Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η σημασιολογία των ιδιωμάτων: Αγεννησία, αφθαρσία και θεία απλότητα

Κριτική στις θέσεις του Ευνομίου περί απόλυτης ταύτισης ουσίας και ονομάτων. Ερμηνεία των αποφατικών ιδιωμάτων του Θεού, του ατελευτήτου, της αφθαρσίας και της σχέσης τους με τον Μονογενή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 14

ἀλλ᾽ οὐ μεθίησι καθάπερ οἱ δεινοὶ τῶν ἀγωνιστῶν τὴν ἄφυκτον ταύτην καθ᾽ ἡμῶν λαβὴν καί φησιν οὑτωσὶ κατὰ λέξιν ὅτι 〈ταῦτα δι᾽ ἐπινοίας ἀνθρωπίνης ἐστὶ τὰ ὀνόματα καὶ κατ᾽ ἐπίνοιαν λέγεταί τινων, ἃ οὐδεὶς ἀποστόλων οὐδὲ εὐαγγελιστῶν ἐδίδαξε〉. καὶ μετὰ τὴν ἄμαχον ταύτην ἐπιχείρησιν ἐπιφέρει τὴν ἱερὰν ἐκείνην φωνήν, τῇ πεπαιδευμένῃ τὰ τοιαῦτα γλώσσῃ τὴν δυσώδη πάλιν καθ᾽ ἡμῶν λοιδορίαν ἐκπτύων. 〈τὸ γάρ τοι〉, φησί, 〈τὴν ἐξ ἀναλογίας ὁμωνυμίαν προφέρειν εἰς ἀνθρωπίνην ἐπίνοιαν, ψυχῆς ἔργον τὸν μὲν ἐρρωμένον νοῦν κατὰ δίκην παρῃρημένης, ἀρρώστῳ δὲ διανοίᾳ καὶ πεφωρημένῃ τινὶ συνηθείᾳ τοὺς τοῦ κυρίου λόγους ἐπισκοπούσης〉. βαβαὶ τῆς διαλεκτικῆς ἀποδείξεως, ὡς τεχνικῶς ὁ λόγος αὐτῷ πρὸς τὸν σκοπὸν συμπεραίνεται. τίς ἂν ἔτι συσταίη τῷ κατ᾽ ἐπίνοιαν λόγῳ, τοσαύτης ὀσμῆς ἐκ τοῦ στόματος αὐτοῦ τοῖς ἐπιχειροῦσί τι λέγειν προχεομένης; ἆρ᾽ οὖν ἀφεκτέον καὶ ἡμῖν διὰ τοῦτο τῆς πρὸς αὐτὸν τοῦ λόγου συνεξετάσεως, ὡς ἂν μὴ καὶ καθ᾽ ἡμῶν τὴν ἀμάραν ταύτην τῆς λοιδορίας ὑποκινήσειεν; ἢ μικροψύχων ἐστὶ τὸ πρὸς τὰς νηπιώδεις παραφροσύνας ἀντιτραχύνεσθαι; οὐκοῦν συγχωρητέον τῷ ὑβριστῇ κεχρῆσθαι πρὸς τὸ δοκοῦν τῷ τρόπῳ. ἐπαναληπτέον δὲ τὸν ἐκείνου λόγον, ὡς ἂν κἀκεῖθεν γένοιτο συμμαχία πρὸς τὴν ἀλήθειαν. 〈Ἀναλογίας〉 ἐμνήσθη καὶ τὴν ἐκ ταύτης ὁμωνυμίαν ἐνόησε. πόθεν ταῦτα μαθὼν καὶ παρὰ τίνος τὰ ῥήματα;

Μωϋσῆς οὐκ εἶπε, προφητῶν καὶ ἀποστόλων οὐκ ἤκουσεν, εὐαγγελισταὶ τὰς τοιαύτας φωνὰς σεσιγήκασιν· οὐδεμιᾶς ἔστι γραφῆς ταῦτα διδασκούσης μαθεῖν. πόθεν οὖν αὐτῷ τὸ οὕτως εἰπεῖν; ἆρ᾽ οὐχὶ τῆς τοῦ εἰπόντος διανοίας εὕρημα ὁ τοιοῦτος λόγος ἐστὶν ὁ τὴν ποιὰν τοῦ νοήματος σημασίαν ἀναλογίαν προσαγορεύων; πῶς οὖν οὐ συνίησιν οἷς πολεμεῖ, τούτοις συμμάχοις πρὸς τὸν πόλεμον χρώμενος; πολεμεῖ δὲ τῷ κατ᾽ ἐπίνοιαν λόγῳ αὐτὸς διὰ τῶν τῆς ἐπινοίας λόγων τὸ μὴ δεῖν κατ᾽ ἐπίνοιάν τι λέγειν κατασκευάζων. ἀλλ᾽ 〈οὐδείς〉, φησί, 〈τοῦτο τῶν ἁγίων ἐδίδαξεν〉. σὺ δὲ εἰς τίνα τῶν ἀρχαίων ἀναφέρειν ἔχεις τὴν τῆς 〈ἀγεννησίας〉 φωνὴν καὶ ὅτι αὐτῆς κατηγορεῖται τὸ ὄνομα τοῦ θεοῦ τῆς οὐσίας, 〈μᾶλλον δὲ αὐτό ἐστι τὸ ἀγέννητον ἡ οὐσία〉; ἢ σοὶ μὲν ἔξεστιν ἐν οἷς ἂν μέλλῃ τι τῶν ἀσεβῶν συμπεραίνεσθαι καινοτομεῖν τε καὶ παρευρίσκειν τὰς ἀρεσκούσας φωνάς, εἰ δέ τι πρὸς τὴν τῆς ἀσεβείας καθαίρεσιν παρ᾽ ἑτέρου λέγοιτο, παραιρεῖσθαι τῆς ἐξουσίας τὸν ἀντιλέγοντα; μεγάλης τἂν εἴης τυραννίδος ἐπειλημμένος, εἰ ταύτην σεαυτῷ τὴν ἐξουσίαν κρατύνειας, ὡς ἅπερ ἐπὶ τῶν ἄλλων κωλύεις, σοὶ ταῦτα ποιεῖν ἐξεῖναι μόνῳ καὶ ἅπερ αὐτὸς κατ᾽ ἐξουσίαν τολμᾷς, τούτων ἀπείργειν τοὺς ἄλλους. διὰ προστάγματος ἀθετεῖς τὸ κατ᾽ ἐπίνοιαν ἐπιλέγεσθαι ταῦτα τῷ Χριστῷ τὰ ὀνόματα, ὅτι μηδεὶς τῶν ἁγίων τὸ δεῖν οὕτω λέγεσθαι διετάξατο.

πῶς οὖν τῇ τοῦ 〈ἀγεννήτου〉 φωνῇ νομοθετεῖς τὴν θείαν οὐσίαν χαρακτηρίζεσθαι, ἣν οὐδεὶς τῶν ἁγίων παραδεδωκὼς ἐπιδείκνυται; εἰ γὰρ οὗτος ὅρος τῆς τῶν ῥημάτων ὀρθότητος, τὸ μόνον ἐκεῖνα φθέγγεσθαι, ἅπερ ἂν ὁ θεόπνευστος λόγος τῆς γραφῆς ὑφηγήσηται, ἐξαλειπτέον ἂν εἴη τῶν συγγραμμάτων σου τὸ 〈ἀγέννητον〉, μηδενὸς τῶν ἁγίων τὴν φωνὴν ταύτην 〈θεσμοθετήσαντος〉. ἀλλὰ διὰ τὸν ἐγκείμενον τῷ προσρήματι τούτῳ νοῦν παραδέχῃ τὴν λέξιν. καὶ ἡμεῖς ὡσαύτως διὰ τὴν ἐγκειμένην ἔννοιαν τὴν φωνὴν τῆς ἐπινοίας παρεδεξάμεθα. οὐκοῦν ἢ τὰ δύο τῆς χρήσεως ἐξαιρήσομεν ἢ οὐθέτερον, ὅ τι δ᾽ ἂν γένηται τούτων, δι᾽ ἑκατέρων νικήσομεν. σιωπηθείσης μὲν γὰρ καθόλου τῆς 〈ἀγεννησίας〉, πᾶσα συγκατεσβέσθη τῶν ἐναντίων κατὰ τῆς ἀληθείας φωνὴ καὶ 〈ἡ〉 πρέπουσα τῷ μονογενεῖ θεῷ δόξα παρὰ πάντων ἐκλάμψει, μηδενὸς ὄντος ὀνόματος τοῦ ἐξ ἀντιδιαιρέσεως τὸ μεγαλεῖον τοῦ κυρίου κατασμικρύνοντος. εἰ δὲ μένοι ἀμφότερα, καὶ οὕτως ἐπικρατήσει μεθ᾽ ἡμῶν ἡ ἀλήθεια, εἰς τὴν ἐπίνοιαν ἐκ τῆς οὐσίας μετατεθέντος τοῦ τῆς 〈ἀγεννησίας〉 ὀνόματος.

ἀλλ᾽ ἕως οὐκ ἐξαιρεῖ τῶν ἰδίων λόγων τὴν τοῦ ἀγεννήτου φωνήν, νουθετησάτω ἑαυτὸν ὁ καθ᾽ ἡμᾶς Φαρισαῖος μὴ πρότερον πρὸς τὸ ἡμέτερον διαβλέπειν κάρφος, πρὶν τὴν ἐγκειμένην αὐτῷ δοκὸν ἀποβαλεῖν τῶν ὀμμάτων. 〈Ἀλλ᾽ ὁ θεός〉, φησί, 〈καὶ τοῖς ἀσθενεστάτοις τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας, καὶ τοῖς κυριωτάτοις τῶν εὐτελεστάτων, μὴ συμμεταφερομένης ὑπὸ τῶν ὀνομάτων τῆς φυσικῆς εὐτελείας〉. ταῦτα κατ᾽ αὐτὴν εἴρηται τὴν λέξιν· οὕτω παρ᾽ αὐτῶν ὡς παρ᾽ ἡμῶν ἀναγέγραπται. εἰ μέν τινα κατὰ τὸ βάθος ἐγκεκρυμμένην ἔχει διάνοιαν τὴν ἡμᾶς διαφεύγουσαν, λεγόντων οἱ κατειληφότες τὰ πόρρω τῆς ἡμετέρας ἐπόψεως, οἱ μεμυημένοι παρ᾽ αὐτοῦ τὴν ἐσωτερικήν τε καὶ ἀπόρρητον μύησιν· εἰ δὲ πλέον οὐδὲν τῶν ἐκ τοῦ προχείρου νοουμένων διερμηνεύουσιν, οὐκ οἶδα ποτέρους ἄν τις ἐλεεινοτέρους τῶν ἑτέρων λογίσαιτο, τοὺς τὰ τοιαῦτα λέγοντας ἢ τοὺς τὰς ἀκοὰς τοῖς τοιούτοις ὑπέχοντας. 〈τοῖς ἀσθενεστάτοις〉, φησί, 〈τῶν περὶ γῆν τῶν τιμιωτάτων μεταδέδωκεν ὀνομάτων, μὴ συμμεταδοὺς τῆς τῶν ἀξιωμάτων ἰσομοιρίας〉. οὐκοῦν σκοπήσωμεν τὴν τῶν εἰρημένων διάνοιαν. τὰ ἀσθενέστατα, φησί, ψιλῆς ἀξιοῦται τῆς τῶν τιμίων προσηγορίας, οὐκ ὄντα τὴν φύσιν ἅπερ κατονομάζεται, καὶ τοῦτο ἔργον εἶναι λέγει θεοῦ, τὸ διαψεύδεσθαι τῇ τιμιωτέρᾳ κλήσει τὴν χείρονα φύσιν.

καὶ τὸ ἔμπαλιν τὰς ἀτιμοτέρας φωνὰς τοῖς κατὰ φύσιν προέχουσι τὸν θεὸν ἐφαρμόζειν λέγει, μὴ συμμετατιθεμένης τῇ κλήσει τῆς φύσεως. ὡς δ᾽ ἂν μάλιστα καταφανὲς ἡμῖν τὸ λεγόμενον γένοιτο, ἐπ᾽ αὐτῶν δειχθήσεται τῶν πραγμάτων ἡ ἀτοπία. εἴ τις τὸν διὰ πάσης ἀρετῆς εὐδόκιμον ἀκόλαστον λέγοι ἢ ἀναστρέψας τὸν ἴσῃ κακίᾳ διαβεβλημένον ἀγαθὸν εἴποι καὶ κόσμιον, ἆρα σωφρονεῖν ὁ τοιοῦτος ἤ τινα τῆς ἀληθείας ἔχειν φροντίδα παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται, ἐπηλλαγμένας πρὸς τοὐναντίον τὰς προσηγορίας ποιούμενος, μὴ συμμαρτυρούσης τῇ σημασίᾳ τῶν ὀνομάτων τῆς φύσεως; ἐγὼ μὲν οὐκ οἶμαι. ταῦτα τοίνυν παρὰ τοῦ θεοῦ γίνεσθαί φησιν οὗτος, ἃ οὔτε ταῖς κοιναῖς τῶν ἐννοιῶν οὔτε ταῖς γραφικαῖς μαρτυρίαις συμβαίνει. ἐν μὲν γὰρ τῇ κατὰ τὸν βίον ἡμῶν συνηθείᾳ μόνων τῶν ἐκ μέθης ἢ φρενίτιδος παραπαιόντων ἐστὶ τὸ διαπλανᾶσθαι πρὸς τὰ ὀνόματα καὶ μὴ κατὰ τὸ σημαινόμενον ταῖς ἐπὶ τῶν πραγμάτων κεχρῆσθαι φωναῖς, ἀλλὰ κύνα μὲν λέγειν, ἂν οὕτω τύχῃ, τὸν ἄνθρωπον, κυνὶ δὲ πάλιν ἐφαρμόζειν ἀνθρώπου προσηγορίαν. ἡ δὲ θεία γραφὴ τοσοῦτον ἀπέχει τοῦ τῇ συγχύσει ταύτῃ συντίθεσθαι, ὥστε καὶ φανερῶς ἔστι τῆς προφητείας ἐπὶ τούτοις σχετλιαζούσης ἀκούειν. Ὁ λέγων, φησί, τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, ὁ τιθεὶς τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.

πρὸς τί τοίνυν βλέπων τὴν ἀτοπίαν ταύτην προσμαρτυρεῖν οἴεται δεῖν τῷ ἰδίῳ θεῷ; εἰπάτωσαν οἱ μυσταγωγηθέντες παρ᾽ αὐτοῦ τὰ ἀπόρρητα, τί 〈τῶν περὶ γῆν ἀσθενέστατον〉 κρίνουσιν, ὃ 〈ταῖς τιμιωτάταις〉 τῶν ἐπωνυμιῶν παρὰ τοῦ θεοῦ σεμνύνεται. ἀσθενέστατα τῶν ὄντων τὰ τοιαῦτα τῶν ζῴων ἐστὶν οἷς ἡ γένεσις ἀπὸ σήψεως ὑγρῶν τὴν σύστασιν ἔχει, τιμιώτατον δὲ τῶν ὄντων ἀρετή τε καὶ ἁγιότης καὶ εἴ τι φίλον τῷ θεῷ. ἆρ᾽ οὖν μυῖαι καὶ σκνῖπες καὶ βάτραχοι καὶ οἷς ἐκ κόπρου ἡ γένεσις, ταῦτα τῇ τοῦ ἁγίου καὶ τῇ τῆς ἀρετῆς ἐπωνυμίᾳ τετίμηται, ὥστε σεμνύνεσθαι μὲν τοῖς τιμίοις τῶν ὀνομάτων, μὴ συμμετέχει δὲ τῆς τῶν 〈ἀξιωμάτων ἰσομοιρίας〉, καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ᾽ οὔπω τὸ τοιοῦτον ἠκούσαμεν, ὅτι τὰ ἀσθενῆ ταῦτα ταῖς μεγαλοφυεστέραις τῶν προσηγοριῶν κατωνόμασται ἢ ὅτι τὸ μέγα τῇ φύσει καὶ τίμιον τῇ ἑνὸς τούτων καθυβρίσθη προσηγορίᾳ. δίκαιος ἦν ὁ Νῶε, φησὶν ἡ γραφή, πιστὸς Ἀβραὰμ καὶ πραῢς Μωϋσῆς καὶ σοφὸς Δανιὴλ καὶ σώφρων ὁ Ἰωσὴφ καὶ ἄμεμπτος ὁ Ἰὼβ καὶ μακροθυμίαν κατωρθωκὼς ὁ Δαβίδ. εἰπάτωσαν τοίνυν, εἴ πη τούτων ἕκαστος ἐκ τῶν ἐναντίων τὰς ἐπωνυμίας ἔσχεν, ἢ καὶ ἐπὶ τῶν πρὸς τὸ χεῖρον μαρτυρουμένων οἷον Νάβαλ ὁ Καρμήλιος καὶ Φαραὼ ὁ Αἰγύπτιος καὶ Ἀβιμέλεχ ὁ ἀλλόφυλος καὶ πάντες οἱ ἐπὶ κακίᾳ μνημονευόμενοι, εἰ ταῖς δεξιωτέραις τῶν ἐπωνυμιῶν παρὰ τῆς θείας φωνῆς ἐτιμήθησαν.

οὐκ ἔστι ταῦτα, ἀλλ᾽ ὡς ἔχει φύσεως τε καὶ ἀληθείας, οὕτω τὰ ὄντα παρὰ τοῦ θεοῦ κρίνεται τε καὶ λέγεται, οὐκ ἐναντίως τοῖς οὖσιν ὀνομαζόμενα, ἀλλ᾽ ὡς ἂν μάλιστα καταφανῆ γένοιτο τὰ σημαινόμενα ταῖς οἰκείαις προσηγορίαις ἐξαγγελλόμενα.

Ταῦτα ὁ εὐσθενὴς τὴν διάνοιαν, ὁ 〈τῆς πεφωρημένης συνηθείας〉 κατήγορος, ὁ τοὺς 〈παρῃρημένους ἐν δίκῃ τὸν λογισμὸν〉 διασύρων, ταῦτα γινώσκειν περὶ τῆς θείας ὑποτίθεται φύσεως, ταύτας περὶ θεοῦ τὰς δόξας ἐκτίθεται ὡς κατειρωνευομένου τῶν πραγμάτων ταῖς ψευδωνύμοις φωναῖς καὶ 〈τοῖς ἀσθενεστάτοις τὰς τιμιωτάτας〉 χαριζομένου προσηγορίας, ἀντιφθεγγομένης ταῖς προσηγορίαις τῆς φύσεως, καὶ τὰ τίμια καθυβρίζοντος τῇ πρὸς τὰ φαῦλα τῶν ὄντων ὁμωνυμίᾳ. καὶ ἄνθρωπος μέν τις τῶν πρὸς ἀρετὴν βλεπόντων ἔξω τι τῆς ἀληθείας καὶ ἀκουσίως πολλάκις παρενεχθεὶς ὑπ᾽ αἰδοῦς καταδύεται, θεῷ δὲ πρέπουσαν ἡγεῖται τιμὴν τὸ φανῆναι διαψευδόμενον ταῖς ἐπωνυμίαις τὰ πράγματα; οὐ ταῦτα μαρτυροῦσιν αἱ προφητεῖαι τῇ θείᾳ φύσει. Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, φησὶν ὁ Δαβίδ. πῶς οὖν ἀληθινὸς ὁ τῶν πραγμάτων καταψευδόμενος καὶ ὑπαλλάσσων ἐν ταῖς τῶν ὀνομάτων ἐμφάσεσι τὴν ἀλήθειαν; Εὐθὴς κύριος ὁ θεός, παρὰ τοῦ αὐτοῦ πάλιν προσαγορεύεται. ἆρ᾽ οὖν εὐθύτητός ἐστι τὸ σεμνύνειν ἐν τοῖς τιμιωτάτοις τῶν ὀνομάτων τὰ ἄτιμα καὶ τὴν ἐπωνυμίαν διδόντα ψιλὴν τῆς ἐμφαινομένης ἀξίας τῷ ῥήματι βασκαίνειν τῷ μετειληφότι τῆς κλήσεως;

αὕτη τῶν θεολόγων τούτων ἡ περὶ τοῦ νέου θεοῦ μαρτυρία· τοῦτο τῆς πολυθρυλήτου διαλεκτικῆς ἀγχινοίας τὸ πέρας, τὸ δεῖξαι τὸν θεὸν αὐτὸν καὶ ταῖς ἀπάταις ἐπιτερπόμενον καὶ τοῦ κατὰ τὸν φθόνον πάθους οὐ καθαρεύοντα. ἀπάτης μὲν γάρ ἐστι τὸ μὴ ὡς ἔχει φύσεώς τε καὶ ἀξίας τὰ ἀσθενῆ τῶν πραγμάτων κατονομάζειν, ἀλλ᾽ ἐκ τῶν ὑπερεχόντων τὰς ἐπωνυμίας αὐτοῖς μάτην χαρίζεσθαι, μὴ συμμετατιθέντα τῇ κλήσει τῶν κατονομαζομένων τὴν δύναμιν· φθόνου δὲ τὸ δυνάμενον τὴν τιμιωτέραν λῆξιν τοῖς πρὸς τὸ κρεῖττον ὀνομασθεῖσι χαρίζεσθαι ὀκνεῖν τὴν χάριν, οἱονεὶ ζημίαν ἰδίαν κρίνοντα τὴν τῶν ἀσθενῶν εὐπραγίαν. ἀλλ᾽ ἐγὼ συμβουλεύσαιμ᾽ ἂν τοῖς γε νοῦν ἔχουσι, κἂν ὁ τῶν Γνωστικῶν τούτων θεὸς τοιοῦτος εἶναι ὑπὸ τῆς τῶν συλλογισμῶν βίας καταναγκάζηται, μὴ οὕτω καὶ τὸν ἀληθινὸν θεόν, τὸν μονογενῆ θεὸν οἴεσθαι, ἀλλὰ πρὸς τὴν ἀλήθειαν τῶν ὑποκειμένων ὁρᾶν καὶ τὸ κατ᾽ ἀξίαν ἑκάστῳ προσμαρτυρεῖν καὶ ἐκ τῶν πραγμάτων κατονομάζειν. Δεῦτε; φησίν, οἱ εὐλογημένοι, καὶ Πορεύεσθε οἱ κατηραμένοι, οὔτε τὸν κατάρας ἄξιον τῷ τῆς εὐλογίας τιμήσας ὀνόματι οὔτε τὸ ἔμπαλιν τὸν τὴν εὐλογίαν ἑαυτῷ θησαυρίσαντα μετὰ τῶν ἐξαγίστων ἀποπεμψάμενος.

Ἀλλὰ τί βούλεται τῷ λογογράφῳ τὰ εἰρημένα καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ λόγος αὐτῷ; μὴ γὰρ δὴ τοῦτό τις ὑπονοείτω ὅτι δι᾽ ἀπορίαν ῥημάτων, ὡς ἂν μάλιστα δόξειεν εἰς πλάτος ἐκτείνειν τὸν λόγον, ἀδιανοήτοις τισὶν ἐμβατταρίζων τὴν φλυαρίαν ἐξέτεινεν. ἀλλ᾽ ἔχει τι καὶ τὸ ἀνόητον τῶν εἰρημένων ὡς πρὸς τὴν αἵρεσιν ὕποπτον. τὸ γὰρ εἰπεῖν 〈τὰ τιμιώτατα τῶν ὀνομάτων καὶ τοῖς ἀσθενεστάτοις〉 ἐπιλέγεσθαι, κἂν μὴ ἰσομοιροῦντα τύχῃ κατὰ τὴν φύσιν τοῦ ἀξιώματος, κατασκευή τίς ἐστιν αὐτῷ κατὰ τὸ λεληθὸς τῇ βλασφημίᾳ τὴν ἀκολουθίαν ὑπευτρεπίζουσα· ὡς ἂν τοῦτο παρ᾽ αὐτοῦ μάθοιεν οἱ τὰ ἐκείνου μανθάνοντες, ὅτι κἂν θεὸς ὁ μονογενὴς ὀνομάζηται καὶ σοφία καὶ δύναμις καὶ φῶς καὶ ἀλήθεια καὶ κριτὴς καὶ βασιλεὺς καὶ ἐπὶ πάντων θεὸς καὶ μέγας θεὸς καὶ ἄρχων εἰρήνης καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος καὶ πάντα τὰ τοιαῦτα, μέχρις ὀνόματος μόνον ἐστὶν ἡ τιμή. οὐ γὰρ συμμετέχει καὶ τῆς ἀξίας ἣν ἐμφαίνει τῶν ὀνομάτων ἡ δύναμις.

καὶ ὅπερ ἐποίει τοῖς Βαβυλωνίοις ὁ σοφὸς Δανιὴλ διορθούμενος αὐτῶν τὴν περὶ τὰ εἴδωλα πλάνην, ὡς ἂν μὴ τὸν χαλκὸν ἢ τὸν δράκοντα σέβοιεν, τὸ ὄνομα τοῦ θεοῦ τὸ παρὰ τῶν ματαίων αὐτοῖς ἐπιπεφημισμένον αἰδούμενοι, καὶ σαφῶς δι᾽ ὧν ἐποίησεν ἔδειξεν ὅτι οὐ συμβαίνει τὸ ὑψηλὸν τῆς θεότητος ὄνομα πρός τε τὸ ἑρπετὸν θηρίον καὶ πρὸς τὸ σχῆμα ᾧ ὁ χαλκὸς ἐτετύπωτο, ταῦτα πρὸς τὸ ἐναντίον καὶ ὁ ἐχθρὸς τοῦ θεοῦ ἐπὶ τοῦ μονογενοῦς θεοῦ κατασκευάζειν διὰ τῶν δογμάτων φιλονεικεῖ, τοῦτο βοῶν διὰ πάσης τῆς προκειμένης αὐτῷ ῥήσεως ὅτι μὴ πρὸς τὰ ὀνόματα τοῦ κυρίου βλέπετε ὧν μετείληφεν, ὡς ἐκ τούτων τὸ ἄφραστον αὐτοῦ καὶ ὑψηλὸν τῆς οὐσίας λογίζεσθαι· πολλὰ γὰρ καὶ ἄλλα τῶν ἀσθενεστάτων ταῖς ὑπερεχούσαις ἐπωνυμίαις τετίμηται, ὧν ἡ μὲν κλῆσις τὸ ὑψηλὸν ἔχει, ἡ δὲ φύσις πρὸς τὸ μεγαλεῖον τῆς προσηγορίας οὐκ ἐξαλλάσσεται. διὰ τοῦτο λέγει μέχρις ὀνομάτων ψιλῶν γίνεσθαι παρὰ τοῦ θεοῦ τοῖς ὑποβεβηκόσι τὴν τῆς τιμῆς μετουσίαν, μὴ συνακολουθούσης τῇ κλήσει τῆς κατὰ τὴν ἀξίαν ἰσότητος, ὥστε πάντα περὶ τοῦ υἱοῦ μαθόντας, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, μέχρις ὀνόματος οἴεσθαι τὴν ἐν ταῖς φωναῖς τιμὴν προσμαρτυρεῖσθαι αὐτῷ, τῆς δὲ κατὰ τὴν ἀξίαν 〈ἰσομοιρίας〉 ἀμέτοχον εἶναι κατὰ τὴν ἐν τοῖς εἰρημένοις τεχνολογίαν.

Ἀλλὰ γὰρ ἐνσχολάζων τοῖς ἀνοήτοις ἔοικά τι κατὰ τὸ λεληθὸς τοῖς ἐναντίοις χαρίζεσθαι. πρὸς γὰρ τὰ μάταια τῶν εἰρημένων ἀντιτιθεὶς τὴν ἀλήθειαν ἀποκναίειν μοι δοκῶ τοὺς καθομιλοῦντας τῷ λόγῳ πρὸ τῆς 〈ὑπὲρ〉 τῶν καιριωτέρων μάχης. οὐκοῦν ταῦτα μέν, ὅπως ἂν ἔχῃ, τοῖς ἐπιστατικωτέροις τῶν ἀκροατῶν ἐατέον, ἡμῖν δὲ πρὸς τὰ προκείμενα μετενεκτέον τὸν λόγον. σιγάσθω δὲ καὶ τὸ προσεχῶς τοῖς ἐξητασμένοις προσκείμενον ὅτι· 〈ταῦτα μέντοι τοῦτον διατέτακται τὸν τρόπον, οὐ τῆς ἐπινοίας τῶν ἀνθρώπων λαχούσης τὴν ἐξουσίαν τῶν ὀνομάτων〉—τίς γὰρ τοῦτό φησι, τὸ μὴ κατ᾽ ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν ἐξουσίᾳ πράγματος εἶναί τινος; μόνων γὰρ τῶν οἰκείᾳ τινὶ προαιρέσει διοικουμένων τὸ κατ᾽ ἐξουσίαν τι πράττειν ἐστίν, ἡ δὲ ἐπίνοια τῆς ἡμετέρας διανοίας ἐστὶν ἐνέργεια καὶ τῆς τῶν φθεγγομένων ἤρτηται προαιρέσεως, οὐ καθ᾽ ἑαυτὴν ὑφεστῶσα, ἀλλ᾽ ἐν τῇ τῶν διαλεγομένων ὁρμῇ τὴν ὑπόστασιν ἔχουσα—〈ἀλλ᾽ αὐτοῦ〉, φησί, 〈τοῦ τὰ πάντα δημιουργήσαντος θεοῦ σχέσεως τε καὶ ἐνεργείας καὶ ἀναλογίας μέτροις καὶ νόμοις προσφυῶς ἑκάστῳ τῶν ὀνομαζομένων τὰς προσηγορίας συναρμόζοντος〉. ταῦτα δὲ ἢ καθόλου νοῦν οὐκ ἔχει ἢ ὑπεναντίως τοῖς προεκτεθεῖσιν ἔχει.

εἰ γὰρ προσφυῶς ἁρμόζειν τοῖς ὑποκειμένοις μαρτυρεῖ νῦν τῷ θεῷ τὰ ὀνόματα, πῶς ἐν τοῖς ἀνωτέροις κατασκευάζει τὸν θεὸν τοῖς ἀτίμοις τὰ ὑψηλότερα τῶν ὀνομάτων χαρίζεσθαι, μὴ συμμεταδιδόντα τῆς ἐμφαινομένης τῇ σημασίᾳ τῶν ὀνομάτων ἀξίας, καὶ πάλιν τὰ μεγάλα κατὰ τὴν φύσιν καθυβρίζειν ταῖς ἀτίμοις φωναῖς, τῇ ταπεινότητι τῶν ῥημάτων οὐ συμμετατιθεμένης τῆς φύσεως; ἀλλ᾽ ἀδικοῦμεν τάχα τὴν ἀδιανόητον αὐτοῦ ταύτην τῶν ῥημάτων συνθήκην ταῖς τοιαύταις κατηγορίαις ὑπάγοντες. ταῦτα γὰρ καθόλου πάσης ἐστὶ διανοίας ἀλλότρια, οὐ μόνον τῆς ὀρθῆς λέγω τῆς εἰς εὐσέβειαν, ἀλλ᾽ οὐδ᾽ ὁπωσοῦν μετέχοντά τινος λογισμοῦ τοῖς ἐξετάζειν ἀκριβῶς ἐπισταμένοις εὑρίσκεται. ἐπεὶ οὖν καθ᾽ ὁμοιότητα τῶν θαλασσίων πνευμόνων ὄγκον μέν τινα τὸ φαινόμενον ἔχειν δοκεῖ, ὁ δὲ ὄγκος φλέγμα ἐστὶ βδελυκτὸν μὲν ἰδεῖν, βδελυκτότερον δὲ εἰς χεῖρας λαβεῖν, διὰ τοῦτο πρεπωδεστάτην πρὸς τὰ μάταια τὴν σιωπὴν κρίνων παραδραμοῦμαι τὰ εἰρημένα σιγῇ. τίνι γὰρ διοικεῖται νόμῳ ἐνέργειά τε καὶ ἀναλογία καὶ σχέσις καὶ τίς ὁ νομοθετῶν τῷ θεῷ τοὺς τῆς ἀναλογίας καὶ σχέσεως νόμους καὶ τρόπους, κρεῖττον ἂν εἴη μένειν ἀνεξέταστον ἢ διὰ τῆς περὶ ταῦτα σπουδῆς ναυτίαν τε ποιεῖν τοῖς ἀκούουσι καὶ ἀπάγειν τῶν σπουδαιοτέρων τὸν λόγον.

