καθ᾽ ἡμᾶς ἔθετο πλάσματι, τοῦτον ὁ Ἰὼβ βροτὸν ὀνομάζει καί τινες τῶν ἔξωθεν φῶτα καὶ μέροπα ἕτεροι, ἵνα ἐάσω τὰς κατὰ ἔθνος τοῦ ὀνόματος τούτου διαφοράς. ἆρ᾽ οὖν εἰς ἴσον ἄγομεν τῷ θεῷ καὶ τὰς ἐκείνων τιμάς, ὅτι ἰσοδυναμούσας τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ κἀκεῖνοί τινας ἐξεῦρον φωνάς, δι᾽ ὧν ὁμοίως δηλοῦται τὸ ὑποκείμενον; ἀλλὰ ταύτην μὲν τὴν ματαιολογίαν ἐατέον ἡμῖν, καθὼς προεῖπον, καὶ τὰς ἐφεξῆς λοιδορίας ἐν οὐδενὸς μέρει θετέον, ἐν αἷς 〈καταψεύδεσθαι τῶν θείων〉 ἡμᾶς 〈λογίων〉 φησί, 〈καὶ κατὰ πᾶσαν ἄδειαν συκοφαντεῖν τά τε ἄλλα πάντα καὶ αὐτὸν τὸν θεόν〉.

μετέλθωμεν δὲ τῷ λόγῳ πρὸς τὰ λειπόμενα.

Προτίθησι πάλιν τοῦ διδασκάλου ῥῆσιν ἔχουσαν οὕτως. “παραπλησίως δὲ καὶ οὐδὲν ἀλλοιότερον τὴν τῆς ἐπινοίας χρῆσιν παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν φύσιν τῆς θεότητος τοῖς ἀνθρώποις παραδηλῶν ἰδιώμασί τισι τοῖς θεωρουμένοις περὶ αὐτὸν ἀποσημαίνει ταύτην, θύραν ἑαυτὸν λέγων καὶ ἄρτον καὶ ὁδὸν καὶ ἄμπελον καὶ ποιμένα καὶ φῶς.„ τὰ μὲν οὖν ἐφ᾽ ὕβρει ῥηθέντα καθ᾽ ἡμῶν παρ᾽ αὐτοῦ ἐπὶ τούτοις (οὕτω γὰρ αὐτὸν ἡ διαλεκτικὴ μάχεσθαι τοῖς ἀντιλέγουσιν ἐδιδάξατο), παριδεῖν οἶμαι πρέπειν καὶ μηδὲν πρὸς τὰς μειρακιώδεις ἀνοίας ὑποταράσσεσθαι. ἀλλὰ τὸ δριμὺ τοῦτο καὶ ἄφυκτον ῥῆμα κατεξετάσωμεν, ὅπερ εἰς ἀνατροπὴν τοῦ καθ᾽ ἡμᾶς προτείνεται λόγου. 〈τίς〉, φησί, 〈τῶν ἁγίων ἐστὶν ὃς κατ᾽ ἐπίνοιαν λέγεσθαι τῷ κυρίῳ ταῦτα μαρτυρεῖ τὰ ὀνόματα〉; τίς δὲ ἀπαγορεύει, πρὸς αὐτὸν εἴποιμι ἄν, βλάσφημον εἶναι κρίνων τὸ ἐν ἐπινοίᾳ θεωρεῖν τῶν ὀνομάτων τὴν χρῆσιν; εἰ γὰρ τὸ μὴ εἰρῆσθαι τοῦ κεκωλῦσθαι λέγει τεκμήριον εἶναι, καὶ τὸ μὴ κεκωλῦσθαι τοῦ συγκεχωρῆσθαι σημεῖον εἶναι πάντως συνθήσεται. ὀνομάζεται τοῖς ὀνόμασι τούτοις ὁ κύριος, ἢ καὶ περὶ τούτων ἔξαρνος ὁ Εὐνόμιος γίνεται; ἀλλ᾽ εἰ μὲν ἀρνεῖται τὸ λέγεσθαι ταύτας ἐπὶ Χριστοῦ τὰς φωνάς, ἀμαχητὶ κεκρατήκαμεν.