Ἀλλὰ δέδοικα μὴ πάντα ἡμῖν ἐπίσης τὰ ἐκ τῆς λογογραφίας τοῦ Εὐνομίου προκείμενα φλέγματά τινα ᾖ καὶ θαλάσσιοι πνεύμονες· ὥστε κατ᾽ ἀνάγκην ἡμῖν τὸν λόγον τοῖς εἰρημένοις ἐναπολῆξαι, μηδεμίαν ἐκ τῶν γεγραμμένων ὕλην εἰς ἐργασίαν εὑρίσκοντα. ὡς γάρ τις καπνὸς ἢ ὀμίχλη βαθύνει μὲν καὶ ἀναθολοῖ τὸν ἀέρα, ἐν ᾧπερ ἂν τὴν σύστασιν λάβῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν κωλύει τὴν ὅρασιν, οὐ μὴν οὕτω καταπυκνοῦται πρὸς ἑαυτὴν ὡς καὶ δράξασθαι τὸν βουλόμενον καὶ περισχεῖν ταῖς παλάμαις καὶ ἀντιτυπῆσαι τῷ πλήττοντι, τοιοῦτόν τι καὶ περὶ τῆς σεμνῆς ταύτης λογογραφίας εἰπών τις οὐκ ἂν τῆς ἀληθοῦς εἰκασίας ἁμάρτοι. πολὺς ὁ ὕθλος ἐν ὀγκώδει καὶ φλεγμαίνοντι λόγῳ πεπονημένος καὶ τῷ μὴ λίαν διορατικῷ τὴν ψυχὴν ὥσπερ ἀχλὺς τῷ πόρρωθεν βλέποντι σύστασιν ἔχειν τινὰ καὶ φαντασίαν δοκεῖ· εἰ δέ τις κατ᾽ αὐτὸν γένοιτο καὶ τῇ ἐξεταστικῇ διανοίᾳ τῶν εἰρημένων ἐφάπτοιτο, καπνοῦ δίκην διαρρεῖ 〈ὑπὸ〉 τῆς λαβῆς τὰ νοήματα καὶ εἰς τὸ μὴ ὂν διασκίδναται καὶ οὐ δέχεται διά τινος στερρότητος καὶ ἀντιτυπίας τὸν πλήττοντα λόγον.

τί οὖν χρὴ πράττειν, ἄπορον· εὐσυκοφάντητος γὰρ πρὸς ἑκάτερον παρὰ τοῖς φιλαιτίοις ἡ αἵρεσις, εἴτε καθάπερ τινὰ φάραγγα διαπηδήσαντες τὴν κενοφωνίαν ἐπὶ τὰ πρανῆ καὶ ἐπίδρομα τὸν λόγον εὐθύνωμεν, τοῖς δοκοῦσί τινα κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν συσταθέντες διὰ τῆς ἀντιρρήσεως, εἴτε καὶ πάσῃ συμπαρατείνωμεν τῇ φλυαρίᾳ τὴν πρὸς τὰ μάταια μάχην· οὕτω μὲν γὰρ ἐπαχθὴς ἔσται τοῖς ἀφιλοπόνοις ἡ σπουδὴ καὶ ἀνόνητος ἐν πολλαῖς ἐπῶν χιλιάσιν ἐπ᾽ οὐδενὶ χρησίμῳ μηκυνομένη. εἰ δὲ τῶν δοκούντων ἔχειν τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν μόνων ἀντιλαβοίμεθα, κατηγορίας ἀφορμὴν τοῖς ὑπεναντίοις παρέξομεν ὡς παρεικότες τινὰ τῶν οὐ δεχομένων ἀντίρρησιν. ἐπειδὴ τοίνυν δύο προκειμένων ἡμῖν, τοῦ τε διὰ πάντων τὸν λόγον ἐλθεῖν καὶ τοῦ τοῖς ἀναγκαιοτέροις μόνοις ἐπιδραμεῖν, τὸ μὲν ἐπαχθὲς τοῖς ἀκούουσι, τὸ δὲ τοῖς διαβάλλουσιν ὕποπτον, καλῶς ἔχειν φημὶ μέσην τινὰ τραπόμενον ἐκφυγεῖν ἑκατέρωθεν ὡς οἷόν τε τὸ ὑπαίτιον. τίς οὖν ἡ μέθοδος; πάντων τῶν κατὰ τὸ μάταιον πεπονημένων αὐτῷ συντεμόντες ὡς οἷόν τε τὸν πολὺν συρφετὸν δι᾽ ὀλίγων ἐπιδραμούμεθα κεφαλαιωδῶς τὰ νοήματα, ὡς μήτε τοῖς ἀνοήτοις ἐμβαθύνειν εἰκῆ μήτε τι τῶν εἰρημένων περιϊδεῖν ἀνεξέταστον.

Ἅπας τοίνυν ὁ λόγος αὐτῷ πρὸς ταύτην ἄσχολός ἐστι τὴν σπουδήν, δεῖξαι φιλονεικῶν ἀνθρωπικῶς τὸ θεῖον διαλεγόμενον καὶ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς αὐτὸν τοῖς οὖσι τὸν τῶν πραγμάτων δημιουργὸν ἐφαρμόζοντα. καὶ διὰ τοῦτο μαχόμενος πρὸς τὸν εἰπόντα τῆς λογικῆς εἶναι φύσεως, ἣν θεόθεν εἰλήφαμεν, τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τῆς ἀληθείας διαμαρτάνειν φησὶ καὶ τῆς ἰδίας αὐτὸν μὴ κρατεῖν ὑποθέσεως καὶ ταύτην ἐπαγαγὼν τὴν μέμψιν αὐτῷ τοιούτοις κέχρηται λογισμοῖς πρὸς ἀπόδειξιν. 〈εἶπε〉, φησίν, 〈ὁ Βασίλειος μετὰ τὸ πρῶτον ἐγγενόμενον ἡμῖν περὶ τοῦ πράγματος νόημα τὴν λεπτοτέραν καὶ ἀκριβεστέραν τοῦ νοηθέντος ἐξέτασιν ἐπίνοιαν λέγεσθαι〉. καὶ τῇ τοιαύτῃ κατασκευῇ διελέγχει τὸν λόγον, ὡς οἴεται, ὅτι 〈ἐν οἷς οὐκ ἔστι πρῶτον καὶ δεύτερον νόημα οὔτε λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, οὐκ ἂν ἔχοι〉, φησί, 〈χώραν τὸ κατ᾽ ἐπίνοιαν〉. τέως μὲν οὖν καὶ τοῦτο δολερῶς ὑφαρπάσας παρὰ τῶν ἐχόντων ἀκοὴν φωραθήσεται. οὐ γὰρ πάσης ἐπινοίας τοῦτον πεποίηται τὸν ὁρισμὸν ὁ διδάσκαλος ἡμῶν, ἀλλ᾽ οἷον ἰδικήν τινα τῶν κατ᾽ ἐπίνοιαν θεωρουμένων ὑποδιαίρεσιν ποιησάμενος, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπεισαγάγοι τῷ λόγῳ, τὸ μέρος τοῦτο διασαφήσας ἀφῆκε τοὺς νοῦν ἔχοντας ἐκ τοῦ μέρους τὸ ὅλον ἐπιλογίζεσθαι.

καὶ ὥσπερ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖσθαί τις τὸ ζῷον εἰπὼν οὐκ ἂν ὡς διαμαρτὼν τῆς ἀληθείας διελεγχθείη ἰδίως τὸν ἄνθρωπον εἰς ὑπογραφὴν ἀγαγὼν οὐδ᾽ ἄν τις αὐτὸν ὡς ἀποσφαλέντα τοῦ ὄντος εὐθύνοιεν, εἰ μὴ κατὰ πτηνοῦ τε καὶ τετράποδος καὶ ἐνύδρου τὸν αὐτὸν ἀποδιδοίη λόγον, ὃν ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ἀπεφήνατο, οὕτω πολυσχιδῶς καὶ ποικίλως τοῦ κατ᾽ ἐπίνοιαν θεωρουμένου λόγου οὐκ ἂν ἔλεγχος εἴη τὸ μὴ εἶναι κυρίως ἐκείνην ἐπίνοιαν τῷ καὶ ἕτερον εἶναι εἰπεῖν, ὥστε κἂν ἄλλο τι ἐπινοίας εἶδος θεωρηθῇ, τὸ προαποδοθὲν οὐχ ἡμάρτηται. 〈εἰ μὲν οὖν τις〉, φησί, 〈τῶν ἀποστόλων ἢ τῶν προφητῶν τούτοις χρησάμενος ἐπὶ τοῦ Χριστοῦ τοῖς ὀνόμασιν ἀπεδείκνυτο, εἶχεν ἂν παραμυθίαν τὸ ψεῦδος〉. ὅσην μαρτυρεῖ τῷ λογογράφῳ τὰ εἰρημένα τὴν ἐν ταῖς γραφαῖς τοῦ θεοῦ φιλοπονίαν. οὐδεὶς εἶπε τῶν προφητῶν ἢ τῶν ἀποστόλων ἄρτον ἢ λίθον ἢ πηγὴν ἢ ἀξίνην ἢ φῶς ἢ ποιμένα τὸν κύριον; τί οὖν ὁ Δαβίδ; περὶ τίνος φησὶν ὅτι Κύριος ποιμαίνει με, καὶ Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες; ἆρά τι διαφέρει ποιμένα εἰπεῖν ἢ ποιμαίνοντα καὶ Παρὰ σοὶ πηγὴ ζωῆς; ἆρα δέχεται τὸ πηγὴν εἰρῆσθαι τὸν κύριον καὶ Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;

ὁ δὲ Ἰωάννης τὴν ἀναιρετικὴν τῆς κακίας· δύναμιν τοῦ κυρίου τῷ τῆς ἀξίνης διασημαίνων ὀνόματι ἐν οἷς φησιν Ἤδη ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κείται, οὐκ ἀξιόπιστος τούτῳ μάρτυς τῶν εἰρημένων δοκεῖ; ὁ δὲ Μωϋσῆς ἐν φωτὶ τὸν θεὸν βλέπων καὶ ὁ Ἰωάννης φῶς ἀληθινὸν ὀνομάζων, τὸ δὲ αὐτὸ τοῦτο καὶ Παῦλος ἐν τῇ πρώτῃ θεοφανείᾳ περιλαμφθεὶς τῷ φωτὶ καὶ μετὰ ταῦτα τὰς παρὰ τοῦ φωτὸς ἀκούων φωνὰς ὅτι Ἐγὼ Ἰησοῦς ὃν σὺ διώκεις, οὐχ ἱκανὸς ἄρα πρὸς μαρτυρίαν ἐστί; περὶ δὲ τοῦ ἄρτου ἀναγνώτω τὸ εὐαγγέλιον, ὅτι ἡ παρὰ τοῦ Μωϋσέως τροφὴ ἡ οὐρανόθεν τῷ Ἰσραὴλ χορηγουμένη εἰς τὸν τοῦ κυρίου τύπον ὑπ᾽ αὐτοῦ τοῦ κυρίου μετείληπται. Οὐ γὰρ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον, ἀλλ᾽ ὁ πατήρ μου δίδωσι τὸν ἄρτον τὸν ἀληθινόν, ἑαυτὸν λέγων τὸν ἐκ τοῦ οὐρανοῦ καταβάντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ. ἀλλ᾽ ὁ γνήσιος ἀκροατὴς τοῦ νόμου μηδένα φησὶ τῶν προφητῶν ἢ τῶν ἀποστόλων ταῦτα ἐπιτεθεικέναι τῷ Χριστῷ τὰ ὀνόματα. τί οὖν τὸ ἐφεξῆς, εἰ αὐτὸς ἑαυτὸν τούτοις ὠνόμασεν ὁ κύριος; ἐπειδή γε τῶν τοῦ σωτῆρος ὀνομάτων οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον οὐδὲ λεπτότερον ἕτερον ἑτέρου καὶ ἀκριβέστερον, ὁμοῦ τὰ πάντα καὶ μετὰ τῆς ἴσης ἀκριβείας γινώσκοντος, οὐδὲ τούτων οὐδενὶ δυνατὸν συναρμόσαι τὸν περὶ τῆς ἐπινοίας αὐτῷ ῥηθέντα λόγον.

Πολὺν ἐπήντλησα τῷ λόγῳ τὸν ἐκεῖθεν λῆρον· ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ μηδὲ τὰ πρόδηλα τῶν ματαίων περιορῶμεν ἀκατανόητα, οὐχ ὡς ἐμφαιδρυνόμενοι τῇ ἀσχημοσύνῃ τοῦ λογογράφου (τί γὰρ φέρει κέρδος ἡμῖν ἐλεγχομένη τῶν ἐναντίων ἡ ἄνοια;) ἀλλ᾽ ὡς ἂν ὁδῷ προΐοι συνιστῶσα διὰ πάντων ἑαυτὴν ἡ ἀλήθεια. 〈ἐπειδή〉, φησίν, 〈ἑαυτῷ ταύτας ἐπέθηκε τὰς προσηγορίας ὁ κύριος οὔτε τι πρῶτον νοῶν οὔτε δεύτερον οὔτε λεπτότερόν τι ἢ ἀκριβέστερον, οὐκ ἔστιν ἐξ ἐπινοίας εἶναι ταῦτα εἰπεῖν τὰ ὀνόματα〉. πῶς μέμνηται τοῦ ἰδίου σκοποῦ; πῶς οἶδε τοὺς λόγους καθ᾽ ὧν τὸν πόλεμον ἐνεστήσατο; ἐμνήσθη τινὸς τῶν ὑποτρεχόντων τῇ συνηθείᾳ πρὸς τὴν ἑρμηνείαν τῆς ἐπινοίας ὁ καθηγητὴς ὁ ἡμέτερος καὶ ἐν τοῖς κατωτέροις τῶν ὑποδειγμάτων τὸν νοῦν διασαφήσας οὕτως προσβιβάζει τοῖς ἄνω τὴν θεωρίαν τοῦ λόγου. εἶπεν γὰρ ὅτι καθ᾽ ἑαυτὸν ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν φαίνεται, πρὸς δὲ τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφὴ καὶ ὅσα γίνεται, τοσαῦτα ὀνομαζόμενος. παραπλησίως δέ, φησί, καὶ ὁ κύριος ἐστὶ μὲν καθ᾽ ἑαυτὸν ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ᾽ ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα.

τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργούμενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημάτων διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται; πῶς οὖν ἀνατρέπει τὰ εἰρημένα ὁ λέγων περὶ ἑαυτοῦ ταῦτα τὸν Χριστὸν τὰ ὀνόματα λέγειν; οὐ γὰρ ὅστις ὁ κατονομάσας τὸ ζητούμενον ἦν, ἀλλὰ περὶ τῆς τῶν ὀνομάτων ἐννοίας ἡ θεωρία προέκειτο πότερον φύσιν ἐνδείκνυται ἢ ἐπινοητικῶς ἐκ τῶν ἐνεργειῶν ὀνομάζεται. ἀλλ᾽ ὁ δριμὺς οὗτος καὶ ἀμφιλαφὴς τὴν διάνοιαν ἀνατρέπων τὸν ἀποδοθέντα περὶ τῆς ἐπινοίας λόγον τὸν εἰπόντα δυνατὸν εἶναι ἑνὶ τῷ ὑποκειμένῳ πολλὰς ἐξευρίσκειν προσηγορίας κατὰ τῶν ἐνεργειῶν τὰς σημασίας ἰσχυρῶς κέχρηται καθ᾽ ἡμῶν τῇ μάχῃ λέγων 〈μὴ παρ᾽ ἑτέρου τινὸς τεθεῖσθαι τῷ κυρίῳ τὰς τοιαύτας φωνάς〉. τί οὖν ταῦτα πρὸς τὴν νῦν προκειμένην σπουδήν; μὴ ἐπειδὴ παρὰ τοῦ κυρίου τὰ ὀνόματα λέγεται, οὐδὲ ὀνόματα δώσει ταῦτα εἶναι οὐδὲ προσηγορίας οὐδὲ φωνὰς νοημάτων σημαντικάς;

εἰ μὲν γὰρ οὐ δέχεται τὸ εἶναι ταῦτα ὀνόματα, τῇ τῶν προσηγοριῶν ἀναιρέσει καὶ ἡ ἐπίνοια συνανῄρηται· εἰ δὲ οὐκ ἀντιλέγει τὸ τὰς φωνὰς ταύτας ὀνόματα εἶναι, τί βλάπτει τὸν κατ᾽ ἐπίνοιαν λόγον διὰ τοῦ δεῖξαι μὴ παρ᾽ ἑτέρου τινός, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ κυρίου τὰς τοιαύτας τεθεῖσθαι κλήσεις; τὸ γὰρ λεγόμενον ἦν, ὅτι παραπλησίως τῷ κατὰ τὸν σῖτον ὑποδείγματι ἓν κατὰ τὸ ὑποκείμενον ὁ κύριος ὢν πρόσφορα ταῖς ἐνεργείαις ἔχει καὶ τὰ ὀνόματα. τοῦ δὲ σίτου κατὰ τὴν τῶν περὶ αὐτὸν θεωρουμένων ἐπίνοιαν τὰς ὀνομασίας ἔχειν ὁμολογουμένου συγκατεσκευάζετο καὶ τὸ μὴ φύσεως εἶναι ταύτας ἐπὶ τοῦ κυρίου σημαντικὰς τὰς φωνάς, ἀλλὰ τῷ λόγῳ τῆς ἐπινοίας ἐν τοῖς περὶ αὐτὸν νοουμένοις συνίστασθαι. ὁ δὲ ἀντιλέγων ὑπὸ πολλῆς προσοχῆς οὐ πρὸς τὰ τεθέντα ποιεῖται τὴν μάχην, ἀλλά φησιν αὐτὸν ὑφ᾽ ἑαυτοῦ ταῦτα κατονομάζεσθαι, ὅμοιον ὥσπερ ἂν εἴ τις τοῦ κατὰ τὸν Ἰσαὰκ ὀνόματος τὴν ἑρμηνείαν ζητῶν, πότερον γέλως ὥς φασί τινες ἑρμηνεύεται ἢ ἄλλο τι σημαίνει τὸ ὄνομα, ὁ δέ τις τῶν κατὰ Εὐνόμιον ἐπιστατικῶς ἀποκρίνοιτο παρὰ τῆς μητρὸς τεθεῖσθαι τῷ παιδὶ τὴν κλῆσιν· ἀλλ᾽ οὐ τοῦτο, φαίη τις ἄν, τὸ ζητούμενον ἦν, παρὰ τίνος ἡ ἐπωνυμία πεπόρισται, ἀλλὰ τί σημαίνει μεταληφθεῖσα πρὸς τὴν ἡμετέραν γλῶσσαν ἡ τοῦ ὀνόματος ἔννοια.

καὶ ἐνταῦθα τοίνυν τῆς ζητήσεως οὔσης, εἰ τὰ ποικίλως ἐπιλεγόμενα τῷ κυρίῳ κατ᾽ ἐπίνοιαν λέγεται καὶ οὐχὶ τῆς φύσεως τὴν ἔνδειξιν ἔχει, ὁ τοιαύτην ἐπαγαγὼν τὴν ἀπόδειξιν τοῦ μὴ ἐν ἐπινοίᾳ θεωρεῖσθαι τὰς προσηγορίας, τὸ παρ᾽ αὐτοῦ τοῦ κυρίου λέγεσθαι ταύτας, πῶς μετὰ τῶν σωφρονούντων ἀριθμηθήσεται ὁ καὶ πολεμῶν τῇ ἀληθείᾳ καὶ τοιαύταις πρὸς τὸν πόλεμον συμμαχίαις χρώμενος, δι᾽ ὧν ἰσχυρότερον ἀποφαίνει τὸν πολεμούμενον;

Εἶτα προϊὼν ὡς δὴ κατὰ σκοπὸν αὐτῷ συμπερανθέντος τοῦ λόγου ἕτερα προχειρίζεται καθ᾽ ἡμῶν χαλεπώτερα τῶν εἰρημένων ὥς φησι τὰ ἐγκλήματα καὶ πολλὰ προσχετλιάσας καὶ προδιαβαλὼν τὸν λόγον καὶ σφοδρῶς τὸν ἀκροατὴν ἐπὶ τοῖς μέλλουσι ῥηθήσεσθαι παροξύνας, ἐν οἷς δυσσεβέστερά τινα παρ᾽ ἡμῶν αἰτιᾶται κατασκευάζεσθαι, ὡς μὴ μόνον τὰς ἀποκληρωθείσας παρὰ τοῦ θεοῦ προσηγορίας ταῖς ἐπινοίαις ἡμῶν προσαπτόντων, οὐκ εἰπὼν τίς ἡ τῶν προσηγοριῶν ἀποκλήρωσις καὶ πότε καὶ πῶς γεγενημένη, 〈ἀλλὰ〉 καὶ ὡς πάντα φυρόντων τὰ πράγματα καὶ εἰς ταὐτὸν ἀγόντων τοῦ μονογενοῦς τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, οὐδὲν περὶ αὐτοῦ τούτου διαλεχθεὶς οὐδὲ ἀποδείξας, πῶς ταὐτὸν εἶναι τῇ οὐσίᾳ κατασκευάζεται παρ᾽ ἡμῶν ἡ ἐνέργεια, τέλος ἐπάγει καὶ αὐτὸν τὸν κολοφῶνα τῶν ἐγκλημάτων, οὑτωσὶ λέγων τοῖς ῥήμασιν. 〈ἤδη δέ〉, φησί, 〈μεταβαίνων ἀπὸ τούτων καὶ τὸν ἐπὶ πάντων θεὸν ταῖς ἐσχάταις περιβάλλει βλασφημίαις καὶ λόγοις ἀπερρωγόσι καὶ παραδείγμασι παντελῶς ἀποστατοῦσι χρώμενος〉.

ἐγὼ δὲ καὶ τοῦτο πρὸ τῶν ἐξητασμένων ἠξίουν μαθεῖν, τίνων 〈ἀπερρώγασιν〉 οἱ ἡμέτεροι 〈λόγοι〉 καὶ τίνος 〈ἀποστατεῖ〉 τὰ παρ᾽ ἡμῶν 〈παραδείγματα〉, οὐ πάντως τοῦ μαθεῖν ταῦτα δεόμενος ἀλλ᾽ ἢ δεῖξαι τὸ συρφετῶδες τῶν ῥημάτων τοῦ λογογράφου καὶ ἀκριτόμυθον, οἷς περικτυπῶν τὰ ἐν ἀνδράσι γραΐδια καὶ τῷ στόμφῳ τῶν λεξειδίων ἐν ταῖς ἀκοαῖς τῶν ταῦτα θαυμαζόντων καλλωπιζόμενος στήλην καθ᾽ ἑαυτοῦ τὸν λόγον τοῦτον τοῖς πεπαιδευμένοις προτιθεὶς οὐ συνίησιν. ἀλλ᾽ οὐδὲν τοῦτο πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον. εἴθε γὰρ μέχρι τούτων ἦν κατ᾽ αὐτοῦ τὰ ἐγκλήματα καὶ μηδὲν περὶ τὴν πίστιν ἐξαμαρτάνων περὶ μόνην τὴν τοῦ λόγου προφορὰν πλημμελεῖν ἐνομίζετο, ὡς ἀντ᾽ οὐδενὸς ἂν ἦν αὐτῷ πρὸς ἔπαινον ἢ διαβολὴν τὸ οὕτως ἢ ὡς ἑτέρως τὴν λέξιν ἔχειν. ἡ δ᾽ οὖν ἀκολουθία τῶν παρ᾽ αὐτοῦ καθ᾽ ἡμῶν εἰρημένων καὶ τοῦτο προστίθησιν. 〈ἐπὶ τοῦ σίτου〉, φησί, 〈καὶ τοῦ κυρίου διαφόρως γυμνάσας τὰς ἐπινοίας παραπλησίως καὶ τὴν ἁγιωτάτην οὐσίαν τοῦ θεοῦ διαφόρως δέχεσθαι τὰς ἐπινοίας φησί〉. τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐγκλημάτων καὶ ἐπὶ τούτῳ τὰ βαρέα καθ᾽ ἡμῶν ἐκεῖνα προετραγῴδησε, δυσσέβειαν καὶ ἀτοπίαν καὶ πάντα τὰ τοιαῦτα τοῖς εἰρημένοις ἐπικαλῶν. τίς οὖν ἡ τῆς ἀσεβείας ἀπόδειξις;

εἶπεν ὁ Εὐνόμιός τινα περὶ τοῦ σίτου, τὰ κοινὰ ταῦτα καὶ πᾶσιν ἐκ τοῦ προχείρου γνώριμα διευκρινούμενος, ὅπως τε γίνεται καὶ ὅπως τελειωθεὶς διὰ τοῦ καρποῦ τρέφει, φυσικαῖς τισι δυνάμεσι φυόμενός τε καὶ αὔξων καὶ διοικούμενος· καὶ ταῦτα εἰπὼν 〈καὶ τὸν μονογενῆ θεὸν οὐδὲν ἀπεικὸς εἶναί〉 φησι 〈διαφόρους δέχεσθαι τὰς ἐπινοίας διά τε τὰς ἑτερότητας τῶν ἐνεργειῶν καὶ ἀναλογίας τινὰς καὶ σχέσεις〉. ταῦτα γὰρ κατακόρως ἐπ᾽ αὐτοῦ διαθρυλεῖ τὰ ὀνόματα. 〈ἀλλὰ πῶς〉, φησίν, 〈οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον; τίσι τούτοις; τῷ σίτῳ, φησί, καὶ τῷ μονογενεῖ θεῷ. ὁρᾷς τὴν εὐλάβειαν; ἴσον ἀπέχειν τῆς ἀξίας τοῦ ἀγεννήτου θεοῦ κατασκευάζει τὸν βραχὺν σῖτον καὶ τὸν μονογενῆ θεόν. καὶ ὅτι οὐ συκοφαντοῦμεν τὸν λόγον, παρ᾽ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν αὐτοῦ τὴν διάνοιαν. 〈πῶς γάρ〉, φησίν, 〈οὐκ ἄτοπον, ἀθέμιτον δὲ μᾶλλον, τούτοις παραβάλλειν τὸν ἀγέννητον〉; καὶ ταῦτα εἰπὼν ἐπάγει κατὰ τὸ ὁμότιμον τὸν περὶ τοῦ σίτου καὶ τοῦ κυρίου λόγον, ἴσον εἰς ἀτοπίαν κρίνων ἑνὶ τούτων παραβάλλειν τὸν θεόν.

παντὶ δὲ γνώριμον πάντως τὸ τοιοῦτόν ἐστιν, ὅτι τὰ ἴσῳ τῷ μέτρῳ τινὸς ἀφεστηκότα καὶ αὐτὰ πρὸς ἄλληλα τὸ ἴσον ἔχει· ὥστε κατὰ τὸν σοφὸν θεολόγον ὁ τῶν αἰώνων ποιητὴς καὶ πάσης περιδεδραγμένος τῶν ὄντων 〈τῆς〉 φύσεως ἰσοστάσιος ἀνεδείχθη τῷ βραχυτάτῳ σπέρματι, εἴπερ ἐπίσης ἀπολείπεται τῆς πρὸς τὸν θεὸν συγκρίσεως καὶ αὐτὸς καὶ ὁ σῖτος.

Ἀλλ᾽ ἡ μὲν ἀσέβεια τοῦ λόγου τοσαύτη. καιρὸς δ᾽ ἂν εἴη καὶ αὐτὴν ἐξετάσαι τὴν εἰς τὴν βλασφημίαν κατασκευήν, ἐν τίνι πρὸς ἑαυτὴν τῷ λόγῳ δι᾽ ἀκολουθίας συνήρτηται. εἰπὼν γὰρ ἄτοπον εἶναι τῷ σίτῳ καὶ τῷ Χριστῷ τὸν θεὸν παραβάλλειν περὶ τοῦ σίτου φησὶν ὅτι οὐκ ἔστιν ὁ θεὸς καθ᾽ ὁμοιότητα τούτων πρὸς μεταβολὴν ἐπιτήδειος, περὶ δὲ τοῦ μονογενοῦς τὸ μὴ εἶναι αὐτὸν πρὸς μεταβολὴν ἐπιτήδειον σιωπήσας καὶ διὰ τούτου σαφῶς ἐνδειξάμενος τὸ ταπεινὸν τῆς ἀξίας, ἐν τῷ μὴ δεῖν αὐτὸν ὡς καὶ τὸν σῖτον τῷ θεῷ συγκρίνειν ἀφῆκε τὸν λόγον μετέωρον, οὐδενὶ ἄλλῳ λογισμῷ κατασκευάσας ἐν τῷ μέρει τούτῳ τὸ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀπαράθετον, ὡς ἱκανῶν ὄντων τῶν περὶ τὸν κόκκον θεωρηθέντων καὶ τοῦ υἱοῦ τὴν πρὸς τὸν πατέρα κατὰ τὸ ταπεινότερον παραλλαγὴν συνενδείξασθαι. ἀλλὰ 〈περὶ τῆς ἀφθαρσίας τοῦ πατρὸς〉 διαλέγεται ὡς 〈οὐκ ἐξ ἐνεργείας προσούσης αὐτῷ〉. ἐγὼ δὲ εἰ μὲν ἐνέργειά τίς ἐστιν ἡ ὄντως ζωὴ ἑαυτὴν ἐνεργοῦσα καὶ εἰ ταὐτόν ἐστι τῷ σημαινομένῳ τό τε ἀεὶ ζῆν καὶ τὸ μηδέποτε εἰς φθορὰν διαλύεσθαι οὔπω τῷ λόγῳ προστίθημι, ἀλλὰ τοῖς ἰδίοις ταμιεύσομαι τόποις.

ὅτι μέντοι μία 〈ἡ〉 τῆς ἀφθαρσίας ἐστὶ διάνοια ὡσαύτως ἐπί τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ νοουμένη καὶ κατ᾽ οὐδὲν τὸ τοῦ πατρὸς ἄφθαρτον τῆς ἀφθαρσίας τοῦ υἱοῦ παραλλάσσει, οὔτε ὑφέσει τινὶ καὶ ἐπιτάσει οὔτε τινὶ ἄλλῳ διαφορᾶς τρόπῳ τῆς κατὰ τὴν ἀφθαρσίαν παραλλαγῆς εὑρισκομένης, τοῦτο καὶ νῦν φημι εὔκαιρον εἶναι καὶ ἀεὶ λέγειν, ὡς ἂν μηδεμίαν ἔχοι διὰ τούτου χώραν ὁ λόγος αὐτῷ τῇ κατὰ τὴν ἀφθαρσίαν ἐννοίᾳ τῷ πατρὶ προσμαρτυρῶν τὸ πρὸς τὸν υἱὸν ἀκοινώνητον. ὡς γὰρ περὶ τὸν πατέρα ἡ ἀφθαρσία καταλαμβάνεται, οὕτως καὶ ἐπὶ τοῦ μονογενοῦς εἶναι οὐκ ἀμφιβάλλεται. τὸ γὰρ τῆς φθορᾶς ἀπαράδεκτον, ὅπερ ἀφθαρσία καὶ ἔστι καὶ λέγεται, ἴσον μᾶλλον δὲ τὸν αὐτὸν ἔχει λόγον ἐφ᾽ οὗπερ ἂν λέγηται. τί οὖν μαθὼν μόνῳ προσμαρτυρεῖ τῷ ἀγεννήτῳ θεῷ τὸ μὴ ἐξ ἐνεργείας εἶναι τὴν ἀφθαρσίαν αὐτῷ, ὡς διὰ τούτου τὴν κατὰ τοῦ μονογενοῦς παραλλαγὴν τοῦ πατρὸς δεικνύων; εἰ μὲν γὰρ φθαρτὸν ὑποτίθεται τὸν κτιστὸν ἑαυτοῦ θεόν, καλῶς τῇ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον διαφορᾷ τὴν κατὰ φύσιν παραλλαγὴν ἀποδείκνυσιν· εἰ δὲ ἀνεπίδεκτος φθορᾶς ὡσαύτως ἑκάτερος καὶ οὔτε τὸ μᾶλλον οὔτε τὸ ἧττον ἐν τῇ κατὰ φύσιν ἀφθαρσίᾳ καταλαμβάνεται, πῶς δείκνυσι τοῦ πατρὸς πρὸς τὸν μονογενῆ υἱὸν τὸ ἀσύγκριτον; ἢ τί βούλεται τὸ μὴ ἐξ ἐνεργείας προσμαρτυρεῖσθαι τῷ πατρὶ τὸ ἄφθαρτον;

Ἀλλ᾽ ἐκκαλύπτει τὸν σκοπὸν τῷ μετὰ ταῦτα λόγῳ. 〈οὐκ ἐξ ἐνεργειῶν〉, φησίν, 〈ἄφθαρτός ἐστιν καὶ ἀγέννητος ὡς πατήρ τε καὶ δημιουργός〉. τούτῳ μοι προσέχειν μάλιστα τὸν ἀκροατὴν ἀξιῶ. πῶς ταὐτὸν οἴεται τῶν δύο τούτων ὀνομάτων τὸ σημαινόμενον, τῆς δημιουργίας λέγω καὶ τῆς πατρότητος; ἐνέργειαν γὰρ εἶναι τούτων ἑκάτερον ἐπίσης ὁρίζεται σαφῶς οὕτω διαγορεύων τῷ λόγῳ, ὅτι ἄφθαρτος μὲν οὐκ ἐνεργείᾳ ἐστί, πατὴρ δὲ καὶ δημιουργὸς ἐξ ἐνεργειῶν ὀνομάζεται. εἰ τοίνυν ταὐτόν ἐστι πατέρα τε καὶ δημιουργὸν αὐτὸν λέγεσθαι, τῷ τὴν ἐνέργειαν ἀμφοτέρων αὐτῷ γίνεσθαι τῶν ὀνομάτων αἰτίαν, ἀνάγκη πᾶσα καὶ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματα ὁμογενῶς ἔχειν ἀλλήλοις κατ᾽ αὐτὸ τὸ ἐξ ἐνεργείας ὁμοίως εἶναι. τοῦτο δὲ πρὸς ποῖον βλασφημίας πέρας διὰ τῆς ἀκολουθίας ἐκφέρεται, παντὶ δῆλόν ἐστι τῷ ἐπισταμένῳ βλέπειν πρὸς τὸ ἀκόλουθον. ἐγὼ δ᾽ ὅσα περὶ τούτων λογίζομαι, βούλομαι προσθεῖναι τῇ συνεξετάσει τῶν λόγων. οὐκ ἔστιν ἐνέργειαν ἀπεργαστικήν τινος πράγματος αὐτὴν ἐφ᾽ ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνησιν, οἷον ἐνεργεῖν τί φαμεν τὸν χαλκεύοντα, ἐνεργεῖσθαι δὲ τὴν ἐκκειμένην ὕλην τῇ τέχνῃ. οὐκοῦν ἀναγκαίως ἔχει σχέσιν τινὰ ταῦτα πρὸς ἄλληλα, ἡ ἐνεργητικὴ καὶ ἡ παθητικὴ δύναμις, ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ᾽ ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον.

εἰ γὰρ μὴ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. τί οὖν ἐκ τούτου κατασκευάζεται; εἰ οὐ συνίσταται καθ᾽ ἑαυτὴν ἡ ἐνέργεια ἡ ἀποτελεστική τινος πράγματος, μὴ ὑποκειμένου τοῦ πάσχοντος, ὁ πατὴρ δέ, καθὼς οὗτοί φασιν, οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια, παθητὸς ἄρα διὰ τούτων ὁ μονογενὴς υἱὸς ἀποδείκνυται πρὸς τὴν κίνησιν τῆς ὑφιστώσης αὐτὸν ἐνεργείας τυπούμενος. ὡς γὰρ τὸν τοῦ παντὸς δημιουργόν φαμεν παθητικήν τινα καὶ εὔεικτον ὕλην ὑποβαλόμενον ἐνεργὸν ἑαυτοῦ τὴν δημιουργικὴν οὐσίαν ποιῆσαι, ἐπὶ μὲν τῶν αἰσθητῶν τὰς ποικίλας τε καὶ πολυειδεῖς τῷ ὑποκειμένῳ ποιότητας πρὸς τὴν ἑκάστου τῶν γινομένων ἀπεργασίαν τεχνικῶς ἐπιβάλλοντα, ἐπὶ δὲ τῶν νοητῶν ἕτερον τρόπον οὐχὶ ποιότησιν, ἀλλὰ προαιρετικαῖς ὁρμαῖς διαμορφοῦντα τὸ ὑποκείμενον, οὕτως ἐξ ἀνάγκης εἰ ἐνέργειάν τις ὁρίζοιτο τὴν πατρότητα, οὐκ ἄλλως ἀποδείξει τοῦ υἱοῦ τὴν ὑπόστασιν, μὴ κατά τινα παθητικὴν πάντως ἀπεργασθεῖσαν ὕλην. εἰ γὰρ ἀπαθὴς νομισθείη, ἀντίτυπος πάντως ἡ ἀπάθεια τῷ ἐνεργοῦντι γενήσεται, κωλυομένης δὲ τῆς ἐνεργείας οὐκ ἔσται πάντως τὸ ἐνεργούμενον. ὡς δυοῖν θάτερον, ἢ παθητὴν διὰ τούτων τοῦ μονογενοῦς τὴν οὐσίαν ποιήσουσιν, ἵνα τὴν ἐνέργειαν δέξηται, ἢ τοῦτο διὰ τὸ προφανὲς τῆς ἀσεβείας ὀκνοῦντες τὸ μηδὲ ὅλως αὐτὴν εἶναι κατασκευάσουσιν. ὃ γὰρ παθεῖν ἀποπέφυκεν, οὐδὲ τὴν ποιητικὴν ἐνέργειαν ὑφ᾽ ἑαυτοῦ πάντως προσίεται.

ὁ τοίνυν ἐνεργείας τινὸς ἀποτέλεσμα τὸν υἱὸν ὀνομάζων ἕν τι καὶ τοῦτον τῶν παθητῶν διορίζεται ὅσα δι᾽ ἐνεργείας ἔσχε τὴν πρόοδον, ἢ εἴπερ ἀρνοῖτο τὸ πάθος, καὶ τὴν ὑπόστασιν αὐτοῦ μετὰ τοῦ πάθους ἀρνήσεται. ἀλλ᾽ ἐπειδὴ καθ᾽ ἑκάτερον τῶν κατὰ τὸ διλήμματον προφαινομένων σαφὴς ἡ ἀσέβεια καὶ τὸ μὴ εἶναι λέγειν καὶ τὸ παθητὸν αὐτὸν οἴεσθαι, πρόδηλος ἡ ἀλήθεια διὰ τῆς τῶν ἀτόπων ἀναιρέσεως ἀναφαινομένη. εἰ γὰρ καὶ ἀληθῶς ἔστι καὶ παθητὸς οὐκ ἔστι, δῆλον ὅτι οὐκ ἐξ ἐνεργείας ἐστίν, ἀλλ᾽ ὡς εἰκὸς ἀληθινὸν εἶναι θεὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαθῶς ἐξ ἀϊδίου ἀπαυγασθέντα τε καὶ ἐκλάμψαντα. ἀλλὰ 〈κατ᾽ αὐτὴν τὴν οὐσίαν〉, φησίν, 〈ἄφθαρτός ἐστιν ὁ θεός〉. τί δὲ ἄλλο τῶν θεοπρεπῶν νοημάτων οὐκ αὐτῆς ἔχεται τοῦ υἱοῦ τῆς οὐσίας, τὸ δίκαιον, τὸ ἀγαθόν, τὸ ἀΐδιον, τὸ τοῦ κακοῦ παντὸς ἀνεπίδεκτον, τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ ἀπεριόριστον; ἆρά τίς ἐστιν ὁ λέγων ἐπίκτητόν τι τῶν καλῶν εἶναι τῇ θείᾳ φύσει καὶ οὐ πᾶν ὅτιπέρ ἐστι καλὸν ἐκεῖθέν τε ἀφορμᾶσθαι καὶ ἐν αὐτῇ θεωρεῖσθαι, οὕτω τοῦ προφήτου λέγοντος Ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, παρ᾽ αὐτοῦ ἐστι; συνάπτει δὲ τούτῳ τὸ 〈καὶ ἀγέννητον κατ᾽ οὐσίαν εἶναι〉.

ἐγὼ δέ, εἰ μὲν οὕτω νοῶν τοῦτο λέγει, ὅτι ἀγεννήτως ἔστι τοῦ πατρὸς ἡ οὐσία, συντίθεμαι τῷ λεγομένῳ καὶ οὐκ ἀντιβαίνω τῷ δόγματι· οὐδὲ γάρ τις ὅλως τῶν εὐσεβούντων γεννητὸν εἶναι τὸν πατέρα τοῦ μονογενοῦς ὑποτίθεται· εἰ δὲ τοῦτο μὲν ἐνδείκνυται κατὰ τὸ σχῆμα τοῦ λόγου, κατασκευάζει δὲ τὸ αὐτὴν 〈τὴν ἀγεννησίαν〉 οὐσίαν εἶναι, τοῦτό φημι δεῖν μὴ παραδραμεῖν ἀνεξέταστον, ὡς ἂν μὴ λάθοι τοὺς εὐεξαπατήτους πρὸς τὴν συγκατάθεσιν τῆς βλασφημίας ὑποποιούμενος. ὅτι τοίνυν ἄλλο τι τῆς ἀγεννησίας ἐστὶ τὸ νόημα καὶ ἄλλος τῆς θείας οὐσίας ὁ λόγος, ἐξ αὐτῶν τῶν παρ᾽ αὐτοῦ λεγομένων ἐστὶν ὁ ἔλεγχος. 〈Κατ᾽ αὐτήν〉, φησί, 〈τὴν οὐσίαν ἄφθαρτός ἐστι καὶ ἀγέννητος ἀμιγῆ καὶ καθαρὰν οὖσαν πάσης ἑτερότητος καὶ διαφορᾶς〉. περὶ θεοῦ ταῦτα λέγει, οὗ τὴν οὐσίαν ἀφθαρσίαν τε καὶ ἀγεννησίαν εἶναί φησι. τρία τοίνυν ἐπὶ θεοῦ εἶπεν ὀνόματα, τὴν οὐσίαν, τὸ ἄφθαρτον, τὸ ἀγέννητον. εἰ μία τῶν τριῶν τούτων ὀνομάτων ἐπὶ τοῦ θεοῦ ἐστιν ἡ ἔννοια, ἡ θεότης ταῦτα τὰ τρία πάντως ἐστίν· ὡς εἴ τις λέγοι τὸν ἄνθρωπον χαρακτηρίσαι βουλόμενος λογικὸν αὐτὸν εἶναι γελαστικόν τε καὶ πλατυώνυχον· ἐφ᾽ ὧν, διὰ τὸ μηδεμίαν κατὰ τὴν φύσιν ἐν ἑκάστῳ διαφορὰν εἶναι, ἰσοδυναμεῖν τε ἀλλήλοις τὰ ὀνόματα λέγομεν καὶ ἓν εἶναι τῷ ὑποκειμένῳ τὰ τρία, τὴν ἀνθρωπότητα τὴν διὰ τῶν ὀνομάτων τούτων ὑπογραφεῖσαν.

εἰ τοίνυν τοῦτό ἐστιν ἡ θεότης, ἡ ἀγεννησία τε καὶ ἡ ἀφθαρσία καὶ ἡ οὐσία, κατὰ πᾶσαν ἀνάγκην ἐν τῇ τοῦ ἑνὸς τούτων ἀφαιρέσει † συναναιρεῖσθαι καὶ τὴν θεότητα. ὡς γὰρ τὸν μὴ λογικὸν οὐδὲ γελαστικὸν προσείποι τις ἂν οὐδὲ ἄνθρωπον, οὕτως καὶ ἐπὶ τούτων τῶν τριῶν ὀνομάτων, τοῦ τε ἀγεννήτου φημὶ καὶ τοῦ ἀφθάρτου καὶ τῆς οὐσίας, εἰ διὰ τούτων ἡ θεότης χαρακτηρίζεται, ὅταν ἕν τι τῶν τριῶν μὴ ὑπάρχῃ, διεγράφη πάντως τῷ λείποντι καὶ ὁ τῆς θεότητος λόγος. οὐκοῦν ἀποκρινάσθω τίνα περὶ τοῦ μονογενοῦς θεοῦ ἔχει τὴν δόξαν. γεννητὸν αὐτὸν ἢ ἀγέννητον οἴεται; γεννητὸν ἐρεῖ πάντως, εἴπερ τοῖς ἰδίοις μὴ μάχοιτο. εἰ οὖν ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ἡ οὐσία τε καὶ τὸ ἄφθαρτον, δι᾽ ὧν ἡ θεότης γνωρίζεται, ᾧ μὴ πρόσεστι τὸ ἀγέννητον, συναφῄρηται τούτου πάντως ἡ οὐσία τε καὶ τὸ ἄφθαρτον, ὧν μὴ παρόντων καὶ ἡ θεότης κατὰ πᾶσαν ἀνάγκην ἐξαιρεθήσεται. οὐκοῦν εἰς διπλοῦν πέρας τῆς κατὰ τὸ βλάσφημον αὐτῶν ἀκολουθίας ὁ λόγος κατήντησεν.

εἰ γὰρ κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται ἐπὶ τοῦ θεοῦ ἡ οὐσία τε καὶ ἡ ἀφθαρσία καὶ τὸ ἀγέννητον, σαφῶς ἀποδείκνυται ὁ καινὸς οὗτος θεοποιὸς τὸν παρ᾽ αὐτοῦ κτισθέντα υἱὸν φθαρτόν τε γινώσκων διὰ τὸ μὴ γινώσκειν ἀγέννητον, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ παντελῶς ἀνυπόστατον διὰ τὸ μὴ δύνασθαι αὐτὸν ἐν θεότητι βλέπειν, ᾧ οὐκ ἐνθεωρεῖται τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, εἴπερ ταὐτὸν τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον τῇ οὐσίᾳ οἴεται. ἀλλ᾽ ἐπειδὴ πρόδηλος ἐν τούτοις ἐστὶν ἡ ἀπώλεια, συμβουλευσάτω τις τοῖς δειλαίοις ἐπὶ τὸ λειπόμενον τραπῆναι τῷ λόγῳ καὶ μὴ ζυγομαχεῖν ἐκ τοῦ προδήλου πρὸς τὴν ἀλήθειαν, ἀλλὰ συντίθεσθαι ἴδιον ἑκάστου τούτων εἶναι τῶν ὀνομάτων τὸ σημαινόμενον, ὅπερ μᾶλλον ἄν τις διὰ τῶν ἀντιδιαστελλομένων νοήσειε. τό τε γὰρ ἀγέννητον τῇ πρὸς τὸ γεννητὸν ἀντιδιαστολῇ ἐξευρίσκομεν καὶ τὸ ἄφθαρτον τῇ πρὸς τὸ φθαρτὸν παραθέσει γνωρίζεται καὶ ἡ οὐσία τῇ πρὸς τὸ ἀνυπόστατον παραλλαγῇ θεωρεῖται. ὡς γὰρ ὃ μὴ ἐγεννήθη ἀγέννητον λέγεται καὶ ὃ μὴ φθείρεται ἄφθαρτον, οὕτως καὶ τὸ μὴ ἀνύπαρκτον οὐσίαν κατονομάζομεν, καὶ τὸ ἔμπαλιν ὡς τὸ γεννητὸν οὐκ ἀγέννητον λέγομεν καὶ τὸ φθαρτὸν οὐκ ἄφθαρτον ὀνομάζομεν, οὕτω καὶ τὴν οὐσίαν ἀνύπαρκτον εἶναι οὐ λέγομεν. οὐκοῦν οὐσία μὲν ἐν τῷ εἶναί τι κατανοεῖται, τὸ δὲ φθαρτὸν ἢ τὸ ἄφθαρτον ἐν τῷ ποδαπὸν εἶναι, τὸ δὲ γεννητὸν ἢ ἀγέννητον ἐν τῷ πῶς εἶναι.

ἄλλος οὖν ὁ τοῦ εἶναι λόγος καὶ ἕτερος ὁ τὸ πῶς ἢ τὸ ποῖον δι᾽ ἑαυτοῦ σαφηνίζων.

Καί μοι δοκεῖ καλῶς ἔχειν ὑπερβάντι τὴν διὰ μέσου ναυτίαν (οὕτω γὰρ οἶμαι χρῆναι τὰς ἀνοήτους αὐτοῦ κατὰ τῆς ἐπινοίας ἐπιχειρήσεις κατονομάζειν) τῷ προκειμένῳ ἡμῖν ἐμφιλοχωρῆσαι νοήματι. τὰ γὰρ ὅσα πρὸς ἀνατροπὴν τῶν περὶ τῆς ἐπινοίας τῷ διδασκάλῳ τεθεωρημένων ὑπὸ τοῦ λογογράφου καθάπερ τις χυμὸς φλεγματώδης ἐξήμεσται, τοιαῦτά ἐστιν ὡς μηδένα κίνδυνον παρέχειν τοῖς ἐντυγχάνουσι, κἂν σφόδρα τις ἠλίθιος ὢν καὶ εὐπαράγωγος τύχῃ. τίς γὰρ οὕτως ἔξω διανοίας ἐστὶν ὥστε τὰ ὑποδειγματικῶς περὶ τοῦ σίτου παρὰ τοῦ διδασκάλου τεθέντα, δι᾽ ὧν οἱονεὶ τέχνην τινὰ καὶ ἔφοδον πρὸς τὴν τῶν ὑψηλῶν θεωρίαν τῷ ἀκροατῇ ὑπετίθετο, ταῦτα ψιλῶς τοῦ Εὐνομίου τοῖς περὶ τῆς οὐσίας τοῦ θεοῦ τῶν ὅλων ἐφαρμόζοντος λόγοις οἰηθῆναί τι λέγειν αὐτὸν καὶ μετά τινος ἀγχινοίας κατὰ τῆς ἀληθείας τεχνάζεσθαι;

τὸ γὰρ φάσκειν αὐτὸν πρεπωδεστάτην αἰτίαν ἐπὶ τοῦ θεοῦ τοῦ γεννῆσαι τὸν υἱὸν εἶναι τὴν ἀδέσποτον ἐξουσίαν καὶ τὴν ἀνυπέρβλητον δύναμιν, ὅπερ οὐ περὶ τοῦ κόσμου μόνον καὶ τῶν ἐν αὐτῷ στοιχείων, ἀλλὰ καὶ περὶ τῶν ἑρπετῶν καὶ θηρίων ἔστιν εἰπεῖν, καὶ τοῦτο ὡς πρέπον ἐπὶ τῆς τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως τὸν σεμνὸν θεολόγον ἐκτίθεσθαι, ἢ τὸ λέγειν καὶ πρὸ τῆς τῶν ὀνομαζόντων γενέσεως ἀγέννητον ἢ πατέρα ἢ τὰ λοιπὰ τῶν ὀνομάτων προσαγορεύεσθαι τὸν θεόν, καθάπερ δεδιότα μὴ τοῦ ὀνόματος παρὰ τοῖς μήπω γεγονόσι σιωπηθέντος ἑαυτὸν ἀγνοήσειεν ἢ εἰς λήθην ἑαυτοῦ πέσοι τῇ σιωπῇ τοῦ ὀνόματος ὅ ἐστιν ἀγνοήσας, ἥ τε χλευαστικὴ τῶν ἡμετέρων λόγων καταδρομή, ὅσον τὸ δριμύ τε καὶ ἀγχίνουν ἔχει· δι᾽ ὧν κατασκευάζει τὸ ἄτοπον, ὅτι ὁ πρὸ πάντων αἰώνων καὶ χρόνων καὶ πάσης αἰσθητῆς τε καὶ νοητῆς φύσεως γεγονὼς πατήρ πως περιμένει τοὺς ἀνθρώπους, ἵνα διὰ τῆς τούτων ὀνομασθῇ ἐπινοίας. 〈Οὐκ ὀνομαζόμενος〉, ὥς φησιν ἐκεῖνος, 〈οὔτε ὑπὸ τοῦ υἱοῦ οὔτε ὑπὸ τῶν δι᾽ ἐκείνου γενομένων νοητῶν οὐσιῶν〉.

οὐδένα γὰρ οὕτως οἶμαι κορύζης εἶναι βαθείας μεστὸν ὡς ἀγνοεῖν ὅτι ὁ μονογενὴς υἱὸς ὁ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ τὸν πατέρα βλέπων ὀνόματος ἢ ῥήματος πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν οὐκ ἐπιδέεται, οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸ τὰ τοῦ θεοῦ βάθη διερευνώμενον διὰ τῆς ὀνομαστικῆς προσηγορίας πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ἐνάγεται, οὔτε ἡ ἀσώματος τῶν ὑπερκοσμίων δυνάμεων φύσις φωνῇ καὶ γλώττῃ κατονομάζει τὸ θεῖον. ἐπὶ γὰρ τῆς ἀΰλου καὶ νοερᾶς φύσεως ἡ κατὰ τὸν νοῦν ἐνέργεια λόγος ἐστὶν οὐδὲν τῇ ὑλικῇ τῶν ὀργάνων ὑπηρεσίᾳ συγχρώμενος. καὶ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως οὐδὲν ἂν ἐδέησεν ἡμῖν τῆς τῶν ῥημάτων καὶ ὀνομάτων χρήσεως, εἰ δυνατὸν ἦν γυμνὰ προδεικνύειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα· νυνὶ δὲ τῶν ἐγγενομένων ἡμῖν νοημάτων διὰ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανερωθῆναι μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες δι᾽ ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν.

εἰ δέ πως ἦν ἀπογυμνοῦν ἑτέρως τὰ τῆς διανοίας κινήματα, χαίρειν τὴν περιοδικὴν τῶν ῥημάτων ὑπηρεσίαν ἐάσαντες τηλαυγέστερον ἂν καὶ καθαρώτερον ἀλλήλοις συνεγινόμεθα, αὐτὴν τῶν πραγμάτων τὴν φύσιν περὶ ἣν ὁ νοῦς καταγίνεται ταῖς τῆς διανοίας ὁρμαῖς ἐκκαλύπτοντες· νυνὶ δὲ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι καὶ τὸ πρός τί πως ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. ἡ δὲ ὑπερκόσμιος ἐκείνη καὶ ἄϋλος φύσις τῆς σωματικῆς περιοχῆς ἐλευθέρα οὖσα καὶ ἄνετος οὔτε ἐφ᾽ ἑαυτῆς οὔτε ἐπὶ τῆς ὑπερκειμένης φύσεως ὀνομάτων δέεται ἢ ῥημάτων, ἀλλ᾽ εἴ που καὶ μνημονεύεται παρὰ τῆς νοερᾶς φύσεως λόγος τις ἐν ἱεραῖς βίβλοις ἀνάγραπτος, ἡμῶν ἕνεκεν τῶν ἀκουόντων τὸ τοιοῦτον λέγεται τῶν ἀδυνατούντων ἄλλῳ τρόπῳ μαθεῖν τὸ δηλούμενον, μὴ διὰ φωνῶν καὶ ῥημάτων ἐξαγγελλόμενον. κἂν ὁ Δαβὶδ ἐν πνεύματι λέγῃ τῷ κυρίῳ παρὰ τοῦ κυρίου τι λέγεσθαι, Δαβὶδ ὁ λέγων ἐστὶν ὁ μὴ δυνάμενος ἑτέρως ἡμῖν τὴν τοῦ νοηθέντος διδασκαλίαν ποιήσασθαι, εἰ μὴ διὰ φωνῶν καὶ ῥημάτων τὴν ἐγγενομένην αὐτῷ θεόθεν τῶν μυστηρίων κατανόησιν ἑρμηνεύσειε.

Πάντα τοίνυν τὰ κατὰ τῆς ἐπινοίας αὐτῷ φιλοσοφηθέντα ῥήματα παραδραμεῖν οἶμαι καλῶς ἔχειν, κἂν 〈μανίαν〉 ἐπικαλῇ τοῖς τὸ τῆς θεότητος ὄνομα πρὸς δήλωσιν τῆς ὑπερεχούσης φύσεως παρὰ ἀνθρώπων οἰομένοις δι᾽ ἐπινοίας λέγεσθαι. τί μὲν γὰρ οὗτος νοῶν διασύρειν οἴεται δεῖν τὴν ἐπίνοιαν, ἐκ τῶν ἐκείνου πάρεστι λόγων τοὺς βουλομένους διδάσκεσθαι· ἃ δὲ ἡμεῖς ὑπολαμβάνομεν περὶ τῆς τῶν ὀνομάτων χρήσεως, ἐν τοῖς κατόπιν εἰρήκαμεν, ὅτι τῶν πραγμάτων ἐχόντων ὡς ἔχει φύσεως τὰς ἑρμηνευτικὰς τῶν ὄντων φωνὰς ἡ 〈ἐν〉τεθεῖσα παρὰ τοῦ θεοῦ τῇ φύσει ἡμῶν λογικὴ δύναμις εὕρατο. ὧν εἰ μέν τις τὴν αἰτίαν εἰς τὸν δεδωκότα τὴν δύναμιν ἀναφέροι, οὐδὲ ἡμεῖς ἀντιλέγομεν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ τὸ ὁρᾶν καὶ τὰ λοιπὰ διὰ τῶν αἰσθήσεων ἐνεργεῖν παρ᾽ ἐκείνου λέγομεν γίνεσθαι, παρ᾽ οὗ τὴν τοιαύτην ἐσχήκαμεν δύναμιν. οὕτως οὖν καὶ τοῦ ὀνομάζειν τὸν θεὸν τὸν ὄντα κατὰ τὴν φύσιν ὅπερ ἐστὶν ἡ μὲν αἰτία κατὰ τὸν κοινὸν λόγον εἰς αὐτὸν ἐκεῖνον τὴν ἀναφορὰν ἔχει, ἡ δὲ ἐξουσία τοῦ τὰ νοηθέντα πάντα τοιῶσδε ἢ ὡς ἑτέρως κατονομάζειν ἐν τῇ φύσει κεῖται· ἣν εἴτε τις ἐπίνοιαν εἴτε ἄλλο τι βούλοιτο λέγειν, οὐ διοισόμεθα. τεκμήριον δὲ τοῦ λόγου τοῦτο ποιούμεθα, τὸ μὴ παρὰ πᾶσιν ὁμοίως τὸ θεῖον κατονομάζεσθαι, ἀλλὰ κατὰ τὸ δοκοῦν ἑκάστοις τὸ νοηθὲν ἑρμηνεύεσθαι.

οὐκοῦν πᾶσαν τὴν συρφετώδη περὶ τῆς ἐπινοίας αὐτοῦ φλυαρίαν σιγήσαντες τῶν δογμάτων ἑξόμεθα, τοσοῦτον μόνον παρασημηνάμενοι ἔκ τινων τῶν κατὰ τὸ μέσον αὐτῷ τῆς κενοφωνίας παρεντεθέντων, ὅπου οἴεται τὸν θεὸν τοῖς πρωτοπλάστοις καθάπερ τινὰ παιδαγωγὸν ἢ γραμματιστὴν παρακαθήμενον ῥημάτων τε καὶ ὀνομάτων ὑφηγεῖσθαι διδασκαλίαν· ἐν οἷς φησιν 〈αὐτοὺς τοὺς πρώτους ὑπὸ τοῦ θεοῦ πλασθέντας ἢ τοὺς προσεχῶς ἐξ ἐκείνων φύντας, εἰ μὴ ἐδιδάχθησαν ὡς ἕκαστα τῶν πραγμάτων λέγεταί τε καὶ ὀνομάζεται, ἀλογίᾳ καὶ ἀφωνίᾳ συζῆν, καὶ οὐδὲν ἄν〉, φησίν, 〈τῶν βιωφελῶν κατεπράξαντο, ἀδήλου τῆς ἑκάστου διανοίας ὑπαρχούσης δι᾽ ἀπορίαν τῶν σημαινόντων, ῥημάτων δηλαδὴ καὶ ὀνομάτων〉. τοσαύτη 〈ἡ〉 παραφροσύνη τοῦ λογογράφου, ὡς μὴ ἐξαρκεῖν ἡγεῖσθαι τὴν ἐντεθεῖσαν τῇ φύσει παρὰ τοῦ θεοῦ δύναμιν πρὸς πᾶσαν μέθοδον λογικῆς ἐνεργείας, ἀλλ᾽ εἰ μὴ τὰ καθ᾽ ἕκαστον μάθοιεν, καθάπερ οἱ τὴν Ἑβραίων ἢ τὴν Ῥωμαίων φωνὴν διὰ λέξεων διδασκόμενοι, ἀγνοεῖν τὰ πράγματα ὅ τι ἐστί, μὴ τὸ πῦρ, μὴ τὸ ὕδωρ, μὴ τὸν ἀέρα, μὴ τὰ λοιπὰ τῶν ὄντων ἐπιγινώσκοντας, εἰ μὴ διὰ τῶν ἐπικειμένων αὐτοῖς ὀνομάτων τὴν περὶ τούτων γνῶσιν ἐκτήσαντο. ἡμεῖς δέ φαμεν ὅτι ὁ τὰ πάντα ἐν σοφίᾳ ποιήσας καὶ τὸ λογικὸν τοῦτο πλάσμα ζῳοπλαστήσας μόνῳ τῷ ἐφεῖναι τῇ φύσει τὸν λόγον πᾶσαν τὴν δύναμιν τὴν λογικὴν ἐναπέθετο.