τίς γὰρ ἂν περιφανεστέρα γένοιτο νίκη τοῦ δεῖξαι φανερῶς θεομαχοῦντα τὸν ἀντικείμενον διὰ τοῦ τὰς θείας τοῦ εὐαγγελίου φωνὰς παραγράφεσθαι; εἰ δὲ ἀληθῶς ὁμολογεῖ ταῦτα τὸν Χριστὸν ὀνομάζεσθαι, λεγέτω τὸν τρόπον καθ᾽ ὃν εὐσεβῶς ἐφαρμόζεται τῷ μονογενεῖ τὰ ὀνόματα. μὴ τῆς φύσεως αὐτοῦ τὸν λίθον ἐνδεικτικὸν διορίζεται; μὴ τὴν οὐσίαν αὐτοῦ διὰ τῆς ἀξίνης ἐνόησεν; μὴ διὰ τῆς θύρας ἡ τῆς θεότητος τοῦ μονογενοῦς ἰδιότης σημαίνεται ἢ δι᾽ ἑκάστου τῶν ἄλλων, ἵνα μὴ πολὺν ἐπάγωμεν ὄχλον τῷ λόγῳ πάντα καταλέγοντες τὰ ὀνόματα; οὐ φύσις τοῦ μονογενοῦς ἕκαστον τούτων τῶν ὀνομάτων ἐστίν, οὐ θεότης, οὐκ οὐσίας ἰδίωμα, ἀλλὰ μὴν ὀνομάζεται ταῦτα καὶ ἡ κλῆσις τὸ κύριον ἔχει. οὐδὲν γὰρ ἀργὸν καὶ ἀσήμαντον ἐν ταῖς θείαις φωναῖς εὐαγές ἐστιν οἴεσθαι. οὐκοῦν εἰπάτω τὸν λόγον, εἰ ἀθετεῖ τὸ κατ᾽ ἐπίνοιαν λέγεσθαι, πόθεν ἐφαρμόζεται ταῦτα τῷ θεῷ τὰ ὀνόματα. ἡμεῖς μὲν γὰρ τοῦτό φαμεν, ὅτι πολυειδῶς τοῦ κυρίου τῆς ἀνθρωπίνης προνοοῦντος ζωῆς ἕκαστον εὐεργεσίας εἶδος δι᾽ ἑκάστου τῶν τοιούτων ὀνομάτων καταλλήλως γνωρίζεται, τῆς ἐνθεωρουμένης αὐτῷ προνοίας τε καὶ ἐνεργείας εἰς ὀνόματος τύπον μεταβαινούσης. τὸ δὲ τοιοῦτον ὄνομα παρ᾽ ἡμῶν “ἐπινοίᾳ„ λέγεται ὀνομάζεσθαι. εἰ δὲ μὴ τοῦτο φίλον τοῖς ἀντιλέγουσιν, ὅπως ἄν τῳ δοκῇ ἐχέτω. ἀλλ᾽ ἀντιλέγει τοῖς λεγομένοις ὁ τῶν γραφικῶν αἰνιγμάτων ἀνήκοος.