καὶ ὥσπερ τὴν ἐν τοῖς αἰσθητηρίοις δύναμιν παρὰ τοῦ πλάσαντος τὸν ὀφθαλμὸν καὶ φυτεύσαντος τὴν ἀκοὴν ἐν τῇ φύσει ἔχοντες ἀφ᾽ ἑαυτῶν πρὸς ὃ πέφυκε τῶν αἰσθητηρίων ἓν ἕκαστον, πρὸς τοῦτο κεχρήμεθα καὶ οὐ δεόμεθα οὔτε τοῦ τὰ χρώματα κατονομάσαντος, ὧν ἡ ὅρασις τὴν ἀντίληψιν ἔχει (ἀρκεῖ γὰρ ὁ ὀφθαλμὸς ἑαυτῷ γενέσθαι τῶν τοιούτων διδάσκαλος) οὔτε ὧν διὰ τῆς ἀκοῆς ἢ διὰ τῆς γεύσεως ἢ διὰ τῆς ἁφῆς αἰσθανόμεθα ἀλλοτρίων πρὸς τὴν γνῶσιν διδασκάλων δεόμεθα, οἴκοθεν ἔχοντες ἑκάστου τῶν κατ᾽ αἴσθησιν ἐγγινομένων ἡμῖν τὸ κριτήριον· οὕτω φαμὲν καὶ τὴν διανοητικὴν τῆς ψυχῆς δύναμιν τοιαύτην παρὰ τοῦ θεοῦ γενομένην ἀφ᾽ ἑαυτῆς τὸ λοιπὸν κινεῖσθαι καὶ πρὸς τὰ πράγματα βλέπειν, καὶ ὡς ἂν μηδεμίαν σύγχυσιν ἡ γνῶσις πάθοι, καθάπερ σήμαντρά τινα τὰς διὰ τῶν φωνῶν ἐπισημειώσεις ἑκάστῳ τῶν πραγμάτων ἐπιβάλλειν. πιστοῦται δὲ τὸ τοιοῦτον δόγμα καὶ ὁ μέγας Μωϋσῆς εἰπὼν παρὰ τοῦ Ἀδὰμ ἐπιτεθεῖσθαι τοῖς ἀλόγοις τῶν ζῴων τὰς ἐπωνυμίας, οὑτωσὶ γράψας τῷ ῥήματι· Καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ· καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ.

Ἀλλ᾽ ἔοικε καθάπερ τις γλοιώδης πηλὸς καὶ ἐχέκολλος ὁ κατὰ τῆς ἐπινοίας αὐτῷ συντεθεὶς λῆρος παρακατέχειν ἡμᾶς καὶ μὴ ἐᾶν τῶν χρησιμωτέρων προσάψασθαι. πῶς γὰρ ἄν τις παραδράμοι τὴν σπουδαίαν ἐκείνην καὶ πεφροντισμένην φιλοσοφίαν, ἐν οἷς φησι 〈μὴ μόνον τοῖς ποιήμασιν ἐμφαίνεσθαι τὴν τοῦ δημιουργοῦ μεγαλοπρέπειαν, ἀλλὰ καὶ τοῖς ὀνόμασι διαδείκνυσθαι τὴν τοῦ θεοῦ σοφίαν οἰκείως καὶ προσφυῶς ἑκάστῳ τῶν γενομένων τὰς προσηγορίας ἁρμόσαντος〉; ταῦτα Κρατύλῳ τάχα τῷ Πλατωνικῷ διαλόγῳ ἢ αὐτὸς ἐντυχὼν ἤ τινος τῶν ἐντετυχηκότων ἀκούσας διὰ τὴν πολλήν, οἶμαι, πτωχείαν τῶν νοημάτων ἐρράπτει τοῖς ἰδίοις λήροις τὰς ἐκεῖ φλυαρίας, ὅμοιόν τι ποιῶν τοῖς τὴν τροφὴν ἐκ προσαιτήσεως ἑαυτοῖς συναγείρουσιν. ὡς γὰρ ἐκεῖνοι βραχύ τι παρ᾽ ἑκάστου τῶν ὀρεγόντων δεχόμενοι ἐκ ποικίλων τε καὶ πολυειδῶν τὴν τροφὴν ἑαυτοῖς ἐρανίζουσιν, οὕτω καὶ ὁ τοῦ Εὐνομίου λόγος διὰ τὴν τοῦ ἀληθινοῦ ἄρτου πενίαν τὰς πανταχόθεν ψίχας ῥημάτων τε καὶ ὀνομάτων τῷ ἰδίῳ συνερανίζει πόνῳ καὶ τούτου χάριν περικτυπηθεὶς τῇ καλλιφωνίᾳ τῆς Πλατωνικῆς λέξεως πρέπειν οἴεται δόγμα τῆς ἐκκλησίας τὴν ἐκείνου φιλοσοφίαν ποιήσασθαι. πόσαις γάρ, εἰπέ μοι, φωναῖς κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἡ τοῦ στερεώματος κατονομάζεται κτίσις;

ἡμεῖς οὐρανὸν τοῦτο λέγομεν, σαμαεὶμ ὁ Ἑβραῖος, ὁ Ῥωμαῖος καίλουμ καὶ ἄλλως ὁ Σύρος ὁ Μῆδος ὁ Καππαδόκης ὁ Μαυρούσιος ὁ Θρᾷξ ὁ Αἰγύπτιος, οὐδὲ ἀριθμῆσαι ῥᾴδιον τὰς τῶν ὀνομάτων διαφοράς, ὅσαι κατὰ ἔθνος περί τε τοῦ οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων οὖσαι τυγχάνουσιν. ποῖον οὖν, εἰπέ, τούτων τὸ προσφυές ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ θεοῦ διαδείκνυται; ἂν τὸ Ἑλληνικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεταί σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος· κἂν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νείμῃς, ἀντιπαρεξάγει ὁ Σύρος τὴν ἰδίαν φωνήν· οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων ὑφήσεται καὶ ὁ Μῆδος οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεύειν καὶ ἐκ τῶν λοιπῶν ἐθνῶν ἕκαστος τὰ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἀξιώσει πρωτεύειν. τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; 〈ἀλλ᾽ ἐκ τούτων〉, φησί, 〈καθάπερ νόμων ἐμφανῶς κειμένων δηλοῦται τὸ τὸν θεὸν ταῖς φύσεσι πρεπούσας καὶ καταλλήλους ποιεῖσθαι τὰς κλήσεις〉. ὢ τῆς μεγαλοφυΐας τοῦ δόγματος. οἵας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανεῦσι φθονοῦσιν οἱ ἄνθρωποι.

καὶ γὰρ ἐκείνοις συγχωροῦμεν ὀνοματοποιεῖν τὰς ἐνεργείας περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδεὶς αὐτοὺς ταῖς ἰσοθέοις τιμαῖς ἀπεσέμνυνεν, ὅτε ποδάνιπτρα καὶ ψιλέθειρα καὶ χειρόμακτρα καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ᾽ αὐτῶν ὀνόματα τίθενται, 〈προσφυῶς〉 δηλοῦντα τῇ ἐμφάσει τῶν ῥημάτων τὸ ὑποκείμενον.

Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν 〈τὴν〉 ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ τὰς τυχαίας τῶν ὄντων γενέσεις συγγενῶς ἔχειν λέγων πρὸς τὸ διὰ τῆς ἐπινοίας δηλούμενον. ὢ πῶς ἐνόησε τὸν Ἐπίκουρον. εἰ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς τῇ λογικῇ δυνάμει τῆς φύσεως ἡμῶν ἀνατίθεμεν, διὰ τοῦτο τὰ ἀμερῆ σώματα καὶ τὰς τῶν ἀτόμων ἀντεμπλοκὰς καὶ συγκρούσεις καὶ ἀποπάλσεις καὶ τὰ τοιαῦτα κατ᾽ Ἐπίκουρον λέγοντες ἐλεγχόμεθα. σιγάσθω καὶ ὁ προστάτης αὐτοῦ καὶ σύμμαχος τῶν δογμάτων Ἀριστοτέλης, οὗ τὴν δόξαν ἐν τοῖς ἐφεξῆς φησι τοῖς τῆς ἐπινοίας λόγοις συμφέρεσθαι. 〈ἐκείνου γάρ〉 φησιν 〈εἶναι τὸ δόγμα τὸ μὴ διὰ πάντων τῶν ὄντων διήκειν τὴν πρόνοιαν μηδὲ μέχρι τῶν περιγείων διαβαίνειν πραγμάτων, ὅπερ οὗτος σύμφωνον τοῖς κατὰ τὴν ἐπίνοιαν ἐξητασμένοις εἶναι〉 διϊσχυρίζεται. οὕτως ἐστὶ κρίνειν ἐπεσκεμμένος δι᾽ ἀκριβείας τὰ δόγματα. ἀλλὰ προϊὼν 〈χρῆναί〉 φησιν 〈ἢ μηδὲ τὴν γένεσιν τῶν ὄντων τῷ θεῷ συγχωρεῖν ἢ δόντας ταύτην μὴ παραιρεῖσθαι τὴν τῶν ὀνομάτων θέσιν〉. καὶ μὴν καὶ περὶ τῶν ἀλόγων, καθὼς φθάσαντες εἰρήκαμεν, τὸ ἐναντίον παρὰ τῆς γραφῆς διδασκόμεθα, ὅτι οὔτε ἐποίησεν ὁ Ἀδὰμ τὰ ζῷα οὔτε ὠνόμασεν ὁ θεός, ἀλλὰ παρὰ τοῦ θεοῦ μὲν ἡ γένεσις, παρὰ δὲ τοῦ ἀνθρώπου τῶν γεγονότων ἡ κλῆσις, ὡς ὑπὸ τοῦ Μωϋσέως ἱστόρηται.

εἶτα λόγων ἡμῖν ἐγκώμιον τῷ ἰδίῳ διέξεισι λόγῳ, ὥσπερ ἀτιμάζοντός τινος τοῦ λόγου τὴν δύναμιν, καί φησι μετὰ τὴν ἀσύφηλον ἐκείνην καὶ στομφώδη τῶν ῥημάτων συνθήκην 〈προνοίας νόμῳ καὶ μέτρῳ τελείῳ συνάψαι τῇ γνώσει καὶ τῇ χρήσει τῶν ἀναγκαίων τὴν μετάδοσιν τῶν ὀνομάτων〉· καὶ πολλὰ τοιαῦτα ἐν βαθεῖ τῷ ὕπνῳ ληρήσας ἐπὶ τὴν ἄμαχόν τε καὶ ἀνανταγώνιστον ἀνάγκην μεταβαίνει τῷ λόγῳ. λέξω δὲ οὐκ ἐπὶ ῥημάτων, ἀλλ᾽ ἐπὶ μόνης τῆς διανοίας τὸν παρ᾽ ἐκείνου λόγον ἐκθέμενος. 〈οὐ ποιηταῖς〉, φησίν, 〈ἀναθετέον τὴν τῶν ῥημάτων εὕρεσιν τοῖς διαψευσθεῖσιν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσιν〉. οἷα χαρίζεται τῷ θεῷ ὁ γεννάδας τὰ τῆς ποιητικῆς ἐξουσίας εὑρήματα τῷ θεῷ προσάπτων, ὥστε διὰ τούτου σεμνότερον τοῖς ἀνθρώποις καὶ ὑψηλότερον τὸν θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύωσιν οἱ Εὐνομίῳ μαθητευόμενοι τὸ λικριφὶς καὶ τὸ κάρκαιρε καὶ τὸ εὐρὰξ καὶ τὸ κέραιρε καὶ τὸ φῦ χειρὶ καὶ σίζε καὶ δούπησε καὶ ἀράβησε καὶ κανάχιζε καὶ σμερδαλέον κονάβιζε καὶ λίγξε καὶ ἴαχε καὶ μερμήριξε καὶ πάντα τὰ τοιαῦτα ὅτι οὐ κατ᾽ ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιηταὶ διεξέρχονται, ἀλλὰ παρ᾽ αὐτοῦ τοῦ θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγούμενοι τοῖς μέτροις ἐνείρουσι. παρείσθω καὶ ταῦτα καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἄμαχον ἐπιχείρημα τὸ 〈τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι κατὰ τὴν γραφικὴν ἱστορίαν καινὰς ἐπεξευρόντας φωνάς〉.

εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις καὶ οὔπω τῇ χάριτι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ᾽ αὐτῶν ἐπιζητεῖσθαι τὴν τοῦ λείποντος πλήρωσιν· εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεὴς καὶ τελεία κατὰ τὴν λογικήν τε καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἔτι κατὰ τὸ εὔκολον ἐπιζητοίη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου τὸ τοὺς ἁγίους κατάρξαι φωνῶν ἢ ῥημάτων, ἢ εἰ μὴ τοῦτο ἔχοιμεν ἀποδεῖξαι, ἱκανὴν ἑαυτῷ κρίνειν ἀπόδειξιν τοῦ τὸν θεὸν ἡμῖν νενομοθετηκέναι τὰς τοιάσδε συλλαβὰς καὶ τὰ ῥήματα; 〈Ἀλλ᾽ ἐπειδή〉, φησίν, 〈οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγματι τεθεῖσθαι προσηγορίας〉. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; τοῦ μὲν καταδέχεσθαι τὸν θεὸν τὴν πρὸς ἄνθρωπον ὁμιλίαν αἰτίαν εἶναι τὴν φιλανθρωπίαν διοριζόμεθα. ἐπεὶ δὲ οὐκ ἐνδέχεται τὸ τῇ φύσει βραχὺ τῶν ἰδίων μέτρων ὑπεραρθῆναι καὶ τῆς ὑπερεχούσης φύσεως τοῦ ὕψους ἐφάψασθαι, τούτου χάριν αὐτὸς πρὸς τὸ ἡμέτερον ἀσθενὲς κατάγων τὴν φιλάνθρωπον δύναμιν, ὡς ἡμῖν δυνατὸν ἦν δέξασθαι, οὕτω τὴν παρ᾽ ἑαυτοῦ χάριν καὶ ὠφέλειαν νέμει.

καθάπερ γὰρ κατὰ τὴν θείαν οἰκονομίαν ὁ ἥλιος τὸ σφοδρὸν τῶν ἀκτίνων καὶ ἄκρατον τῷ διὰ μέσου κατακεράσας ἀέρι σύμμετρον ἐπάγει τοῖς δεχομένοις τὴν αὐγήν τε καὶ τὴν θερμότητα, καθ᾽ ἑαυτὸν ὢν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν ἀπροσπέλαστος, οὕτω καὶ ἡ θεία δύναμις καθ᾽ ὁμοιότητα τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἀπειροπλασίως ὑπεραίρουσα τὴν φύσιν ἡμῶν καὶ ἀπρόσιτος εἰς μετουσίαν οὖσα οἷόν τις μήτηρ εὔσπλαγχνος τοῖς ἀσήμοις τῶν νηπίων κνυζήμασι συνδιαψελλιζομένη τοῦτο νέμει τῇ ἀνθρωπίνῃ φύσει ὃ λαβεῖν δυνατῶς ἔχει, καὶ διὰ τοῦτο ἐν ταῖς ποικίλαις πρὸς τοὺς ἀνθρώπους θεοφανείαις καὶ κατὰ ἄνθρωπον σχηματίζεται καὶ ἀνθρωπικῶς φθέγγεται καὶ ὀργὴν καὶ ἔλεον καὶ τὰ τοιαῦτα ὑποδύεται πάθη, ὡς ἂν διὰ πάντων τῶν καταλλήλων ἡμῖν χειραγωγοῖτο ἡ νηπιώδης ἡμῶν ζωή, διὰ τῶν τῆς προνοίας λόγων τῆς θείας φύσεως ἐφαπτομένη.

ὅτι γὰρ οὐδενὶ πάθει τῶν καθ᾽ ἡδονὴν ἢ κατ᾽ ἔλεον ἢ ὀργὴν συμβαινόντων εὐαγές ἐστιν ὑποκεῖσθαι τὸ θεῖον οἴεσθαι, οὐδεὶς 〈ἂν〉 ἀντείποι τῶν καὶ μετρίως ἐπεσκεμμένων τὴν περὶ τῶν ὄντων ἀλήθειαν· ἀλλ᾽ ὅμως καὶ εὐφραίνεσθαι κύριος λέγεται ἐπὶ τοῖς δούλοις αὐτοῦ καὶ ὀργίζεσθαι θυμῷ ἐπὶ τὸν ἐπταικότα λαὸν καὶ ἐλεεῖν πάλιν ὃν ἂν ἐλεήσῃ καὶ οἰκτείρειν ὡσαύτως, δι᾽ ἑκάστου οἶμαι τῶν τοιούτων ῥημάτων τοῦτο τοῦ λόγου ἡμᾶς παιδεύοντος, ὅτι διὰ τῶν ἡμετέρων ἰδιωμάτων ἡ τοῦ θεοῦ πρόνοια τῇ ἀσθενείᾳ ἡμῶν ἐπιμίγνυται, ὡς ἂν οἵ τε πρὸς ἁμαρτίαν ῥέποντες φόβῳ τῆς τιμωρίας ἑαυτοὺς τῶν κακῶν ἀνέχοιεν οἵ τε προειλημμένοι μὴ ἀπογινώσκοιεν τὴν ἐκ μεταμελείας ἐπάνοδον πρὸς τὸν ἔλεον βλέποντες, καὶ οἱ δι᾽ ἀκριβοῦς πολιτείας κατορθοῦντες τὸν βίον μᾶλλον ταῖς ἀρεταῖς ἐπαγάλλοιντο, ὡς εὐφραίνοντες τῷ ἰδίῳ βίῳ τὸν τῶν ἀγαθῶν γινόμενον ἔφορον. ὥσπερ δὲ οὐκ ἔστι κωφὸν ὀνομάσαι τὸν διὰ σχημάτων τῷ κωφῷ καθὼς ἐπαΐειν πέφυκεν ὁμιλοῦντα, οὕτως οὐδὲ ἀνθρώπινον λόγον περὶ τὸν θεὸν οἰηθῆναι, ἐπειδὴ πρὸς ἀνθρώπους αὐτῷ κατ᾽ οἰκονομίαν ἐχρήσατο.

καὶ γὰρ ἡμεῖς κλωγμῷ καὶ ποππυσμῷ καὶ συρίγματι τὰ ἄλογα διευθύνειν εἰώθαμεν, ἀλλ᾽ οὐ τοῦτο ἡμῖν ὁ λόγος ἐστὶν ᾧ τῆς τῶν ἀλόγων ἀκοῆς καθικνούμεθα, ἀλλὰ πρὸς μὲν ἡμᾶς αὐτοὺς τῇ φύσει κεχρήμεθα, τοῖς δὲ ἀλόγοις ὁ κατάλληλος ψόφος καὶ ὁ ποιὸς διὰ τοῦ σχήματος ἦχος πρὸς τὴν χρείαν ἐξήρκεσεν.

Ἀλλ᾽ οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτατος ὅτι δι᾽ ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία γενέσθαι ἀπέσχετο. τοσοῦτον αὐτῷ περίεστι τῆς φιλανθρωπίας ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἑκουσίως εἰς πεῖραν ἐλθεῖν. ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν καταδεξάμενος πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων, φημὶ δὲ τοῦ λόγου, τὴν μετουσίαν ὤκνησεν; ἀλλὰ τὸν Δαβὶδ εἰς συνηγορίαν προβάλλεται καί φησιν 〈ἐκεῖνον λέγειν παρὰ τοῦ θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν〉. ἐγὼ δὲ πρόδηλον μὲν ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. ἐπειδὴ δέ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστίθεσθαι, βραχέα περὶ τούτων διαληψόμεθα. οἶδε πολλάκις ἡ θεία γραφὴ τοιαύτας τῷ θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπᾴδειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν οἷον τὸ Ὠργίσθη θυμῷ κύριος καὶ Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν καὶ Μετεμελήθη χρίσας τὸν Σαοὺλ εἰς βασιλέα καὶ Ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, καὶ ἔτι πρὸς τούτοις καθέδραν καὶ στάσιν καὶ κίνησιν καὶ πολλὰ τοιοῦτα διέξεισιν, ἃ φύσει μὲν περὶ τὸν θεὸν οὐκ ἔστι, πρὸς δὲ τὴν οἰκονομίαν τῶν παιδευομένων οὐκ ἀχρήστως ἔχει.

τούς τε γὰρ ἐκλυτωτέρους ἡ τῆς ὀργῆς ἔνδειξις συστέλλει τῷ φόβῳ καὶ τοῖς δεομένοις τοῦ τῆς μετανοίας φαρμάκου συμμετανοεῖν ἐπὶ τῇ κακίᾳ λέγει τὸν κύριον, τοῖς δ᾽ αὖ ἐν εὐπραγίαις τισὶ πρὸς ὕβριν ἐκφερομένοις τὸ μὴ παραμένειν αὐτοῖς τὴν εὐημερίαν, κἂν ἐκ θεοῦ τὸ τοιοῦτον εἶναι δοκῇ, διὰ τῆς ἐπὶ τοῦ Σαοὺλ μεταμελείας προδείκνυσι, τοῖς τε μὴ ἐμβαθύνουσι τῷ πτώματι τῆς ἁμαρτίας, ἀλλὰ καθάπερ ἐξ ὕπνου τινὸς τοῦ ματαίου βίου διαναστᾶσι συνανίστασθαι τὸν θεὸν καὶ συναφυπνίζεσθαι λέγει, ἑστάναι δὲ τοῖς ἀκλινῶς ἐπὶ τοῦ καλοῦ βεβηκόσι, καὶ καθέζεσθαι τοῖς ἐν τῷ καλῷ καθιδρυμένοις, κινεῖσθαι δ᾽ αὖ πάλιν καὶ περιπατεῖν ἐπὶ τῶν μετακινηθέντων ἀπὸ τῆς ἐν τῷ καλῷ παγιότητος· ὡς ἐπὶ τοῦ Ἀδὰμ ἡ ἱστορία διέξεισι περιπατοῦντα τὸ δειλινὸν ἐν τῷ παραδείσῳ τὸν θεὸν διαγράφουσα, τῷ μὲν δειλινῷ τὴν πρὸς τὰ σκοτεινὰ τοῦ πρωτοπλάστου ῥοπὴν διασημαίνουσα, τῇ δὲ κινήσει τὸ ἀπαγὲς τοῦ ἀνθρώπου περὶ τὸ καλὸν καὶ τὸ ἄστατον.

Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πολλοὶ τὸ ἑαυτοῖς ἄληπτον οὐδὲ θεῷ ληπτὸν εἶναι νομίζουσιν, καὶ ὅπερ ἂν ἐκφύγῃ τὴν ἑαυτῶν κατανόησιν, περισσότερον εἶναι τοῦτο καὶ τῆς θείας δυνάμεως οἴονται.

ἐπειδὴ τοίνυν τοῦ ποσοῦ μέτρον ἡμεῖς τὸν ἀριθμὸν πεποιήμεθα, ὁ δὲ ἀριθμὸς οὐδὲν ἕτερον ἢ σύνθεσις μονάδων ἐστί, ποικίλως τῆς μονάδος εἰς πλῆθος ἐπαυξομένης (μονὰς γὰρ καὶ ἡ δεκὰς κατὰ σύνθεσιν μονάδων πρὸς τοῦτο περαινομένη, μονὰς πάλιν ἡ ἑκατοντὰς ἐκ δεκάδων συντιθεμένη, ὡσαύτως καὶ ἡ χιλιὰς ἄλλη μονὰς καὶ ἡ μυριὰς ὁμοίως ἀναλόγως ἐκ πολλαπλασιασμοῦ, ἡ μὲν ἐκ χιλιάδων, ἡ δὲ ἐξ ἑκατοντάδων πρὸς τοῦτο κεφαλαιουμένη, ἅπερ ἅπαντα τοῖς ὑποκειμένοις ἐπιμερίζοντες σημεῖα τῆς ποσότητος τῶν ἀριθμουμένων πραγμάτων ποιούμεθα)· ὡς ἂν οὖν παιδευθείημεν παρὰ τῆς θείας γραφῆς τὸ μηδὲν ἄγνωστον εἶναι τῷ θεῷ, ἐξηριθμῆσθαι παρ᾽ αὐτοῦ λέγει τὸ πλῆθος τῶν ἄστρων, οὐ τοῦτον τὸν τρόπον γινομένης τῆς ἀριθμήσεως (τίς γὰρ οὕτως εὐήθης ὡς τῷ περιττῷ καὶ ἀρτίῳ τὸν θεὸν οἴεσθαι διαλαμβάνειν τὰ ὄντα καὶ διὰ τῆς τῶν μονάδων συνθέσεως πρὸς τὸ κεφάλαιον τῆς ἀθροιζομένης ποσότητος τὸν ἀριθμὸν συμπεραίνειν;)· ἀλλ᾽ ἐπειδὴ ἐν ἡμῖν ἀκριβὴς τοῦ ποσοῦ γνῶσις ἐκ τοῦ ἀριθμοῦ γίνεται, ὡς ἂν καὶ περὶ τοῦ θεοῦ παιδευθείημεν ὅτι πάντα τῇ γνώσει τῆς σοφίας αὐτοῦ περιείληπται καὶ οὐδὲν ἐκφεύγει τὴν ἀκριβῆ κατανόησιν, τούτου χάριν ἀριθμεῖν τὰ ἄστρα τὸν θεὸν διωρίσατο, τοῦτο δι᾽ ὧν λέγει νοεῖν συμβουλεύων, μὴ κατὰ τὸ μέτρον τῆς ἡμετέρας γνώσεως καὶ τὸ θεῖον οἴεσθαι τῶν ὄντων ἐφάπτεσθαι, ἀλλὰ τὰ ἡμῖν ἄληπτά τε καὶ ἀνεπινόητα πάντα τῇ γνώσει τῆς θείας σοφίας ἐμπεριείργεσθαι.

τῶν γὰρ ἄστρων διὰ τὸ πλῆθος ἐκφευγόντων τὸν ἀριθμὸν ὡς πρὸς ἀνθρωπίνην ἐπίνοιαν, ἀπὸ μέρους τὸ πᾶν ἐκδιδάσκων ὁ λόγος ἐκ τοῦ ταῦτα κατηριθμῆσθαι παρὰ τοῦ θεοῦ λέγειν τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ θεοῦ τὴν γνῶσιν διαμαρτύρεται. διὰ τοῦτό φησιν Ὁ ἀριθμῶν πλήθη ἄστρων, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἄστρων ποσότητα. πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ὃ ἐποίησεν; ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης οὐκ ἂν ἀγνοοίη τὸ ἐμπεριειλημμένον τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; τῶν γὰρ ἀγνοούντων ἐστὶ τὸ τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα, ὁ δὲ τὰ πάντα εἰδὼς πρὸ γενέσεως ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. ἀλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ Δαβίδ· δηλονότι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρητὸν τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος τὸ ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ σημασίας ὁ Δαβὶδ ἐνεδείξατο. ὥσπερ οὖν ἀριθμεῖν λέγεται οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην οἶμαι τὴν διὰ τῆς φωνῆς κλῆσιν ὑποσημαίνουσα. ἦ γὰρ ἂν εἰς ἄτοπόν τι καὶ ἀνάξιον τῆς περὶ θεοῦ ὑπολήψεως ὁ λόγος προϊὼν καταλήγοι, εἴπερ ταῦτα λέγοι τὰ ὀνόματα παρὰ τοῦ θεοῦ τεθεῖσθαι τοῖς ἄστροις τὰ ἐν τῇ συνηθείᾳ ἡμῶν ἀναστρεφόμενα.

εἰ γὰρ ταῦτά τις δοίη θεόθεν ἐπικεκλῆσθαι, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκεῖθεν οἴεσθαι τὴν κλῆσιν ἐπιπεφημίσθαι τοῖς ἄστροις καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστρῴοις ὀνόμασιν ἀληθῆ νομίσαι, ὡς τοῦ θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. οὕτως ἡ ἑβδομὰς τῶν ἐμπεριεχομένων τῷ παντὶ πόλῳ τοῖς Ἑλληνικοῖς εἰδώλοις ἐπιμερισθεῖσα ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πεπλανημένους ποιήσει, εἴπερ ἐκ θεοῦ πιστευθείη τοῦτο διατετάχθαι. οὕτως ὁ κατὰ τὸν Ὠρίωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται καὶ τὰ περὶ τῆς Ἀργοῦς διηγήματα καὶ ὁ Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ Κύων ἥ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιΐα, καὶ τοῦ ζῳοφόρου κύκλου τῶν κατά τινα σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινομένοις ὀνομάτων θεὸν εὑρετὴν ὑπονοεῖσθαι κατασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν Δαβὶδ λέγειν ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ θεὸς ἐπιτίθησι.

Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι μὴ ἀνεξετάστως τὸ ῥηθὲν παραδέξασθαι, ἀλλὰ καθ᾽ ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. ἐπειδὴ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστι γνώσεως τὸ ἐξ ὀνόματος παρ᾽ ἡμῶν προσκαλεῖσθαι τὸν γνώριμον, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀλήπτων οὐ μόνον τὸ πλήρωμα τῆς ἐν κεφαλαίῳ ἀθροιζομένης ποσότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ καὶ τὰ καθ᾽ ἕκαστον δι᾽ ἀκριβείας ἐπίσταται. τούτου χάριν οὐ μόνον ἐξηριθμηκέναι τὰ πλήθη τῶν ἄστρων αὐτὸν ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον προσκαλεῖσθαι, ὅπερ σημαίνει τὸ μέχρι τῶν λεπτοτέρων διήκειν αὐτοῦ τὴν ἀκρίβειαν καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκειν τὰ καθ᾽ ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι᾽ ὀνόματος αὐτῷ γνωριζόμενον. εἰ δέ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἀγνοεῖν οἴεται τὴν ἀνθρωπίνην χρῆσιν, περὶ ὧν ὑπολαμβάνει τὸν Δαβὶδ εἰρηκέναι, πόρρω τῆς ἀληθείας ὁ τοιοῦτος ἀποπλανᾶται.

εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, ἃ ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνηθείας ἐστίν, Ἠσαΐου μὲν λέγοντος Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου, τοῦ δὲ Ἰὼβ τὸν Ὠρίωνα καὶ τὴν Ἀσηρὼθ ὀνομάζοντος, ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγκέχρηται ἡ θεία γραφή. οὕτω καὶ Ἀμαλθείας κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν καὶ παρὰ τῷ Ἠσαΐᾳ Σειρῆνας, τοῦ μὲν τὸ πάμφορον τῶν ἀγαθῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατονομάζοντος, Ἠσαΐου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παραδηλοῦντος ὀνόματι. ὥσπερ οὖν ἐνταῦθα τοῖς ἐκ τῶν μυθικῶν διηγημάτων ὀνόμασιν ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκουόντων χρήσιμον βλέπων, οὕτω κἀκεῖ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικληθείσας φωνὰς εἶπεν ἀνεπαισχύντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα τὸ ὁπωσοῦν παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον ἐκ θεοῦ τὴν ὕπαρξιν ἔχει, τὸ πρᾶγμα, οὐχὶ τὸ ὄνομα. οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ᾽ ὁ ποιῶν, φησί, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον.

οὐκοῦν ἱκανῶς οἶμαι διὰ τῶν εἰρημένων καὶ τὸν Δαβὶδ τῆς ἡμετέρας ὑπολήψεως σύμμαχον ἀποδεδεῖχθαι, οὐ τὸ κατονομάζειν τὸν θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀνθρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι᾽ ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται.

Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰήσεως. λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη, καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνάμενοι. οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι, ἀλλ᾽ ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον, ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται, ὀνομάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. περὶ γὰρ τῶν ὑπεναντίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπιβάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὅπως ἂν ἔχειν δόξῃ τοῖς ἐντυγχάνουσιν.

ὃ δὲ προστίθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ θεοῦ τοῖς οὖσι τὰς φωνὰς κεῖσθαι, ὧνπερ ἐν τοῖς κατόπιν ἱκανῶς ἐξητασμένων περιττὴν κρίνω τὴν ἐπανάληψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν γεγενῆσθαί φησιν ὁ ἀπόστολος, ἑρμηνευέτω κατ᾽ ἐξουσίαν οὗτος ὡς βούλεται. οὐδεὶς γὰρ οὕτως ἠλίθιος ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ πνεύματος ἡμῖν ἐκκαλύπτοντος ἀξιοπιστότερον ἑρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον τὸν φανερῶς ταῖς φωναῖς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχόμενον καὶ τὸ μὴ κατωνομάσθαι παρὰ τοῦ Ἀδὰμ τῶν ἀλόγων τὰ εἴδη διὰ τῆς παρεξηγήσεως τοῦ ῥητοῦ τούτου κατασκευάζειν ἐκβιαζόμενον. παρείσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη καὶ ἡ κοπρώδης αὐτοῦ καὶ βεβολβιτωμένη φωνὴ διεξιοῦσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν· 〈τὸν σπορέα τῶν ζιζανίων〉 καὶ 〈τὴν τοῦ καρποῦ † πρόσοψιν〉 καὶ 〈Οὐαλεντίνου παραφθορὰν〉 καὶ 〈τὸν παρ᾽ ἐκείνου καρπόν, ὃν ἐν τῇ ψυχῇ〉 λέγει 〈σεσωρεῦσθαι〉 τοῦ διδασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀηδία συγκαλυφθήτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυδηκότα τῶν σωμάτων τῇ γῇ κατακρύπτομεν, ὡς μὴ πολλοῖς δι᾽ ὄχλου τὴν δυσωδίαν γίνεσθαι.

Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. πάλιν γὰρ ἐκτίθεταί τινα ῥῆσιν τοῦ διδασκάλου ἔχουσαν οὕτως· “ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἡμῶν ἐπιθεωρούντων ταῦτα.„ τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, 〈σπέρματός τινος ὑπαλλαγὴν〉 καὶ 〈σπορᾶς καθηγητὴν〉 καὶ 〈τὸ τῆς μέμψεως ἀσυλλόγιστον〉 καὶ ὅσα ἄλλα τῇ ἀκορήτῳ γλώσσῃ κενεμβατῶν διεξέρχεται· ἐφ᾽ ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ συκοφαντῶν τὸν λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς τραπησόμεθα. ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἄφθαρτον εἶναι τὸ θεῖον. ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριοῦμεν ἐκεῖνα ὅσα ἐπίκτητα γίνεταί τισι καὶ ἀπόκτητα· ὧν δὲ ἄνευ τὸ ὑποκείμενον νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἄν τις ἐν αἰτίᾳ γένοιτο ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων τὴν φύσιν;

εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσβευεν ὥς ποτε περὶ αὐτὸν μὴ οὖσαν ἢ ὡς οὐκ ἐσομένην ποτέ, καιρὸν ἂν εἶχε ταῦτα ἐπὶ διαβολῇ καθ᾽ ἡμῶν λέγειν. εἰ δὲ ἀεὶ ὡσαύτως ἔχειν καὶ ὃ νῦν ἐστι πάντοτε εἶναι τὸ θεῖον ὁ ἡμέτερος διορίζεται λόγος καὶ οὐδὲν ἐκ παραυξήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσόντων προσγίνεσθαι, ἀλλ᾽ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσμαρτυρεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα;

Ἀλλ᾽ ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥήσεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζεται, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων τῷ θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. εἰ μὲν οὖν παρ᾽ ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὕποπτος ἂν ἦν ἴσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων καὶ πρὸς τὸ ἀνεύθυνον μετατιθέντων τὰς ὑπαιτίους φωνάς· ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τίς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀπόδειξις αὐτῆς τῆς τῶν ἀντιδικούντων ἡμῖν μαρτυρίας; πῶς τοίνυν ὁ παρ᾽ ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολῇ προχειρίζεται καθ᾽ ἡμῶν ὁ Εὐνόμιος; “ὅταν, φησί, τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον.„ ἆρα τῷ πορίσαι τὸ προσαγορεῦσαι ταὐτὸν ὁ Εὐνόμιος οἴεται; καὶ τίς οὕτως ἔξω τοῦ καθεστηκότος ἐστίν, ὡς τὰς ἰδιαζούσας τῶν ῥημάτων τούτων ἀγνοεῖν ἐμφάσεις; πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὂν σημαντικῶς ὀνομάζων. πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φροντιστὴς οὐκ αἰσχύνεται ἐν προδήλῳ τῇ συκοφαντίᾳ τὴν διαβολὴν συμπεραίνων;

καὶ καθάπερ οἱ ἔκ τινος πάθους μὴ βλέποντες ἐν ὄψεσι τῶν βλεπόντων ἀσχημονοῦσι τὸ παρ᾽ αὐτῶν μὴ ὁρώμενον καὶ παρὰ τῶν ὑγιαινόντων ἀγνοεῖσθαι νομίζοντες, τοιοῦτόν τι πέπονθεν ὁ ὀξυδερκὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πήρωσιν καὶ ἐν τοῖς ἀκούουσιν οἴεται. καὶ τίς οὕτως ἠλίθιος ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συκοφαντούμενα ῥήματα καὶ ἐκ τῆς ἑκατέρων ἀναγνώσεως τὴν κακουργίαν τοῦ λογογράφου φωρᾶσαι; ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἄφθαρτον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. τί κοινὸν ἔχει τὸ πορίζειν τῷ λέγειν; ἀπὸ τῶν ἰδίων ἕκαστος εὐθύνεσθαι δίκαιος, οὐκ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μέμψεις. νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατά γε τὸν ἀληθῆ λόγον ἢ ἑαυτόν. εἰ γὰρ τὸ πορίζειν τῷ θεῷ τὴν ἀφθαρσίαν ὑπαίτιον, τοῦτο δὲ παρ᾽ οὐδενὸς ἄλλου πλὴν παρ᾽ αὐτοῦ λέγεται μόνου, ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκοφάντης κατήγορος, τὸ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μέν φαμεν, ὅτι ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτως τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη· οὑτοσὶ δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα.

Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν υἱὸν τοῦ θεοῦ κατάγων· ἀλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετωτέροις τῶν ἀκροατῶν προθήσω τῷ λόγῳ. 〈παρὰ τῶν αἰώνων προξενεῖ Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ θεῷ τὰ πρεσβεῖα〉. τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία; πρόξενος θεοῦ ἄνθρωπος γίνεται καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; τίς ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεμβασία, εἰ τὸ ὑπερεκπῖπτον τὴν διαστηματικὴν τῶν αἰώνων παράτασιν ἐφ᾽ ἑκάτερα τῆς θείας οὐσίας ἐμφαντικοῖς τισιν ὀνόμασιν ὁ διδάσκαλος εἶπεν σημαίνεσθαι ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντος τέλος, ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημανθῆναι τῆς ὑπολήψεως, καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνώτερον ἄναρχον λέγεσθαι καὶ ἀγέννητον, τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάσαι καὶ ἄφθαρτον; ταῦτα 〈πορισμὸν〉 καὶ 〈προξένησιν〉 καὶ τὰ τοιαῦτα οὐκ αἰσχύνεται γράφων. ἀλλὰ καὶ 〈διχοτομεῖσθαι〉 παρ᾽ ἡμῶν φησι 〈τοὺς αἰῶνας〉, ὥσπερ οὐκ ἀνεγνωκὼς ἃ παρέθετο ἢ ὡς ἐν ἐπιλήσμοσι τῶν λεγομένων τὸν ἑαυτοῦ λόγον διατιθείς. τί φησιν ὁ διδάσκαλος;

ἐὰν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες τὸ ἀπερίγραπτον τῆς ἀϊδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ τὸ τοιοῦτον διασημαίνομεν νόημα, κἂν εἰς τὸ ἐφεξῆς τὴν διάνοιαν τρέψωμεν καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν διάνοιαν ταύτην διερμηνεύομεν. ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀϊδιότητα τοῦ θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαινομένην καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν καὶ μηδενὶ διαστήματι μετρουμένην τοῖς κατὰ δύναμιν ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν;

ἐπειδὴ γὰρ ἡ ἀνθρωπίνη ζωὴ διαστηματικῶς κινουμένη ἀπό τινος ἀρχῆς εἴς τι τέλος προϊοῦσα διέξεισι καὶ μεμέρισται πρὸς τὸ παρῳχηκός τε καὶ προσδοκώμενον ὁ τῇδε βίος, ὡς τὸ μὲν ἐλπίζεσθαι τὸ δὲ μνημονεύεσθαι, τούτου χάριν ὡς πρὸς τὴν ἡμετέραν σχέσιν τό τε παρῳχηκὸς καὶ τὸ προσδοκώμενον τῆς διαστηματικῆς παρατάσεως ἐννοοῦντες, οὕτως καὶ ἐπὶ τῆς ὑπερκειμένης φύσεως ἐκ καταχρήσεως λέγομεν, οὐχ ὡς τοῦ θεοῦ διὰ τῆς ἰδίας ζωῆς κατόπιν ἑαυτοῦ τι καταλιπόντος διάστημα καὶ πρὸς τὸ προκείμενον πάλιν ἐν τῷ ζῆν διοδεύοντος, ἀλλ᾽ ὡς τῆς ἡμετέρας κατανοήσεως ὡς πρὸς τὴν ἰδίαν ἡμῶν φύσιν περινοούσης τὰ πράγματα καὶ τὸ ἀΐδιον ἐν τῷ παρῳχηκότι καὶ μέλλοντι διαμετρούσης, ὅταν μήτε τὸ κατόπιν περικόπτῃ προϊοῦσαν εἰς τὸ ἄπειρον τοῦ ἀορίστου τὴν ἔννοιαν, μήτε τὸ ἔμπροσθεν σύστασίν τινα καὶ ὅρον τῆς ἀπείρου ζωῆς ἐπαγγέλληται.

εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αἰώνων ἐπιθρυλεῖται τομή, εἰ μὴ καὶ τὴν ἁγίαν γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ Εὐνόμιος λέγοι τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαίνουσαν, τοῦ μὲν Δαβὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑμνήσαντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰῶνας ἐκτεινομένην τοῦ θεοῦ βασιλείαν δείξαντος· ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδαχθῆναι ὅτι πᾶν διαστηματικὸν νόημα ἐντὸς τῆς θείας φύσεως περιείληπται, τῇ ἀπειρίᾳ τοῦ τὸ πᾶν περιέχοντος ἁπανταχόθεν ἐμπερατούμενον. ὁ μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἐφεξῆς βλέπων βασιλεύειν αὐτόν φησι τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα καὶ ἔτι· ὁ δὲ μέγας Δαβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν εἶπεν Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, καὶ πάλιν Εἰσακούσεται ὁ θεὸς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἀλλ᾽ ὁ σοφὸς Εὐνόμιος ἐρρῶσθαι φράσας τοῖς τηλικούτοις καθηγηταῖς ἄλλην φησὶν ἡμᾶς λέγειν ἄναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον πάλιν καὶ αἰώνων τινῶν ἑτερότητας καὶ διαφορὰς συνδιασχιζούσας τῇ ἑτερότητι ἑαυτῶν καὶ τὴν περὶ θεοῦ φαντασίαν.

Ἀλλ᾽ ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προθήσομεν ἀβασάνιστόν τε καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν ἱκανὴν οὖσαν δι᾽ ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλοτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν. ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, 〈τί ποτε τοὺς αἰῶνας οἰόμεθα〉· καίτοι γε δικαιότερον ἦν παρ᾽ ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων· τίς γάρ ἐστιν ὁ τοῦ θεοῦ τὴν οὐσίαν ἐπεγνωκέναι λέγων ὁ τὰ ἡμῖν ἀνέφικτα καταληπτὰ τῇ ἰδίᾳ συνέσει διοριζόμενος; οὐκοῦν αὐτὸς ἡμῖν φυσιολογείτω τὴν τῶν αἰώνων οὐσίαν ὁ τὰ ὑπερέκεινα κατειληφέναι κομπάζων, καὶ τὸ ἀμφίκρημνον τοῦτο καὶ διλήμματον τῆς ἀποκρίσεως μὴ λίαν φοβερῶς ἐπισειέτω τοῖς ἰδιώταις ἡμῖν, ὡς εἰ τόδε τοὺς αἰῶνας εἶναι νομίσομεν, τῆσδε τῆς ἀτοπίας ὑπαπαντώσης, καὶ εἰ τὸ ἕτερον, τῆς ἑτέρας. 〈εἰ μὲν γὰρ ἀϊδίους〉, φησί, 〈λέγοιτε, Ἕλληνες ἔσεσθε καὶ Οὐαλεντῖνοι καὶ βάρβαροι· εἰ δὲ γεννητούς, οὐκέτι〉, φησίν, 〈ὁμολογήσετε τῷ θεῷ τὸ ἀγέννητον〉. ὢ τῆς ἀμάχου ταύτης καὶ ἀνανταγωνίστου ἐπιχειρήσεως· ἐάν τι γεννητὸν ὁμολογηθῇ, ὦ Εὐνόμιε, ἡ τοῦ ἀγεννήτου ὁμολογία παραγραφήσεται. καὶ ποῦ σοι διερρυήκασιν αἱ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τεχνολογίαι, δι᾽ ὧν τὸ ἀνόμοιον τῆς τοῦ υἱοῦ πρὸς τὸν γεγεννηκότα οὐσίας κατεσκευάζετο;

ἔοικεν γὰρ ἀφ᾽ ὧν νῦν διδασκόμεθα μὴ ἀνομοίως ἔχειν ὁ πατὴρ κατὰ τὴν οὐσίαν ὡς πρὸς τὸ γεννητὸν θεωρούμενος, ἀλλὰ καθόλου τῇ τοῦ ἀγεννήτου ὁμολογίᾳ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι, εἴπερ ἐὰν γεννητοὺς εἴπωμεν τοὺς αἰῶνας, εἰς τὸ μηκέτι τὸν ἀγέννητον ὁμολογεῖν ἐναγόμεθα. ἀλλ᾽ ἴδωμεν τὴν ἀνάγκην δι᾽ ἣν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν τῆς ἀτοπίας ταύτης συναναγκάζει. 〈ὧν γὰρ τῇ παραθέσει〉, φησί, 〈προσγίνεται τῷ θεῷ τὸ ἄναρχον, τούτων οὐκ ὄντων οὐκ ἔσται τὸ προστιθέμενον〉. ὢ τῆς ἰσχυρᾶς ταύτης καὶ ἀφύκτου λαβῆς· ὡς ἐκ τῶν μέσων ἡμᾶς τοῖς ἀλύτοις ἅμμασιν ἀθλητικῶς διασφίγξας ἔχει. τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ θεῷ τὸ ἀγέννητον. παρὰ τίνος προσγίνεσθαι; τίς τοῦτό φησιν, ὅτι τῷ ἀνάρχως ὄντι ἐξ ἐπικτήσεως διὰ παραθέσεώς τινων προσγίνεται τὸ ἀγέννητον; οὔτε ἡ λέξις οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. ἡ μὲν γὰρ λέξις ἑαυτῆς ἐστι συνήγορος οὐδὲν ἔχουσα τοιοῦτον οἷον καθ᾽ ἡμῶν προενήνεκται· τῆς δὲ τῶν εἰρημένων ἐμφάσεως τίς ἂν ἐξηγητὴς ἀξιοπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τί νοοῦμεν, ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ εἶναι διοριζώμεθα· λέγομεν δὲ ταῦτα ἅπερ ἐν τοῖς φθάσασιν εἴρηται.

ἀλλά φησι τῆς παραθέσεως τῶν αἰώνων οὐκ οὔσης ἀδύνατον εἶναι τὸ ἐκ ταύτης τῷ θεῷ προστιθέμενον, προστεθεῖσθαι δὲ τὴν ἀγεννησίαν λέγει. λεγέτω καὶ παρ᾽ ὅτου τῷ θεῷ τὸ τοιοῦτον προστέθειται. εἰ μὲν οὖν παρ᾽ ἑαυτοῦ, γελοῖος ἂν εἴη τὴν ἰδίαν ἄνοιαν ἐπικαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ᾽ ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα.

Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. συνθεὶς γάρ τινα κώλου περίοδον καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν 〈τὴν αὐτὴν ζωὴν〉 ἀποδείκνυσιν 〈ἄναρχόν τε εἶναι καὶ ἀτελεύτητον〉, ἡμετέραν πληρῶν εὐχὴν ἐν τῇ τοιαύτῃ σπουδῇ. οὐδὲ γὰρ παρ᾽ ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρός τε καὶ ἀΐδιος καὶ οὐδαμόθεν οὐδενὶ πέρατι κωλυομένη πρὸς τὸ ἀόριστον. μέχρι τούτων ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρῶτας τῇ ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ᾽ οὐδέτερον μέρος περατουμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξετάζοι οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζοιτο. ἀλλ᾽ ἐν τοῖς ἐφεξῆς πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς ζωῆς λόγον καὶ τὰς ἐπιθεωρουμένας ὑπολήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας ἓν τὰ πάντα ἐποίησεν. 〈εἰ γὰρ ἡ ζωή〉, φησίν, 〈ἄναρχός τε καὶ ἀτελεύτητος καὶ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ ἡ ἀφθαρσία καὶ τῷ ἀτελευτήτῳ τὸ ἄναρχον〉.

καὶ προστίθησι τούτοις τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν· 〈οὐ γὰρ δυνατόν〉, φησί, 〈τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου λόγῳ〉. καλῶς ὁ γενναῖος προστίθησι. δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνάμεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων, καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοούμενος, ἀλλ᾽ ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑποκείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω· κἂν ἐρωτηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι, κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω, τί δὲ σημαίνει ἡ ἀφθαρσία, ὅπερ ἡ τοῦ ἐλέου πάντως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. οὕτω καὶ τὰ καθ᾽ ἕκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου διαστελλούσης. καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσιν, θεὸν κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν ἐλεήμονα καὶ ἄλλα πολλὰ τοιαῦτα κατονομάζουσαι;

εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύσεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαινόμενον διαφορᾶς ἀπ᾽ ἀλλήλων τὰ ὀνόματα διαστελλούσης. ἀλλὰ τίς οὕτως ἀπόπληκτος ὡς ἀγνοεῖν ὅτι ἡ μὲν θεία φύσις, ὅ τι ποτὲ κατ᾽ οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ τις καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ κατ᾽ οὐδένα τρόπον ἐν ποικίλῃ τινὶ συνθέσει θεωρουμένη, ἡ δὲ ἀνθρωπίνη ψυχὴ χαμαὶ κειμένη καὶ ἐν τῷ γηίνῳ τούτῳ βίῳ κατορωρυγμένη διὰ τὸ μὴ δύνασθαι τηλαυγῶς κατιδεῖν τὸ ζητούμενον πολλαῖς ἐννοίαις τῆς ἀφράστου φύσεως πολυτρόπως καὶ πολυμερῶς ἐπορέγεται, οὐ κατὰ μίαν τινὰ διάνοιαν τὸ κεκρυμμένον θηρεύουσα; ἦ γὰρ ἂν εὔκολος ἦν ἡ κατάληψις, εἰ μία τις ἡμῖν ἔφοδος πρὸς τὴν θείαν ἀποκέκριτο γνῶσιν· νυνὶ δὲ διὰ μὲν τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας σοφὸν εἶναι τὸ τοῦ παντὸς ἐπιστατοῦν ἐνοήσαμεν, διὰ δὲ τῆς τῶν θαυμάτων μεγαλουργίας δυνάμεως ἔμφασιν ἐδεξάμεθα, τὸ δὲ ἐξ ἐκείνου πᾶν ἐξῆφθαι πιστεύειν τοῦ μηδεμίαν αὐτοῦ τῆς ὑπάρξεως αἰτίαν εἶναι τεκμήριον γίνεται.

Πάλιν τὸ βδελυκτὸν τῆς κακίας νοήσαντες τὸ ἀναλλοίωτον αὐτοῦ καὶ ἀμιγὲς πρὸς κακίαν καταλαμβάνομεν τήν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομίσαντες ἀθάνατόν τε καὶ ἄφθαρτον τὸν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκείμενον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ᾽ ὅ τι ποτὲ κατ᾽ οὐσίαν ἐστίν, ἓν εἶναι πεπιστευκότες πρὸς πάσας τὰς τοιαύτας ὑπολήψεις οἰκείως ἔχειν τὸ νοηθὲν ὑπειλήφαμεν. οὐ γὰρ μάχεται πρὸς ἄλληλα τὰ ὀνόματα κατὰ τὴν τῶν ἀντιθέτων φύσιν, ὡς εἰ τὸ ἓν ὑπάρχοι, μὴ ἂν αὐτῷ συνθεωρηθῆναι τὸ ἕτερον, ὡς οὐκ ἐνδέχεται ζωὴν ἅμα καὶ θάνατον περὶ τὸν αὐτὸν νοηθῆναι, ἀλλὰ τοιαύτη ἐστὶν ἑκάστου τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων ἡ ἔμφασις, ὥστε κἂν ἰδιάζῃ τῷ σημαινομένῳ, μηδεμίαν ἴσχειν πρὸς τὸ συνονομαζόμενον ἐναντίωσιν. τί γὰρ ἐναντιοῦται τῷ ἀσωμάτῳ τὸ δίκαιον, κἂν μὴ συμβαίνῃ κατὰ τὴν ἔννοιαν ἀλλήλοις τὰ ῥήματα; ποίαν δὲ μάχην ἡ ἀγαθότης ἔχει πρὸς τὸ ἀόρατον; οὕτως οὐδὲ τὸ ἀΐδιον τῆς θείας ζωῆς διπλοῖς ὀνόμασί τε καὶ νοήμασι γνωριζόμενον, τῷ ἀτελευτήτῳ καὶ τῷ ἀνάρχῳ, τῇ διαφορᾷ τῶν ὀνομάτων συνδιατέμνεται· καὶ οὔτε ταὐτόν ἐστι τῷ ἑτέρῳ κατὰ τὴν σημασίαν τὸ ἕτερον (τὸ μὲν γὰρ τὴν τῆς ἀρχῆς τὸ δὲ τὴν τοῦ τέλους ἀλλοτρίωσιν ἔδειξεν) οὔτε μερισμόν τινα τοῦ ὑποκειμένου ἡ τῶν ἐπιθεωρουμένων αὐτῷ νοημάτων διαφορὰ παρεσκεύασε.

Τὰ μὲν δὴ παρ᾽ ἡμῶν ταῦτα, τὰ δὲ παρὰ τοῦ πολεμοῦντος ἡμῖν κατ᾽ αὐτὴν μὲν τὴν τῆς λέξεως σύμφρασιν τοιαῦτά ἐστιν, ὡς μηδεμίαν τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν ἔχειν, ἀλλοκότως αὐτοῦ τὰς τοιαύτας στομφώδεις καὶ ἀδιανοήτους φωνὰς ἐν κώλων καὶ περιόδων σχήματι πρὸς τὸ συμβὰν ἀποπτύοντος. ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστι, τὸ μηδεμίαν εἶναι τῶν ποικίλων ὀνομάτων κατὰ τὰς ἐμφάσεις διαφοράν. ἀνάγκη δὲ πᾶσα, ὡς ἔοικεν, αὐτὴν ἐπὶ λέξεως παραθέσθαι τὴν ῥῆσιν, ὡς ἂν μὴ συκοφαντικῶς ἐπιφέρειν αὐτῷ τι τῶν οὐ προσόντων δοκοίημεν. 〈τῶν γὰρ ἀληθῶν〉 φησι 〈λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων ὥσπερ〉 αὖ 〈καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον〉. ταῦτα καὶ πολλὰ ἐπὶ τούτοις ἄλλα τοιαῦτα πρὸς τὴν τοῦ προτεθέντος αὐτῷ σκοποῦ κατασκευὴν διεξέρχεται, ἐκβαλὼν τοῦ λόγου σχέσεις τινὰς καὶ παραθέσεις καὶ εἶδος καὶ μέτρον καὶ μέρος καὶ χρόνον καὶ τόπον, ὡς διὰ τῆς τούτων ὑπεξαιρέσεως τῆς οὐσίας ἐνδεικτικὴν τὴν ἀγεννησίαν γενέσθαι.

ἡ δὲ κατασκευὴ τοῦτον ἔχει τὸν τρόπον, λέξω δὲ τῇ ἐμαυτοῦ λέξει τὸ νόημα. 〈οὐκ ἄλλη τις〉, φησίν, 〈ἡ ζωὴ παρὰ τὴν οὐσίαν ἐστίν, ὡς ἂν μή τις σύνθεσις περὶ τὴν ἁπλῆν νοοῖτο φύσιν, πρὸς τὸ μετέχον καὶ μετεχόμενον τῆς ἐννοίας μεριζομένης· ἀλλ᾽ αὐτό〉, φησίν, 〈ὅπερ ἐστὶν ἡ ζωή, οὐσία ἐστί〉, καλῶς τὰ τοιαῦτα φιλοσοφῶν. οὐ γὰρ ἄν τις ἀντείποι τῶν νοῦν ἐχόντων μὴ ταῦτα οὕτως ἔχειν.

Ἀλλὰ πῶς τὸν λόγον ἐπὶ τὸν σκοπὸν συνεπέρανεν; 〈εἰ τὸ ἄναρχον σημαίνοντες〉, φησί, 〈τὴν ζωὴν ἐσημήναμεν, ταύτην δὲ τὴν ζωὴν οὐσίαν λέγειν ὁ τῆς ἀληθείας ἀναγκάζει λόγος, αὐτῆς εἶναι τῆς θείας οὐσίας〉 φησὶ 〈σημαντικὸν τὸ ἀγέννητον〉. ἡμεῖς δὲ τὸ μὲν μὴ γεγεννῆσθαι παρ᾽ ἑτέρου τὴν θείαν ζωήν, ὅπερ σημαίνει ἡ τοῦ ἀνάρχου διάνοια, καὶ αὐτοὶ συντιθέμεθα, αὐτὸ δὲ τὸ διὰ τῆς τοῦ μὴ γεγεννῆσθαι λέξεως σημαινόμενον οὐσίαν νομίζειν μόνων τῶν ἐκ μανίας παραφερομένων οἰόμεθα. τίς γὰρ οὕτως ἐξέστηκεν ὡς ὁρισμὸν οὐσίας τὴν μὴ γέννησιν ἀποφήνασθαι; ὡς γὰρ οἰκείως ἔχει πρὸς τὸ γεννητὸν ἡ γέννησις, οὕτω δηλαδὴ καὶ τῷ ἀγεννήτῳ ἐφαρμοσθήσεται ἡ μὴ γέννησις. ὃ οὖν οὐκ ἔστι περὶ τὸν πατέρα τῆς ἀγεννησίας ἐνδεικνυμένης, πῶς ἡμεῖς εἰς οὐσίαν τὴν τοῦ μὴ προσόντος ἔνδειξιν συντιθέμεθα; ἀλλ᾽ ἑαυτῷ δοὺς τὸ μήτε παρ᾽ ἡμῶν μήτε ἐκ τῆς τῶν τεθέντων ἀκολουθίας αὐτῷ συγχωρούμενον, τὸ σημαντικὸν τῆς θείας ζωῆς τὴν ἀγεννησίαν εἶναι τοῦ θεοῦ συνεπέρανεν. ὡς δ᾽ ἂν μάλιστα καταφανὴς ὁ περὶ τὸν τόπον τοῦτον αὐτοῦ γένοιτο λῆρος, οὑτωσὶ τὸν λόγον διασκοπήσωμεν.

δι᾽ ὧν γὰρ ἐπὶ τοῦ πατρὸς εἰς τὴν ἀγεννησίαν τὸν τῆς οὐσίας περιήγαγε λόγον, ἐξετάσωμεν εἰ μὴ κατὰ τὸ ἴσον διὰ τῶν αὐτῶν ἐπιχειρημάτων καὶ τοῦ υἱοῦ τὴν οὐσίαν εἰς τὴν ἀγεννησίαν ἀνάξομεν. 〈Δεῖ〉, φησί, 〈τῆς αὐτῆς ζωῆς καὶ τῆς εἰλικρινῶς μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος· τῶν γὰρ ἀληθῶν λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὥσπερ αὖ καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν〉 τοῦ υἱοῦ 〈ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειε〉. μή τίς ἐστιν ἐν τοῖς εἰρημένοις ἀναρμοστία, ὡς οὐ δέον ἐπὶ τοῦ μονογενοῦς τὰ τοιαῦτα λέγειν ἢ γράφειν; οὐχὶ καὶ ὁ υἱὸς αὐτός ἐστι 〈ζωὴ εἰλικρινῶς μία〉; οὐχὶ καὶ ἐπ᾽ αὐτοῦ 〈ἕνα καὶ τὸν αὐτὸν εἶναι〉 προσήκει 〈λόγον, κἂν τοῖς ὀνόμασιν ἢ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος〉; οὐχὶ καὶ ἐπ᾽ ἐκείνου 〈τῶν δύο〉 τὸ 〈ἕτερον ἐξ ἀνάγκης〉 στήσεται, 〈ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειεν〉;

οὐδὲν παρ᾽ ἡμῶν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται, ἀλλ᾽ ἐπ᾽ αὐτῆς ἤλθομεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον “τοῦ υἱοῦ„ παρενθέντες τὸ ὄνομα. εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινὴς πάσης συνθέσεως καὶ διπλόης κεχωρισμένη καὶ οὐδὲν ὑπόκειται πρᾶγμα παρὰ τὴν τοῦ υἱοῦ ζωήν (πῶς γὰρ 〈ἂν〉 ἐν τῷ ἁπλῷ μίξις ἀλλοτρίου πράγματος ὑποπτεύοιτο; οὐ γὰρ ἂν ἔτι ἁπλοῦν εἴη τὸ μεθ᾽ ἑτέρου νοούμενον), ἁπλῆ δὲ ζωὴ καὶ ἡ τοῦ πατρὸς οὐσία, ἁπλῆς δὲ ζωῆς κατ᾽ αὐτὸν τόν τε τῆς ζωῆς καὶ τὸν τῆς ἁπλότητος λόγον οὐδεμία τίς ἐστι διαφορά, οὔτε ἐπιτάσεως οὔτε ὑφέσεως οὔτε τῆς κατὰ τὸ ποσὸν ἢ ποιὸν ἑτερότητος τὴν παραλλαγὴν ἐμποιούσης, ἀνάγκη πᾶσα τὰ ταῖς αὐταῖς ἐννοίαις συμβαίνοντα καὶ ὑπὸ τῶν αὐτῶν προσηγοριῶν ὀνομάζεσθαι. εἰ οὖν ἓν τὸ πρᾶγμα τὸ κατὰ τὴν ἁπλότητα τῆς ζωῆς ἐν πατρὶ καὶ υἱῷ καταλαμβάνεται, οὐδεμίαν τοῦ τῆς ἁπλότητος λόγου καθὼς εἴρηται παραλλαγὴν δεχομένου, ἀνάγκη πᾶσα τὸ τῷ ἑνὶ ἐφαρμοζόμενον ὄνομα καὶ πρὸς τὸ ἕτερον προσφυῶς ἔχειν· ὥστε εἰ ἡ ἁπλότης τῆς τοῦ πατρὸς ζωῆς τῷ τῆς ἀγεννησίας ὀνόματι διασημαίνεται, μηδὲ πρὸς τὴν τοῦ υἱοῦ ἁπλότητα τὴν φωνὴν ἀνοικείως ἔχειν.