εἰ γὰρ πεπαίδευτο τὰς θείας φωνάς, ἔγνω πάντως ἂν ὅτι καὶ κατάρα καὶ ἁμαρτία καὶ παροιστρῶσα δάμαλις καὶ σκύμνος λέοντος καὶ ἄρκτος ἀπορουμένη καὶ πάρδαλις καὶ τὰ τοιαῦτα κατὰ διαφόρους ἐπινοίας παρὰ τῆς γραφῆς ὁ κύριος λέγεται, τῶν ἁγίων τε καὶ θεοφόρων ἀνδρῶν τὸν σκοπὸν τοῦ νοήματος πρὸς ὃν ἀφεώρων εὐθυβόλως τοῖς ὀνόμασι τούτοις διατρανούντων, εἰ καὶ διαβεβλῆσθαι ταῦτα δοκεῖ πως κατὰ τὴν πρόχειρον ἔνδειξιν τὰ ὀνόματα· ἅπερ ἕκαστον εἰ μὴ κατά τινά τις ἐπίνοιαν εὐαγῶς ἐπιλέγεσθαι τῷ θεῷ συγχωρήσειεν, οὐ καθαρεύσει τῆς ἀσεβεστέρας ὑπονοίας ἡ λέξις. καὶ μακρὸν ἂν εἴη περὶ πάντων παριστᾶν τε καὶ ἀποδεικνύειν πῶς ταῦτα καὶ διαβέβληται κατὰ τὴν κοινὴν ὑπόληψιν ἐκ τῆς προχείρου ἐμφάσεως καὶ ὁ τῆς ἐπινοίας λόγος οἰκειοῖ τῇ εὐσεβείᾳ τοῦ θεοῦ τὰ ὀνόματα.

Ἀλλὰ πρὸς τὸ συνεχὲς τῆς ἀκολουθίας προέλθωμεν πάλιν ἐπαναλαβόντες τὸν λόγον. λέγεται τὰ τοιαῦτα τῶν ὀνομάτων ἐπὶ τοῦ κυρίου, καὶ οὐκ ἄν τις ἀντείποι τῶν καθωμιληκότων ταῖς θεοπνεύστοις γραφαῖς ταῦτα μὴ λέγεσθαι. τί οὖν; ἆρ᾽ αὐτῆς τῆς φύσεως σημαντικὰς τὰς φωνὰς διορίζεται; οὐκοῦν πολυειδῆ τινά φησι τὴν θείαν φύσιν καὶ πολυσύνθετον, κατὰ τὰς διαφορὰς τῶν ἐν τοῖς ὀνόμασι σημαινομένων τὸ ποικίλον ἐνδεικνυμένην. οὐ γὰρ ἡ αὐτὴ τοῦ ἄρτου καὶ τοῦ λέοντος ἡ σημασία οὐδὲ θύρας τε καὶ δαμάλεως οὐδὲ ἀξίνης καὶ ὕδατος, ἀλλ᾽ ἑκάστου τῶν ὀνομάτων ἴδιον ἔστιν ὁρισμὸν ἀποδοῦναι κατ᾽ οὐδὲν ἐπικοινωνοῦντα τοῖς ἄλλοις. οὐκοῦν φύσιν μὲν οὐ σημαίνουσιν, ἄκυρον δέ τις καὶ ἀσήμαντον εἰπεῖν τὴν κλῆσιν τῶν ὀνομάτων οὐκ ἂν τολμήσειεν. εἰ τοίνυν λέγεται μέν, οὐ κατὰ φύσιν δέ, πᾶν δὲ τὸ παρὰ τῆς γραφῆς λεγόμενον κύριον πάντως ἐστὶ καὶ προσφυῶς ἐπιλέγεται, τίς ἕτερος ὑπολείπεται λόγος τοῦ ἁρμοζόντως τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας τετάχθαι φωνὰς πλὴν τοῦ κατ᾽ ἐπίνοιαν τρόπου; δῆλον γὰρ ὅτι πρὸς τὸ ποικίλον τῶν ἐνεργειῶν κατὰ διαφόρους σημασίας ὀνοματοποιεῖται τὸ θεῖον, ὅπως ἂν νοήσωμεν, οὕτως ὀνομαζόμενον. τί οὖν λυμαίνεται τοῖς εὐσεβεστέροις νοήμασιν ἡ τοῦ νοῦ ἡμῶν πρὸς τὴν κατανόησιν τῶν γινομένων συνεργία, ἣν ἡμεῖς μὲν ἐπίνοιαν λέγομεν, εἰ δέ τις ἕτερόν τι καλεῖν ἐθέλοι, οὐ διοισόμεθα;