ὥσπερ γὰρ τὸ λογικὸν καὶ θνητὸν καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος ὀνομάζεται ὁμοίως ἐπί τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ καὶ οὐδὲν τὴν τῆς φύσεως ἐπωνυμίαν ὑπήμειψεν, οὔτε ἐπὶ τοῦ Ἄβελ τὸ διὰ γεννήσεως οὔτε ἐπὶ τοῦ Ἀδὰμ τὸ ἄνευ γεννήσεως εἰς ζωὴν παρελθεῖν, οὕτως εἴπερ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς τοῦ πατρὸς ζωῆς ὄνομα τὴν ἀγεννησίαν ἔχει, ὡσαύτως καὶ ἐπὶ τῆς τοῦ υἱοῦ ζωῆς ἡ αὐτὴ ἔννοια τῇ αὐτῇ φωνῇ κατ᾽ ἀνάγκην ἐφαρμοσθήσεται, εἴπερ 〈δεῖ〉, καθώς φησιν ὁ Εὐνόμιος, 〈δυοῖν θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον〉 εἶναι.

Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λόγων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα τῶν εὐθυνόντων αὐτόθεν οὐ μόνον τὸ τοῦ δόγματος βλάσφημον, ἀλλὰ καὶ τὸ τῆς συνηθείας ἄτονον τοῖς συνετοῖς ἐπιδεικνύναι; πολυτρόπως γὰρ οὐκ ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλὰ κατὰ τὸ αὐτῷ δοκοῦν τὸ τῆς ἐπινοίας ὄνομα παρερμηνεύων, καθάπερ ἐν νυκτομαχίᾳ μηδενὸς διακρίνοντος τὸ φίλιόν τε καὶ ἀλλότριον, δι᾽ ὧν ἡμῖν προσπολεμεῖν οἴεται, τὸ ἴδιον δόγμα κατακεντῶν οὐ συνίησιν. ᾧ γὰρ μάλιστα τῆς ἐκκλησίας τῶν εὐσεβούντων ἑαυτὸν ἀλλοτριοῦν οἴεται δεῖν τοῦτό ἐστι, τὸ κατασκευάζειν 〈ὀψέ ποτε τὸν θεὸν γεγενῆσθαι πατέρα καὶ τὸ τῆς πατρότητος ὄνομα νεώτερον εἶναι τῶν λοιπῶν ὀνομάτων, ὅσα περὶ αὐτὸν λέγεται. ἐξ ἐκείνου γὰρ αὐτὸν κληθῆναι πατέρα ἀφ᾽ οὗ προέθετο γενέσθαι πατὴρ καὶ ἐγένετο〉.

ἐπειδὴ τοίνυν ἐν τῷ λόγῳ τούτῳ κατασκευάζει 〈πάσας τὰς ἐπιλεγομένας τῇ θείᾳ φύσει προσηγορίας κατὰ τὸ σημαινόμενον ἀλλήλαις συμφέρεσθαι καὶ μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν〉, ἓν δὲ τῶν ἐπιλεγομένων ἐστὶν ὀνομάτων καὶ ὁ πατήρ (ὡς γὰρ ἄφθαρτός τε καὶ ἀΐδιος, οὕτω καὶ πατὴρ ὀνομάζεται), ἢ κυρώσει καὶ ἐπὶ τῆς φωνῆς ταύτης τὴν περὶ τῶν λοιπῶν ὀνομάτων δόξαν καὶ διαφθερεῖ τὴν πρώτην ὑπόληψιν, εἴπερ πάσαις ταῖς προσηγορίαις καὶ ἡ τῆς πατρότητος ἔννοια συμπεριειλημμένη τύχοι (δῆλον γὰρ ὅτι εἰ ταὐτὸν εἴη τὸ σημαινόμενον ἀφθάρτου τε καὶ πατρός, ὡς ἀεὶ ἄφθαρτος, οὕτως ἀεὶ καὶ πατὴρ ὁμολογηθήσεται, μιᾶς, ὥς φησι, πᾶσι τοῖς ὀνόμασι τῆς σημασίας οὔσης) ἢ εἰ φοβοῖτο ἐξ ἀϊδίου προσμαρτυρεῖν τῷ θεῷ τὴν πατρότητα, λύσει κατ᾽ ἀνάγκην τὸ ἐπιχείρημα, ἑκάστῳ τῶν ὀνομάτων ἰδιάζουσαν ἐνυπάρχειν ὁμολογῶν σημασίαν, καὶ οὕτως ὁ πολὺς αὐτῷ περὶ τῶν ὀνομάτων ὕθλος πομφόλυγος δίκην ἀπορραγεὶς κατασβέννυται. εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐναντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, 〈διὰ τὸ ἐξ ἐνεργείας〉, ὡς αὐτὸς λέγει, 〈ἑκατέρας ἐπιλέγεσθαι τῷ θεῷ τὰς φωνάς〉, περιγράψει τὴν πολλὴν ἡμῶν περὶ τὸ προκείμενον ἀσχολίαν, ταῦτα ὁμολογῶν ἃ πολλοῖς ἔδει πόνοις παρ᾽ ἡμῶν διελέγχεσθαι.

εἰ γὰρ μία τῆς τε τοῦ δημιουργοῦ καὶ τῆς τοῦ πατρὸς φωνῆς ἡ σημασία (〈ἐξ ἐνεργείας〉 γὰρ ἑκατέρα), ἰσοδυναμεῖ πάντως ἀλλήλοις καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα· ὧν γὰρ τὸ σημαινόμενον τὸ αὐτό, τούτων οὐδὲ τὸ ὑποκείμενον πάντως διάφορον. 〈εἰ οὖν ἐξ ἐνεργείας〉 καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται, ἔξεστι πάντως καὶ ὑπαλλάξαντι κατὰ τὸ ἀντιστρέφον τοῖς ὀνόμασι χρήσασθαι καὶ εἰπεῖν ὅτι καὶ δημιουργὸς τοῦ υἱοῦ καὶ πατὴρ τοῦ λίθου ἐστὶν ὁ θεός, εἴπερ ἄμοιρόν ἐστι τὸ τοῦ πατρὸς ὄνομα τῆς κατὰ φύσιν σχετικῆς σημασίας. τὸ δὲ διὰ τούτου κατασκευαζόμενον οὐκέτ᾽ ἀμφίβολον ἔχει τὴν ἀτοπίαν τοῖς γε νοῦν ἔχουσιν. ὡς γὰρ ἄτοπόν ἐστι λίθον ἡγεῖσθαι θεὸν ἢ ἄλλο τι τῶν διὰ κτίσεως ὑποστάντων, οὕτως ὁμολογηθήσεται μηδὲ τῷ μονογενεῖ θεῷ δεῖν προσμαρτυρεῖν τὴν θεότητα, μιᾶς καὶ τῆς αὐτῆς τῆς κατὰ τὴν ἐνέργειαν σημασίας ἀμφοτέρας τῷ θεῷ τὰς κλήσεις κατὰ τὸν Εὐνομίου λόγον προσμαρτυρούσης, καθ᾽ ἣν καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται.

Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ θεοῦ γνῶσιν ἡμῖν συναγείρεσθαι φησὶ 〈μηκέτ᾽ αὐτὸν παρ᾽ ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζεσθαι ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι᾽ ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν〉. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. ἀλλὰ πρὸς τὴν ματαίαν ταύτην οἶμαι καὶ ἄτονον περιττολογίαν οὐδὲ τὴν ἀντίρρησιν ἄν τινα τῶν εὖ φρονούντων ἔξω τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. εἰ μὲν γάρ τι τοιοῦτον ἐν τοῖς παρ᾽ ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατίθεσθαι τὰ κακῶς εἰρημένα ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἑρμηνείας ἄγειν. ἐπεὶ δὲ οὔτε εἴρηται παρ᾽ ἡμῶν τοιοῦτον οὐδὲν οὔτε ἡ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα ἀποκναίειν τοὺς ἐντυγχάνοντας τῇ παρατάσει τοῦ λόγου; τίς γὰρ οὕτως ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροίζεσθαι σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μεταλήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα;

εὕρατό τις καθ᾽ ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπειλήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεωμετρίας καὶ ἄλλων τοιούτων ἐπιτηδευμάτων τινῶν· ἆρ᾽ ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; καίτοιγε πλεῖστον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρονομικῆς ἐπιστήμης καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ᾽ αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεωπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροισθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινόμενον ἀνακίρναται. εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσούτων ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως;

Ἀλλ᾽ ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ᾽ ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. 〈εἰ δὲ δεῖ〉, φησίν, 〈ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσίαν αὐτὴν ἀνεπίμικτον καὶ καθαρὰν φυλάσσει τῶν χειρόνων καὶ τῶν ἐναντίων〉. ἡ μὲν οὖν κατηγορία τοσαύτη, ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; ἴδωμεν τὴν σφοδρὰν αὐτοῦ καὶ ῥητορικὴν καθ᾽ ἡμῶν ἐπιχείρησιν. 〈εἰ κατὰ τὸ ἀτελεύτητον〉, φησί, 〈τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ᾽ ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ᾽ ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται〉. καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτό φησιν· 〈ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός〉. ὁ μὲν οὖν 〈ἀποτομώτερος αὐτοῦ λόγος〉 οὗτός ἐστιν, ὃν καθ᾽ ἡμῶν προοίσειν ἠπείλησεν εἰς ἔλεγχον τοῦ τὴν οὐσίαν τοῦ θεοῦ λέγειν ἡμᾶς ἐπιμεμίχθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. ἐγὼ δὲ φανερὸν μὲν ἡγοῦμαι τοῖς ἐρρωμένον ἔχουσιν ἐν ἑαυτοῖς τὸ τῆς ἀληθείας κριτήριον, ὅτι οὐδεμίαν ἐν τοῖς εἰρημένοις δεδωκότος τοῦ διδασκάλου τῷ συκοφάντῃ λαβήν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνεπέρανεν. πλὴν ὡς ἂν ἐκδηλότερον πᾶσι γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐκεῖνό τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι καὶ ἀντιπαραθήσω τούτοις τοῦ Εὐνομίου τὰ ῥήματα. “

ἄφθαρτον, φησὶν ὁ διδάσκαλος, καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἐνθεωρούντων ἡμῶν ταῦτα.„ οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδεύων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωὴ οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται οὔτε πέρατί τινι περιγράφεται, καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι᾽ ὀνομάτων τινῶν φανερὰς καταστῆσαι. τό τε γὰρ μὴ ἐξ αἰτίας εἶναί τινος διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τὸ μηδενὶ περιγράφεσθαι τέλει μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο ἡ τοῦ ἀφθάρτου τε καὶ ἀτελευτήτου διασημαίνει λέξις· καὶ τούτῳ διορίζεται τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελευτήτως εἶναι ἄφθαρτον κατονομάζειν, ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον ἐν ἀφανισμῷ γίνεται πάντως, ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες τὴν τοῦ συνεστῶτος φθορὰν ἐνοήσαμεν.

τὸν οὖν μηδέποτε τοῦ εἶναι παυόμενον ἀλλότριόν τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα ἄφθαρτον ὀνομάζεσθαι λέγει.

Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος; 〈εἰ κατὰ τὸ ἀτελεύτητον〉, φησί, 〈τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ᾽ ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ᾽ ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται〉. τίς ταῦτά σοι δέδωκεν, ὦ Εὐνόμιε, ὡς μὴ πάσῃ συνθεωρεῖσθαι τῇ ζωῇ τοῦ θεοῦ τὴν ἀφθαρσίαν; τίς διελὼν εἰς δύο τὴν θείαν ζωὴν ἰδιαζούσαις φωναῖς ἐπονομάζει τῶν ἡμιτόμων ἑκάτερον, ὥστε ᾧπερ ἂν τμήματι τοῦτο προσῇ τὸ ὄνομα, μὴ προσεῖναι λέγειν αὐτῷ καὶ τὸ ἕτερον; τῆς σῆς αὕτη διαλεκτικῆς ἡ δριμύτης, τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν φθαρτὴν εἰπεῖν εἶναι καὶ τῇ ἀφθάρτῳ μὴ συνθεωρεῖσθαι τὸ ἄναρχον· ὅμοιον ὥσπερ ἂν εἴ τις λογικόν τε καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγοι, ἑκάτερον ἐφαρμόζων τούτων τῶν ὀνομάτων τῷ ὑποκειμένῳ κατὰ διάφορον ἐπιβολήν τε καὶ ἔννοιαν, ἔπειτα παρά τινος τοιούτου καταχλευάζοιτο διεξιόντος τὰ ὅμοια, ὅτι εἰ δεκτικὸς νοῦ καὶ ἐπιστήμης ὁ ἄνθρωπος, λογικὸς κατὰ τοῦτο εἶναι οὐ δύναται, ἀλλὰ καθ᾽ ὃ δεκτικός ἐστιν ἐπιστήμης, τοῦτο μόνον ἔσται, τὸ δὲ ἕτερον οὐ χωρήσει ἡ φύσις, καὶ πάλιν εἰ λογικὸν ὁρίζοι τὸν ἄνθρωπον, οὐκέτι αὐτῷ τὸ δεκτικὸν τοῦ νοῦ συγχωρήσει. καθ᾽ ὃ γὰρ λογικός ἐστιν, ἀμέτοχος διανοίας ἀναδειχθήσεται. εἰ δὲ πρόδηλον ἐν τούτοις ἐστὶ παντὶ τὸ γελοῖόν τε καὶ ἀνόητον, οὐδὲ ἐπ᾽ ἐκείνου πάντως ἀμφίβολον.

ἀναγνοὺς γὰρ τοῦ διδασκάλου τὴν ῥῆσιν σκιὰν εὑρήσεις τὴν παιδιὰν τοῦ σοφίσματος. οὔτε γὰρ ἐν τῷ κατὰ τὸν ἄνθρωπον ὑποδείγματι τὸ δεκτικὸν τῆς ἐπιστήμης ὑπὸ τοῦ λόγου κωλύεται ἢ ὑπὸ τοῦ δεκτικοῦ τῆς διανοίας ὁ λόγος, οὔτε τὸ ἀΐδιον τῆς θείας ζωῆς ἢ τὸ ἄφθαρτον οὐκ ἔχει, ἐὰν ἄναρχον ᾖ, ἢ εἴπερ τὴν ἀφθαρσίαν τις αὐτῇ μαρτυρήσειε, τὸ ἀνάρχως εἶναι ἀφαιρεθήσεται. ἀλλ᾽ ὁ τῇ τέχνῃ τῆς διαλεκτικῆς ἀγχινοίας ἀναζητῶν τὴν ἀλήθειαν ἐκ τῶν ἰδίων τῷ ἡμετέρῳ λόγῳ παρενθεὶς ἃ ἐβούλετο ἑαυτῷ μάχεται καὶ ἑαυτὸν ἀνατρέπει, τῶν ἡμετέρων οὐ προσαπτόμενος. τὸ γὰρ παρ᾽ ἡμῶν οὐδὲν ἕτερον ἦν ἢ τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν ἀγέννητον δι᾽ ἐπινοίας ὀνομάζεσθαι λέγειν, ὀνομάζεσθαι, οὐχὶ γίνεσθαι, καὶ τὴν εἰς τὸ ἀόριστον προϊοῦσαν τῇ τοῦ ἀφθάρτου σημαίνειν προσηγορίᾳ, οὐ ποιεῖν ἄφθαρτον, ἀλλὰ σημαίνειν οὖσαν τοιαύτην. ὥστε τὸ μὲν ἀόριστον καθ᾽ ἑκάτερον εἶναι τὴν θείαν ζωὴν τοῦ ὑποκειμένου ἴδιον εἶναι, τὸ δὲ οὕτως ἢ οὕτως τὰ ἐπιθεωρούμενα τῷ ὑποκειμένῳ νοήματα λέγεσθαι περὶ τὴν φωνήν ἐστι μόνον τὴν ἐνδεικτικὴν τοῦ σημαινομένου νοήματος. ἓν νόημα περὶ τὴν θείαν ζωὴν τὸ μὴ ἐξ αἰτίας αὐτὴν εἶναι· τοῦτο ἡ τοῦ ἀγεννήτου λέξις ἐνδείκνυται.

ἕτερον νόημα περὶ τὴν θείαν ζωὴν τὸ ἀόριστον αὐτὴν εἶναι καὶ ἀτελεύτητον· τοῦτο ἡ τοῦ ἀφθάρτου προσηγορία παρίστησιν· ὥστε τὸ μὲν ὑποκείμενον εἶναι, ὅπερ ἐστίν, ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα, τὸ δὲ μήτε ἐξ αἰτίας αὐτὸ εἶναι μήτε εἰς τὸ ἀνύπαρκτόν ποτε περιΐστασθαι, ταῦτα διὰ τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας σημαίνεσθαι.

Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι· 〈ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός〉. τοῦτο δὲ κἂν μὴ παρ᾽ ἡμῶν διευκρινηθῇ τῷ λόγῳ, παντὶ πρόδηλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι ὅπως ἐστὶ καταγέλαστον καὶ ἀνόητον, μᾶλλον δὲ ἀσεβὲς καὶ κατάκριτον. ᾧ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ φθαρτοῦ πρὸς τὸ ἄναρχον συζυγίαν, τῷ αὐτῷ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπρεποῦς καταπαίζει ὀνόματος. οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι, ἀλλὰ καὶ ἄϋλός τε καὶ ἀόργητος λέγεται ἄτρεπτός τε καὶ ἀσώματος ἀόρατός τε καὶ ἀσχημάτιστος ἀληθής τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ᾽ ἑαυτοῦ κατά τινα ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς φωναῖς ἐξαγγέλλεται. παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ λέγω τῆς θεοπρεποῦς ὑπολήψεως, ἔξεστι συμπλέξαι τὴν ἐπινοηθεῖσαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυγίαν.

οἷον τὸ ἄϋλόν τε καὶ τὸ ἀόργητον ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ᾽ οὐ κατὰ τῆς αὐτῆς διανοίας ἑκάτερον· τὸ μὲν γὰρ καθαρεύειν ὑλικῆς ἐπιμιξίας τὸ θεῖον διὰ τῆς τοῦ ἀΰλου φωνῆς ἐνοήσαμεν, ἐν δὲ τῷ ἀοργήτῳ ἡ ἀλλοτρίωσις τοῦ κατὰ τὴν ὀργὴν πάθους σημαίνεται. ἐπιδραμεῖται τοίνυν καὶ τούτοις κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀρχήσεται. λέξει γὰρ κατὰ τὸν αὐτὸν εἱρμὸν τὴν ἀτοπίαν συμπλέκων· εἰ καθὸ κεχώρισται τῆς ὑλικῆς ἐπιμιξίας, ἄϋλος λέγεται, κατὰ τοῦτο οὐκ ἔσται ἀόργητος, καὶ εἰ διὰ τὸ μὴ προσίεσθαι τὴν ὀργήν ἐστιν ἀόργητος, οὐκ ἔστι δυνατὸν ἐπ᾽ αὐτοῦ ὁμολογεῖσθαι τὸ ἄϋλον, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην ἐν μὲν τῷ καθαρεύειν ὕλης ἄϋλος ὁμοῦ καὶ ὀργίλος ἀναδειχθήσεται, ἐν δὲ τῷ τὴν ὀργὴν μὴ προσίεσθαι ἀόργητός τε καὶ ὑλικὸς κατὰ ταὐτὸν εὑρεθήσεται. οὕτως καὶ ἐπὶ τῶν ἄλλων ποιήσει πάντων. καὶ εἰ δοκεῖ, προθῶμεν ἑτέραν συζυγίαν ὀνομάτων τοιαύτην, τὸ ἄτρεπτον λέγω καὶ τὸ ἀσώματον. τῶν γὰρ δύο τούτων ὀνομάτων ἑκατέρου κατὰ τὴν ἰδιάζουσαν ἔμφασιν ἐπὶ τῆς θείας λεγομένων ζωῆς, ὁμοίως καὶ ἐπ᾽ αὐτῶν ἡ τοῦ Εὐνομίου σοφία κατασκευάσει τὴν ἀτοπίαν.

εἰ γὰρ τὸ ἀεὶ ὡσαύτως ἔχον τῇ φωνῇ τοῦ ἀτρέπτου σημαίνεται καὶ τὸ νοερὸν τῆς οὐσίας ἡ τοῦ ἀσωμάτου προσηγορία παρίστησιν, ἐρεῖ πάντως τὰ αὐτὰ καὶ ἐπὶ τούτων ὁ Εὐνόμιος, ὅτι ἀσύμβατά ἐστι καὶ ἀλλότρια καὶ ἀκοινωνήτως ἔχει πρὸς ἄλληλα τὰ τοῖς ὀνόμασιν ἐνθεωρούμενα τούτοις νοήματα. ἐν μὲν γὰρ τῷ πάντοτε ὡσαύτως ἔχειν τὸ θεῖον μόνον ἄτρεπτον ἔσται καὶ οὐκ ἀσώματον, ἐν δὲ τῷ νοερῷ τε καὶ ἀειδεῖ τῆς οὐσίας τὸ μὲν ἀσώματον ἔχει, τοῦ δὲ ἀτρέπτου κεχώρισται· ὥστε συμβαίνειν ὅταν μὲν τὸ ἀναλλοίωτον ἐπὶ τῆς θείας θεωρῆται ζωῆς, μετὰ τοῦ ἀτρέπτου καὶ σῶμα αὐτὴν εἶναι κατασκευάζεσθαι, ὅταν δὲ τὸ νοερὸν ἐξετάζηται, ὁμοῦ τε ἀσώματον αὐτὴν εἶναι καὶ τρεπτὴν διορίζεσθαι. ταῦτα τοῦ Εὐνομίου τὰ σοφὰ κατὰ τῆς ἀληθείας εὑρήματα. τί γὰρ δεῖ πᾶσιν ἐπεξιόντα παρατείνειν ἐν ἀδολεσχίᾳ τὸν λόγον; ἔστι γὰρ ὁμοίως ἐπὶ πάντων τὴν ἀλογίαν ταύτην κατασκευαζομένην θεάσασθαι. καὶ γὰρ καὶ τὸ ἀληθινὸν καὶ τὸ δίκαιον ὁμοίως ἀλλήλοις κατὰ τὴν προλαβοῦσαν πλοκὴν μαχεσθήσεται· ἄλλο γὰρ τῆς ἀληθείας καὶ ἕτερον τοῦ δικαίου τὸ σημαινόμενον.

ὥστε εἰπεῖν ἂν ἐκ τοῦ ἀκολούθου καὶ περὶ τούτων Εὐνόμιον τῷ μὲν δικαίῳ τὸ ἀληθὲς μὴ παρεῖναι, τῇ δὲ ἀληθείᾳ λείπειν τὸ δίκαιον, καὶ συμβαίνειν ὅταν τὸ τῆς ἀδικίας ἀλλότριον ἐπὶ θεοῦ τις λογίζηται, δίκαιόν τε καὶ ψευδὲς εἶναι τὸ θεῖον κατὰ ταὐτὸν ἀποφαίνεσθαι, ἐὰν δὲ τὴν πρὸς τὸ ψεῦδος αὐτοῦ ἀλλοτρίωσιν λογιζώμεθα, ἀληθὲς ἅμα καὶ ἄδικον κατασκευάζειν τὸ θεῖον. οὕτως τὸ ἀόρατον, οὕτως τὸ ἀσχημάτιστον. ἐξέσται γὰρ διὰ τῶν * κατὰ τὴν ὁμοιότροπον τοῖς προεκτεθεῖσι σοφίαν μήτε ἐν τῷ ἀσχηματίστῳ τὸ ἀόρατον εἶναι λέγειν μήτε ἐν τῷ ἀοράτῳ τὸ ἀσχημάτιστον, ἀλλὰ τῷ μὲν ἀοράτῳ συμπλέξει τὸ σχῆμα, ὁρατὸν δὲ διὰ τῆς ἀναστροφῆς κατασκευάσει τὸ ἀσχημάτιστον, τὰ αὐτὰ ἐπὶ τούτων εἰπών, ἃ περὶ τοῦ ἀφθάρτου τε καὶ ἀνάρχου ἐτεχνολόγησεν, ὅτι ὅταν τὸ ἀσύνθετον τῆς θείας ζωῆς λογιζώμεθα, ἀσχημάτιστον μὲν αὐτὴν ὁμολογοῦμεν, οὐ μὴν καὶ ἀόρατον, καὶ ὅταν τὸ μὴ δύνασθαι σωματικοῖς ὀφθαλμοῖς τὸν θεὸν ἰδεῖν ἐννοήσωμεν, τὸ ἀόρατον αὐτῷ συγχωρήσαντες τὸ ἔξω σχήματος εἶναι οὐ συνθησόμεθα. εἰ δὲ ταῦτα καταγέλαστα πᾶσιν ὁμοίως δοκεῖ καὶ ἀνόητα, πολὺ μᾶλλον ἐκείνων τὴν ἀτοπίαν ὁ νοῦν ἔχων καταψηφίσεται, ὅθεν ὁρμηθεὶς ὁ λόγος ἐπὶ ταῦτα δι᾽ ἀκολούθου τὴν ἀτοπίαν προήγαγεν.

Ἀλλ᾽ ἐπιλαμβάνεται τῆς τοῦ διδασκάλου φωνῆς, ὡς οὐ δεόντως ἐν τῷ ἀτελευτήτῳ θεωρούσης τὸ ἄφθαρτον καὶ ἐν τῷ ἀφθάρτῳ νοούσης τὸ ἀτελεύτητον. οὐκοῦν τι παραπλήσιον τῇ ἀγχινοίᾳ τοῦ Εὐνομίου καὶ ἡμεῖς γελοιάσωμεν. ἐξετάσωμεν γὰρ τὴν τοιαύτην αὐτοῦ γνώμην περὶ τῶν ὀνομάτων τούτων, ἥτις ἐστίν. ἄλλο τι φήσει τῷ σημαινομένῳ τὸ ἀτελεύτητον εἶναι παρὰ τὸ ἄφθαρτον ἢ ἓν τὰ δύο συνθήσεται. ἀλλ᾽ εἰ μὲν ἓν ἀμφότερα λέγοι, τῷ ἡμετέρῳ συναγορεύσει λόγῳ· εἰ δὲ ἄλλο φήσει τοῦ ἀφθάρτου εἶναι καὶ ἕτερον τοῦ ἀτελευτήτου τὸ σημαινόμενον, ἀνάγκη πᾶσα ἐπὶ τῶν ἀλλοτρίως ἐχόντων πρὸς ἄλληλα μὴ τὸ αὐτὸ εἶναι κατὰ τὴν δύναμιν τῷ ἑτέρῳ τὸ ἕτερον. οὐκοῦν εἰ ἄλλη τοῦ ἀφθάρτου ἡ ἔννοια καὶ τοῦ ἀτελευτήτου πάλιν ἑτέρα, καί ἐστι τούτων ἑκάτερον ὅπερ οὐκ ἔστι τὸ ἕτερον, οὔτε τὸ ἄφθαρτον ἀτελεύτητον εἶναι δώσει οὔτε τὸ ἀτελεύτητον ἄφθαρτον, ἀλλὰ φθαρτὸν μὲν ἔσται τὸ ἀτελεύτητον, τελευτητὸν δὲ τὸ ἄφθαρτον. ἀλλὰ παραιτοῦμαι τοὺς ἐντυγχάνοντας μὴ καθ᾽ ἡμῶν τρέψαι τὴν ἐπὶ τῷ γελοίῳ κατάγνωσιν. ταῦτα γὰρ ἡμεῖς πρὸς τὸν γελοιαστὴν ὑπ᾽ ἀνάγκης ἐπαίξαμεν, ἵνα διὰ τῆς ὁμοίας παιδιᾶς τὴν μειρακιώδη τοῦ σοφίσματος αὐτοῦ πλοκὴν διαλύσωμεν.

ἀλλ᾽ εἰ μὴ βαρύ τε καὶ ὀχληρὸν τοῖς ἐντυγχάνουσι φαίνοιτο, οὐκ ἄκαιρον ἂν εἴη πάλιν ἐπὶ λέξεως ἐκθέσθαι τοῦ Εὐνομίου τὰ ῥήματα. 〈εἰ κατὰ τὸ ἀτελεύτητον〉, φησί, 〈τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ᾽ ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ᾽ ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται〉. καὶ ἐπαναλαβὼν τὸ αὐτὸ πάλιν φησὶν 〈ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός〉. τὰς γὰρ ἀκαίρους ἐν τῷ μέσῳ τῶν περιττῶν παρενθήκας ὡς οὐδὲν πλέον εἰς τὴν τοῦ λόγου κατασκευὴν συντελούσας παρίημι. ἀλλὰ τὴν μὲν διάνοιαν τῶν ἡμετέρων λόγων, ἀφ᾽ ὧν αὐτὸς οὗτος παρέθετο, παντὶ ῥᾴδιον οἶμαι κατανοῆσαι ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὴν κατασκευασθεῖσαν αὐτῷ καθ᾽ ἡμῶν κατηγορίαν. ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, φησὶν ὁ διδάσκαλος, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι. τῷ γὰρ ὑπερεκπίπτειν αὐτόν, φησί, τῆς τῶν αἰώνων περιγραφῆς κατὰ πᾶν διάστημα τῆς χρονικῆς παρατάσεως, εἴτε τὸ ἐξ ἀρχῆς εἴτε τὸ ἐφεξῆς λογιζοίμεθα, τὸ καθ᾽ ἑκατέραν ἔννοιαν τῆς ἀϊδίου ζωῆς ἀόριστόν τε καὶ ἀπερίγραπτον τὸ μὲν τῷ τῆς ἀφθαρσίας ὀνόματι, τὸ δὲ τῷ τῆς ἀγεννησίας διασημαίνομεν.

οὑτοσὶ δέ φησι λέγειν ἡμᾶς ὅτι τὸ ἄναρχον οὐσία ἐστὶ καὶ τὸ ἀτελεύτητον οὐσία πάλιν ἐστίν, ὡς δύο τμήματα οὐσιῶν κατὰ τὸ ἐναντίον λεγόμενα παρ᾽ ἡμῶν συμβάλλεσθαι· καὶ οὕτω κατασκευάζει τὸ ἄτοπον, τὰ ἑαυτοῦ τιθεὶς καὶ τοῖς ἑαυτοῦ συμπλεκόμενος, καὶ τὰς παρ᾽ ἑαυτοῦ συντεθείσας διανοίας ἐξωθῶν εἰς τὸ ἄτοπον κατ᾽ οὐδὲν τῶν ἡμετέρων προσάπτεται. τὸ γὰρ κατὰ τὸ ἀτελεύτητον τῆς ζωῆς μόνον τὸν θεὸν ἄφθαρτον εἶναι τούτου ἐστὶ καὶ οὐχ ἡμέτερον. ὡσαύτως καὶ τὸ ἄφθαρτον ἄναρχον μὴ εἶναι τῆς αὐτῆς ἐστιν ἀγχινοίας [τὸ] εὕρημα τῆς τὸ μὴ προσὸν εἰς τὸν τῆς οὐσίας λόγον κατατασσούσης. ἡμεῖς γὰρ οὐδὲν τῶν μὴ προσόντων οὐσίαν εἶναι διοριζόμεθα. οὐ πρόσεστι δὲ τῷ θεῷ οὔτε τὸ εἰς φθορὰν τὴν ζωὴν καταλῆξαι οὔτε τὸ ἀπὸ γεννήσεως τοῦ εἶναι ἄρξασθαι· ὅπερ διὰ τῶν δύο τούτων ὀνομάτων, τῆς τε ἀφθαρσίας καὶ τῆς ἀγεννησίας, παρίσταται. ὁ δὲ τὸν ἴδιον λῆρον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλήσας ἑαυτὸν στηλιτεύων διὰ τῆς κατηγορίας τῆς καθ᾽ ἡμῶν οὐ συνίησιν. ὁ γὰρ οὐσίαν τὴν 〈ἀγεννησίαν〉 εἶναι διοριζόμενος εἰς αὐτὴν κατὰ τὸ ἀκόλουθον τὴν ἀτοπίαν ἐκβήσεται ἣν τοῖς ἡμετέροις δόγμασιν ἐπιφέρει.

ἄλλο γὰρ τῆς ἀρχῆς καὶ ἄλλο τοῦ τέλους κατὰ τὴν διαστηματικὴν παράτασιν νοουμένων, εἰ μὲν τὴν ἑνὸς τούτων στέρησιν οὐσίαν τις εἶναι δοίη, ἐξ ἡμισείας αὐτοῦ τὴν ζωὴν ὑποστήσει μόνῳ τῷ ἀνάρχῳ ὑφεστῶσαν, πρὸς δὲ τὸ ἀτελεύτητον οὐκέτι διὰ τῆς φύσεως ἐπεκτείνουσαν, εἴπερ φύσις ἡ ἀγεννησία νομίζοιτο· εἰ δὲ ἀμφότερά τις οὐσίαν εἶναι βιάζοιτο, ἀνάγκη πᾶσα κατὰ τὸν ἀποδοθέντα τοῦ Εὐνομίου λόγον ἑκάτερον τῶν ὀνομάτων κατὰ τὴν ἐγκειμένην ἔμφασιν καὶ ἐν τῷ τῆς οὐσίας λόγῳ τὸ εἶναι ἔχειν τοσοῦτον ὑπάρχον μόνον, ὅσον ἡ σημασία τῆς προσηγορίας ἐνδείκνυται· καὶ οὕτως ἰσχυρὸς ὁ τοῦ Εὐνομίου λόγος γενήσεται οὔτε τοῦ ἀνάρχου τὸ ἀτελεύτητον ἔχοντος οὔτε τοῦ ἀτελευτήτου τὸ ἄναρχον, ἐπειδὴ κατὰ τὸν λόγον αὐτοῦ καὶ οὐσία τῶν εἰρημένων ἐστὶν ἑκάτερον καὶ ἀμίκτως τὰ δύο ταῖς ἐννοίαις ἔχει πρὸς ἄλληλα, καὶ οὔτε ἡ ἀρχὴ πρὸς τὸ τέλος τὸν αὐτὸν ἔχει λόγον οὔτε τὰ ἀναιρετικὰ τούτων ὀνόματα πρὸς ἄλληλα ταῖς σημασίαις συμφέρεται.

Ὡς δ᾽ ἂν καὶ αὐτὸς ἐπιγνοίη τὸν ἴδιον λῆρον, ἐκ τῶν παρ᾽ ἐκείνου ῥηθέντων ἔσται ὁ ἔλεγχος. λέγει γὰρ τοῖς ἡμετέροις μαχόμενος ὅτι ὁ θεὸς καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ κατὰ τὸ ἀγέννητον ἀτελεύτητος, ὡς μιᾶς ἐν ἑκατέροις τῶν ὀνομάτων ἐμφάσεως οὔσης. εἰ τοίνυν καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ ταὐτόν ἐστι κατὰ τὸ σημαινόμενον τὸ ἀτελεύτητόν τε καὶ ἀγέννητον, ἀτελεύτητον δὲ καὶ τὸν υἱὸν εἶναι συντίθεται, ἀγέννητον ἐκ τῆς ἀκολουθίας ταύτης καὶ τὸν υἱὸν κατ᾽ ἀνάγκην συνθήσεται, εἴπερ ταὐτόν ἐστι, καθὼς εἴρηκε, τῷ ἀνάρχῳ τὸ ἀτελεύτητον. ὡς γὰρ ἐν τῷ ἀγεννήτῳ βλέπει τὸ ἀτελεύτητον, οὕτως ὁμολογεῖ νενοηκέναι καὶ ἐν τῷ ἀτελευτήτῳ τὸ ἄναρχον. οὐ γὰρ ἂν ἐν τῷ ἴσῳ τὴν τῶν ὀνομάτων ἀναστροφὴν ἐποιήσατο. ἀλλὰ 〈φύσει καὶ οὐ παραθέσει τῶν αἰώνων〉, φησίν, 〈ὁ θεός ἐστιν ἀγέννητος〉. τίς δὲ ὁ περὶ τούτου μαχόμενος, τὸ μὴ φύσει τὸν θεὸν πᾶν εἶναι ὅ τι καὶ λέγεται; καὶ γὰρ καὶ δίκαιον καὶ δυνατὸν καὶ πατέρα καὶ ἄφθαρτον οὔτε τῇ πρὸς τοὺς αἰῶνας παραθέσει λέγομεν τὸν θεὸν εἶναι οὔτε τῇ πρὸς ἕτερόν τι τῶν ὄντων ἀναφορᾷ, ἀλλὰ περὶ αὐτὸ τὸ ὑποκείμενον, ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστίν, πᾶσαν εὐσεβῆ θεωροῦμεν ὑπόληψιν.

ὡς εἴ γε καθ᾽ ὑπόθεσιν μήτε αἰὼν μήτε τι ἄλλο τῶν κατὰ τὴν κτίσιν νοουμένων δεδημιούργητο, οὐδὲν ἧττον ἦν ἂν ὁ θεὸς ὅπερ νῦν εἶναι πεπίστευται, οὐδὲν τῶν αἰώνων εἰς τὸ γενέσθαι ὅ ἐστι προσδεόμενος. ἀλλ᾽ 〈οὐκ ἐπείσακτον〉, φησίν, 〈οὐδὲ σύνθετον οὐδὲ διάφορον ἔχει ζωήν· αὐτὸς γάρ ἐστιν ἡ ἀΐδιος ζωὴ κατ᾽ αὐτὴν τὴν ζωὴν ἀθάνατος, κατ᾽ αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος〉. ταῦτα καὶ περὶ τοῦ μονογενοῦς μεμαθήκαμεν, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι, εἰ μή τις ἄρα ταῖς Ἰωάννου φωναῖς ἐκ τοῦ προφανοῦς διαμάχοιτο. οὔτε γὰρ ἐπεισήχθη τῷ υἱῷ ἡ ζωή (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή) οὔτε σύνθετος αὐτοῦ ἡ ζωὴ οὔτε διάφορος, ἀλλὰ κατ᾽ αὐτήν ἐστι τὴν ζωὴν ἀθάνατος (〈ἐν〉 τίνι γὰρ ἄν τις ἄλλῳ τὸ ἀθάνατον πλὴν ἐν ζωῇ θεωρήσειε;) καὶ κατ᾽ αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος. τὸ γὰρ θανάτου κρεῖττον καὶ φθορᾶς πάντως ἐστὶν ἀνεπίδεκτον.

Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες· ἐξ ἐκείνης γὰρ δοκεῖ μοι τῆς παρασκευῆς τὰ εἰρημένα προενηνοχέναι. τί γάρ φησιν; 〈ἄφθαρτος ὢν ἀνάρχως ἀγέννητός ἐστιν ἀτελευτήτως οὔτε καθ᾽ ἕτερον οὔτε δι᾽ ἕτερον οὔτε πρὸς ἕτερον λεγόμενος〉. ὁ γὰρ κεκαθαρμένος τὴν ἀκοὴν καὶ διορατικὸς τὴν διάνοιαν οἶδε καὶ πρὸ τῶν ἐμῶν λόγων ὅτι πλὴν τοῦ πατάγου τῶν ὀνομάτων, ἃ τῇ ἀλλοκότῳ αὐτῶν συμπλοκῇ κατεκρότησεν, οὐδὲν ἴχνος ἐπιστημονικῆς διανοίας ἐν τοῖς εἰρημένοις εὑρίσκεται. εἰ δὲ ἄρα τις καὶ σκιὰ νοήματος τῷ ψόφῳ τῶν ῥημάτων ἐνευρεθείη, ἀσεβὲς τὸ εὑρεθὲν ἔσται πάντως ἢ καταγέλαστον. τί γὰρ νοῶν τοῦτο λέγεις, εἰπέ μοι, ὅτι ἄναρχός ἐστιν ἀτελευτήτως καὶ ἀτελεύτητος ἀνάρχως;

ἆρα ταὐτὸν οἴει τὴν ἀρχὴν εἶναι τῷ τέλει καὶ καθ᾽ ἑνὸς κεῖσθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἕν τι τὸ ὑποκείμενον δι᾽ ἑαυτῶν δηλοῦσι, καὶ τούτου χάριν ὥσπερ τὴν ἀρχὴν τῷ τέλει ταὐτὸν εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἑκατέρου τούτων ἀναιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσας τῷ ἀνάρχῳ ταὐτὸν εἶναι τὸ ἀτελεύτητον μίαν τὰς δύο φωνὰς συγχέας ἐν ἀλλήλαις ἐποίησας, καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελευτήτως καὶ ἀτελεύτητον ἀγεννήτως; καὶ πῶς οὐκ εἶδες τὸ ἀσεβὲς ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως ἡ τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέννητον ἀτελευτήτως εἶναι ἀγέννητον καὶ τὸ ἀτελεύτητον ἀγεννήτως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα πᾶν ἀτελεύτητον μὴ ἄλλως εἶναι εἰ μὴ ἀγεννήτως εἴη· καὶ οὕτως εὑρίσκεταί σοι, ὦ φίλτατε, ἡ πολυθρύλητος 〈ἀγεννησία〉 ἡ μόνη κατὰ σὲ τοῦ πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον καὶ πάντα ποιοῦσα τῷ πατρὶ ὁμοούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφαίνεσθαι, οἷς διὰ τῆς ἀθανασίας πρόεισιν ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις ἀγγέλοις ἀνθρωπίναις ψυχαῖς, τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ δυνάμει, τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν.

εἰ γὰρ τὸ ἀτελεύτητόν τε καὶ ἄφθαρτον ἀγεννήτως κατὰ τὸν σὸν λόγον πάντως ἐστί, παντὶ τῷ ἀτελευτήτῳ τε καὶ ἀφθάρτῳ συνθεωρεῖσθαι πάντως χρὴ τὸ ἀγέννητον. τούτοις περιπίπτουσιν οἱ πρὶν μαθεῖν ἃ προσήκει μαθεῖν, δι᾽ ὧν διδάσκειν ἐπιχειροῦσι τὴν ἑαυτῶν ἀμαθίαν δημοσιεύοντες. εἰ γὰρ εἶχέ τινα διακριτικὴν ἐπιστήμην, οὐκ ἂν ἠγνόησε τὴν ἰδιαζόντως ἐγκειμένην τῷ τε ἀνάρχῳ καὶ τῷ ἀτελευτήτῳ διάνοιαν, καὶ ὅτι τὸ μὲν ἀτελεύτητον κοινὸν πάντων ἐστίν, ὅσα διαρκεῖν πεπίστευται τῇ ζωῇ πρὸς τὸ ἄπειρον, τὸ δὲ ἄναρχον μόνου ἐστὶ τοῦ ἄνευ αἰτίας ὄντος. πῶς οὖν ἐστι τὸ πάντων κοινὸν ἰσοδύναμον ἐκείνων νομίσαι, ὃ μόνου τοῦ θεοῦ κατ᾽ ἐξαίρετον εἶναι παρὰ πάντων πεπίστευται, ὥστε διὰ τούτου ἢ κοινοποιῆσαι πρὸς πάντα τὰ τῆς ἀθανασίας μετέχοντα τὸ ἀγέννητον ἢ μηδὲν ἀθάνατον συγχωρεῖν εἶναι, εἴπερ μόνου ἐστὶ τοῦ ἀγεννήτου τὸ ἀτελευτήτως εἶναι, καὶ τὸ ἔμπαλιν εἰ τοῦ ἀτελευτήτου μόνου ἐστὶ τὸ ἀγεννήτως εἶναι. οὕτω γὰρ ἂν εἶναι νομισθείη τὰ ἀτελεύτητα πάντα ἀγέννητα.

Ἀλλ᾽ ἐάσθω καὶ ταῦτα καὶ ἡ συνήθης αὐτοῦ λοιδορία, ἣν τοῖς εἰρημένοις ἐπήντλησε, μετὰ τούτων σιγάσθω, πρὸς δὲ τὸ ἀκόλουθον ἔλθωμεν τῆς ἀναγνώσεως. τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὰ πλεῖστα τῶν ἐφεξῆς παραδραμεῖν ἀνεξέταστα. ἐν πᾶσι γὰρ ὁ αὐτός ἐστιν οὐ τοῖς παρ᾽ ἡμῶν συμπλεκόμενος, ἀλλ᾽ ἑαυτῷ διδοὺς ὡς ἐκ τοῦ ἡμετέρου δῆθεν τὰς πρὸς ἀντίρρησιν ἀφορμάς· οἷς τὸ δι᾽ ἀκριβείας ἐπεξιέναι μάταιον ἄν τις εἴποι τῶν κρίνειν ἐπεσκεμμένων, ἑκάστου τῶν μετὰ διανοίας ἐντυγχανόντων αὐτὸν τῷ συγγράμματι ἐξ αὐτῶν τῶν λεγομένων τὴν συκοφαντίαν καταλαμβάνοντος. 〈πρεσβυτέραν〉 λέγει 〈τοῦ θεοῦ τὴν ἀξίαν τῆς τοῦ ἡμετέρου καθηγητοῦ ἐπινοίας〉. οὐδὲ ἡμεῖς ἀντιλέγομεν. ἡ γὰρ τοῦ θεοῦ ἀξία, ἥντινα χρὴ καὶ ταύτην νομίζειν εἶναι, οὐ τῆς καθ᾽ ἡμῶν μόνον γενεᾶς προτερεύει, ἀλλὰ καὶ πάσης τῆς κτίσεως καὶ αὐτῶν ὑπέρκειται τῶν αἰώνων. τί οὖν ἐκ τούτων τῷ λόγῳ προσγίνεται, εἰ μὴ Βασιλείου μόνον, ἀλλὰ καὶ πάντων τῶν ὄντων ἀνωτέρα ὁμολογεῖται τοῦ θεοῦ ἡ ἀξία; ναί, φησίν, ἀλλὰ τὸ ὄνομα ἡ ἀξία ἐστίν. καὶ τίς ἀπέδειξε ταὐτὸν εἶναι τῇ ἀξίᾳ τὴν προσηγορίαν, ἵνα καὶ ἡμεῖς τῷ λεγομένῳ συνθώμεθα; 〈φύσεως ἡμᾶς〉, φησί, 〈διδάσκει θεσμὸς ἐν τοῖς ὀνομαζομένοις πράγμασιν, οὐκ ἐν τῇ τῶν ὀνομαζόντων ἐξουσίᾳ κεῖσθαι τὴν τῶν ὀνομάτων ἀξίαν〉. τίς οὗτος ὁ τῆς φύσεως νόμος καὶ πῶς οὐ κατὰ πάντων κεκυρωμένος;

εἰ γὰρ 〈ἡ〉 φύσις τὸ τοιοῦτον ἐνομοθέτησε, κατὰ πάντων αὐτὴν ἔδει τὸ κράτος ἔχειν τῶν κοινωνούντων τῆς φύσεως, ὥσπερ καὶ τὰ ἄλλα πάντα ὅσα ἐστὶ τῆς φύσεως ἴδια. εἰ οὖν ὁ νόμος τῆς φύσεως ἐκ τῶν πραγμάτων ἡμῖν ἀναφύεσθαι τὰς προσηγορίας ἐποίει ὥσπερ ἐκ τῶν σπερμάτων ἢ τῶν ῥιζῶν τὰ βλαστήματα, καὶ μὴ τῇ προαιρέσει τῶν δηλούντων τὰ πράγματα τὰς σημαντικὰς τῶν ὑποκειμένων ἐπωνυμίας ἐπέτρεπε, πάντες ἂν ἦμεν οἱ ἄνθρωποι πρὸς ἀλλήλους ὁμόγλωσσοι. μὴ γὰρ παρηλλαγμένων τῶν ἐπικειμένων τοῖς πράγμασιν ὀνομάτων, οὐκ ἂν πρὸς ἀλλήλους κατὰ τὸ εἶδος διεφωνοῦμεν τοῦ λόγου. 〈ὅσιόν〉 φησιν 〈εἶναι καὶ τῷ τῆς προνοίας νόμῳ προσφυέστατον ἄνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς〉. πῶς οὖν ἠγνόησαν οἱ προφῆται τὸ ὅσιον καὶ τὸν τῆς προνοίας νόμον οὐκ ἐπαιδεύθησαν, οἱ μηδαμοῦ κατὰ τὸν σὸν λόγον τὴν ἀγεννησίαν θεοποιήσαντες; πῶς δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγνοεῖ τὸ τοιοῦτον εἶδος τῆς ὁσιότητος, ὅς γε οὐκ ἄνωθεν ἐπιτίθησι τοῖς παρ᾽ αὐτοῦ πλασθεῖσι ζῴοις τὰς προσηγορίας, ἀλλὰ τῷ Ἀδὰμ τὴν ἐξουσίαν τῆς ὀνοματοποιΐας χαρίζεται; εἰ γὰρ προσφυὲς τῷ τῆς προνοίας νόμῳ, καθώς φησιν ὁ Εὐνόμιος, καὶ ὅσιόν ἐστι τὸ ἄνωθεν ἐπικεῖσθαι τοῖς πράγμασι τὰς φωνάς, ἀνόσιον πάντως καὶ ἀνάρμοστον παρὰ τῶν κάτω τοῖς οὖσιν ἐφαρμοσθῆναι τὰς κλήσεις.

Ἀλλ᾽ 〈ὁ πάντων κηδεμών〉, φησί, 〈δημιουργίας νόμῳ ταῖς ἡμετέραις ἐγκατασπεῖραι ψυχαῖς ἐδικαίωσε〉. καὶ εἰ ταῦτα ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεσπάρη, πῶς ἀπὸ Ἀδὰμ μέχρι τῆς σῆς παραβάσεως ὁ τῆς ματαιότητος ταύτης καρπὸς οὐκ ἐβλάστησε ταῖς ψυχαῖς, ὡς φῄς, τῶν ἀνθρώπων ἐγκείμενος, ὥστε ὄνομα τῆς τοῦ πατρὸς οὐσίας τὴν 〈ἀγεννησίαν〉 κληθῆναι; εἶπε γὰρ ἂν τοῦτο καὶ ὁ Ἀδὰμ καὶ οἱ καθεξῆς ἀπ᾽ ἐκείνου πάντες, εἴπερ παρὰ τοῦ θεοῦ τῇ φύσει τὸ τοιοῦτον κατέσπαρτο. ὥσπερ γὰρ τὰ νῦν ἐκ τῆς γῆς φυόμενα ἐκ τῆς σπερματικῆς διαδοχῆς ἀπὸ τῆς πρώτης κτίσεως εἰς ἀεὶ διαμένει καὶ οὐδὲν ἐν τῷ παρόντι σπέρμα καινοτομεῖται παρὰ τῆς φύσεως, οὕτως καὶ ὁ λόγος οὗτος, εἴπερ ἦν, καθὼς σὺ φῄς, θεόθεν κατεσπαρμένος τῇ φύσει, τῇ πρώτῃ ἂν τῶν πρωτοπλάστων φωνῇ συνεβλάστησε καὶ τῇ διαδοχῇ τῶν ἐπιγινομένων συνδιεξήρχετο. ἀλλ᾽ ἐπειδὴ τοῦτο παρὰ τὴν πρώτην οὐκ ἦν (οὐδεὶς γὰρ τῶν πρώτων μέχρι τοῦ νῦν ἀνθρώπων πρὸ σοῦ τὸ τοιοῦτον ἐφθέγξατο), δῆλον ὅτι νόθον τι καὶ παρευρημένον ἐκ τῆς ζιζανιώδους ἀνεφύη σπορᾶς, οὐκ ἐκ τῶν καλῶν ἐκείνων σπερμάτων ἃ τῷ ἀγρῷ τῆς φύσεως, εὐαγγελικῶς εἰπεῖν, ὁ θεὸς κατεβάλετο.

ὅσα γὰρ ἐν τῇ κοινῇ φύσει πάντως ἐστίν, οὐ νῦν τοῦ εἶναι τὴν ἀρχὴν ἔχει, ἀλλ᾽ ἐκ τῆς πρώτης συστάσεως συνανεφάνη τῇ φύσει, ὡς ἥ τε τῶν αἰσθητηρίων ἐνέργεια καὶ τὸ πρός τι τῶν ἀνθρωπίνων ἐπιθυμητικῶς ἢ ἀλλοτρίως ἔχειν καὶ εἴ τι ἄλλο τοιοῦτον κοινὸν ὁμολογεῖται τῆς φύσεως, ὧν οὐδὲν ἐν τοῖς ἐπιγινομένοις ὁ βίος ἐκαινοτόμησεν, ἀλλ᾽ ἐν τοῖς αὐτοῖς ἰδιώμασι ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων συνδιατηρεῖται διὰ παντὸς τὸ ἀνθρώπινον, οὐδὲν τῆς φύσεως οὔτε τῶν ἐξ ἀρχῆς προσόντων ἀποβαλλούσης οὔτε τῶν μὴ προσόντων προσλαμβανούσης. ὥσπερ δὲ τὸ μὲν ὁρᾶν κοινὸν ὁμολογεῖται τῆς φύσεως, τὸ δὲ τεχνικῶς ὁρᾶν ἐξ ἐπιτηδεύσεως τοῖς ἐσπουδακόσι περὶ τὰς ἐπιστήμας προσγίνεται (οὐ γὰρ πάντων ἐστὶν ἡ διὰ τῆς διόπτρας ἐπιστημονικὴ κατανόησις ἢ τῶν γεωμετρικῶν γραμμῶν ἡ ἀποδεικτικὴ θεωρία ἢ εἴ τι τοιοῦτον ἕτερον, ἐφ᾽ ὧν οὐ τὸ βλέπειν, ἀλλὰ τὸ πρός τι κεχρῆσθαι τῷ βλέπειν παρὰ τῆς τέχνης ἐφεύρηται), οὕτω καὶ τὸ λογικὸν μὲν εἶναι κοινὸν ἄν τις εἴποι τῆς ἀνθρωπίνης οὐσίας καὶ ἴδιον ἄνωθεν συγκατουσιωμένον τῇ φύσει, τὸ δὲ τοῖς οὖσι σημαντικάς τινας ἐφευρίσκειν προσηγορίας τῶν ἀνθρώπων εἶναι τῶν τὴν λογικὴν δύναμιν θεόθεν ἐν ἑαυτοῖς κεκτημένων, τῶν ἀεὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν λέξεις τινὰς τῶν πραγμάτων ἐμφαντικὰς ἐφευρισκόντων.

ἀλλ᾽ 〈ἐὰν ταῦτα κρατῇ, δυοῖν〉 φησι κατασκευάζεσθαι θάτερον, ἢ τῶν ἐπινοούντων τὴν ἐπίνοιαν πρεσβυτέραν ἢ τὰς τῷ θεῷ κατὰ φύσιν προσηκούσας προσηγορίας καὶ πάντων προϋπαρχούσας τῆς τῶν ἀνθρώπων γενέσεως ὑστέρας〉. ἆρα καὶ πρὸς τὰ τοιαῦτα διαμάχεσθαι χρὴ καὶ πρὸς τὴν οὕτως ἔκδηλον ἄνοιαν διὰ τοῦ λόγου συμπλέκεσθαι; καὶ τίς οὕτως εὐτελής, ὡς διὰ τῶν τοιούτων βλαβῆναι καὶ νομίσαι, εἰ τῆς λογικῆς δυνάμεως εἶναι πιστευθείη τὰ ῥήματα, ἢ πρεσβυτέρας τῶν λαλούντων ὁμολογεῖν εἶναι τὰς τῶν ῥημάτων φωνὰς ἢ πλημμελεῖν εἰς τὸ θεῖον οἴεσθαι, τῶν ἀνθρώπων, καθὼς χωροῦσι μετὰ τὸ γενέσθαι ἄνθρωποι, τὸ θεῖον ὀνομαζόντων; τὸ γὰρ μὴ δεῖσθαι τὴν ὑπερέχουσαν φύσιν ῥημάτων διὰ φωνῆς καὶ γλώττης ἐκτυπουμένων ἤδη τε εἴρηται καὶ περιττὸν ἂν εἴη διὰ τῶν αὐτῶν ὄχλον ἐντιθέναι τῷ λόγῳ. τὸ γὰρ ἀπροσδεὲς τῇ φύσει καὶ τέλειον καὶ ἀπέριττον οὔτε τι τῶν δεόντων οὐκ ἔχει οὔτε τῶν μὴ δεόντων τι ἔχει. ἐπεὶ οὖν τὸ μὴ δεῖν αὐτῷ τῆς ὀνοματικῆς κλήσεως ἐκ τῶν φθασάντων ἀποδέδεικται λόγων καὶ ἐκ τῆς κοινῆς τῶν νοῦν ἐχόντων συγκαταθέσεως ὁμολογεῖται, οὐδεὶς ἂν ἀντείποι τῆς ἐσχάτης ἀσεβείας εἶναι τὸ προσμαρτυρεῖν τῷ θεῷ τὰ μὴ δέοντα.

Ἀλλ᾽ οὐδὲν οἶμαι χρῆναι τούτοις καὶ τοῖς τοιούτοις ἐνδιατρίβειν οὐδὲ τὰ καθεξῆς εἰρημένα δι᾽ ἀκριβείας ἐλέγχειν· ἱκανῶς γὰρ τοῖς ἐπιστατικωτέροις αὐτὸς ὁ τῷ ἀντιδίκῳ πονηθεὶς λόγος συνήγορος τῶν τῆς εὐσεβείας δογμάτων ἀναφανήσεται. φησὶ γὰρ 〈τὴν οὐσίαν αὐτὴν ἀφθαρσίαν εἶναι καὶ ἀθανασίαν ὡσαύτως〉. ἐγὼ δὲ εἴτε πρόσεστι ταῦτα τῇ θείᾳ φύσει εἴτε αὐτὰ ταῦτα κατὰ τὸ σημαινόμενον ἡ οὐσία ἐστίν, οὐδὲν οἶμαι χρῆναι πρὸς αὐτὸν διαμάχεσθαι· ὅ τι γὰρ ἂν νικήσῃ τῶν εἰρημένων, τὸν ἡμέτερον πάντως συστήσει λόγον. εἰ μὲν γὰρ προσείη τῇ οὐσίᾳ τὸ μὴ φθείρεσθαι, πρόσεστιν αὐτῇ πάντως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι, καὶ οὕτως ὁ τῆς ἀγεννησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀπωσθήσεται. εἰ δὲ ὅτι οὐ φθείρεται ὁ θεός, ἀφθαρσίαν τις λέγοι τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτου κρείττων ἐστί, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο, ἄφθαρτος δὲ ὁ υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία ἂν εἴη καὶ ἀθανασία καὶ τοῦ μονογενοῦς ἡ οὐσία. εἰ οὖν ἀφθαρσία μὲν ὁ πατήρ, ἀφθαρσία δὲ ὁ υἱός, οὐσία δὲ τούτων ἑκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ᾽ οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ᾽ ἀμφοτέρων ἡ φύσις τῆς φθορᾶς ἠλλοτρίωται.

κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαμβάνων ταῖς ἀφύκτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῇ, λέγων εἰ μὲν διορίζοιτο παρ᾽ ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ θεῖον κατασκευάζεσθαι, εἰ δὲ ἡ ἁπλότης ὁμολογοῖτο, αὐτῆς τῆς οὐσίας σημαντικὴν τὴν ἀφθαρσίαν καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι, πάλιν αὐτὸν σύμμαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν τῷ προσεῖναί τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἐκτὸς τῆς οὐσίας ἀποποιήσεται, ἀλλὰ φύσει πατέρα ὁμολογήσει ὡς ἄφθαρτόν τε καὶ ἀθάνατον, καὶ οὕτως καὶ μὴ βουλόμενος εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν υἱὸν καταδέξεται. οὐ γὰρ ἔσται δυνατὸν ἐκείνου φύσει πατρὸς ὄντος τῆς φυσικῆς πρὸς αὐτὸν σχέσεως τὸν υἱὸν ἀφορίζεσθαι. εἰ δὲ ἔξω τῆς φύσεως προσεῖναι λέγοι τῷ θεῷ τὴν πατρότητα, καὶ ἡμῖν δώσει πάντως κατ᾽ ἐξουσίαν προσεῖναί τι λέγειν τῷ πατρί, ὡς οὐδὲν τῆς ἁπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνοιτο. εἰ δὲ αὐτῆς φησι τῆς οὐσίας σημαντικὸν τὸ ἄφθαρτον καὶ τὸ ἀγέννητον καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἑκάτερα τῶν ὀνομάτων διϊσχυρίζοιτο, ὡς μηδεμίαν ἐπ᾽ αὐτῶν εἶναι διαφορὰν τῷ ταὐτὸν ἑκατέροις ἐγκεῖσθαι τὸ σημαινόμενον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ὁ τὸ ἓν τούτων ὢν καὶ τὸ ἕτερον πάντως ἐστίν.

ἀλλὰ μὴν ἄφθαρτος ὁ υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται· ἀγέννητος ἄρα κατὰ τὸν Εὐνομίου λόγον καὶ οὗτός ἐστιν, εἴπερ ταὐτὸν σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἄφθαρτον. ὥστε δυοῖν θάτερον, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθήσεται ἢ ἐπιμένων τοῖς δεδογμένοις πολλαχῶς περὶ τὸν μονογενῆ θεὸν βλασφημήσει, ἤτοι φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέννητον λέγῃ, ἢ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρτὸν ἀποδείξῃ.

Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅ τι προσήκει πράττειν, εἴτε δι᾽ ἀκολουθίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπερ γὰρ ἐπὶ τῶν τὰ δηλητήρια πωλούντων ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῦ φαρμάκου τὴν πρὸς τὸν ὄλεθρον δύναμιν τοῖς ὠνουμένοις κατεγγυᾶται, καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διά τινος πείρας καταμαθὼν μὴ ὅλον εἶναι τὸ πωλούμενον ὀλέθρου φάρμακον, οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακείαν τοῦ λόγου διὰ τῶν ἐξητασμένων ἐπιδειχθεῖσαν μηκέτι ἀμφίβολον εἶναι τοῖς γε νοῦν ἔχουσι τὸ διὰ παντὸς εἶναι τοιαύτην οἵα διὰ τῶν φθασάντων ἐλήλεγκται, καὶ τούτου χάριν τὸ μὴ προάγειν εἰς μῆκος τοῦ τοῖς ματαίοις ἐμφιλοχωρεῖν αἱρετώτερον εἶναι λογίζομαι. ἀλλ᾽ ἐπειδὴ πολλαχόθεν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὑρίσκουσι καὶ δέος μὴ τὸ παροφθῆναί τι τῶν πεπονημένων αὐτοῖς εὐπρόσωπος καθ᾽ ἡμῶν γένηται διαβολῆς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλελοιπότων, τούτου χάριν παρῃτησάμην τοὺς καθομιλοῦντας ἡμῶν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολεσχίαν ἕπεσθαι προθύμως τῷ λόγῳ πανταχοῦ κατ᾽ ἀνάγκην πρὸς τὰς τοῦ ψεύδους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι.

ἐπειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ διαπλάσσων ἐπαύσατο, τοῖς ἀτόνοις ἐκείνοις καὶ ἀδιανοήτοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίζων μετάγει τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον πολὺ τῆς προλαβούσης φαντασίας ἀνοητότερον. ἔξεστι δὲ γνῶναι τοῦ πόνου τὸ μάταιον τὴν περὶ τῆς 〈στερήσεως〉 αὐτοῦ τεχνολογίαν κατανοήσαντας. ἀλλὰ τὸ μὲν πάσῃ τῇ φλυαρίᾳ συμπλέκεσθαι αὐτοῦ ἂν εἴη τοῦ Εὐνομίου καὶ τῶν κατ᾽ αὐτὸν τῶν μηδεμίαν πρὸς τὰ σπουδαιότερα τῶν πραγμάτων ἀναδεδεγμένων φροντίδα. ἡμεῖς δὲ διὰ συντομίας ἐπὶ κεφαλαίῳ τοῖς εἰρημένοις ἐπιδραμούμεθα, ὡς ἂν μήτε τι τῶν ὑπαιτίων παραλειφθείη μήτε τι τῶν ματαίων εἰς ἀνόνητον μῆκος προαγάγοι τὸν λόγον.

Μέλλων γὰρ προσθήσειν τὴν περὶ τῶν στερητικῶν ὀνομάτων τεχνολογίαν ἐπήγγελται 〈δείξειν τῶν〉 ἡμετέρων 〈δογμάτων ἀτοπίαν〉, ὡς αὐτός φησιν, 〈ἀνήκεστον καὶ εὐλάβειάν τινα προσποίητον καὶ ἐπίληπτον〉. ἡ μὲν οὖν ὑπόσχεσις αὕτη· ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; 〈εἰπόντων〉, φησί, 〈τινῶν στερήσει γεννήσεως εἶναι τὸν θεὸν ἀγέννητον, ἡμεῖς ἐπ᾽ ἐλέγχῳ τούτων μηδαμῶς ἁρμόζειν τῷ θεῷ μήτε τὴν φωνὴν ταύτην μήτε τὴν ἔννοιαν εἴπομεν〉. δειξάτω τὸν προστάτην τοῦ λόγου εἴ τις τῶν ἀφ᾽ οὗ γεγόνασιν ἄνθρωποι μέχρι τοῦ νῦν εἴτε παρὰ βαρβάροις εἴτε παρ᾽ Ἕλλησι τὸ τοιοῦτον παραφθεγξάμενος δείκνυται, καὶ ἡμεῖς σιωπήσομεν. ἀλλ᾽ οὐκ ἂν ἐλεγχθείη τῶν ἐν παντὶ χρόνῳ γεγενημένων ἀνθρώπων οὐδεὶς τὸ τοιοῦτον εἰπὼν πλὴν εἴ τις μαίνοιτο. τίς γὰρ οὕτως ἐκ μέθης παράφορος, τίς οὕτως ὑπὸ μανίας ἢ φρενίτιδος ἐξεστηκὼς τὴν διάνοιαν, ὡς τοῦτον εἰπεῖν τὸν λόγον, ὅτι τῷ ἀγεννήτῳ θεῷ κατὰ φύσιν μὲν ἐστὶν ἡ γέννησις, στερηθεὶς δὲ τοῦ κατὰ φύσιν ἐκ γεννητοῦ τοῦ πρόσθεν γέγονε μετὰ ταῦτα ἀγέννητος; ἀλλὰ ταῦτα τῆς ῥητορικῆς τὰ τεχνάσματα, τὸ ἐν οἷς ἐλέγχονται προσώπων τινῶν ὑποβολαῖς τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην διαδιδράσκειν. οὕτω καὶ περὶ τῆς ἀπολογίας ἐκείνης ἀπολελόγηται, δικασταῖς καὶ κατηγόροις ἀνατιθεὶς τῆς ἐπιγραφῆς τὴν αἰτίαν, οὐ κατηγόρους, οὐ κρίσιν, οὐ δικαστήριον ἐπιδεῖξαι δυνάμενος.

καὶ νῦν ὡς ἀλλοτρίαν μωρίαν ἐπανορθούμενος 〈εἰς ἀνάγκην〉 φησὶ 〈τοῦ οὕτως εἰπεῖν ἐληλυθέναι〉. οὗτος ὁ ἔλεγχος 〈τῆς ἀνηκέστου〉 ἡμῶν 〈ἀτοπίας καὶ τῆς προσποιήτου καὶ ἐπιλήπτου εὐλαβείας〉. ἀλλ᾽ 〈ἀποροῦντας〉 ἡμᾶς φησιν 〈οὐκ ἔχειν ὅ τι χρησόμεθα τοῖς παροῦσι καὶ τὴν ἀπορίαν ἐπικρυπτομένους ἐκεῖνον μὲν ἐκ τῶν ῥημάτων εἰς τὴν τοῦ κόσμου διαβάλλειν σοφίαν, αὐτοὺς δὲ τὴν τοῦ ἁγίου πνεύματος οἰκειοῦσθαι διδασκαλίαν〉. ἄλλος ὄνειρος οὗτος, τοσοῦτον ἑαυτῷ προσεῖναι τῆς ἔξω σοφίας οἴεσθαι, ὡς φοβερὸν Βασιλείῳ διὰ τοῦτο δοκεῖν. οὕτω τινὲς καὶ βασιλεῦσιν ὁμόθρονοι καὶ τῆς ὑψηλοτέρας ἀξίας εἶναι πολλάκις ἑαυτοὺς ἐφαντάσθησαν, τῆς ἠπατημένης τῶν ἐνυπνίων ὄψεως ἐκ τῆς καθ᾽ ὕπαρ ἐπιθυμίας τὴν περὶ τούτου δόκησιν ἐντιθείσης. οὐκ ἔχοντά φησιν Βασίλειον, ὅ τι τοῖς εἰρημένοις χρήσεται, διαβάλλειν αὐτὸν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ. πολλοῦ μέντοι τὴν τοιαύτην ἂν διαβολὴν ἐτιμήσατο, τὸ φοβερὸς νομισθῆναι τῇ περιουσίᾳ τῶν λόγων καὶ τῶν ἐπιτυχόντων τινί, μή τί γε Βασιλείῳ καί τινι τῶν κατ᾽ αὐτόν, εἴπερ τις ὅλως ἐστὶ κατ᾽ αὐτὸν ἢ ἐγένετο.

ἀλλὰ τὸν μὲν διὰ μέσου λόγον, εἴπερ λόγος ἐστὶν ἡ ἀνδραποδώδης αὐτοῦ λοιδορία καὶ τὰ ἄμουσα σκώμματα δι᾽ ὧν κατατρέχειν τῶν ἡμετέρων οἴεται, πάντα παρήσω, βδελυκτόν τε καὶ ἀηδὲς ποιούμενος τοσούτοις μολύσμασι τὸν ἡμέτερον ἐμφορύνεσθαι λόγον, ὥσπερ οἱ τὰ ὀχθώδη τε καὶ ὀδωδότα τῶν ἑλκῶν μυσαττόμενοι καὶ δυσανασχετοῦντες τὴν θέαν τῶν ἀπὸ πληθωρικῆς τινος βαρυχυμίας δι᾽ ἀκροχορδόνων καὶ ἥλων ἀλλοιωθέντων τὴν ἐπιφάνειαν. τὸν δὲ νοῦν αὐτοῦ δι᾽ ὀλίγων ἐκθέμενος τὴν πολλὴν τῶν εἰρημένων παραδραμοῦμαι δυσωδίαν. ἔσται δέ μοι τέως κατ᾽ ἐλευθερίαν ὁ λόγος διεξαγόμενος, οὐδὲν πρὸς τὸ ἐπηρεαστικῶς σπαράσσειν τι τῶν λεγομένων ἐπιστρεφόμενος.

Πᾶς λόγος ὅ γε ἀληθῶς λόγος σημαντική τίς ἐστι τῶν κατ᾽ ἔννοιαν κινημάτων φωνή. πᾶσα δὲ τῆς ὑγιοῦς διανοίας ἐνέργειά τε καὶ κίνησις πρὸς τὴν τῶν ὄντων γνῶσίν τε καὶ θεωρίαν, ὡς ἂν οἷόν τε ᾖ, βλέπει. διχῆ δὲ μεμέρισται τῶν ὄντων ἡ φύσις εἴς τε τὸ νοητὸν καὶ τὸ αἰσθητὸν διαιρουμένη· ἀλλὰ τῶν μὲν κατ᾽ αἴσθησιν φαινομένων διὰ τὸ πρόχειρον τῆς κατανοήσεως κοινὴ πρόκειται πᾶσιν ἡ γνῶσις, οὐδεμίαν περὶ τὸ ὑποκείμενον ἀμφιβολίαν ἐμποιούσης τῆς αἰσθητικῆς ἐπικρίσεως. τάς τε γὰρ τῶν χρωμάτων καὶ τῶν λοιπῶν ποιοτήτων διαφοράς, ὅσα δι᾽ ἀκοῆς ἢ ὀσφρήσεως ἢ τῆς κατὰ τὴν ἁφὴν ἢ τὴν γεῦσιν αἰσθήσεως ἐπικρίνομεν, ὁμοφώνως πάντες οἱ τῆς αὐτῆς κοινωνοῦντες φύσεως γινώσκομέν τε καὶ ὀνομάζομεν, καὶ ὅσα τῶν λοιπῶν τὴν κατάληψιν ἐπιπολαιοτέραν ἔχειν δοκεῖ τῶν κατὰ τὸν βίον ἀναστρεφομένων πραγμάτων, ἃ πρός τε τὸν πολιτικὸν καὶ τὸν ἠθικὸν τοῦ βίου σκοπὸν καταγίνεται. ἐν δὲ τῇ θεωρίᾳ τῆς νοερᾶς φύσεως διὰ τὸ ὑπερκεῖσθαι αὐτὴν τῆς αἰσθητικῆς καταλήψεως στοχαστικῶς τῆς διανοίας ἐπορεγομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν ἄλλοι ἄλλως κινούμεθά τε περὶ τὸ ζητούμενον καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν, ἐγγίζοντες ὡς ἔνι μάλιστα τῇ δυνάμει τῶν νοηθέντων διὰ τῆς τῶν ῥημάτων ἐμφάσεως.

ἐν δὲ τούτοις ἔστι μὲν πολλάκις καὶ δι᾽ ἀμφοτέρων κατορθωθῆναι τὸ σπουδαζόμενον, τῆς τε διανοίας οὐχ ἁμαρτούσης τοῦ ζητουμένου καὶ τῆς φωνῆς εὐθυβόλως τὸ νοηθὲν διὰ τῆς προσφυοῦς ἑρμηνείας ἐξαγγελλούσης· ἔστι δὲ τυχὸν καὶ ἀμφοτέρων ἢ τοῦ ἑτέρου γε τούτων ἀποτυχεῖν, ἢ τῆς καταληπτικῆς διανοίας ἢ τῆς ἑρμηνευτικῆς δυνάμεως τοῦ προσήκοντος παρενεχθείσης. δύο τοίνυν ὄντων δι᾽ ὧν ἅπας εὐθύνεται λόγος, τῆς τε κατὰ τὸν νοῦν ἀσφαλείας καὶ τῆς ἐν ῥήμασι προφορᾶς, κρεῖττον μὲν ἂν εἴη τὸ δι᾽ ἀμφοτέρων εὐδόκιμον, οὐχ ἧττον δὲ ἀγαθὸν τῆς προσηκούσης μὴ διαμαρτεῖν ὑπολήψεως, κἂν ὁ λόγος ἐλάττων τῆς διανοίας τύχῃ. ὅταν τοίνυν περὶ τῶν ὑψηλῶν καὶ ἀθεάτων ἡ διάνοια τὴν σπουδὴν ἔχῃ, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις (λέγω δὲ περὶ τῆς θείας καὶ ἀφράστου φύσεως, ἐν οἷς τολμηρὸν μὲν καὶ τὸ προχείρως τι τῇ διανοίᾳ λαβεῖν, τολμηρότερον δὲ τὸ ταῖς ἐπιτυχούσαις ἐπιτρέπειν φωναῖς τὴν τῆς ἐγγινομένης ἡμῖν ὑπολήψεως ἑρμηνείαν) τότε χαίρειν ἐάσαντες τὸν ἐν τοῖς ῥήμασιν ἦχον, οὕτως ἢ ἑτέρως κατὰ τὴν δύναμιν τῶν φθεγγομένων ἐξαγγελλόμενον, μόνην ἐξετάζομεν τὴν διάνοιαν τὴν ἐμφαινομένην τοῖς ῥήμασιν, εἴτε ὑγιῶς εἴτε ἄλλως ἔχει, τὰς ῥηματικὰς ταύτας ἢ ὀνοματικὰς ἀκριβολογίας γραμματιστῶν τέχναις παραχωρήσαντες.

ἐπειδὴ τοίνυν μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνοματικῆς σημειούμεθα κλήσεως, τὰ δὲ ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισι προσηγορίαις διαλαμβάνειν οὐχ οἷόν τε (πῶς γὰρ ἄν τις τὸ ἀγνοούμενον σημειώσαιτο;) διὰ τοῦτο οὐδεμιᾶς ἐπ᾽ αὐτῶν προσφυοῦς εὑρισκομένης προσηγορίας, ἣ τὸ ὑποκείμενον ἱκανῶς παραστήσει, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγενομένην ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν. ἀλλὰ μὴν τὰ ὑπὸ κατάληψιν ἡμετέραν ἐρχόμενα τοιαῦτά ἐστιν, ὥστε πάντως ἢ ἐν διαστηματικῇ τινι παρατάσει θεωρεῖσθαι τὰ ὄντα ἢ τοπικοῦ χωρήματος παρέχειν τὴν ἔννοιαν, ἐν ᾧ τὰ καθ᾽ ἕκαστον εἶναι καταλαμβάνεται, ἢ τῇ κατὰ τὴν ἀρχὴν καὶ τὸ τέλος περιγραφῇ ἐντὸς γίνεται τῆς ἡμετέρας ἐπόψεως, ἐπίσης καθ᾽ ἑκάτερον πέρας τῷ μὴ ὄντι περιγραφόμενα (πᾶν γὰρ τὸ ἀρχήν τε καὶ τελευτὴν ἔχον τοῦ εἶναι ἐκ τοῦ μὴ ὄντος ἄρχεται καὶ εἰς τὸ μὴ ὂν καταλήγει), ἢ τὸ πάντων ἔσχατον διὰ τῆς σωματικῆς τῶν ποιοτήτων συνθήκης καταλαμβάνομεν τὸ φαινόμενον, ᾗ φθορὰ καὶ πάθος καὶ τροπὴ καὶ ἀλλοίωσις καὶ τὰ τοιαῦτα συνέζευκται.

διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα ἡ ὑπερκειμένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως, τὸ ὑπεράνω τῶν αἰώνων προαιώνιον λέγοντες καὶ τὸ ὑπὲρ ἀρχὴν ἄναρχον καὶ τὸ μὴ τελειούμενον ἀτελεύτητον ἀσώματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον καὶ τὸ τροπῆς ἢ πάθους ἢ ἀλλοιώσεως ἀνεπίδεκτον ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον. τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων τεχνολογούντων μὲν ὡς ἂν ᾖ φίλον αὐτοῖς οἱ βουλόμενοι καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων, 〈στερητικὰ ἢ ἀφαιρετικὰ〉 ἢ ὅ τι φίλον αὐτοῖς ὀνομάζοντες, ἡμεῖς δὲ τοῦ διδάσκειν ἢ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχωρήσαντες μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν ἢ κεχώρισται.

Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέγοιτο· ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν ἢ σῶμα ἢ φθορὰ ἢ ἀλλοίωσις ἤ τι τοιοῦτον. εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, εὐσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ᾽ αὐτοῦ κεχρῆσθαι καὶ λέγειν ταῦτα ἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφάσεως μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατανόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαινόντων κεχωρισμένην ἑρμηνευούσης. τί γὰρ οὐκ ἔστι τὸ θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ὃ ταῦτα οὐκ ἔστιν ἐν ἀδήλῳ μένει. ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρουμένων τὴν ἔνδειξιν ἔχει.

νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτόματόν τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν, ὅτιπερ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξῆπται κἀκεῖθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τό τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολουθοῦντες τῇ συμβουλῇ τῆς σοφίας, ἥ φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενεσιουργὸν θεωρεῖσθαι. δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περικρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν· καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι φύσεως. ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐνεργείας κεκρατηκέναι κατελαβόμεθα.

πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπιστευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ διασημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. ὁ γὰρ εἰπὼν ὅτι Ὁ θεός μου πρόσσχες μοι καὶ Ἴδε ὁ θεός καὶ τὸ Ὁ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ θεᾶσθαι θεὸς ὀνομάζεται. διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι. ἐπεὶ οὖν τὸ θεατὸν ὁ θεώμενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέγεται. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύσεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα· οὐ μὴν ἐπειδὴ ὀνόματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς δόξαν ὑπολαμβάνομεν. ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφωνήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πιστεύειν ὄνομα. τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περιλήψεως τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀνθρώποις καθίσταται.

Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ᾽ ὃν δήποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν· ὧν τὴν ἔκθεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι 〈τὸν τύπον τῶν ὀνομάτων κυριώτερον〉 ἡμᾶς 〈ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δωρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσοτιμίαν〉; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ᾽ ἡμῶν ἔχει, ἐφ᾽ ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι 〈δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν〉, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ᾽ ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ᾽ ἑαυτοῦ μήτε ὑπάρχον μήτε νοούμενον. τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ οὐδ᾽ ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι᾽ αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι.

καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, διαφορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω (τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ᾖ, τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται· εἰ γὰρ ὑποστολήν τινα κατὰ σύγκρισιν τὸ ἕτερον τῶν παρατεθειμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ, ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι· πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον οὗ τὸ θνητὸν ἡ διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε;) καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν, τὸ 〈μὴ〉 κελεύειν 〈ἀδιάφορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν μὴ δεῖν τῷ ὀνόματι τούτῳ διασημαίνειν〉, ὡς, εἰ ταῦτα κρατήσειε, μηκέτι κατ᾽ αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, ἥ φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν καὶ τοῖς ἄλλοις παρέχειν. τί γὰρ ἔχει κοινὸν ἡ ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν οὔτε ἄλλοις τισὶν τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι. καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, 〈ἀνεπιστήμονας〉 ὀνομάζει 〈καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως〉, οὑτωσὶ τοῖς ῥήμασι γράφων.

καὶ πάντα τὰ τοιαῦτα ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ᾽ ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων τῆς μὲν τὸ ἀδιάστατον, ᾧ ἡ τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις, τῆς δὲ τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης, καὶ τὸ λέγειν αὐτὸν οὑτωσὶ τοῖς ῥήμασι, ὅτι 〈οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον εἰς ἀναρμόστους ἐκπεσεῖν ἐννοίας〉, καὶ 〈τὸ μὴ〉 τοῦ μὴ εἶναι ἢ μὴ προσεῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ᾽ αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια καὶ βαθείας λήθης εἶναι κρίνας παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ᾽ ἑαυτῶν φωρᾶσαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν· ὃς ἀξιοῖ μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ᾽ αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι. εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάντως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος ἐνδείξεται τοῦ ὀνόματος τύπος. εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἡ ἀφθαρσία, συγκατάθεσίς ἐστι πάντως τοῦ ἀπεμφαίνοντος· αὕτη γὰρ τῶν ἀντιθέτων ἡ φύσις, ὡς τῇ τοῦ ἑνὸς ἀφαιρέσει τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι.

ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν θεὸν ἀνεπίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν· ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα ἢ τόδε λέγειν τι εἶναι ἢ τὸ ἐναντίον μὴ εἶναι· οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν θεὸν εἶναι ἀπαγορεύομεν τῇ δυνάμει διὰ τῆς ὁμολογίας ταύτης τὸ θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν· καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωὴν αὐτὸν εἶναι κατεσκευάσαμεν.

Ἀλλ᾽ 〈οὐχ ὁρῶ〉, φησί, 〈πῶς ἂν ἐκ τῶν μὴ προσόντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων ὁ θεός〉. καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι 〈μετὰ ἀσεβείας ἠλίθιον〉 ὀνομάζει τὸν μέγαν Βασίλειον τὸν τοῖς τοιούτοις ἐπιτολμήσαντα λόγοις· πρὸς ὃν εἴποιμι ἂν μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πῃ καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων. τάχα γὰρ οὐδ᾽ ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα κοινωνίαν, ὧν ἡ κάτω φύσις μετέχουσα δείκνυται. εἰ γὰρ ἔν τινι τούτων εἴη, οὐδ᾽ ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος. εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα τῶν ἐχόντων ὑπερανέστηκε, καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρτίαις ὄντων εἶναι τὸν ἀναμάρτητον· τὸ γὰρ τοῦ κακοῦ κεχωρίσθαι τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται. ἀλλ᾽ ὁ μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει· ἡμεῖς δὲ μικρόν τι παρασημηνάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων πρὸς τὰ προκείμενα τὸν λόγον μετάξομεν. 〈ὁμοίως〉 φησὶν 〈αὐτὸν ὑπερέχειν τῶν μὲν θνητῶν ὡς ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον〉. ἆρα πᾶσίν ἐστι πρόδηλος ἡ τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, ἢ λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερεχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν;

εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ ὁ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ τῶν τεθέντων ἀνακύπτον ἀσέβημα. δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο. εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ ὁ κύριος, μηδεὶς παρ᾽ ἡμῶν ἀπαιτείτω προστεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ᾽ ἀφ᾽ ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ ἡ τοῦ θεοῦ φύσις ἀφέστηκεν. ἀλλ᾽ 〈οὐκ ἔστι〉, φησίν, 〈ἀπουσίᾳ θανάτου καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον〉. πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται. εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν ὁ Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαίνουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλλότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται.

ἕκαστον γὰρ τῶν νοουμένων ἢ ἄπεστι πάντως τινὸς ἢ οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα· ἐφ᾽ ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατασκευάσει. εἰ οὖν φησὶ 〈μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι〉, δῆλος ἂν εἴη παρουσίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος. πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ᾽ ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι· μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον. ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων ὁ στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται. οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν. 〈οὐκ ἀπουσίᾳ θανάτου〉, φησίν, 〈ὁ θεὸς ἀθάνατος λέγεται〉. πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ ὁ θάνατος, κἂν ἀθάνατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως ὁ τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος. οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει. ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσηγορίαι σημαίνουσιν, ἢ μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων θεῷ ἢ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι. τίς οὖν οὗτος, ἑρμηνευσάτω ὁ τεχνολόγος.

ἀλλ᾽ ἡμεῖς οἱ, καθώς φησιν ὁ Εὐνόμιος, 〈ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως〉, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ᾽ οὗ ἡ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἢ ἐκ τοῦ παρόντος ἢ ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης.

Ἀλλ᾽ οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως. ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν. διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα· ἔστι δὲ ταῦτα· 〈μηδεμίαν〉, φησί, 〈τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρτυρούσης〉· εἰ γὰρ μὴ εἴρητο τοῦτο, τίς ἦν ὁ διφυᾶ τὸν θεὸν εἶναι λέγων πλὴν σοῦ τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ πατρὸς οὐσίᾳ συμφύοντος καὶ μηδὲν ἔξωθεν προσεῖναι λέγοντος, ἀλλ᾽ ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνομάτων τῇ οὐσίᾳ τοῦ θεοῦ ἐγκεντρίζοντος; εἶτά φησι 〈μήτε μὴν ἔξωθεν καὶ παρ᾽ ἡμῶν πλαττομένην τοιαύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης〉. ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ᾽ ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ᾽ οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος ὁ τὸν ἡμέτερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρασύνεται. τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος ὁ τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομπεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακοσυνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ᾽ αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν.

τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν ἢ οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἡ ἁπλότης 〈οὐδεμίαν〉, καθὼς φῄς, 〈συμφυΐαν προσίεται〉. εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς ὅ τι βλέπει. τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατανοῆσαι φρενός. ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἡ ἀκολουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον. τί οὖν ὁ τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν. δώσει καὶ ταύτην ἀθανασίαν εἶναι ἢ οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον αὐτὴν εἶναι κατασκευάζων. εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθανασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδεμίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται. εἰ γὰρ ἐπίσης ἥ τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ᾽ αὐτῶν τῶν ἐχθρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι.

Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ᾽ ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίηται, λέγων ἡμᾶς 〈ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν〉. κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατασπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ᾽ οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς εἰσφθειρόμενος. προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ᾽ ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέθετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρεσβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρίσαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σωματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι ὁ θεός, ἐξ οὗ ὁ Ἀδάμ, οὐ καθ᾽ ὁμοιότητα τῶν ἀνθρωπικῶς γενεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει.

ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ θεός, οὐδ᾽ ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον. αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ᾽ ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι. “Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γενεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκτιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀναποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν. ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι ὁ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς ἐρωτήσωμεν ὁ δὲ θεὸς ἐκ τίνος; ἆρ᾽ οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέννητον.„ τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀποβλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην.

πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων θεόν; εἴπω τὴν παρ᾽ αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυντίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις· οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται. τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα. οὐκοῦν ἡ τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης. οὐδεὶς οὖν μοι λόγος ὧν λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι᾽ ἧς τὴν καθ᾽ ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ᾽ αὐτὰ τὰ ῥήματα. 〈Ἵνα γάρ〉, φησί, 〈μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών.

εἰ γὰρ τὸ “μηδὲν„ τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν〉. πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξετάσωμεν; ἀλλ᾽ ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονήσεως. οὕτω γὰρ οἱ τοῖς μέτροις τοὺς μύθους ἐνείροντες Διονύσους τινὰς καὶ Ἡρακλέας καὶ Μίνωας καὶ ἄλλους τοιούτους ἐκ δαιμονίας εἰς ἀνθρώπινα σώματα συμπλοκῆς διαπλάσσουσι καὶ ὑπεραίρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως τὸ πλέον ἔχοντας. οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλλογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ᾽ ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώθησαν. 〈εἰ γὰρ τὸ “μηδέν,„〉 φησί, 〈τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν〉.

τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐτόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; ὁ γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον πατέρα δηλονότι νοεῖ. τί γὰρ ἦν ὁ Ἠλεὶ τοῦ Ἰωσήφ; τί δὲ ὁ Ματτὰθ τοῦ Ἠλεί; τί δὲ ὁ Ἀδὰμ τοῦ Σήθ; ἆρ᾽ οὐχὶ πρόδηλον καὶ τοῖς ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατάλογος; εἰ γὰρ ὁ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ. οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φωνήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον· ἆρ᾽ εὑρήσεις τινὰ λόγον τὴν τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς ὁ τοῦ ἀγεννήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ 〈ἀγέννητος〉; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, ὃ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι “οὐδείς„. τί οὖν, ὦ φίλτατε, ἆρά σοι οὔπω λέλυται ἡ μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσιελίσας; τί φησιν ὁ μέγας Βασίλειος; ὅτι ὁ ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός. ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολογεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην.

σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ 〈μηδὲν〉 ἐποίησας, καὶ πάλιν τὸ 〈μηδὲν εἰς τὸ πάντη μὴ ὂν〉 μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας. οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται. τίς 〈τοῦ ἀγεννήτου〉 πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐκ ἔχει. εἰ τοίνυν οὐδεὶς τοῦ 〈ἀγεννήτου〉 πατήρ, τὸ δὲ οὐδεὶς παρὰ σοῦ πρὸς τὸ 〈μηδὲν〉 μετελήφθη, τὸ δὲ 〈μηδὲν〉 κατὰ τὸν σὸν λόγον 〈τῷ πάντη μὴ ὄντι〉 ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, 〈ἀκώλυτος δὲ τῶν ἰσοδυναμούντων〉, καθὼς φῄς, 〈ἡ μετάληψις〉, ὁ εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ 〈ἐκ τοῦ πάντη μὴ ὄντος〉 εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν. 〈Τοιοῦτον〉, ὡς ἔοικεν, 〈ἐστίν〉, ὦ Εὐνόμιε, 〈κακόν〉 (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ 〈τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι〉 (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου καὶ τοῦ χερσαίου θηρίου. εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρωπίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμπεφυκὼς πρὸς τίνα δι᾽ ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ᾽ αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος.

πλὴν ἀλλ᾽ οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου. τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην.