Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Ο τρίτος λόγος: Αναίρεση της κτιστολογίας και ερμηνεία των Παροιμιών

Έναρξη της τρίτης φάσης του αγώνα. Αντίκρουση της απόδοσης των όρων «κτίσμα» και «ποίημα» στον Υιό και πνευματική ερμηνεία του παροιμιακού «Κύριος έκτισέ με» και του «πρωτότοκος».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 10 από 14

Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι᾽ ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἡ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνόμιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ᾽ ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρρώσας, ἀναγκαίως καὶ νῦν δι᾽ ἡμῶν ὁ τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμούμενος. ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρεσκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμμαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, ἣ καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν.

ἀλλὰ μία δύναμις τοῦ ἐν ἡμῖν λόγου κατὰ τοῦ ψεύδους ἐστὶ πρῶτον μὲν αὐτὸς ὁ ἀληθινὸς λόγος, ἰσχὺς τοῦ ἡμετέρου λόγου γινόμενος, ἔπειτα δὲ καὶ ἡ τῶν ἀντιτεταγμένων σαθρότης, αὐτὴ δι᾽ ἑαυτῆς ἀνατρεπομένη καὶ καταπίπτουσα. ὡς δ᾽ ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου ὁ πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον)· βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πόνοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας ὁ λόγος, ἀνανταγώνιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος.

Αὕτη τοίνυν ἡ λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, ἣ τοῦτον ἔχει τὸν τρόπον. 〈φυσικήν〉, φησί, 〈διασῴζοντες τάξιν καὶ τοῖς ἄνωθεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν〉. τούτῳ μοι δι᾽ ἐπιμελείας ὁ ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς 〈τὴν φυσικὴν τάξιν〉 ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται· ὡς εἴ τι διὰ τῶν ἐφεξῆς εὑρεθείη τοῖς προεκτεθεῖσιν ἐναντιούμενος, φανερὸν γενέσθαι πᾶσιν ὅτι δι᾽ ἑαυτοῦ ἀνατρέπεται, πρὸ τῶν ἡμετέρων λόγων διὰ τῶν ἰδίων ἀπελεγχόμενος. οὑτωσὶ δὲ διὰ τῶν παρ᾽ αὐτοῦ ῥηθέντων τὸν λόγον κατανοήσωμεν. ὁμολογεῖ μηδαμῶς ἂν τὸ τοῦ υἱοῦ ὄνομα κυρίως ἐφαρμοσθῆναι τῷ μονογενεῖ θεῷ, μὴ 〈τῆς φυσικῆς〉, καθώς φησι, 〈τάξεως〉 βεβαιούσης τῷ γεννηθέντι τὴν κλῆσιν. οὐκοῦν εἴ τις ἀφέλοι φυσικὴν τάξιν ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, μάτην αὐτῷ ἐπιθρυλήσει τὸ ὄνομα, τῆς κυρίας καὶ κατὰ φύσιν διεζευγμένον ἐμφάσεως.

ἀλλὰ καὶ τὸ 〈τοῖς ἄνωθεν ἐγνωσμένοις ἐμμένοντα〉 ταῦτα διαβεβαιοῦσθαι λέγειν πολὺ μᾶλλον κρατύνει τὴν εὐσεβῆ περὶ τῆς τοῦ υἱοῦ προσηγορίας διάνοιαν, ὡς τῆς θεοπνεύστου τῶν γραφῶν διδασκαλίας τῆς ἄνωθεν γεγενημένης ἡμῖν τὸν περὶ τούτων βεβαιούσης λόγον. εἰ ταῦτα τοίνυν τοῦτον ἔχει τὸν τρόπον καὶ οὗτός ἐστιν ὅρος τῆς ἀληθείας ἀπαραλόγιστος, τὸ τὰ δύο ταῦτα συνδραμεῖν πρὸς ἄλληλα, τήν τε φυσικήν, καθώς φησι, τάξιν καὶ τὴν τῆς ἄνωθεν γνώσεως μαρτυρίαν, βεβαιοῦσαν τὴν κρίσιν τῆς φύσεως, δῆλον ὅτι τὸ παρὰ ταῦτά τι λέγειν οὐδέν ἐστιν ἕτερον ἢ πρὸς τὴν ἀλήθειαν αὐτὴν ἐκ τοῦ φανεροῦ διαμάχεσθαι. οὗτος τοίνυν ὁ τὴν φύσιν διδάσκαλον τοῦ ὀνόματος τούτου ποιούμενος καὶ τοῖς ἄνωθεν ἡμῖν διὰ τῆς τῶν ἁγίων διδασκαλίας ἐγνωσμένοις ἐμμένειν λέγων οἷα διεξέρχεται μικρὸν ὑποβὰς μετὰ τὰ εἰρημένα πάλιν ἀκούσωμεν.

Τέως γὰρ τὸ συνεχὲς ὑπερβήσομαι τῶν κατὰ τὸ ἀκόλουθον τούτοις ἐν τῷ λόγῳ συντεταγμένων, ὡς ἂν μὴ διαλάθοι τῶν γεγραμμένων ἡ ἐναντίωσις, τῇ ἀναγνώσει τῶν διὰ μέσου παρεγκειμένων συσκιασθεῖσα. 〈ὁ αὐτός〉, φησίν, 〈ἁρμόσει λόγος καὶ περὶ τοῦ ποιήματος καὶ κτίσματος, τῆς τε φυσικῆς κρίσεως καὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν πραγμάτων, ἔτι δὲ τῆς τῶν ἁγίων χρήσεως ἀκώλυτον ἡμῖν παρεχούσης τοῦ τύπου τὴν ἐξουσίαν· διόπερ οὐκ ἂν ἁμάρτοι τις συναρμόζων τῷ τε ποιήσαντι τὸ ποίημα καὶ τῷ κτίσαντι τὸ κτίσμα〉. περὶ τίνος λέγει 〈κτίσματος〉 καὶ 〈ποιήματος〉 ὡς φυσικὴν ἔχοντος τὴν ἐν τῷ ὀνόματι σχέσιν πρὸς τὸν πεποιηκότα καὶ κτίσαντα; εἰ μὲν περὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ὁρατῶν τε καὶ ἀοράτων, καθὼς ὁ Παῦλος διέξεισιν, ἐν αὐτῷ λέγων ἐκτίσθαι τὰ πάντα, ὁρατὰ καὶ ἀόρατα, ὥστε τὴν σχετικὴν ταύτην τῶν ὀνομάτων συζυγίαν κυρίως πρὸς ἑαυτὴν ἁρμοσθῆναι, συνταχθέντος τῷ ποιήσαντι μὲν τοῦ ποιήματος, τῷ κτίσαντι δὲ τοῦ κτίσματος, εἰ ταῦτα λέγει, καὶ ἡμεῖς συντιθέμεθα· τῷ ὄντι γάρ, ἐπειδὴ ποιητὴς ἀγγέλων ὁ κύριος, 〈ποίημα〉 πάντως ἐστὶ τοῦ πεποιηκότος ὁ ἄγγελος, καὶ ἐπειδὴ τοῦ κόσμου κτίστης ὁ κύριος, 〈κτίσμα〉 δηλονότι τοῦ κτίσαντος αὐτός τε ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα κατονομάζεται.

εἰ μὲν οὖν πρὸς ταῦτα βλέπων διακρίνει τὴν τῆς φύσεως τάξιν, ἐπὶ τῆς ὀνοματικῆς σημασίας τῆς πρὸς ἄλληλα σχέσεως τῶν πρός τι λεγομένων ὀνομάτων τεχνολογῶν τὴν οἰκείωσιν, περιττὸν μὲν καὶ οὕτως ἦν, μηδενὸς ἀγνοοῦντος ταῦτα, γραμματικῆς μικρολογίας ἡμῖν ποιεῖσθαί τινα τεχνολογίαν, τῶν δογμάτων ἀφέμενον. εἰ δὲ τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας ἐφαρμόζει φωνάς, ὥστε 〈ποίημά〉 τε 〈τοῦ ποιήσαντος〉 καὶ 〈κτίσμα〉 αὐτὸν εἶναι λέγειν 〈τοῦ κτίσαντος〉, καὶ εἰς ἁγίων χρῆσιν ἀναπέμπειν τῆς ὀνοματοποιΐας ταύτης τὴν ἐξουσίαν, τοῦτο πρῶτον ἐπιδειξάτω τῷ λόγῳ, τίνας ἁγίους εἶναί φησιν οἳ 〈ποίημα〉 καὶ 〈κτίσμα〉 τὸν τοῦ παντὸς ποιητὴν ἀπεφήναντο, οἷς ἀκολουθῶν τῆς φωνῆς ταύτης καταθρασύνεται.

Ἁγίους ἡ ἐκκλησία τοὺς τῷ ἁγίῳ πνεύματι θεοφορουμένους ἐπίσταται πατριάρχας νομοθέτας προφήτας εὐαγγελιστὰς ἀποστόλους. εἴ τις ἐν τούτοις ἐστὶ διὰ τῶν θεοπνεύστων ἑαυτοῦ λόγων κτιστὸν εἶναι καὶ ποίημα δογματίζων τὸν ἐπὶ πάντων θεόν, τὸν φέροντα τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ περιδεδραγμένον πάντων τῶν ὄντων καὶ δι᾽ ἑαυτοῦ μόνῳ τῷ θελήματι τὸ πᾶν οὐσιώσαντα, συγγνωστὸς ἔσται 〈τῇ χρήσει τῶν ἁγίων〉, καθώς φησι, πρὸς τὴν τοιαύτην δογματοποιΐαν ἑπόμενος. εἰ δὲ πᾶσι πρόκειται τῶν θείων γραφῶν κατ᾽ ἐξουσίαν ἡ γνῶσις καὶ οὐδὲν ἀπόρρητον οὐδὲ ἀπόκρυφον οὐδενὶ τῶν βουλομένων τῆς θείας διδασκαλίας μετέχειν, πῶς ἐπιχειρεῖ τοὺς ἀκούντας παρακρούεσθαι διὰ τῆς κατὰ τῶν γραφῶν συκοφαντίας, εἰς ἁγίων χρῆσιν τὴν τοῦ 〈κτίσματος〉 φωνὴν ἐπὶ τοῦ μονογενοῦς ἀναπέμπων; τὸ μὲν γὰρ δι᾽ αὐτοῦ γεγονέναι τὰ πάντα πάσης μικροῦ δεῖν ἔστι τῆς ἁγίας ἀκοῦσαι φωνῆς ἀπὸ Μωϋσέως καὶ τῶν καθεξῆς προφητῶν τε καὶ ἀποστόλων, ὧν μακρὸν ἂν εἴη τὰ καθ᾽ ἕκαστον νυνὶ παρατίθεσθαι. ἀρκεῖ δὲ μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ὁ ὑψηλὸς Ἰωάννης ἐν προοιμίοις τῆς τοῦ μονογενοῦς θεολογίας τοῦτο βοήσας, ὅτι οὐδὲν τῶν γεγονότων ἐστὶν ὃ μὴ δι᾽ ἐκείνου ἐγένετο, ὅπερ ἄμαχός τε καὶ ἀναμφίβολός ἐστιν ἀπόδειξις τοῦ κύριον αὐτὸν εἶναι τῆς κτίσεως, οὐχὶ τῷ καταλόγῳ τῶν κτιστῶν ἐναρίθμιον.

εἰ γὰρ πάντα τὰ γεγονότα δι᾽ οὐδενὸς ἄλλου ἢ διὰ τούτου ἔστι καὶ οὐδὲν ἐν τοῖς διὰ τῆς κτίσεως οὖσι χωρὶς αὐτοῦ γεγενῆσθαι ὁ Ἰωάννης μαρτύρεται, τίς οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μηδὲ ἰδεῖν ἐν τῷ κηρύγματι τοῦ εὐαγγελιστοῦ τὴν ἀλήθειαν, ὅτι ὁ πᾶσαν τὴν κτίσιν ποιήσας ἄλλο τι πάντως παρὰ τὴν κτίσιν ἐστίν; εἰ γὰρ πᾶν τὸ ἐν τοῖς γεγονόσιν ἀριθμούμενον δι᾽ ἐκείνου ἐστίν, αὐτὸς δὲ ἐν ἀρχῇ ἐστι καὶ πρὸς τὸν θεόν ἐστι, θεὸς ὢν καὶ λόγος καὶ ζωὴ καὶ φῶς καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐδὲν δὲ τῶν διὰ κτίσεως γεγονότων διὰ τῶν αὐτῶν ὀνομάτων ὀνομάζεται, οὐ λόγος, οὐ θεός, οὐ ζωή, οὐ φῶς, οὐκ ἀλήθεια, οὐ χαρακτήρ, οὐκ ἀπαύγασμα, οὐδ᾽ ἄλλο τι τῶν θεοπρεπῶν ὀνομάτων ἔστι περὶ τὴν κτίσιν εὑρεῖν, δῆλον ὅτι ὁ ταῦτα ὢν ἄλλο τι τῇ φύσει παρὰ τὴν κτίσιν ἐστίν, ἥτις τούτων οὐδὲν οὔτε ἐστὶν οὔτε λέγεται.

Εἰ μὲν γὰρ ἦν τις ἐν ταῖς τοιαύταις φωναῖς ὁμωνυμία τῇ κτίσει πρὸς τὸν ποιήσαντα, συγγνωστὸς ἦν ἴσως διὰ τῆς τῶν λοιπῶν ὀνομάτων κοινότητος καὶ τὸ τῆς κτίσεως ὄνομα κοινοποιῆσαι τῷ κτισθέντι καὶ τῷ ποιήσαντι· εἰ δὲ πάντων ἀσύμβατά τε καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ κτιστῇ τε καὶ τῇ ἀκτίστῳ φύσει διὰ τῶν ὀνομάτων γνωρίσματα, πῶς οὐ φανερὰ πᾶσίν ἐστιν ἡ συκοφαντία τοῦ τολμῶντος ἐφαρμόσαι τὸ τῆς δουλείας ὄνομα τῷ δεσπόζοντι, καθώς φησιν ὁ προφήτης, ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καὶ τὸν ἐν πᾶσι πρωτεύοντα, καθὼς ὁ ἀπόστολος λέγει, διὰ τοῦ κατὰ τὴν κτίσιν ὀνόματός τε καὶ νοήματος εἰς ὁμότιμον ἄγειν 〈τάξιν〉 τῇ δουλευούσῃ φύσει; πᾶσαν γὰρ τὴν κτίσιν δουλεύειν ὁ μέγας ἀπεφήνατο Παῦλος, ὁ ἐν τοῖς ἄνω τῶν οὐρανῶν διδασκαλείοις παιδευθεὶς τὴν ἀπόρρητον γνῶσιν, ἐκεῖ ταῦτα μαθὼν ὅπου ἀργεῖ πᾶσα φωνὴ σημαντικὴ διὰ λόγου προφερομένη, ἀλλὰ ῥῆμα γίνεται διδασκαλίας ἡ ἀνεκφώνητος ἔννοια, τὰ ὑπὲρ λόγον τὴν κεκαθαρμένην καρδίαν διὰ τῆς ἀλαλήτου τῶν νοημάτων ἐλλάμψεως ἐκδιδάσκουσα.

εἰ οὖν ταῦτα μὲν ὁ Παῦλος βοᾷ, ὅτι ἡ κτίσις δουλεύει, ὁ δὲ μονογενὴς θεὸς ἀληθῶς ἐστι κύριος καὶ θεὸς ἐπὶ πάντων, Ἰωάννης δὲ τὸ πᾶσαν δι᾽ αὐτοῦ τῶν γεγονότων εἶναι τὴν κτίσιν μαρτύρεται, πῶς ἔτι ὁ καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμούμενος ἀνέξεται διὰ τῆς ἀσυστάτου ταύτης καὶ ἀνακολούθου τεχνολογίας ὁρῶν τὸν Εὐνόμιον εἰς τὴν τῆς κτίσεως ταπεινότητα τὴν ὑπερκειμένην πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ κυριότητος δύναμιν διὰ τῆς πρὸς τὸ δουλεῦον ὁμωνυμίας καθέλκοντα; εἰ δέ φησιν ἔχειν τινὰς τῶν ἁγίων οἳ δοῦλον αὐτὸν ἀνεῖπον ἢ κτιστὸν ἢ ποιητὸν ἤ τι τῶν ταπεινῶν τε καὶ δουλοπρεπῶν ὀνομάτων, ἰδοὺ πάρεισιν αἱ γραφαί· δότω μίαν ἢ αὐτὸς ἢ ἄλλος τις ὑπὲρ ἐκείνου τοιαύτην φωνήν, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ οὔτε ἔστι τοιαύτη λέξις οὔτ᾽ ἂν εὑρεθείη ποτὲ ἐν ταῖς πεπιστευμέναις θεοπνεύστοις γραφαῖς διάνοιά τις τοιαύτη, ἥτις τῆς ἀσεβείας ταύτης συνήγορος γίνεται, τί χρὴ περαιτέρω περὶ τῶν ὁμολογουμένων διαγωνίζεσθαι πρὸς τὸν οὐ μόνον τὰς τῶν ἁγίων συκοφαντοῦντα φωνάς, ἀλλὰ καὶ τοῖς ἰδίοις διορισμοῖς προσπαλαίοντα;

εἰ γὰρ ἡ τῆς φύσεως τάξις, καθὼς αὐτὸς οὗτος ὁμολογεῖ, τῷ υἱῷ τὸ ὄνομα διὰ τὸ γεννηθῆναι προσμαρτυρεῖ, καὶ οὕτω γίνεται διὰ τῆς γεννηθέντος πρὸς τὸν γεννήσαντα σχέσεως ἡ τοῦ ὀνόματος συζυγία, πῶς ἀποσπάσας τῆς φυσικῆς οἰκειότητος τὸ τοῦ υἱοῦ σημαινόμενον μεταβάλλει τὴν σχέσιν ἐπὶ τὸ ποίημά τε καὶ τὸν ποιήσαντα; ὅπερ οὐ μόνον ἐπὶ τῶν στοιχείων τοῦ κόσμου ἀληθές ἐστι λέγειν, ἀλλὰ κἂν ἐπὶ βομβυλιοῦ τις εἴπῃ καὶ μύρμηκος, καθὸ ποίημα τούτων ἐστὶν ἑκάτερον, ὁμοίως πρὸς τὸν ποιήσαντα ἡ τοῦ ὀνόματος σχέσις τὸ ἴσον ἔχει.

Τὸ μὲν οὖν βλάσφημον μετὰ πολλῶν ἑτέρων καὶ διὰ τῶν εἰρημένων δῆλόν ἐστιν· ἡ δὲ παρὰ τῶν ἁγίων χρῆσις, ᾗ φησιν οὗτος ἀκολουθῶν ταῦτα λέγειν, φανερὰ μέν ἐστιν οὐδεμία. τάχα δ᾽ ἂν ἡμῖν ἐκεῖνο προενεχθείη παρ᾽ αὐτῶν τῆς παροιμίας τὸ μέρος ὅπερ οἱ πρόμαχοι τῆς αἱρέσεως εἰς μαρτυρίαν τοῦ ἐκτίσθαι τὸν κύριον προφέρειν εἰώθασι, τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. διὰ γὰρ τὸ παρὰ τῆς σοφίας εἰρῆσθαι τὸν λόγον τοῦτον, σοφίαν δὲ παρὰ τοῦ μεγάλου Παύλου κατωνομάσθαι τὸν κύριον, ὡς αὐτοῦ τοῦ μονογενοῦς θεοῦ διὰ τοῦ τῆς σοφίας ὀνόματος ὁμολογοῦντος τὸ ἐκτίσθαι ὑπὸ τοῦ τὰ πάντα ποιήσαντος τὴν φωνὴν ταύτην προτείνονται. ἐγὼ δὲ φανερὰν μὲν ἡγοῦμαι τοῖς προσεχεστέροις τε καὶ φιλοπονωτέροις τὴν εὐσεβῆ τοῦ ῥητοῦ τούτου διάνοιαν, ὡς μηδεμίαν γενέσθαι βλάβην κατὰ τοῦ λόγου τῆς πίστεως τοῖς πεπαιδευμένοις τὰ τῆς παροιμίας αἰνίγματα· πλὴν δι᾽ ὀλίγων οἶμαι δεῖν τὸν περὶ τούτου λόγον διαλαβεῖν, ὡς ἂν φανερώτερον τῆς τοῦ ῥητοῦ τούτου διανοίας ἐκκαλυφθείσης μηδαμόθεν ἔχοι παρρησίαν ὁ τῆς αἱρέσεως λόγος, ὡς ἐκ τῆς θεοπνεύστου γραφῆς τὴν μαρτυρίαν ἔχων.

ὁμολογεῖται μὲν γὰρ παρὰ πάντων ἐν τῇ γραφικῇ καταχρήσει τὸ τῆς παροιμίας ὄνομα μὴ κατὰ φανεροῦ τετάχθαι νοήματος, ἀλλ᾽ ἐπί τινος κεκρυμμένης λέγεσθαι διανοίας, οὕτω τοῦ εὐαγγελίου τὰς αἰνιγματώδεις τε καὶ ἀσαφεῖς ῥήσεις παροιμίας κατονομάζοντος, ὡς εἶναι τὴν παροιμίαν, εἴ τις ὅρῳ τὴν ἑρμηνείαν τοῦ ὀνόματος τούτου διαλαμβάνοι, λόγον δι᾽ ἑτέρων τῶν κατὰ τὸ πρόχειρον νοουμένων ἕτερόν τι κατὰ τὸ κρυπτὸν ἐνδεικνύμενον, ἢ λόγον οὐκ ἐπ᾽ εὐθείας τὸν τοῦ νοήματος σκοπὸν προδεικνύοντα, ἀλλὰ κατὰ τὸ λοξὸν τὴν διδασκαλίαν ποιούμενον διὰ πλαγίας ἐμφάσεως. τῷ δὲ βιβλίῳ τούτῳ κατ᾽ ἐξαίρετον τὸ τοιοῦτον ἐπιγέγραπται ὄνομα, καὶ τῆς προσηγορίας ταύτης αἱ ἐμφάσεις εὐθὺς ἐν τοῖς προοιμίοις παρὰ τοῦ σοφοῦ Σολομῶντος διῄρηνται. οὐ γὰρ γνώμας οὐδὲ συμβουλὰς οὐδὲ διδασκαλίαν σαφῆ τοὺς ἐν τῷ βιβλίῳ τούτῳ λόγους, ἀλλὰ παροιμίας ὠνόμασεν, ἐπαγαγὼν τὴν ἑρμηνείαν, τί βούλεται τοῦ ὀνόματος τούτου τὸ σημαινόμενον· Γνῶναι γάρ, φησί, σοφίαν καὶ παιδείαν, οὐ κατὰ τὴν κοινὴν ἐπὶ τῶν ἄλλων μαθημάτων συνήθειαν προτάξας τῆς σοφίας τὴν παίδευσιν, ἀλλὰ σοφὸν ἐκ προπαιδεύσεως γενέσθαι πρῶτον διακελεύεται, εἶθ᾽ οὕτως τὴν ἐκ τῆς παροιμίας παιδείαν χωρῆσαι. φρονήσεως γὰρ εἶναι λόγους, φησί, διὰ στροφῆς τὸν σκοπὸν ἐκκαλύπτοντας.

τὸ γὰρ μὴ ἐπ᾽ εὐθείας νοούμενον στροφῆς τινος χρῄζει πρὸς τὴν τοῦ κεκρυμμένου κατάληψιν, καὶ ὥσπερ ὁ Παῦλος ἀλλάξειν ἑαυτοῦ τὴν φωνὴν ἐπηγγείλατο, μέλλων μετατιθέναι τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν, οὕτως ἐνταῦθα ἡ τῶν κεκρυμμένων φανέρωσις στροφὴ λόγου παρὰ τοῦ Σολομῶντος κατονομάζεται, ὡς οὐ δυναμένου κατανοηθῆναι τοῦ κάλλους τῶν νοημάτων, εἰ μή τις τοῦ λόγου τὸ προφαινόμενον εἰς τὸ ἔμπαλιν ἀναστρέψας ἴδοι τὴν ἀποκεκρυμμένην αὐγὴν τοῦ νοήματος· οἷον ἐπὶ τοῦ πτεροῦ συμβαίνει, ᾧ κατὰ τὸ οὐραῖον ὁ ταὼς καλλωπίζεται. ἐπὶ τούτου γὰρ ὁ μὲν τὰ νῶτα τοῦ πτεροῦ θεασάμενος κατὰ τὸ ἀκαλλές τε καὶ ἄμορφον καταφρονεῖ πάντως ὡς εὐτελοῦς τοῦ θεάματος· εἰ δέ τις ἀναστρέψας αὐτοῦ τὴν ἑτέραν ὄψιν προδείξειεν, ὁρᾷ τὴν ποικίλην ζωγραφίαν τῆς φύσεως καὶ τὸν ἡμιτελῆ κύκλον ἐν πορφυρᾷ τῇ βαφῇ κατὰ τὸ μέσον ἐκλάμποντα καὶ τὸν χρυσοειδῆ περὶ τὸν κύκλον ἀέρα ταῖς πολυχρόοις ἴρισι κατὰ τὸ ἄκρον διεζωσμένον τε καὶ λαμπόμενον. ἐπεὶ οὖν οὐδὲν τῷ προχείρῳ τῆς λέξεως ἔπεστι κάλλος (Πᾶσα γάρ, φησίν, ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν τοῖς χρυσοῖς νοήμασι τῷ κρυπτῷ διαλάμπουσα κόσμῳ), ἀναγκαίως ὁ Σολομὼν τοῖς ἐντυγχάνουσι τούτῳ τῷ βιβλίῳ τὴν τοῦ λόγου στροφὴν ὑποτίθεται, ἵνα διὰ τούτου νοήσωσι παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

Ταῦτα τοίνυν περιεχούσης τῆς παροιμιακῆς ταύτης διδασκαλίας, οὐδὲν ἄν τις τῶν εὖ φρονούντων ἀνεξετάστως τε καὶ ἀθεωρήτως τῶν ἐκ τῆς βίβλου ταύτης προφερομένων δέξεται, κἂν ὅτι μάλιστα σαφὲς ἐκ τοῦ προχείρου καὶ γνώριμον τυγχάνῃ. πάντως γὰρ ὕπεστί τις καὶ τοῖς προδήλοις εἶναι δοκοῦσιν ἡ κατὰ ἀναγωγὴν θεωρία. εἰ δὲ τὰ πρόχειρα τῆς γραφῆς ταύτης ἀναγκαίως ἐπιζητεῖ τὴν λεπτομερεστέραν ἐξέτασιν, πόσῳ μᾶλλον ἐκεῖνα οἷς πολὺ τὸ ἀσαφές τε καὶ δυσθεώρητον ἐκ τῆς αὐτόθεν ἐστὶ κατανοήσεως; ἐξετάσωμεν τοίνυν ἐκ τῆς περὶ τὸν τόπον ἐκεῖνον συμφράσεως τῶν ῥημάτων, εἴ τι σαφὲς ἡ τῶν παρακειμένων ἀνάγνωσις ἔχει. προδιαγράφει τὴν σοφίαν ὁ λόγος ῥήσεις τινὰς ἐξ οἰκείου διεξιοῦσαν προσώπου. ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα, ὅπου κατασκηνοῖ μὲν βουλὴν ἡ σοφία, ἐπικαλεῖται δὲ γνῶσιν καὶ ἔννοιαν, κτῆμα δὲ ἔχειν φησὶν ἰσχύν τε καὶ φρόνησιν, αὐτὴ δὲ ὀνομάζεσθαι σύνεσις, ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι, φησὶ δὲ δι᾽ ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας καὶ δικαιοσύνην γράφειν τοὺς δυναστεύοντας καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξετάστως ἐκ τῆς ἑτοίμου διανοίας προσδέχεται, παντὶ δῆλόν ἐστιν.

εἰ γὰρ οἱ βασιλεῖς δι᾽ ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγονται καὶ παρ᾽ αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει, ἀνάγκη πᾶσα τυραννοποιὸν ἡμῖν τὴν σοφίαν ἀναφανῆναι καὶ τῶν πονηρῶς ἐν βασιλείᾳ δυναστευόντων εἰς ἑαυτὴν μετατιθέναι τὰς μέμψεις. ἀλλ᾽ οἴδαμεν βασιλέας τοὺς ὑπὸ τῆς σοφίας ὄντως εἰς τὴν ἀτελεύτητον προϊόντας ἀρχήν, τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν κτῆμα ἡ τῶν οὐρανῶν ἐστι βασιλεία, καθὼς ὁ κύριος, ὅς ἐστιν ἡ σοφία, διὰ τοῦ εὐαγγελίου κατεπαγγέλλεται· τοιούτους καὶ τοὺς δυνάστας ἐπιγινώσκομεν τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας, οἳ καθάπερ δέλτῳ τινὶ τῷ ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. οὕτως καὶ ἡ ἐπαινετὴ τυραννὶς τῇ συμμαχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὴν τοῦ νοῦ μοναρχίαν μετασκευάσασα δουλαγωγεῖ τὰ κακῶς εἰς ἐλευθερίαν ἀφηνιάζοντα, πάντα τὰ σωματικά τε καὶ γήϊνα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ λόγου.

Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονούντων μετὰ τοιαύτης διανοίας ἀναγινώσκεσθαι μᾶλλον ἢ μετὰ τῆς τοῖς ῥητοῖς ἐπιφαινομένης κατὰ τὸ πρόχειρον, οὕτως εἰκός ἐστι ἐκ τοῦ ἀκολούθου προσεχῶς τούτοις τὴν φωνὴν ἐκείνην συγγεγραμμένην μὴ ἁπλῶς τε καὶ ἀνεξετάστως παρὰ τῶν εὖ φρονούντων παραδεχθῆναι.

Ἐὰν ἀναγγείλω ὑμῖν, φησί, τὰ καθ᾽ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι· κύριος ἔκτισέ με. τί μοι πρὸς ταύτην ἐρεῖ τὴν φωνὴν ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; ἆρ᾽ οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστατικωτέρων ἡ σύνταξις· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γινόμενα, κύριος ἔκτισέ με; ὡς ἐὰν μὴ ἀναγγείλῃ τὰ καθ᾽ ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον καὶ τὸ ἐκτίσθαι πάντως ἀρνήσεται. ὁ γὰρ εἰπὼν ὅτι ἐὰν ἀναγγείλω, ἐκτίσθην, δέδωκε νοεῖν κατὰ τὸ σιωπώμενον ὅτι οὐκ ἐκτίσθην, ἐὰν μὴ ἀναγγείλω.

Κύριος ἔκτισέ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τίς ἡ καινὴ τῆς κατασκευῆς τοῦ κτίσματος τούτου τάξις; πρῶτον κτίζεται, καὶ μετὰ τοῦτο θεμελιοῦται, καὶ τότε γεννᾶται.

Κύριος ἐποίησε, φησί, χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. ποῖον κύριον λέγει ποιητὴν χώρας ἀοικήτου καὶ οἰκουμένης; πάντως ὅτι τὸν καὶ τὴν σοφίαν ποιήσαντα· ἐκ γὰρ τοῦ αὐτοῦ προσώπου καὶ οὗτος κἀκεῖνος ὁ λόγος, ὅ τε τὸ ἔκτισέ με κύριος λέγων καὶ ὁ προστιθεὶς τὸ ἐποίησε κύριος χώρας καὶ ἀοικήτους. οὐκοῦν ἐπίσης τῶν δύο δημιουργὸς ἔσται ὁ κύριος, αὐτῆς τε τῆς σοφίας καὶ τῆς οἰκουμένης τε καὶ ἀοικήτου χώρας. ποῦ τοίνυν τὸ Πάντα διὰ τοῦ υἱοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; εἰ γὰρ ὁ αὐτὸς κύριος καὶ τὴν σοφίαν κτίζει, ἣν ἀντὶ τοῦ υἱοῦ νοεῖν συμβουλεύουσι, καὶ τὰ καθ᾽ ἕκαστον ὅσα ἡ κτίσις ἔχει, πῶς ἀληθεύει ὁ ὑψηλὸς Ἰωάννης πάντα λέγων δι᾽ αὐτοῦ γεγενῆσθαι; ἀντιφθέγγεται γὰρ ἡ γραφὴ αὕτη πρὸς τὴν τοῦ εὐαγγελίου φωνὴν, τῷ τὴν σοφίαν κτίσαντι τῆς ἀοικήτου τε καὶ οἰκουμένης χώρας ἀνατιθεῖσα τὴν ποίησιν.

Οὕτω δὲ καὶ τὰ ἐφεξῆς πάντα· θρόνον θεοῦ τινα διεξέρχεται ἐπ᾽ ἀνέμων ἀφοριζόμενον καὶ ἰσχυρὰ γίνεσθαι τὰ ἄνω νέφη λέγει καὶ ἀσφαλεῖς τὰς ὑπουρανίους πηγὰς καὶ πολλὰ τοιαῦτα περιέχει ἡ σύμφρασις, πολλὴν ἐπιζητοῦντα τὴν διὰ λεπτῆς τινος καὶ διορατικῆς φρενὸς εὑρισκομένην ἐν τοῖς προκειμένοις διάνοιαν. τίς ὁ ἐπ᾽ ἀνέμων ἀφοριζόμενος θρόνος; τίς ἡ ἀσφάλεια τῶν ὑπὸ τὸν οὐρανὸν πηγῶν; πῶς ἰσχυρὰ γίνεται τὰ ἄνω νέφη; εἰ γάρ τις πρὸς τὰ φαινόμενα κρίνοι τὸν λόγον, πολλὴν εὑρήσει μάχην τῶν πραγμάτων πρὸς τὰ λεγόμενα. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ ἄκρα τῆς ὑπ᾽ οὐρανὸν ἢ τῷ λίαν καθομιλεῖν τῇ τοῦ ἡλίου θερμότητι ἢ τῷ καθ᾽ ὑπερβολὴν ἀφεστάναι διὰ τὴν καθ᾽ ἑκάτερον ἀμετρίαν ἐστὶν ἀοίκητα, τὰ μὲν ξηρά τε καὶ διακαῆ πέρα τοῦ μετρίου γινόμενα, τὰ δὲ τῷ ὑγρῷ πλεονάζοντα καὶ κατεψυγμένα διὰ τῆς πήξεως, οἰκεῖται δὲ μόνα ὅσα τῆς καθ᾽ ἑκάτερον τῶν ἐναντίων ἀκρότητος ἐπίσης ἀπῴκισται; εἰ δὲ τὸ μέσον τῆς γῆς ὑπὸ τῶν ἀνθρώπων διείληπται, πῶς τὰ ἄκρα τῆς ὑπὸ τὸν οὐρανὸν οἰκεῖσθαι ἡ παροιμία λέγει; τίς γὰρ ἰσχὺς ἐνθεωρηθείη τοῖς νέφεσιν, ὡς ἀληθεύειν τὸν λόγον κατὰ τὴν πρόχειρον ἔννοιαν, ὅς φησιν ἰσχυρὰ γεγενῆσθαι τὰ ἄνω νέφη;

μανότερος γάρ τίς ἐστιν ἀτμὸς ἡ τοῦ νέφους φύσις κατὰ τὸν ἀέρα διαχεόμενος, ὃς ἐποχεῖται μὲν τῷ ἐναερίῳ πνεύματι διὰ πολλὴν λεπτότητα κοῦφος γινόμενος, συρρυεὶς δὲ πρὸς ἑαυτὸν ἐκ τῆς συμπιλήσεως διεκπίπτει τοῦ ἀνέχοντος πνεύματος, σταγὼν βαρεῖα γινόμενος. τίς οὖν ἐστιν ἐν τούτοις ἡ ἰσχύς, ἐν οἷς οὐδεμία τοῖς ἁπτομένοις ἀντίληψις γίνεται; τὸ γὰρ μανὸν τοῦ ἀέρος καὶ εὐδιάχυτον καὶ ἐπὶ τοῦ νέφους ἔστιν ἰδεῖν. πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεῖος ἀφορίζεται θρόνος; τὸ δὲ πρῶτον κτίζεσθαι καὶ ἐπὶ τέλει λέγειν γεννᾶσθαι καὶ διὰ μέσου τούτων θεμελιοῦσθαι, τίνα λόγον εἴποι τις ἂν ἔχειν ταῖς κοιναῖς τε καὶ προχείροις ἐννοίαις συμβαίνοντα, τό τε πρὸ τούτων ἐπαπορηθὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ᾽ ἡμέραν γινομένων καὶ ἡ μνήμη τῆς ἐξαριθμήσεως τῶν ἐξ αἰῶνος ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτίσθαι παρὰ τοῦ θεοῦ τὴν σοφίαν λέγειν;

Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων μηδὲν ἐν τούτοις τοιοῦτον εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρήτως παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ᾽ ὁμοιότητα τῶν λοιπῶν καὶ τὸ Κύριος ἔκτισέ με μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἑρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχήν τε καὶ ἐπιμέλειαν τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. ἀλλὰ τὸ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ πνεύματι τὰ βάθη διερευνώντων καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεῖα μυστήρια· παρ᾽ ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχοληθήσεται, ὅσον μὴ πάντη περιϊδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεώρητον. τίς οὖν ὁ ἡμέτερος λόγος; οὐκ ἔστιν, οἶμαι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἔν τινι σοφίαν μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ πνεύματος παραγενέσθαι, ἀλλὰ χρὴ πάντως συνεισελθεῖν ταύτῃ καὶ τῆς προφητείας τὴν χάριν. εἰ γὰρ ἴδιον σοφίας ἐστὶν ἡ τῆς τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τις τῆς σοφίας εἴη χαρίσματι μὴ διὰ τῆς προφητικῆς συνεργίας συμπεριλαβὼν τῇ γνώσει καὶ τὸ ἐσόμενον.

ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσμαρτυρεῖ Σολομὼν ὁ εἰπὼν ὅτι Ὁ θεὸς δεδίδαχέ με σοφίαν, καὶ πάντα τὸν παρ᾽ ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ θεῷ ἐν οἷς φησιν ὅτι Οἱ ἐμοὶ λόγοι εἴρηνται ἀπὸ θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀναμεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς παροιμίας διερευνήσασθαι. φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ἑαυτῇ ᾠκοδομηκέναι τὸν οἶκον τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ᾽ ἑαυτῇ τὸ οἰκητήριον ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. ἐνταῦθα δὲ τὸ ἑνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προτίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομησάσης τὸν οἶκον, τουτέστιν ἔκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τούτων ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἔστιν ἰδεῖν καὶ ἐν τοῖς εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος διὰ μὲν τῆς ὑψηλοτέρας τε καὶ θεοπρεποῦς σημασίας τὸ θεῖον ἐνδείκνυται, διὰ δὲ τῆς χαμαιζήλου τε καὶ ταπεινῆς τὸ ἀνθρώπινον. οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῷ μέρει τούτῳ προφητικῶς τὸν Σολομῶντα κινούμενον καὶ ὅλον παραδεδωκότα τὸ τῆς οἰκονομίας μυστήριον.

λέγει γὰρ πρότερον μὲν τὴν προαιώνιον τῆς σοφίας δύναμίν τε καὶ ἐνέργειαν, ἐν οἷς τῷ εὐαγγελιστῇ τρόπον τινὰ καὶ ἐπ᾽ αὐτῶν τῶν ῥημάτων συμφέρεται. ὡς γὰρ ἐκεῖνος τῇ περιληπτικῇ φωνῇ πάντων αὐτὸν αἴτιον καὶ δημιουργὸν ἀνεκήρυξεν, οὕτως ὁ Σολομὼν παρ᾽ αὐτοῦ γεγενῆσθαι τὰ καθέκαστον λέγει τὰ ἐν τῷ παντὶ ἀριθμούμενα. φησὶ γὰρ ὅτι ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον ἕπεται τῆς αὐτῆς ἐχόμενα διανοίας. καὶ ὡς ἂν μὴ δοκοίη τὴν δωρεὰν τῆς ἐν ἀνθρώποις ἀρετῆς περιορᾶν ἀμνημόνευτον, πάλιν ἐκ προσώπου τῆς σοφίας ἐκεῖνα διέξεισι λέγων, ὧν μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, τὸ Κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, καὶ ὅσα τῆς νοερᾶς τε καὶ ἐπιστημονικῆς διδασκαλίας ἐστί.

Ταῦτα καὶ τὰ τοιαῦτα διεξελθὼν ἐπάγει καὶ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας διδασκαλίαν, διὰ τί σὰρξ ὁ λόγος ἐγένετο. φανεροῦ γὰρ ἅπασιν ὄντος ὅτι οὐδὲν ἐν ἑαυτῷ κτιστὸν ἢ ἐπείσακτον ὁ ἐπὶ πάντων ἔχει θεός, οὐ δύναμιν, οὐ σοφίαν, οὐ φῶς, οὐ λόγον, οὐ ζωήν, οὐκ ἀλήθειαν οὐδὲ ὅλως τι τῶν ἐν τῷ πληρώματι τοῦ θείου κόλπου θεωρουμένων, ἅπερ πάντα ἐστὶν ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, οὐκ ἄν τινι τῶν ἐν τῷ θεῷ θεωρουμένων εὐλόγως ἐφαρμοσθείη τὸ τῆς κτίσεως ὄνομα, ὥστε εἰπεῖν τὸν ἐν τῷ πατρὶ υἱὸν ἢ τὸν ἐν τῇ ἀρχῇ λόγον ἢ τὸ ἐν τῷ φωτὶ φῶς ἢ τὴν ἐν τῇ ζωῇ ζωὴν ἢ τὴν ἐν τῇ σοφίᾳ σοφίαν ὅτι Κύριος ἔκτισέ με. εἰ γὰρ κτιστὴ τοῦ θεοῦ ἡ σοφία, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐπείσακτον ἔσχε πάντως ὁ θεὸς τὴν σοφίαν, ὕστερον ἐκ κατασκευῆς προσλαβὼν ὃ μὴ παρὰ τὴν πρώτην εἶχεν. ἀλλὰ μὴν ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς οὐδέποτε κενὸν ἑαυτοῦ δίδωσι νοεῖν τὸν πατρῷον κόλπον. ἄρα οὐ τῶν ἔξωθεν ἐγγενομένων ἐστὶ τῷ κόλπῳ, ἀλλὰ παντὸς ἀγαθοῦ πλήρωμα ὢν πάντοτε ἐν τῷ πατρὶ νοεῖται ὁ ἐν ἀρχῇ ὤν, οὐκ ἀναμένων τὸ διὰ κτίσεως ἐν αὐτῷ γενέσθαι, ὡς ἂν μήποτε κενὸς ἀγαθῶν ὁ πατὴρ νοηθείη, ἀλλ᾽ ὁ ἐν τῇ ἀϊδιότητι τῆς πατρικῆς θεότητος εἶναι νοούμενος ἀεὶ ἐν αὐτῷ ἐστι, δύναμις ὢν καὶ ζωὴ καὶ ἀλήθεια καὶ φῶς καὶ σοφία καὶ τὰ τοιαῦτα.

οὐκοῦν οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλά, καθὼς εἴρηται, ἐκ τοῦ ἀνακραθέντος κατ᾽ οἰκονομίαν ἀπὸ τῆς κτιστῆς ἡμῶν φύσεως. πῶς οὖν ἡ αὐτὴ καὶ τὴν γῆν θεμελιοῖ καὶ τοὺς οὐρανοὺς ἑτοιμάζει καὶ τὰς ἀβύσσους ἀναρρήγνυσι, σοφία καὶ φρόνησις καὶ θεία αἴσθησις καλουμένη, καὶ ἐνταῦθα κτίζεται εἰς ἔργων ἀρχήν; οὐκ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοιαύτη συνεργεῖται οἰκονομία. ἀλλ᾽ ἐπειδὴ τῶν παραφυλακτέων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν, διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο, ἵνα ἀναγγείλω πάλιν ὑμῖν τὰ καθ᾽ ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα καὶ ἀναμνήσω τὰ ἐξ αἰῶνος ἀπαριθμησάμενος ὧν ἐπελάθεσθε· οὐ γὰρ καινόν τι καταγγέλλω νῦν εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτίσθην ὁ ἀεὶ ὢν καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος, ὥστε με γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ θεοῦ, τοὺς ἀνθρώπους λέγω. τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ ὅς εἰμι ἡ ὁδός.

Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινον ἡ τοῦ ἔκτισέ με διάνοια βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος ἀπόστολος, ἐν οἷς διακελεύεται ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ πρὸς τούτοις ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησὶν Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα. εἰ γὰρ ἓν μέν ἐστι τὸ σωτήριον ἔνδυμα, τοῦτο δέ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἀλλὰ δῆλον ὅτι ὁ τὸν Χριστὸν ἐνδυσάμενος τὸν καινὸν ἐνδέδυται ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα. μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ᾽ ἐξηλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου ἐκαινοτομήθη ἡ κτίσις. διὰ τοῦτο τὸν αὐτὸν πρός τε τὸ παράδοξον τῆς γεννήσεως βλέπων καινὸν ἄνθρωπον κατὰ θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐγκραθεῖσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀνθρώπου Χριστὸν προσαγορεύει, ὡς καθ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τήν τε τοῦ Χριστοῦ λέγω καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ θεὸν κτισθέντος.

Ἐπεὶ οὖν ὁ Χριστὸς ἡ σοφία ἐστίν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προσμαχομένων ἡμῖν καὶ τὸν ἡμέτερον καὶ κρινάτω τὸν εὐσεβέστερον, τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασῴζει, ὁ τὸν τοῦ παντὸς κτίστην καὶ κύριον πεποιῆσθαι διοριζόμενος καὶ τῇ δουλευούσῃ κτίσει κατασκευάζων ὁμότιμον, ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν καὶ φυλάσσων τῇ τε περὶ τὸ θεῖον καὶ τῇ περὶ τὸ ἀνθρώπινον ὑπολήψει τὸ πρόσφορον, συμμαρτυροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ τὴν ἐξουσίαν τῆς κτίσεως. συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. εἰ γὰρ μὴ ἐκτίσθη ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐκ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος κατεβλήθη, οὐδ᾽ ἂν ἐγένετο ἡμῖν ὁ κύριος πατὴρ τοῦ μέλλοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἠσαΐαν παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε καὶ μετὰ πάντων πατὴρ τοῦ μέλλοντος αἰῶνος. πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον καὶ ἡ περὶ τὸ πάθος οἰκονομία, καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτελευτήτων αἰώνων ζωή.

τούτου δὲ γενομένου, ἵνα ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου καὶ τὰ ποικίλα τοῦ ἁγίου πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημασίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία γραφή, τὴν δικαιοσύνην μὲν ὄρη θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν, ἢ ὡς ἑτέρωθι παρὰ τῷ Δαβὶδ εἰρήνην μὲν διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα, ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται καὶ ἀληθὴς ὁ λόγος. ὁ γὰρ ἐν τοῖς δεξαμένοις αὐτὸν ὢν ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. ἵνα οὖν ταῦτα καὶ παρ᾽ ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι.

Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἱρμὸν τοῦτον κατανοήσωμεν. ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος, χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν, ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκητόρων χωριζομένη καρδία, καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις ἐπὶ τῶν ἄκρων τῆς γῆς. ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυποστάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ), ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σοφίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ᾽ οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι, τούτῳ τὸν οὐρανὸν ἑαυτῷ ἀντὶ τῆς γῆς ἑτοιμάζοντι ἡ σοφία πάρεστι.

καὶ ὅταν τὴν τῶν ἄνωθεν νεφῶν διδασκαλίαν ἰσχυρὰν ἑαυτῷ ποιῇ, εἰς ἔργον ἄγων τὰ παραγγέλματα, τήν τε μεγάλην καὶ εὐρύχωρον τῆς κακίας θάλασσαν τῇ ἀκριβεῖ πολιτείᾳ καθάπερ ἠϊόνι τινὶ διαλαβὼν κωλύῃ τὸ ἐμπαθὲς ὕδωρ προϊέναι τοῦ στόματος, κἂν ἐν πηγαῖς κατάσχῃ, τῷ τῆς διδασκαλίας χαρίσματι μετ᾽ ἀσφαλείας προχέων τοῦ λόγου τὸ νᾶμα, ὡς μή τινι παρασχεῖν τὸ ποτὸν ἀντὶ καθαροῦ ὕδατος ἀνατροπὴν θολεράν, κἂν ὑπεραρθεὶς πάσης γηΐνης βάσεως διαέριος τῷ βίῳ γένηται, ἐπὶ τῆς πνευματικῆς βεβηκὼς πολιτείας, ἣν ἀνέμους ὁ λόγος ὠνόμασεν, ἕστε εἰς θρόνον τοῦ ἐν αὐτῷ καθιδρυμένου ἀφορισθῆναι (οἷος ἦν ὁ Παῦλος ἀφωρισμένος εἰς εὐαγγέλιον, πρὸς τὸ γενέσθαι σκεῦος ἐκλογῆς, πρὸς τὸ βαστάσαι τὸ ὄνομα τοῦ θεοῦ, ὃς ἄλλῳ λόγῳ θρόνος ἐγένετο ὁ τὸν ἐφ᾽ ἑαυτοῦ καθιδρυμένον βαστάζων), ὅταν ταῦτα καὶ τὰ τοιαῦτα κατορθωθῇ, ὥστε εὐφραίνεσθαι ἤδη τὸν ἐν ἑαυτῷ τὴν οἰκουμένην τοῦ θεοῦ συντελέσαντα, εὐφραινόμενον ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ᾽ ἀνθρώπων πατὴρ ἐγένετο (οὗτοι δ᾽ ἂν εἶεν οἱ θεοειδεῖς λογισμοὶ οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα καὶ θεμελιωθέντα πίστεως, ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιος νοεῖται, δι᾽ ἧς γεννᾶται 〈ἐν〉 τοῖς πιστοῖς ἡ σοφία καὶ πάντα τὰ εἰρημένα ἐργάζεται), τότε μακάριος ὡς ἀληθῶς ὁ τοῦ κατωρθωκότος γίνεται βίος, ᾧ ἁρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ᾽ ἡμέραν αὐτῇ μόνῃ προσχαιρομένῳ.

εὐφραίνεται γὰρ ὁ κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐν οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σῳζομένοις, καὶ ὁ χρηστὸς πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. τούτων δὲ παρ᾽ ἡμῶν ἐν ἐπιδρομῇ ῥηθέντων ὁ φιλόπονος ἀναγνοὺς τῆς θείας γραφῆς τὰ ἐδάφη προσαρμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα, δοκιμάσας εἰ μὴ παρὰ πολὺ κρεῖττόν ἐστι πρὸς τοῦτο βλέπειν οἴεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχείρως ὑπονοούμενον. οὐ γὰρ ἔστι δυνατὸν τὴν τοῦ Ἰωάννου θεολογίαν ἀληθῆ νομισθῆναι τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ λόγου ὑμνήσασαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας μετ᾽ αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. οὐκέτι γὰρ δι᾽ ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται.

Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται ὅς φησι Νῦν οὖν υἱὲ ἄκουσόν μου, καὶ Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει, ὁδοὺς δηλαδὴ λέγων τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτίσις. τίς τοίνυν πρὸς τὴν θείαν βλέπων γραφὴν οὐκ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται; ἀσεβεῖς μέν, ὅτι τὴν ἄρρητον τοῦ μονογενοῦς θεοῦ δόξαν, ὅσον ἐπ᾽ αὐτοῖς, καθελόντες τῇ κτίσει συνάπτουσιν, ἓν τῶν παρ᾽ αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλονεικοῦντες τὸν κύριον, οὗ μονογενές ἐστι κατὰ πάντων τὸ κράτος· συκοφάντας δέ, ὅτι μηδεμίαν αὐτοῖς τῆς γραφῆς πρὸς τὰς τοιαύτας ὑπολήψεις ἀφορμὴν παρασχομένης, ὡς ἐκεῖθεν ἐπαγόμενοι τὴν μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται.

ἐπεὶ οὖν παρ᾽ οὐδενὸς ἔχουσι τῶν ἁγίων ἐπιδεῖξαί τινα φωνὴν ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ δόξαν μετὰ τῆς ὑποχειρίου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχοι τούτων ἡμῖν ἀποδειχθέντων ἤδη προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνοματικὰς ταύτας τεχνολογίας παρωσαμένους, δι᾽ ὧν συναρμόζουσι 〈τὸ κτίσμα τῷ κτίσαντι καὶ τὸ ποίημα τῷ ποιήσαντι〉, ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρανῶν εὐαγγέλιον, υἱὸν ἀγαπητόν, οὐ νόθον οὐδὲ ὑπόβλητον, τῇ δὲ τοῦ υἱοῦ φωνῇ πᾶσαν τὴν φυσικὴν οἰκειότητα συμπαραδεξαμένους θεὸν ἀληθινὸν τὸν ἐκ τοῦ ἀληθινοῦ θεοῦ λέγειν καὶ τὰ πάντα ὡσαύτως ἐπ᾽ αὐτοῦ πιστεύειν, ὅσα ἐν τῷ πατρὶ καθορᾶται, διότι ἕν εἰσι καὶ ἐν τῷ ἑτέρῳ νοεῖται τὸ ἕτερον, οὐχ ὑπερπῖπτον, οὐκ ἐλαττούμενον, οὐ κατά τινα θεοπρεπῆ τε καὶ ἀγαθὸν χαρακτῆρα παρηλλαγμένον ἢ ἀλλοιούμενον.

Φανερᾶς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελήλεγκται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν λέγων δεῖν αὐτὸν υἱὸν ὀνομάζεσθαι, πάλιν δὲ διὰ τὸ κτισθῆναι μηκέτι υἱόν, ἀλλὰ ποίημα λέγεσθαι, προσήκειν οἶμαι τὸν νουνεχῶς καὶ ἐπιστατικῶς ἐπαΐοντα, ἐπειδὴ οὐκ ἐνδέχεται δύο μαχομένων ἀλλήλοις λόγων κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβές τε καὶ βλάσφημον, τὸ κατὰ τὸ 〈κτίσμα〉 λέγω καὶ 〈ποίημα〉, θέσθαι δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι, τῷ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ θεῷ τὴν τοῦ υἱοῦ προσηγορίαν, ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν σύστασιν. λέγω δὲ πάλιν ἀναλαβὼν ὃν ἐξ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον. 〈γεννητὸν ὄντα〉, φησί, 〈τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν〉.

τέως μὲν οὖν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων τούτου μεμνήσθω, ὅτι τὴν 〈γεννηθεῖσαν οὐσίαν〉 ἐπὶ τοῦ μονογενοῦς εἰπὼν ἔδωκεν ἐκ τοῦ ἀκολούθου καὶ ἐπὶ τοῦ πατρὸς τὴν μὴ γεννηθεῖσαν λέγειν, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν ἀντ᾽ οὐσίας παραλαμβάνεσθαι, ἀλλ᾽ ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὸ γεννηθῆναι αὐτὴν ἢ μὴ γεννηθῆναι διὰ τῶν ἐπιθεωρουμένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. οὐσίαν γεγεννῆσθαι λέγει, υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. ἀλλ᾽ ἐν τούτοις ὁ παρ᾽ ἡμῶν λόγος διὰ δύο τὸν ἐναντίον ἐλέγξει λόγον, ἑνὸς μὲν τῆς κακουργίας τὴν ἐπιχείρησιν, ἑτέρου δὲ τῆς καθ᾽ ἡμῶν ἐπιχειρήσεως τὴν ἀτονίαν. κακουργεῖ μὲν γὰρ γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεννήτῳ πρὸς ἑτερότητα φύσεως διεσχισμένας. ἐλέγχεται δὲ τὸ τῆς ἐπιχειρήσεως ἄτονον δι᾽ αὐτῶν ὧν ἡ κακουργία κατασκευάζεται. ὁ γὰρ γεγεννῆσθαι τὴν οὐσίαν εἰπὼν ἕτερόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορίζεται, ὡς μὴ ἂν τὸ σημαινόμενον τῆς γεννήσεως τῷ τῆς οὐσίας ἐφαρμοσθῆναι λόγῳ.

οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατεσκεύασε, τοῦτο καὶ ἐν τῷ μέρει τούτῳ πεποίηκεν, ὥστε αὐτὴν εἰπεῖν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ᾽ ἑκατέρας φωνῆς τοῖς ἀκούουσιν ἐγγενέσθαι τὴν ἔννοιαν, ἄλλο γάρ τι νόημα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. σαφέστερος δὲ γένοιτ᾽ ἂν ἡμῖν διὰ τῶν ὑποδειγμάτων ὁ λόγος. εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος ὅτι προσεγγιζούσης τῆς ὠδῖνος ἐν λύπῃ γίνεται ἡ γυνή, μετὰ ταῦτα δὲ χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὡς τοίνυν ἐν τῷ μέρει τούτῳ δύο νοήματα διακεκριμένα παρὰ τοῦ εὐαγγελίου μανθάνομεν, ἓν μὲν τὸν τόκον ὃν διὰ τῆς γεννήσεως ἐνοήσαμεν, ἕτερον δὲ αὐτὸ τὸ ἐκ τοῦ τόκου γινόμενον (οὐ γὰρ ὁ τόκος ἐστὶν ὁ ἄνθρωπος, ἀλλὰ διὰ τοῦ τόκου ὁ ἄνθρωπος), οὕτω καὶ ἐνταῦθα τοῦ Εὐνομίου γεννηθῆναι τὴν οὐσίαν ὁμολογήσαντος τῷ μὲν προάγοντι ῥήματι τὸ ἔκ τινος ἐδιδάχθημεν, τῷ δὲ ἐφεξῆς αὐτὸ τὸ ὑποκείμενον ἐνοήσαμεν, ᾧ ἐκ τοῦ τινός ἐστιν ἡ ὑπόστασις. εἰ οὖν ἄλλο μέν ἐστιν τῆς οὐσίας τὸ σημαινόμενον, ἕτερον δὲ ἡ τῆς γεννήσεως φωνὴ νοεῖν ὑποτίθεται, διαπέπτωκεν ἀθρόως αὐτοῖς τὰ σοφὰ μηχανήματα, ὥσπερ ὀστράκινα σκεύη ἀλλήλοις προσαραχθέντα καὶ δι᾽ ἀλλήλων διατρυφθέντα.

οὐκέτι γὰρ αὐτοῖς ἐξέσται τὴν τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολὴν ἐπὶ τῆς τοῦ υἱοῦ καὶ τοῦ πατρὸς οὐσίας μεταφέρουσι συμμεταφέρειν ἐπὶ τὰ πράγματα τὴν πρὸς ἄλληλα τῶν ὀνομάτων μάχην. ὁμολογηθέντος γὰρ παρὰ τοῦ Εὐνομίου ὅτι ἐγεννήθη ἡ οὐσία, καθὼς καὶ τὸ εὐαγγελικὸν ὑπόδειγμα τὴν τοιαύτην ἑρμηνεύει διάνοιαν, ἐν ᾧ τὸν ἄνθρωπον γεννηθῆναι μαθόντες οὐ ταὐτὸν ἐνοήσαμεν τῇ γεννήσει τὸν ἄνθρωπον, ἀλλ᾽ ἴδιον ἐφ᾽ ἑκατέρου τῶν ὀνομάτων ἐδεξάμεθα νόημα, οὐκέτι χώραν ἕξει πάντως ἡ αἵρεσις τὴν ἑτερότητα τῶν οὐσιῶν διὰ τῶν τοιούτων φωνῶν δογματίζουσα.

Ὡς δ᾽ ἂν μάλιστα σαφέστερον ἡμῖν ὁ περὶ τούτων λόγος ἐκκαλυφθείη, οὑτωσὶ τὸ προκείμενον πάλιν διαληψόμεθα. ἐποίησε τὴν ἀνθρωπίνην φύσιν κατ᾽ ἀρχὰς μετὰ πάντων ὁ τὸ πᾶν συστησάμενος, καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδὰμ τότε τὴν ἐξ ἀλλήλων γέννησιν τοῖς ἀνθρώποις ἐνομοθέτησεν εἰπὼν Αὐξάνεσθε καὶ πληθύνεσθε. τοῦ τοίνυν Ἄβελ γεννητῶς ὑποστάντος, τίς οὐκ ἂν εἴποι τῶν εὖ φρονούντων κατ᾽ αὐτὸ τὸ τῆς ἀνθρωπίνης γεννήσεως σημαινόμενον ἀγεννήτως τὸν Ἀδὰμ ὑποστῆναι; ἀλλὰ μὴν ὁ πρῶτος ἄνθρωπος ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθεὶς ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθεῖσαν κατεσκευάζετο, οὐκ ἂν ἐπ᾽ ἀμφοτέρων ὁ αὐτὸς τῆς οὐσίας ἥρμοσε λόγος. ὧν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτηρίζεται ἰδιώμασιν ἥ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἄβελ οὐσία, πᾶσα ἀνάγκη μίαν μὲν οὐσίαν ἐπ᾽ ἀμφοτέροις εἶναι συντίθεσθαι, ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἄβελ ἐν μὲν τῷ λόγῳ τῆς φύσεως εἷς οἱ δύο εἰσίν, ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἑκατέρῳ αὐτῶν ἰδιώμασιν ἀσύγχυτον ἔχουσι τὴν ἀπ᾽ ἀλλήλων διάκρισιν.

οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ᾽ αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέννησεν ἄλλον ἑαυτόν, ᾧ πᾶς ὁ τῆς τοῦ γεννήσαντος οὐσίας συναπετέχθη λόγος. ὅπερ οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμαθήκαμεν φύσεως διὰ τῆς κατὰ τὸ ἀκόλουθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν ὁδηγίας, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀκήρατον τῶν θείων δογμάτων κατανόησιν εἰς ὁδηγίαν λαβεῖν. πᾶσαν γὰρ σαρκώδη καὶ ὑλικὴν ἔννοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι ἀσφαλεστάτην ἕξομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλά τε καὶ ἀπρόσιτα χειραγωγίαν.

Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάντων ὄντα θεὸν πατέρα τοῦ μονογενοῦς καὶ εἶναι καὶ λέγεσθαι, ἀλλὰ καὶ τὸν μονογενῆ θεὸν τὸν ἐκ τοῦ πατρὸς ὄντα 〈γεννητὸν〉 διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. ἐπεὶ οὖν ἐν ἀνθρώποις τὸ τοῦ πατρὸς ὄνομα συνεζευγμένας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀκήρατος ἠλλοτρίωται φύσις, πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὑλικὰ νοήματα συνεισέρχεται καταλιπόντα θεοπρεπῆ τινα διάνοιαν ἐμφαντικὴν μόνης τῆς γνησιότητος ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς ἐντυπώσασθαι. ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σὰρξ νοεῖν ὑποτίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐννοίᾳ συγκαταλαμβάνεται, ἀλλὰ καὶ διαστηματική τις ἔννοια συνεπινοεῖται πάντως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ ῥύπῳ καὶ τὴν διαστηματικὴν ἔννοιαν ἐπὶ τῆς θείας συναποβαλεῖν γεννήσεως, ὡς ἂν πανταχόθεν ἐκπλυθείσης τῆς ὑλικῆς ἰδιότητος καθαρεύοι παντὸς οὐ μόνον ἐμπαθοῦς, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος ἡ ὑπερέχουσα γέννησις. οὐκοῦν ὁ πατέρα τὸν θεὸν λέγων τῇ τοῦ εἶναι τὸν θεὸν ἐννοίᾳ καὶ τὸ τὶ εἶναι συμπεριλήψεται. ᾧ γὰρ ἀπό τινος ἀρχῆς ἐστι τὸ εἶναι, τούτῳ καὶ τὸ τὶ εἶναι πάντως ἀπό τινος ἄρχεται· ἐφ᾽ οὗ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ εἴ τι ἄλλο περὶ αὐτὸν θεωρεῖται ἀπό τινος τὴν ἀρχὴν ἔχει. ἀλλὰ μὴν πατὴρ ὁ θεός.

οὐκοῦν ἐξ ἀϊδίου ἐστὶν ὅπερ ἐστίν· οὐ γὰρ ἐγένετο, ἀλλ᾽ ἐστὶ πατήρ· ἐπὶ θεοῦ γὰρ ὃ ἦν, καὶ ἐστὶ καὶ ἔσται. εἰ δέ τί ποτε μὴ ἦν, οὔτε ἐστὶν οὔτε ἔσται· οὐ γὰρ τοιούτου τινὸς πεπίστευται εἶναι πατήρ, οὗ χωρὶς εὐσεβές ἐστιν ἐφ᾽ ἑαυτοῦ ποτε τὸν θεὸν εἶναι λέγειν. ζωῆς γάρ ἐστι πατὴρ ὁ πατὴρ ἀληθείας τε καὶ σοφίας καὶ φωτὸς καὶ ἁγιασμοῦ καὶ δυνάμεως καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ μονογενής ἐστί τε καὶ ὀνομάζεται. ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζηται τὸ μὴ εἶναί ποτε φῶς, οὐκ οἶδα τίνος πλείων ἐστὶν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς ᾖ, ἢ τοῦ ἔχοντος, ὅταν μὴ ἔχῃ τὸ φῶς. οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως καὶ τῶν ἄλλων πάντων, ὅσα τὸν πατρικὸν πληροῖ κόλπον, *** ὁ μονογενὴς θεὸς ἐν τῷ ἰδίῳ πληρώματι τὰ πάντα ὤν. ἴση γὰρ καθ᾽ ἑκάτερόν ἐστιν ἡ ἀτοπία καὶ τῆς κατὰ τοῦ υἱοῦ βλασφημίας ἀντίρροπος ἡ κατὰ τοῦ πατρός ἐστιν ἀσέβεια. ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν κύριον οὐχ ἁπλῶς δώσεις τὸ μὴ εἶναι τὴν δύναμιν, ἀλλὰ τοῦ θεοῦ μὴ εἶναι λέξεις τὴν δύναμιν, τοῦ πατρὸς τῆς δυνάμεως. οὐκοῦν ἡ τοῦ μὴ εἶναί ποτε τὸν υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευὴ οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν πατέρα κατασκευάζει. ὁρᾶτε πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχίνοια.

πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ κυρίου φωνή, ἥ φησιν ὅτι ὁ ἀθετῶν ἐμὲ ἀθετεῖ τὸν ἀποστείλαντά με; δι᾽ ὧν γὰρ τὸ εἶναί ποτε τοῦ μονογενοῦς ἀθετοῦσι, διὰ τούτων ἀτιμάζουσι τὸν πατέρα, πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα τῆς πατρικῆς δόξης τῷ λόγῳ περισυλήσαντες.

Οὐκοῦν ἐναργῶς πεφώραται διὰ τῶν εἰρημένων τοῦ λογογράφου ἡ ἀτονία τῆς κακουργίας, ὃς κατασκευάζειν ἐπιχειρῶν τὴν τῆς οὐσίας τοῦ μονογενοῦς πρὸς τὴν τοῦ πατρὸς ἐναντίωσιν διὰ τοῦ τὴν μὲν ἀγέννητον τὴν δὲ γεννητὴν ὀνομάζειν ἀπηλέγχθη τοῖς ἀσυστάτοις ἐμματαιάζων. ἐδείχθη γὰρ διὰ τῶν παρ᾽ αὐτοῦ λόγων πρῶτον μὲν ἕτερον εἶναι τὸ τῆς οὐσίας καὶ ἄλλο τὸ τῆς γεννήσεως ὄνομα, ἔπειτα δὲ ὅτι οὐκ οὐσία τις καινὴ καὶ παρηλλαγμένη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῷ υἱῷ ὑπέστη, ἀλλ᾽ ὅπερ ἐστὶν ὁ πατὴρ ἐν τῷ λόγῳ τῆς φύσεως, τοῦτο καὶ ὁ ἐξ ἐκείνου ἐστίν, οὐ μεταβληθείσης εἰς ἑτερότητα ἐν τῇ τοῦ υἱοῦ ὑποστάσει τῆς φύσεως, κατὰ τὴν προδειχθεῖσαν ἡμῖν τοῦ λόγου ἀλήθειαν ἐπὶ τῆς τοῦ Ἄβελ καὶ τοῦ Ἀδὰμ θεωρίας. ὡς γὰρ ἐκεῖ ὁ αὐτὸς ἦν ἐν τῷ τῆς οὐσίας λόγῳ τῷ γεννηθέντι ὁ μὴ γεννηθεὶς ὁμοιοτρόπως καὶ ἡ γέννησις τοῦ Ἄβελ τὴν τῆς φύσεως παραλλαγὴν οὐκ ἐποίησεν, οὕτως καὶ ἐπὶ τῶν ἀκηράτων δογμάτων οὐδὲν ἐν ἑαυτῷ διὰ τῆς ἰδίας γεννήσεως τὴν τοῦ μὴ γεννηθέντος οὐσίαν ἠλλοίωσεν ὁ μονογενὴς θεός, ἐκ τοῦ πατρὸς ἐξελθὼν καὶ ἐν τῷ πατρὶ ὤν, καθὼς τὸ εὐαγγέλιον λέγει, ἀλλ᾽ ἐστὶ κατὰ τὸν ἁπλοῦν τε καὶ ἰδιωτικὸν τῆς καθ᾽ ἡμᾶς πίστεως λόγον φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, πάντα ὢν οὗτος ὅσα ἐστὶν ἐκεῖνος πλὴν τοῦ ἐκεῖνος εἶναι.

τὸν δὲ σκοπὸν οὗ χάριν ταῦτα τεχνολογῶν διεξέρχεται οὐδὲν οἶμαι δεῖν ἐν τῷ παρόντι λέγειν, εἴτε τολμηρόν τε καὶ κινδυνῶδες εἴτε συγκεχωρημένον ἐστὶ καὶ ἀκίνδυνον τὸ παρασχηματίζειν ἔκ τινος εἴς τι τὰς σημαντικὰς ἐπὶ τῆς θείας φύσεως λέξεις καὶ 〈γέννημα〉 λέγειν τὸν γεννηθέντα.

Παρίημι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχῃ πέρα τοῦ δέοντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος ἀμελοίη τοῦ μείζονος· ἀλλ᾽ ἐκεῖνό φημι δεῖν ἀκριβῶς κατανοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεισάγει τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνός φησι πάντως, ὅτι τῇ τῶν προσηγοριῶν οἰκειότητι καὶ τὸ κατ᾽ οὐσίαν οἰκεῖον συμπαρεισάγεται· οὐ γὰρ ἂν ἐφ᾽ ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεζευγμένα σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειε· ἀλλ᾽ ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις τὸ οἰκεῖόν τε καὶ ἀλλότριον τῶν προσηγοριῶν διακρίνομεν. οὐκοῦν εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν υἱὸν πρὸς τὸν πατέρα, καταλιπόντες τὰς προσηγορίας τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν, πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται ἢ τὸ συγγενές τε καὶ ἴδιον. ἀλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν φανερᾶς μανίας ἐστίν. πῶς γάρ τις διὰ τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφῆ τε καὶ οἰκεῖαν ἐν τοῖς ὀνόμασι διασώσει τάξιν, 〈τῆς γεννηθείσης αὐτῆς οὐσίας〉, καθώς φησι, 〈καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν〉;

εἰ δὲ τὸ οἰκεῖον διὰ τῶν προσηγοριῶν τούτων ἀποσημαίνεσθαι λέγοι, συνήγορος ἐξ ἀνάγκης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνομάτων οἰκειότητος, καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κατασκευάζων σημαίνεσθαι καὶ τοῦτο πολλαχοῦ τῆς λογογραφίας ποιῶν οὐκ ἐπίσταται. δι᾽ ὧν γὰρ ἐπιχειρεῖ καθαιρεῖν τὴν ἀλήθειαν, ἀκουσίως πολλάκις καθέλκεται πρὸς συνηγορίαν τῶν πολεμουμένων δογμάτων. οἷόν τι καὶ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκούσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητευόντων κινούμενος ἡττήθη τῆς χάριτος καὶ τῶν θεοφορουμένων εἷς ἦν, τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι᾽ ἑαυτοῦ τὸν ἀποστάτην παιδεῦσαι θελήσαντος· ὅθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γέγονε βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης· Ἢ καὶ Σαοὺλ ἐν προφήταις;

Ἐν τίσιν οὖν ὁ Εὐνόμιος τῇ ἀληθείᾳ συνίσταται; ἐν οἷς φησιν ὅτι 〈αὐτὸς ὁ κύριος υἱὸς ὢν τοῦ θεοῦ τοῦ ζῶντος τὴν ἐκ τῆς παρθένου γέννησιν οὐκ ἐπαισχυνόμενος ἐν τοῖς ἑαυτοῦ λόγοις υἱὸν ἀνθρώπου πολλάκις ὠνόμασεν ἑαυτόν〉. τοῦτον γὰρ καὶ ἡμεῖς τὸν λόγον εἰς ἀπόδειξιν τοῦ κοινοῦ τῆς οὐσίας προφέρομεν, ὅτι τοῦ υἱοῦ τὸ ὄνομα ἴσην κατ᾽ ἀμφότερα τὴν τῆς φύσεως κοινωνίαν ἐνδείκνυται. ὡς γὰρ υἱὸς ἀνθρώπου λέγεται διὰ τὴν τῆς σαρκὸς αὐτοῦ πρὸς τὴν ἐξ ἧς ἐγεννήθη συγγένειαν, οὕτω καὶ τοῦ θεοῦ πάντως υἱὸς νοεῖται διὰ τὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὴν ἐξ ἧς ὑπέστη συνάφειαν. καὶ τὸ μέγιστον τῆς ἀληθείας ὅπλον οὗτος ὁ λόγος ἐστίν. τὸν γὰρ μεσίτην θεοῦ καὶ ἀνθρώπων, καθὼς ὠνόμασεν ὁ μέγας ἀπόστολος, οὐδὲν οὕτως ὡς τὸ τοῦ υἱοῦ δείκνυσιν ὄνομα, ἑκατέρᾳ φύσει, τῇ θείᾳ τε καὶ ἀνθρωπίνῃ, κατὰ τὸ ἴσον ἐφαρμοζόμενον. ὁ γὰρ αὐτὸς καὶ θεοῦ υἱός ἐστι καὶ υἱὸς ἀνθρώπου κατ᾽ οἰκονομίαν ἐγένετο, ἵνα τῇ πρὸς ἑκάτερον κοινωνίᾳ δι᾽ ἑαυτοῦ συνάψῃ τὰ διεστῶτα τῇ φύσει. εἰ μὲν οὖν ἀνθρώπου γενόμενος υἱὸς ἀμέτοχος ἦν τῆς ἀνθρωπίνης φύσεως, ἀκόλουθον ἂν ἦν θεοῦ υἱὸν ὄντα αὐτὸν μηδὲ κοινωνεῖν τῆς θείας οὐσίας λέγειν.

εἰ δὲ πᾶν τὸ ἀνθρώπινον σύγκριμα ἐν αὐτῷ ἦν (Ἐπειράθη γὰρ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας), ἀνάγκη πᾶσα καὶ πᾶν τῆς ὑπερεχούσης οὐσίας ἰδίωμα ἐν αὐτῷ πιστεύειν εἶναι, τῆς τοῦ υἱοῦ φωνῆς ὁμοίως αὐτῷ μαρτυρούσης ἑκάτερον, ἐν τῷ ἀνθρώπῳ μὲν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ θεῷ τὸ θεῖον.

Εἰ οὖν αἱ προσηγορίαι, καθώς φησιν ὁ Εὐνόμιος, τὸ οἰκεῖον ἐνδείκνυνται, ἡ δὲ οἰκειότης ἐν τοῖς πράγμασιν, οὐκ ἐν ψιλαῖς θεωρεῖται ταῖς τῶν ὀνομάτων φωναῖς (πράγματα δέ φημι 〈τὰ〉 καθ᾽ ἑαυτὰ νοούμενα, εἰ μὴ τολμηρὸν οὕτως εἰπεῖν τὸν υἱόν τε καὶ τὸν πατέρα), τίς ἂν ἀντείποι μὴ οὐχὶ καὶ αὐτὸν τὸν τῆς βλασφημίας προστάτην αὐτομάτως πρὸς τὴν συνηγορίαν τῆς εὐσεβείας καθελκυσθῆναι, δι᾽ ἑαυτοῦ τοὺς οἰκείους ἀνατρέποντα λόγους καὶ τὸ τῆς οὐσίας κοινὸν ἐπὶ τῶν θείων δογμάτων ἀνακηρύσσοντα; οὐ γὰρ ψεύδεται περὶ τούτων ἀκουσίως παρ᾽ αὐτοῦ προσριφεὶς ὑπὲρ τῆς ἀληθείας ὁ λόγος, ὅτι οὐκ ἂν ἐκλήθη υἱός, μὴ τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας ἐπαληθευούσης τὴν κλῆσιν. ὡς γὰρ οὐ λέγεται βάθρον υἱὸς τοῦ τεχνίτου οὐδ᾽ ἄν τις εἴποι τῶν σωφρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο οὐδὲ γέννημα τοῦ ἀμπελουργοῦ τὸν ἀμπελῶνα κατονομάζομεν, ἀλλ᾽ ἔργον μὲν ἀνθρώπου τὸ κατασκεύασμα, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ αὐτοῦ γεννώμενον, ὡς ἄν, οἶμαι, τὸ πρόσφορον διὰ τῶν ὀνομάτων ἐν τοῖς ὑποκειμένοις σημαίνοιτο, οὕτως καὶ υἱὸν θεοῦ τὸν μονογενῆ διδαχθέντες οὐ 〈κτίσμα〉 θεοῦ διὰ τῆς προσηγορίας ἐνοήσαμεν ταύτης, ἀλλ᾽ ὅπερ ἀληθῶς ἡ τοῦ υἱοῦ φωνὴ τῷ σημαινομένῳ ἐνδείκνυται.

εἰ δὲ καὶ ἀμπέλου γέννημα ὁ οἶνος ὑπὸ τῆς γραφῆς ὀνομάζεται, οὐδὲ οὕτως ἐκ τῆς ὁμωνυμίας ταύτης ἐπὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁ λόγος παραβλαβήσεται. οὐ γὰρ δρυὸς γέννημα τὸν οἶνόν φαμεν οὐδὲ ἀμπέλου τὴν βάλανον, ἀλλ᾽ εἴ τίς ἐστι κοινωνία κατὰ τὴν φύσιν τοῦ γεννήματος πρὸς τὸ ὅθεν ἐστίν. ἡ γὰρ ἐν τῇ ἀμπέλῳ νοτὶς διὰ τοῦ πυθμένος τῆς ῥίζης ὑπὸ τῆς ἐντεριώνης ἐξελκομένη τῇ δυνάμει μὲν ὕδωρ ἐστίν, ἀκολουθίᾳ δέ τινι διὰ τῶν ὁδῶν τῆς φύσεως πορευομένη καὶ ἐκ τῶν κατωτέρων πρὸς τὸ ὑπερκείμενον μεταρρέουσα πρὸς οἴνου μεταβάλλει ποιότητα, συνεργούσης τι καὶ τῆς ἡλιακῆς ἀκτῖνος, ἣ διὰ τῆς θερμότητος τὸ ὑγρὸν ἐκ τοῦ βάθους ἐπὶ τὴν βλάστην ἐξέλκουσα διὰ τῆς οἰκείας καὶ καταλλήλου πέψεως οἶνον τὴν ἰκμάδα ποιεῖ· ὥστε κατὰ φύσιν μὲν μηδεμίαν ἀλλοτριότητα τὴν ἐγκειμένην τῇ ἀμπέλῳ νοτίδα πρὸς τὸν οἶνον τὸν ἐξ αὐτῆς ἀπογεννώμενον ἔχειν. ἐξ ἐκείνου γὰρ τοῦ ὑγροῦ τὸ ὑγρὸν τοῦτο, καὶ οὐκ ἄν τις ἑτέραν τῆς τοῦ οἴνου ὑγρότητος αἰτίαν εἴποι, εἰ μὴ τὴν φυσικῶς ἐγκειμένην ταῖς κληματίσι νοτίδα. αἱ δὲ τῶν ποιοτήτων διαφοραὶ οὔ τινα κατὰ τὸ ὑγρὸν παραλλαγὴν ἐμποιοῦσιν, ἀλλά τινος ἰδιότητος τὸ ἐν τῷ οἴνῳ ὑγρὸν ἀπὸ τῆς ἐν τῷ κλήματι διακρινούσης † στύψεως ἢ γλυκύτητος ἢ ὑγρότητος † θατέρῳ τούτων παρομαρτούσης, ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν εἶναι, ταῖς δὲ τῶν ποιοτήτων διαφοραῖς ἐξαλλάσσειν.

Οὐκοῦν ὥσπερ υἱὸν ἀνθρώπου τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς ἀκηκοότες διὰ τῆς τοῦ ὀνόματος σχέσεως τὴν πρὸς τὸν ἀληθινὸν ἄνθρωπον οἰκειότητα μεμαθήκαμεν, οὕτω κἂν 〈γέννημα〉 κατὰ τὸν λόγον τῶν ὑπεναντίων ὁ υἱὸς λέγηται, οὐδὲν ἧττον καὶ διὰ τούτου τὸ κατ᾽ οὐσίαν οἰκεῖον αὐτοῦ πρὸς τὸν γεγεννηκότα μανθάνομεν, διὰ τὸ καὶ τὸν οἶνον γέννημα τῆς ἀμπέλου λεγόμενον μὴ ἀλλότριον εὑρεθῆναι κατὰ τὸν τῆς ὑγρότητος λόγον τῆς φυσικῶς ἐγκειμένης τῇ ἀμπέλῳ δυνάμεως. ἀλλὰ τὰ μὲν λεγόμενα παρὰ τῶν ὑπεναντίων εἴ τις ὑγιῶς ἐξετάζοι, πρὸς τὸ ἡμέτερον δόγμα βλέπει, ἡ δὲ διάνοια ταῖς ἰδίαις αὐτῶν κατασκευαῖς ἀντιφθέγγεται, πανταχοῦ τὸ κατὰ τὴν οὐσίαν ἀλλότριον κατασκευάζειν φιλονεικούντων. καίτοι γε παντάπασιν ἄπορόν ἐστι καταστοχάσασθαι, ὅθεν πρὸς τὰς τοιαύτας ὑπολήψεις ὑπήχθησαν. εἰ γὰρ ἡ τοῦ υἱοῦ προσηγορία οὐχ ἁπλῶς τὸ ἔκ τινος εἶναι σημαίνει, ἀλλ᾽ ἰδίως τὴν κατὰ φύσιν οἰκείωσιν διὰ τοῦ σημαινομένου παρίστησιν, ὡς αὐτός φησιν ὁ Εὐνόμιος, καὶ γέννημα δρυὸς οἶνος οὐ λέγεται, καὶ γεννήματα τῶν ἐχιδνῶν, καθώς φησί που τὸ εὐαγγέλιον, ὄφεις εἰσὶ καὶ οὐ πρόβατα, δῆλον ὅτι καὶ ἐπὶ τοῦ μονογενοῦς ἥ τε τοῦ υἱοῦ καὶ τοῦ γεννήματος προσηγορία οὐκ ἂν πρὸς τὸ ἑτερογενὲς ἔχοι τὴν οἰκειότητα.

ἀλλ᾽ εἴπερ κατὰ τὸν λόγον τῶν ὑπεναντίων καὶ 〈γέννημα〉 λέγεται καὶ κατὰ τὴν φύσιν, ὡς ὁμολογοῦσιν, ἐστὶν ἡ τοῦ υἱοῦ κλῆσις, τῆς οὐσίας ἐστὶ πάντως τοῦ γεγεννηκότος υἱός, οὐκ ἄλλου τινὸς τῶν ἔξω θεωρουμένων τῆς φύσεως. εἰ δὲ ἐκεῖθεν ἀληθῶς ἐστιν, οὐκ ἀπεξένωται πάντως τοῦ ὅθεν ἐστίν, ὡς καὶ ἐν τοῖς ἄλλοις ἐδείχθη, ὅτι πᾶν τὸ γεννητῶς ἔκ τινος ὑποστὰν ὁμογενές ἐστι πάντως τῷ ἐξ οὗ γέγονεν.

Εἰ δέ τις ἀπαιτοίη τῆς θείας οὐσίας ἑρμηνείαν τινὰ καὶ ὑπογραφὴν καὶ ἐξήγησιν, ἀμαθεῖς εἶναι τῆς τοιαύτης σοφίας οὐκ ἀρνησόμεθα, τοσοῦτον ὁμολογοῦντες μόνον, ὅτι οὐκ ἔστι τὸ ἀόριστον κατὰ τὴν φύσιν ἐπινοίᾳ τινὶ ῥημάτων διαληφθῆναι. τὸ γὰρ μὴ ἔχειν ὅρον τὴν θείαν μεγαλωσύνην ἡ προφητεία βοᾷ, διαρρήδην κηρύσσουσα ὅτι τῆς μεγαλοπρεπείας τῆς δόξης τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. εἰ δὲ τὰ περὶ αὐτὸν ἀπεράτωτα, πολὺ μᾶλλον αὐτὸς ἐκεῖνος κατ᾽ οὐσίαν ὅ τι ποτὲ καὶ ἐστὶν οὐδενὶ ὅρῳ κατ᾽ οὐδὲν μέρος διαλαμβάνεται. εἰ οὖν ἡ διὰ τῶν ὀνομάτων τε καὶ ῥημάτων ἑρμηνεία διαλαμβάνει πως τῇ σημασίᾳ τὸ ὑποκείμενον, τὸ δὲ ἀόριστον περιληφθῆναι οὐ δύναται, οὐκ ἄν τις εἰκότως τὴν ἀμαθίαν ἡμῶν αἰτιάσαιτο, μὴ θρασυνομένων κατὰ τῶν ἀτολμήτων. τίνι γὰρ ὀνόματι διαλάβω τὸ ἀπερίληπτον; διὰ ποίας φωνῆς ἐξαγγείλω τὸ ἀνεκφώνητον;

ἐπεὶ οὖν κρεῖττόν ἐστι καὶ ὑψηλότερον τῆς ὀνομαστικῆς σημασίας τὸ θεῖον, σιωπῇ τιμᾶν τὰ ὑπὲρ λόγον τε καὶ διάνοιαν μεμαθήκαμεν· κἂν ἐπεμβαίνῃ τῇ εὐλαβείᾳ ταύτῃ τοῦ λόγου ὁ ὑπερφρονῶν παρ᾽ ὃ δεῖ φρονεῖν, ἐν γέλωτι τὴν ἀμαθίαν ἡμῶν τὴν περὶ τῶν ἀκαταλήπτων ποιούμενος, καὶ τοῦ ἀσχηματίστου καὶ ἀορίστου καὶ ἀμεγέθους καὶ ἀπόσου, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, τὴν κατὰ τὸ ἀνόμοιον ἐπιγινώσκῃ παραλλαγὴν καὶ προφέρῃ τοῦτο πρὸς ἔλεγχον τῆς ἀμαθίας ἡμῶν, ὃ συνεχῶς παρὰ τῶν μαθητῶν τῆς ἀπάτης προτείνεται, τὸ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, εἰ τὴν οὐσίαν τοῦ προσκυνουμένου οὐκ οἴδαμεν, οὐ φοβηθησόμεθα κατὰ τὴν συμβουλὴν τοῦ προφήτου τὸν ὀνειδισμὸν τῶν ἀφρόνων οὐδὲ διὰ τὸν φαυλισμὸν αὐτῶν κατὰ τῶν ἀνεκφωνήτων θρασυστομήσομεν, τὸν ἰδιώτην τῷ λόγῳ Παῦλον διδάσκαλον τῶν ὑπὲρ γνῶσιν μυστηρίων ποιούμενοι, ὃς τοσοῦτον ἀπέχει τοῦ τὴν θείαν φύσιν ἐντὸς τῆς ἀνθρωπίνης περινοίας οἴεσθαι, ὡς καὶ τὰ κρίματα τοῦ θεοῦ ἀνεξερεύνητα λέγειν καὶ τὰς ὁδοὺς ἀνεξιχνιάστους καὶ τὰ τοῖς ἀγαπῶσιν αὐτὸν ὑπὲρ τῶν ἐν τῷ βίῳ τῷδε κατορθωθέντων ἐπηγγελμένα ὑπὲρ κατάληψιν εἶναι διϊσχυρίζεσθαι, ὡς μήτε ὀφθαλμῷ λαβεῖν μήτε ἀκοῇ δέξασθαι μήτε καρδίᾳ χωρῆσαι δυνατὸν εἶναι.

ταῦτα τοίνυν μαθόντες ἀπὸ τοῦ Παύλου θαρροῦντες ἀποφαινόμεθα, ὅτι οὐ μόνον τὰ κρίματα τοῦ θεοῦ τῆς τῶν ἐρευνᾶν ἐπιχειρούντων δυνάμεώς ἐστιν ὑψηλότερα, ἀλλὰ καὶ αἱ τῆς γνώσεως ὁδοὶ μέχρι τοῦ νῦν ἀτριβεῖς τε καὶ ἀνεπίβατοι μένουσι. τοῦτο γὰρ ἡγούμεθα τὸν ἀπόστολον σημᾶναι βουλόμενον ἀνεξιχνιάστους εἰπεῖν τὰς ὁδοὺς αἳ πρὸς τὸ ἀκατάληπτον φέρουσι, δεικνύντα διὰ τῆς λέξεως ὅτι ἀνεπίβατός ἐστι λογισμοῖς ἀνθρωπίνοις ἡ γνῶσις ἐκείνη, καὶ οὔπω τις ἐπέστησεν ἑαυτοῦ τὴν διάνοιαν τῇ τοιαύτῃ τοῦ λόγου πορείᾳ, οὔτε τι ἴχνος οὔτε σημεῖον καταληπτικῆς ἐφόδου τοῖς ἀλήπτοις ἐνεσημάνατο.

Ταῦτα τοίνυν ἐκ τῆς ἀποστολικῆς μεγαλοφωνίας μαθόντες ἀναλογιζόμεθα διὰ τῶν εἰρημένων ὅτι, εἰ τὰ κρίματα ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον τῷ μέτρῳ κατὰ τὸ ἄφραστόν τε καὶ ἀπροσπέλαστον ἀνώτερόν ἐστι καὶ ὑψηλότερον αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων, ὧν οὐδεμίαν εἶναι γνῶσιν ὁ θεοδίδακτος ἀποφαίνεται Παῦλος· καὶ διὰ τοῦτο βεβαιοῦμεν ἐν ἡμῖν αὐτοῖς τὸ καταχλευαζόμενον δόγμα, ὁμολογοῦντες ἐλάττους εἶναι κατὰ τὴν γνῶσιν τῶν ὑπερβαινόντων τὴν γνῶσιν, καὶ προσκυνεῖν φαμεν ἀληθῶς ὅπερ οἴδαμεν. οἴδαμεν δὲ τὸ ὕψος τῆς δόξης τοῦ προσκυνουμένου, αὐτῷ τῷ μὴ δύνασθαι τοῖς λογισμοῖς καταλαβεῖν ἀναλογιζόμενοι τὸ τοῦ μεγέθους ἀνείκαστον· καὶ τὸ πρὸς τὴν Σαμαρεῖτιν παρὰ τοῦ κυρίου ῥηθέν, καθ᾽ ἡμῶν δὲ παρὰ τῶν ἐχθρῶν προφερόμενον, πρὸς ἐκείνους ἂν μᾶλλον κυρίως λέγοιτο. τὸ γὰρ Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε φησὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος, σωματικαῖς ἐννοίαις ἐν ταῖς περὶ θεοῦ δόξαις προειλημμένην, ἧς καλῶς ὁ λόγος καθάπτεται, ὅτι θεὸν προσκυνεῖν οἱ Σαμαρεῖται νομίζοντες εἶτα σωματικῶς ἐγκαθιδρῦσθαι τόπῳ τὸ θεῖον οἰόμενοι μέχρι τῆς φωνῆς εὐσεβοῦσιν, ἄλλο τι προσκυνοῦντες καὶ οὐ θεόν.

οὐδὲν γὰρ ἐν περιγραφῇ νοούμενον θεῖόν ἐστιν· ἀλλ᾽ ἴδιον τῆς θεότητος τὸ πανταχοῦ εἶναι καὶ διὰ πάντων ἥκειν καὶ μηδενὶ περιείργεσθαι, ὥστε περιστρέφεται τοῖς χριστομάχοις εἰς κατηγορίαν αὐτῶν ὁ καθ᾽ ἡμῶν προφερόμενος λόγος. ὡς γὰρ τοπικῇ τινι περιγραφῇ τὸ θεῖον περιέχεσθαι Σαμαρεῖται νομίζοντες ἐπετιμήθησαν δι᾽ ὧν ἤκουσαν ὅτι Προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ ἀνόνητος γίνεται ὑμῖν ἡ λατρεία ἡ πρὸς θεὸν βλέπουσα, θεὸς γὰρ τόπῳ τινὶ καθιδρῦσθαι νομιζόμενος θεὸς οὐκ ἔστιν, — οὕτως ἂν εἴη κυρίως καὶ πρὸς τοὺς νέους Σαμαρείτας εἰπεῖν ὅτι τῷ ὀνόματι τῆς ἀγεννησίας οἷόν τινι τόπῳ περιειλῆφθαι τὴν θείαν οὐσίαν ὑπονοοῦντες Προσκυνεῖτε ὃ οὐκ οἴδατε, ὡς θεῷ μὲν λατρεύοντες, ἀγνοοῦντες δέ, ὅτι πάσης τῆς ἐξ ὀνομάτων σημασίας καὶ περιλήψεως ὑπερπίπτει τοῦ θεοῦ τὸ ἀόριστον.

Ἀλλὰ γὰρ ἐπὶ πλέον παρηνέχθη τῶν προκειμένων ὁ λόγος, τοῖς ἀεὶ κατὰ τὸ ἀκόλουθον ἐφευρισκομένοις ἑπόμενος. οὐκοῦν πάλιν τὴν ἀκολουθίαν ἐπαναλάβωμεν, ἐπειδὴ τὴν προτεθεῖσαν αὐτοῦ ῥῆσιν ἀποχρώντως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι οὐ πρὸς τὴν ἀλήθειαν μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ἔχουσαν ἐναντίως. εἰ γὰρ κατ᾽ αὐτοὺς ἡ φυσικὴ σχέσις τῇ τοῦ υἱοῦ προσηγορίᾳ πρὸς τὸν πατέρα συνίσταται καὶ πρὸς τὸν γεγεννηκότα ἡ τοῦ γεννήματος, κατά τινα γραμματικὴν φλυαρίαν τὰς σημαντικὰς τῆς θείας φύσεως λέξεις τῆς σοφίας τούτων εἰς ὀνομάτων σχῆμα παρατυπούσης, οὐκέτ᾽ ἄν τις ἀμφιβάλλοι τὴν ἐκ φύσεως συνισταμένην τῶν ὀνομάτων πρὸς ἄλληλα σχέσιν ἀπόδειξιν τῆς κατ᾽ οὐσίαν αὐτῶν οἰκειότητος, μᾶλλον δὲ ταὐτότητος γίνεσθαι. ἀλλά μοι μεταλαβέτω τὴν ἐναντίαν φωνὴν ὁ ἡμέτερος λόγος, ὡς ἂν μὴ δοκοίη τῇ ἀσθενείᾳ μόνῃ τῶν ἀντιμαχομένων τὸ δόγμα τῆς εὐσεβείας κρατύνεσθαι, ἀλλ᾽ ἐν ἑαυτῷ μάλιστα τὴν ἰσχὺν ἔχειν. ὡς οὖν ἐστι δυνατόν, δι᾽ εὐτονωτέρας τῆς συνηγορίας βεβαιωθήτω παρ᾽ ἡμῶν αὐτῶν ὁ ἀντικείμενος λόγος, ὡς ἂν τὸ ὑπερβάλλον τῆς δυνάμεως διαγνωσθείη κατὰ πολλὴν πεποίθησιν, καὶ τὰ παρειμένα παρὰ τῶν ἐναντίων εἰς ἀκριβῆ βάσανον τῆς ἀληθείας ἡμῶν προφερόντων. ἐρεῖ γὰρ ἴσως ὁ τοῖς ἐναντίοις ἰσχυριζόμενος, ὅτι οὐ πάντως ἡ τοῦ υἱοῦ καὶ τοῦ γεννήματος κλῆσις τὸ κατὰ τὴν φύσιν οἰκεῖον παρίστησι.

καὶ γὰρ καὶ τέκνον τις ὀργῆς ἐν τῇ γραφῇ λέγεται καὶ ἀπωλείας υἱὸς καὶ γέννημα ἐχίδνης, καὶ οὐ δήπου κοινότης τις φύσεως τοῖς τοιούτοις ὀνόμασι συνανεφάνη. οὐ γὰρ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ Ἰούδας, ὁ τῆς ἀπωλείας υἱὸς ὠνομασμένος, καὶ αὐτὴ κατὰ τὸ νοούμενον ἡ ἀπώλεια. ἄλλο γὰρ τοῦ κατὰ τὸν Ἰούδαν ἀνθρώπου καὶ ἕτερον τῆς ἀπωλείας τὸ σημαινόμενον. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐναντίου τὴν ἴσην κατασκευὴν ὁ λόγος ἔχει. υἱοὶ γὰρ φωτός τινες καὶ υἱοὶ ἡμέρας λεγόμενοι οὐ ταὐτόν εἰσι τῷ φωτὶ καὶ τῇ ἡμέρᾳ κατὰ τὸν λόγον τῆς φύσεως, καὶ τέκνα τοῦ Ἀβραὰμ οἱ λίθοι γίνονται, ὅταν διὰ τῆς πίστεως καὶ τῶν ἔργων τὴν συγγένειαν τὴν πρὸς αὐτὸν οἰκειώσωνται, καὶ οἱ τῷ πνεύματι τοῦ θεοῦ ἀγόμενοι, καθώς φησιν ὁ ἀπόστολος, υἱοὶ θεοῦ λέγονται, οὐ ταὐτὸν ὄντες τῷ θεῷ κατὰ τὴν φύσιν, καὶ πολλὰ τοιαῦτα παρὰ τῆς θεοπνεύστου γραφῆς ἔστιν ἀναλέξασθαι, δι᾽ ὧν ἡ ἀπάτη καθάπερ εἰκών τις ἐπηνθισμένη ταῖς γραφικαῖς μαρτυρίαις τὸ τῆς ἀληθείας εἴδωλον ὑποκρίνεται.

Τί οὖν ἡμεῖς πρὸς τοῦτό φαμεν; οἶδεν ἡ θεία γραφὴ κατ᾽ ἀμφοτέρων τῶν ἐννοιῶν κεχρῆσθαι τοῦ υἱοῦ τῇ φωνῇ, ὥστε τισὶ μὲν ἐκ φύσεως, τισὶ δὲ ἐπισκευαστὴν καὶ ἐπίκτητον εἶναι τὴν τοιαύτην προσηγορίαν. ὅταν μὲν γὰρ υἱοὺς ἀνθρώπων καὶ υἱοὺς λέγῃ κριῶν, τὴν κατ᾽ οὐσίαν τοῦ γεννηθέντος πρὸς τὸν ἐξ οὗ γέγονε σχέσιν ἀποσημαίνει· ὅταν δὲ υἱοὺς δυνάμεως ἢ τέκνα λέγῃ θεοῦ, τὴν ἐκ προαιρέσεως γινομένην ἀγχιστείαν παρίστησι. καὶ μέντοι καὶ κατὰ τὴν ἐναντίαν διάνοιαν οἱ αὐτοὶ καὶ υἱοὶ Ἠλεὶ καὶ υἱοὶ λοιμοὶ ὠνομάσθησαν, πρὸς ἑκάτερον νόημα τῆς τῶν υἱῶν προσηγορίας εὐαρμόστως ἐχούσης. τῷ μὲν γὰρ υἱοὶ τοῦ Ἠλεὶ κληθῆναι τὸ κατὰ τὴν φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθησαν, λοιμοὶ δὲ υἱοὶ κατονομασθέντες ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθησαν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν ἑαυτῶν οἰκειώσαντες. ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως καὶ τῶν καθ᾽ ἡμᾶς πραγμάτων διὰ τὸ πρὸς ἑκάτερον ἐπιρρεπῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ᾽ ἡμῖν ἐστιν ἢ νυκτὸς ἢ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως.

οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρωπίνης ἠλλοτριώθη γεννήσεως, οὔτε ὁ τῷ ἀγαθῷ διὰ προαιρέσεως ἑαυτὸν οἰκειώσας τὸ ἐξ ἀνθρώπων φῦναι διὰ τῆς ἀστειότητος τῶν ἐπιτηδευμάτων ἀπώσατο, ἀλλὰ τῆς φύσεως ὁμοίως ἐφ᾽ ἑκατέρων ἑστώσης αἱ κατὰ τὰς προαιρέσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδύονται, ἢ θεοῦ τέκνα δι᾽ ἀρετῆς ἢ τοῦ ἀντικειμένου διὰ κακίας γινόμεναι.

Ἐπὶ δέ γε τῶν θείων δογμάτων 〈ὁ τὴν φυσικὴν διασῴζων τάξιν〉 Εὐνόμιος (αὐτοῖς γὰρ χρήσομαι τοῦ λογογράφου τοῖς ῥήμασι) 〈καὶ τοῖς ἄνωθεν ἐγνωσμένοις ἐμμένων καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος, τῆς γεννηθείσης αὐτῆς〉, ὥς φησιν, 〈οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν〉, πῶς ἀλλοτριοῖ τῆς κατ᾽ οὐσίαν οἰκειότητος τὸ γεννηθὲν τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῇ λεγομένων υἱῶν ἢ γεννημάτων ἢ πάλιν ἐφ᾽ ὧν ἔπαινός τις παρομαρτεῖ τοῖς τοιούτοις ὀνόμασιν οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθεὶς τέκνον ὀργῆς προσηγόρευται, οὐδ᾽ αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι, ἀλλ᾽ ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγγενείας ὀνόματα. ἐνταῦθα δέ φησιν ὁ Εὐνόμιος ὅτι 〈γεννητὸν ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραιτούμεθα, τῆς γεννηθείσης〉, φησίν, 〈οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων σχέσιν οἰκειουμένης〉. εἰ οὖν διὰ τὸ ἀληθῶς 〈γέννημα〉 εἶναι τὸν υἱὸν ὁμολογεῖ 〈τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν〉, πῶς ἔχει καιρὸν ἐφαρμόζειν τὴν τοιαύτην αἰτίαν τῶν ὀνομάτων τοῖς τε κατὰ μεταφορὰν ἐκ καταχρήσεως λεγομένοις καὶ οἷς ἡ φυσικὴ σχέσις, καθώς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦται κλῆσιν;

οὐκοῦν ἐπὶ μόνων ἀληθὲς τὸ τοιοῦτόν ἐστιν οἷς μεθόριος πρὸς ἀρετήν τε καὶ κακίαν ἡ φύσις, ἐφ᾽ ὧν πολλάκις τὰ ἐναντία τις ἀντιμεταλαμβάνει τῶν ὀνομάτων, νῦν μὲν φωτός, πάλιν δὲ σκότους διὰ τῆς πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναντίον προσκλίσεως τέκνον γινόμενος. ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐκέτ᾽ ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπιφημίζεσθαι λέγοι καθ᾽ ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. οὐ γὰρ ἂν εἰς τοῦτον ἔλθοι τὸν λόγον, ὅτι ὥσπερ ἄνθρωπος ἀποθέμενος τὰ ἔργα τοῦ σκότους διὰ τῆς εὐσχήμονος ζωῆς φωτὸς γίνεται τέκνον, οὕτω καὶ ὁ μονογενὴς θεὸς ἐκ μεταβολῆς ἐκ τοῦ χείρονος ἀντιλαμβάνει τὸ προτιμότερον. ἄνθρωπος μὲν γάρ τις ὢν υἱὸς θεοῦ γίνεται διὰ τῆς πνευματικῆς γεννήσεως Χριστῷ συναπτόμενος· ὁ δὲ τὸν ἄνθρωπον δι᾽ ἑαυτοῦ θεοῦ υἱὸν ποιῶν αὐτὸς ἄλλου υἱοῦ τοῦ χαριζομένου αὐτῷ τὴν υἱοθεσίαν οὐκ ἐπιδέεται, ἀλλ᾽ ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ὀνομάζεται. ἄνθρωπος μὲν αὐτὸς ἑαυτὸν ἀμείβει, τοῦ παλαιοῦ τὸν νέον ἀνταλλασσόμενος· θεὸς δὲ εἰς τί ἀλλαγήσεται, ὥστε ὃ μὴ ἔχει προσκτήσασθαι; ἄνθρωπος μὲν ἑαυτὸν ἀπεκδυσάμενος τὴν θείαν ἐπενδύεται φύσιν· ὁ δὲ ἀεὶ ὡσαύτως ἔχων τί ἀποτίθεται ἢ τί περιβάλλεται; ἄνθρωπος μὲν υἱὸς θεοῦ γίνεται προσλαβὼν ἃ οὐκ ἔχει καὶ ἀποβαλὼν ἃ ἔχει· ὁ δὲ μηδέποτε γεγονὼς ἐν κακίᾳ οὔτε ὃ λάβῃ οὔτε ὃ καταλίπῃ ἔχει.

πάλιν ὁ ἄνθρωπος δύναται πῆ μὲν ἀληθῶς υἱός τινος λέγεσθαι, ὅταν πρὸς τὴν φύσιν βλέπων τις λέγῃ, πῆ δὲ ἐκ καταχρήσεως, ὅταν ἡ τοῦ βίου προαίρεσις ἐπιβάλῃ τὸ ὄνομα. ὁ δὲ θεὸς ἓν ὢν ἀγαθὸν ἐν ἁπλῇ τε καὶ ἀσυνθέτῳ τῇ φύσει πάντοτε πρὸς τὸ αὐτὸ βλέπει καὶ οὐδέποτε ταῖς τῆς προαιρέσεως ὁρμαῖς μεταβάλλεται, ἀλλ᾽ ἀεὶ καὶ βούλεται ὅπερ ἐστὶν καὶ ἐστὶ πάντως ὃ καὶ βούλεται, ὥστε δι᾽ ἀμφοτέρων υἱὸς θεοῦ κυρίως καὶ ἀληθῶς ὀνομάζεσθαι, τῆς τε φύσεως ἐν ἑαυτῇ τὸ ἀγαθὸν ἐχούσης τῆς τε προαιρέσεως οὐκ ἀπερρωγυίας τοῦ κρείττονος, ὡς μὴ ἂν ἐκ καταχρήσεως αὐτῷ τὴν φωνὴν ταύτην ἐπικληθῆναι. οὐκοῦν οὐδεμίαν ἔχει χώραν, ἅπερ ἐκ προσώπου τῶν ἐναντίων ἑαυτοῖς ἀντεθήκαμεν, ταῦτα ἐπὶ παραγραφῇ τῆς κατὰ φύσιν οἰκειότητος παρὰ τῶν ἐναντίων προφέρεσθαι.

Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἢ διότι μισοῦντες τε καὶ ἀποστρεφόμενοι τὴν ἀλήθειαν υἱὸν μὲν αὐτὸν ὀνομάζουσιν, ὡς δ᾽ ἂν μὴ τὸ κατ᾽ οὐσίαν κοινὸν διὰ τῆς φωνῆς ταύτης μαρτυρηθείη, τῆς ἐγκειμένης τῷ ὀνόματι σημασίας τὴν φωνὴν χωρίσαντες κενὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ ἀσήμαντον τῷ μονογενεῖ καταλείπουσι, μόνον αὐτῷ τὸν ψόφον τῆς φωνῆς χαριζόμενοι. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω καὶ οὐ παραστοχάζομαι τοῦ σκοποῦ τῶν ὑπεναντίων, φανερῶς ἔστιν ἐξ αὐτῶν ὧν κατεπιχειροῦσι τῆς ἀληθείας μαθεῖν. τοιαῦτα γάρ ἐστιν ἃ παρ᾽ αὐτῶν ἐπὶ κατασκευῇ τῆς βλασφημίας προφέρεται, 〈ὅτι πολλὰ τοῦ μονογενοῦς ὀνόματα παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν, λίθον ἀξίνην πέτραν θεμέλιον ἄρτον ἄμπελον θύραν ὁδὸν ποιμένα πηγὴν ξύλον ἀνάστασιν διδάσκαλον φῶς καὶ ἄλλα τοιαῦτα πολλά, ἀλλ᾽ οὐδὲν τούτων κατὰ τὴν πρόχειρον σημασίαν εὐσεβές ἐστιν ἐπὶ τοῦ κυρίου νοοῦντας λέγειν.

ἦ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ ἀσώματόν τε καὶ ἄϋλον ἁπλοῦν τε καὶ ἀσχημάτιστον ταῖς ἐμφαινομέναις τισὶ τῶν ὀνομάτων σημασίαις διαμορφοῦσθαι νομίζειν, ὥστε ἀξίνην ἀκούσαντας τὸ τοιόνδε σχῆμα τοῦ σιδήρου νοεῖν ἢ φῶς τὸ ἐναέριον ἢ ἄμπελον τὴν ἐκ φυτείας κλημάτων ἤ τι τῶν ἄλλων ἕκαστον, καθὼς ἡ συνήθεια νοεῖν ὑποτίθεται· ἀλλ᾽ ἐπὶ τὸ θεοπρεπέστερον τὰς τῶν ὀνομάτων τούτων μετενεγκόντες ἐμφάσεις ἄλλο τι νοοῦμεν, κἂν οὕτω κατονομάζωμεν, οὐχ ὡς ὄντα τι τούτων κατὰ τὸν λόγον τῆς φύσεως, ἀλλ᾽ ὡς ταῦτα μὲν λεγόμενον, ἄλλο δέ τι παρὰ ταῦτα διὰ τῶν λεγομένων νοούμενον. εἰ δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ ἀληθῶς ἐπιλέγεται τῷ μονογενεῖ θεῷ καὶ τῆς φύσεως οὐ περιέχει τὴν ἔνδειξιν, ἀκόλουθον εἶναι〉 λέγουσι 〈μηδὲ τοῦ υἱοῦ τὸ σημαινόμενον κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν εἰς τὴν τῆς φύσεως ἐρμηνείαν παραλαμβάνειν, ἀλλ᾽ ἐξευρίσκειν τινὰ σημασίαν καὶ ταύτης τῆς φωνῆς ἑτέραν παρὰ τὴν κοινήν τε καὶ πρόχειρον〉. ταῦτα καὶ τὰ τοιαῦτα φιλοσοφοῦσι πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τὸν υἱὸν ὅπερ ἐστί τε καὶ λέγεται. ἡμῖν δὲ πρὸς ἕτερον μὲν ἦν σπεύδων ὁ λόγος, τὴν πρόσφατον τοῦ Εὐνομίου λογογραφίαν δεῖξαι ψευδῆ καὶ ἀσύστατον καὶ οὔτε πρὸς τὴν ἀλήθειαν οὔτε πρὸς ἑαυτὴν συμφωνοῦσαν.

ἐπεὶ δὲ δι᾽ ὧν κατηγοροῦμεν τοῦ δόγματος αὐτῶν οἷόν τις συνηγορία τῆς βλασφημίας ἐπεισήχθη τῷ λόγῳ, καλῶς ἂν ἔχοι περὶ τούτου πρότερον ἐν ὀλίγῳ διαλαβεῖν, εἶθ᾽ οὕτως ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγραμμένων ἐπανελθεῖν.

Τί τοίνυν ἔστιν εἰπόντας πρὸς τὰ τοιαῦτα μὴ διαμαρτεῖν τοῦ προσήκοντος; ὅτι πολλῶν ὄντων, καθὼς κἀκεῖνοί φασι, τῶν ὀνομάτων, ἃ τῷ μονογενεῖ παρὰ τῆς γραφῆς ἐπιλέγεται, οὐδὲν τῶν ἄλλων τῇ πρὸς τὸν γεγεννηκότα φαμὲν ἀναφορᾷ τὸ προσφυὲς ἔχειν. οὐ γὰρ ὥσπερ υἱὸν τοῦ πατρός, οὕτως ἢ λίθον ἢ ἀνάστασιν ἢ ποιμένα ἢ φῶς ἤ τι τῶν ἄλλων ἐπὶ τὸν θεὸν τῶν ὅλων ἐπαναφέροντες λέγομεν, ἀλλ᾽ ἔστιν οἷον τέχνῃ τινὶ καὶ κανόνι διχῇ διελέσθαι τῶν θείων ὀνομάτων τὴν σημασίαν. τὰ μὲν γὰρ τῆς ὑψηλῆς τε καὶ ἀφράστου δόξης τὴν ἔνδειξιν ἔχει, τὰ δὲ τὸ ποικίλον τῆς προνοητικῆς οἰκονομίας ἐνδείκνυται· ὥστε καθ᾽ ὑπόθεσιν εἰ μὴ τὸ εὐεργετούμενον εἴη, μηδὲ τὰς φωνὰς ταύτας ἐπ᾽ αὐτοῦ τετάχθαι αἳ τὴν εὐεργεσίαν ἐνδείκνυνται. ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρμηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσφυῶς καὶ κυρίως ἐφαρμόζονται τῷ μονογενεῖ θεῷ. ὡς δ᾽ ἂν ἐναργέστερον ἡμῖν ἐκκαλυφθείη τὸ τοιοῦτον δόγμα, ἐπ᾽ αὐτῶν ἔσται τῶν ὀνομάτων ἡ θεωρία. οὐκ ἂν ἄμπελος ὠνομάσθη ὁ κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ῥιζουμένων, οὐδ᾽ ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ ἀπολώλει, οὐδ᾽ ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ᾽ ἑαυτοῦ κατεδέχετο, μὴ διά τινος προνοητικῆς ἐνεργείας προσφόρως ἐπὶ τῶν εὐεργετουμένων τὰς φωνὰς οἰκειούμενος.

τί γὰρ δεῖ τὰ καθ᾽ ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; υἱὸς δὲ καὶ δεξιὰ καὶ μονογενὴς καὶ λόγος καὶ σοφία καὶ δύναμις καὶ τὰ τοιαῦτα πάντα, ὅσα πρός τι λέγεται, καθάπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ πατρὶ πάντως συνονομαζόμενος λέγεται. θεοῦ γὰρ δύναμις ὀνομάζεται καὶ θεοῦ δεξιὰ καὶ θεοῦ σοφία καὶ πατρὸς υἱὸς καὶ μονογενὴς καὶ λόγος πρὸς τὸν θεὸν καὶ ὅσα τοιαῦτα. οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων κατάλληλόν τινα τῷ ὑποκειμένῳ καὶ πρέπουσαν ἐνθεωρεῖν σημασίαν, ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσεβείας πλημμελήσαιμεν λόγον.

Ὥσπερ τοίνυν τῶν ἄλλων ἕκαστον πρὸς τὸ θεοπρεπὲς μεταλαβόντες ἀθετοῦμεν τὴν πρόχειρον ἐπ᾽ αὐτῶν ἔννοιαν, ὡς μήτε φῶς ὑλικὸν μήτε πατουμένην ὁδὸν μήτε ἄψυχον λίθον μήτε τὸν ἐκ γεωργίας ἄρτον μήτε τὸν διὰ ῥημάτων λόγον, ἀλλ᾽ ἀντὶ τούτων ἐκεῖνα ὀνομάζειν ὅσα τὸ μεγαλεῖον τῆς δυνάμεως τοῦ θεοῦ λόγου παρίστησιν, οὕτως εἴ τις ἀθετοίη τοῦ υἱοῦ τὴν συνήθη καὶ κατὰ φύσιν σημασίαν, δι᾽ ἧς τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ γεγεννηκότος μανθάνομεν, πρός τινα θεοπρεπεστέραν ἑρμηνείαν μεταλήψεται πάντως τὸ ὄνομα. ἐπειδὴ γὰρ τῶν ἄλλων ἑκάστου πρὸς τὸ ἐνδοξότερον ἡ μετάληψις γινομένη πρὸς τὴν τῆς θείας δυνάμεως ἔνδειξιν ἥρμοσεν, ἀκόλουθον πάντως ἐστὶ καὶ τούτου τοῦ ὀνόματος ἐπὶ τὸ ὑψηλότερον μετενεχθῆναι τὸ σημαινόμενον. τίς ἂν οὖν γένοιτο θεοπρεπεστέρα διάνοια ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, εἰ ἀθετοῖτο κατὰ τὸν λόγον τῶν ὑπεναντίων ἡ φυσικὴ πρὸς τὸν γεννήσαντα σχέσις; τάχα γὰρ οὕτως οὐδεὶς πρὸς ἀσέβειαν τολμηρός, ὡς ἐν τοῖς περὶ τῆς θείας φύσεως λόγοις τὸ ταπεινὸν καὶ χαμαίζηλον τῶν ὑψηλῶν τε καὶ μεγάλων ἁρμοδιώτερον οἴεσθαι.

οὐκοῦν εἰ μέν τινα ταύτης μεγαλοφυεστέραν διάνοιαν ἐξευρίσκουσιν, ὡς ἀνάξιον εἶναι δοκεῖν περὶ τοῦ μονογενοῦς νοεῖν τὸ ἐκ τῆς φύσεως τοῦ πατρὸς αὐτὸν εἶναι, εἰπάτωσαν εἴ τι γινώσκουσι κατὰ τὴν ἀπόρρητον αὐτῶν σοφίαν τῆς πατρικῆς φύσεως ὑψηλότερον, ὥστε πρὸς ἐκεῖνο τὸν μονογενῆ θεὸν ἐπάραντας τῆς πρὸς τὸν πατέρα σχέσεως αὐτὸν ὑπερᾶραι· εἰ δὲ παντὸς ὕψους ὑπέρκειται καὶ πᾶσαν δύναμιν θαυμαστικὴν ὑπερβαίνει τῆς θείας φύσεως τὸ μεγαλεῖον, τίς ὑπολείπεται λόγος ἐπὶ τὸ μεῖζον φέρων τῆς τοῦ υἱοῦ κλήσεως τὴν ἑρμηνείαν; ἐπειδὴ τοίνυν ὁμολογεῖται πᾶσαν περὶ τοῦ μονογενοῦς σημαντικὴν λέξιν, κἂν ἐκ τῆς κάτω συνηθείας ὀνομάζηται, πρὸς τὸ μεγαλειότερον ταῖς ἐννοίαις μετατεθεῖσαν κυρίως λέγεσθαι, δείκνυται δὲ μὴ δύνασθαί τινα μεγαλοφυεστέραν ἔννοιαν τῆς τοῦ υἱοῦ προσηγορίας εὑρεῖν ταύτης, ἣ τὸ γνήσιον πρὸς τὸν γεγεννηκότα παρίστησι, οὐδὲν οἶμαι χρῆναι πλέον ἐπιδιατρίβειν τῷ τόπῳ, ἱκανῶς διὰ τῶν εἰρημένων ἀποδειχθέντος ὅτι οὐ προσήκει καθ᾽ ὁμοιότητα τῶν λοιπῶν ὀνομάτων καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν μεθερμηνεύεσθαι.

Ἀλλ᾽ ἐπὶ τὸ βιβλίον πάλιν ἐπανακτέον τὴν θεωρίαν. οὐκ ἔστι τῶν αὐτῶν τὸν γεννητὸν 〈γέννημα λέγειν μὴ παραιτεῖσθαι〉 (τοῖς γὰρ ἐκείνων χρήσομαι ῥήμασιν), 〈τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν〉, καὶ πάλιν μετατιθέναι τὰς προσφυεῖς ὀνομασίας εἰς τροπικὰς μεταλήψεις· ὥστε δυοῖν θάτερον, ἢ τὸ πρότερον τῶν ἐπιχειρημάτων αὐτοῖς διαπέπτωκε καὶ μάτην καταφεύγουσι πρὸς τὴν ἐκ φύσεως τάξιν εἰς κατασκευὴν τοῦ δεῖν 〈γέννημα〉 τὸν γεννηθέντα προσαγορεύειν, ἢ εἰ τοῦτο κατὰ τὸ προσῆκον λέγεται, ὁ ἕτερος λόγος ὑπὸ τῶν προκατεσκευασμένων διαλυθήσεται. ὁ γὰρ διὰ τὸ γεννηθῆναι 〈γέννημα〉 κατ᾽ ἐκείνους λεγόμενος δι᾽ αὐτὸ τοῦτο 〈ποίημα〉 καὶ 〈κτίσμα〉 λέγεσθαι φύσιν οὐκ ἔχει. πλεῖστον γὰρ δήπου διενήνοχεν ἑκατέρου τῶν ὀνομάτων τὸ σημαινόμενον, καὶ προσήκει τὸν λελογισμένως ταῖς φωναῖς κεχρημένον πρὸς τὸ ὑποκείμενον βλέποντα κεχρῆσθαι τοῖς ῥήμασιν, ὡς ἂν μή τινα σύγχυσιν περὶ τὰς ἐννοίας πάθοιμεν, ἀνοικείως τοῖς σημαινομένοις τὰς φωνὰς ἐπαλλάσσοντες. διὰ τοῦτο τεχνίτου μὲν ἔργον τὸ διὰ τῆς τέχνης ἀπεργασθὲν ὀνομάζομεν, υἱὸν δὲ ἀνθρώπου τὸν ἐξ ἐκείνου φύντα προσαγορεύομεν, οὔτε δὲ τὸ ἔργον υἱὸν οὔτε τὸν υἱὸν ἔργον τῶν σωφρονούντων εἴποι τις ἄν· συγχέοντος γάρ ἐστι καὶ ἀναθολοῦντος ἐν τῇ πεπλανημένῃ τῶν ὀνομάτων χρήσει τὴν ἀληθῆ σημασίαν.

ὥστε τῶν δύο τούτων τὸ ἕτερον ἐπὶ τοῦ μονογενοῦς ἀληθεύειν ἐπάναγκες, εἰ μὲν υἱός ἐστιν, 〈κτίσμα〉 μὴ λέγεσθαι, εἰ δὲ κτιστός, τῆς τοῦ υἱοῦ προσηγορίας ἀλλοτριοῦσθαι, καθάπερ καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ τὰ καθ᾽ ἕκαστον πάντα κτίσματα ὄντα τὴν τοῦ υἱοῦ κλῆσιν οὐχ ὑποδύεται. ἀλλ᾽ ἐπειδὴ μαρτυρεῖ γεννητὸν εἶναι τὸν μονογενῆ θεὸν ὁ Εὐνόμιος, ἰσχυροτέρα δὲ πρὸς τὴν τῆς ἀληθείας σύστασιν ἡ τῶν ἐχθρῶν μαρτυρία, καὶ τὸ μὴ κτιστὸν εἶναι πάντως διὰ τοῦ τὸ γεννητὸν εἰπεῖν εἶναι συνεμαρτύρησεν. ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. πολλῶν γὰρ ἡμῖν λόγων ἐπιρρεόντων, ὡς ἂν μὴ τὸ πλῆθος εἰς ἀμετρίαν ἐκπέσοι, τούτοις περὶ τῶν προτεθέντων ἀρκεσθησόμεθα.

Καιρὸς δ᾽ ἂν εἴη καὶ τὴν περὶ τοῦ γεννήματος φυσιολογίαν τὴν ἐπιμελῶς αὐτῷ φιλοσοφηθεῖσαν ἐξετάσαι τῷ λόγῳ. φησὶ τοίνυν (ἐρῶ δὲ κατὰ λέξιν τὸν καλλιγραφηθέντα λόγον αὐτῷ κατὰ τῆς ἀληθείας)· 〈τίς γὰρ οὕτως ἀμελὴς καὶ τῆς τῶν ὄντων φύσεως ἀνεπίσκεπτος, ὡς ἀγνοεῖν ὅτι τῶν σωμάτων, ὅσα περὶ γῆν ἐν τῷ γεννᾶν καὶ γεννᾶσθαι, ποιεῖν τε καὶ πάσχειν ἐξεταζόμενα τά τε γεννῶντα μεταδίδωσι τῆς ἰδίας οὐσίας καὶ τὰ γεννώμενα τῆς αὐτῆς μεταλαμβάνειν πέφυκεν, ἅτε κοινῆς οὔσης τῆς ὑλικῆς αἰτίας καὶ τῆς ἔξωθεν ἐπιρρεούσης χορηγίας, τά τε γεννώμενα γεννᾶται κατὰ πάθος καὶ τὰ γεννῶντα κατὰ φύσιν οὐ καθαρὰν ἴσχει τὴν ἐνέργειαν διὰ τὸ παντοίοις πάθεσι συνεζεῦχθαι τὴν φύσιν〉. ὁρᾶτε πῶς πρεπόντως τοῦ ἐν ἀρχῇ ὄντος λόγου θεοῦ διαλαμβάνει τῇ θεωρίᾳ τὴν προαιώνιον γέννησιν ὁ τὴν τῶν ὄντων φύσιν δι᾽ ἀκριβείας ἐπισκεπτόμενος, σώματα περὶ γῆν καὶ ὑλικὴν αἰτίαν καὶ πάθος γεννώντων τε καὶ γεννωμένων καὶ πάντα τὰ τοιαῦτα, δι᾽ ὧν ἐρυθριάσειεν ἄν τις τῶν νοῦν ἐχόντων, κἂν περὶ ἡμῶν λέγηται, στηλιτευομένης τῷ λόγῳ τῆς ἐμπαθοῦς ἡμῶν φύσεως. ἀλλ᾽ ἡ μὲν λαμπρὰ τοῦ λογογράφου περὶ τοῦ μονογενοῦς θεοῦ φυσιολογία τοιαύτη. ἡμεῖς δὲ τὸ σχετλιάζειν ἀφέντες (τί γὰρ ἂν καὶ πλέον ὁ στεναγμὸς ἡμῖν πρὸς κατάλυσιν τῆς τῶν ἐχθρῶν κακίας συναγωνίσαιτο;)

τὸν νοῦν τῶν εἰρημένων, ὅπως ἂν οἷοί τε ὦμεν, δημοσιεύσωμεν, περὶ ποίου γεννήματος ἡ θεωρία προὔκειτο, τοῦ κατὰ σάρκα συνισταμένου ἢ τοῦ κατὰ τὸν μονογενῆ θεόν. διπλῆς γὰρ οὔσης τῆς θεωρίας, ἐπί τε τῆς θείας καὶ ἁπλῆς καὶ ἀΰλου ζωῆς καὶ ἐπὶ τῆς ὑλικῆς τε καὶ ἐμπαθοῦς ὑποστάσεως, καὶ ὁμοίως λεγομένης ἐπ᾽ ἀμφοῖν τῆς γεννήσεως ἀναγκαῖον ἂν εἴη τρανὴν καὶ ἀσύγχυτον τὴν διαστολὴν τῶν σημαινομένων ποιήσασθαι, μή πη τὴν ἀλήθειαν ἡ τῆς γεννήσεως ὁμωνυμία παραλογίσηται. ἐπειδὴ τοίνυν ἡ μὲν διὰ σαρκὸς εἰς τὸ εἶναι πάροδος ὑλική τίς ἐστι καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον καὶ ἀναφὲς καὶ ἀνείδεον καὶ τῆς ὑλώδους ἐπιμιξίας ἐλεύθερον πάσης διαθέσεως ἐμπαθοῦς ἠλλοτρίωται, θεωρῆσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀκηράτου καὶ θείας ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώσης. ἀλλ᾽ οὐκ ἄν τις ἀντείποι τὸ μὴ [περὶ] τοῦ μονογενοῦς θεοῦ τὴν προαιώνιον ὕπαρξιν προκεῖσθαι τῇ θεωρίᾳ τοῦ λόγου. τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ, ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ καταρρυπαίνων τὴν φύσιν καὶ τὰ περὶ τὴν ἀνθρωπίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκειμένην ὑπόθεσιν; οὐ γὰρ τὴν ζῳώδη ταύτην γέννησιν τὴν διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα.

τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἑαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώπινον ἄλλον ἑρμηνέα τῆς ἑαυτοῦ ζητεῖν φύσεως καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη, ὅσα τῇ γεννήσει συνθεωρεῖται τοῦ σώματος, ὅτι ἄλλως μὲν ὁ τίκτων, ἑτέρως δὲ τὸ τικτόμενον ἐν πάθει γίνεται, ὡς ἂν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτός τε διὰ πάθους γεννᾷ καὶ πάθος αὐτῷ τῆς γεννήσεως ἤρξατο; ταῦτα γὰρ καὶ σιωπώμενα καὶ λεγόμενα τὸ ἴσον ἔχει, κἄν τις διεξίῃ δημοσιεύων τὰ κρύφια, κἂν συγκαλύπτῃ [τῇ] σιωπῇ τὰ ἀπόρρητα, τὸ διὰ πάθους προϊέναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοήσαμεν. ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς τε καὶ ἀφράστου τοῦ μονογενοῦς ὑπάρξεως, καθ᾽ ἣν ἐκ τοῦ πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον.

Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως ὁ καινὸς θεολόγος ῥεῦσιν καὶ πάθος καὶ ὑλικὴν αἰτίαν καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν καὶ ἔξωθεν ἐπιρρέουσαν χορηγίαν καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προστίθησιν, οὐκ οἶδα τί παθὼν ὁ τῷ ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλήπτων ἔξω τῆς ἑαυτοῦ γνώσεως καταλείπεσθαι λέγων καὶ τὴν ἄρρητον τοῦ υἱοῦ γέννησιν ἑρμηνεύειν ἐπαγγελλόμενος, ἀποστὰς τῶν προκειμένων ἐγχέλυος δίκην εἰς τὸν ἰλυώδη βόρβορον τῶν λογισμῶν καταδύεται κατὰ τὸν νυκτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρᾳ κόπον τοῖς λογισμοῖς κατεσύρετο, καὶ πῶς ἂν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο διηπόρει λέγων Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τῷ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνου πάλιν κυοφορηθῆναι μητρῴου τὴν πνευματικὴν γέννησιν διελέγξειν ἀσύστατον. ἀλλὰ κἀκείνου τὴν πεπλανημένην ὑπόληψιν διορθοῦται ὁ κύριος, ἄμικτα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα, καὶ οὗτος ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθούσθω. δεῖ γὰρ οἶμαι τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκείμενον, μὴ διὰ τῆς τῶν ὑλικῶν κατηγορίας διαβάλλειν τὸν ἄϋλον. εἰ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τικτομένων οὐ καθαρεύει πάθους γεννῶν ἢ γεννώμενος, τί τοῦτο πρὸς τὴν ἀπαθῆ καὶ ἀκήρατον φύσιν;

οὐδὲ γὰρ τὸ θνητοὺς ἡμᾶς εἶναι τὴν ἀθανασίαν τοῦ μονογενοῦς παραγράφεται οὐδὲ ἡ πρὸς κακίαν τροπὴ τῶν ἀνθρώπων ἀμφίβολον ἐπὶ τῆς θείας φύσεως εἶναι παρασκευάζει τὸ ἄτρεπτον οὐδὲ ἄλλο τι τῶν ἡμετέρων καὶ ἐπὶ τὸν θεὸν μεταφέρεται, ἀλλά τις ἄμικτός ἐστι καὶ ἀκοινώνητος ἡ ἰδιότης τῆς ἀνθρωπίνης τε καὶ τῆς θείας ζωῆς καὶ παρήλλακται παντάπασι τὰ γνωριστικὰ ἰδιώματα, ὡς μήτε ταῦτα ἐπ᾽ ἐκείνης μήτε τὸ ἔμπαλιν ἐπὶ ταύτης ἐκεῖνα καταλαμβάνεσθαι.

Πῶς οὖν ὁ Εὐνόμιος, τῆς θείας προκειμένης τῷ λόγῳ γεννήσεως, ἀφεὶς τὸ προκείμενον τὰ ἐν τῇ γῇ διεξέρχεται, οὐδεμιᾶς ἡμῖν περὶ τούτων πρὸς αὐτὸν οὔσης ἀμφισβητήσεως; ἀλλὰ πρόδηλος ὁ σκοπὸς τοῦ τεχνίτου, ἵνα τῇ πρὸς τὸ πάθος διαβολῇ περιγράψῃ τοῦ κυρίου τὴν γέννησιν. ἐφ᾽ οἷς ἔγωγε τὸ κατὰ τὴν βλασφημίαν παρεὶς θαυμάζω τῆς ἀγχινοίας τὸν ἄνθρωπον, πῶς μέμνηται τῆς οἰκείας σπουδῆς, ὃς τὸ δεῖν γέννημα τὸν υἱὸν καὶ εἶναι καὶ λέγεσθαι διὰ τῶν προειρημένων κατασκευάσας νῦν περὶ τοῦ μὴ χρῆναι γέννησιν περὶ αὐτὸν νοεῖν ἀγωνίζεται. εἰ γὰρ πᾶσα γέννησις, καθὼς οὗτος οἴεται, συνεζευγμένην ἔχει τὴν κατὰ τὸ πάθος διάθεσιν, ἀνάγκη πᾶσα διὰ τούτων ὁμολογεῖσθαι, ὅτι τὸ τοῦ πάθους ἀλλότριον συναλλοτριοῦται πάντως καὶ τῆς γεννήσεως. εἰ γὰρ ταῦτα μετ᾽ ἀλλήλων συνημμένως νοεῖται, τὸ πάθος τε καὶ ἡ γέννησις, ὁ τοῦ ἑνὸς τούτων ἀμέτοχος οὐδ᾽ ἂν πρὸς τὸ ἕτερον τὴν κοινωνίαν ἔχοι.

πῶς οὖν γέννημα διὰ τὴν γέννησιν λέγει τὸν ὅτι οὐκ ἐγεννήθη διὰ τῶν νῦν παρ᾽ αὐτοῦ λεγομένων ἀποδεικνύμενον, καὶ ὑπὲρ τίνος μάχεται πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν συμβουλεύοντα μὴ κατατολμᾶν ἐπὶ τῶν θείων δογμάτων τῆς ὀνοματοποιΐας, ἀλλὰ γεγεννῆσθαι μὲν ὁμολογεῖν, μὴ παρασχηματίζειν δὲ τὴν ἔννοιαν ταύτην εἰς ὀνόματος τύπον, ὥστε 〈γέννημα〉 τὸν γεννηθέντα προσαγορεύειν, ἰδίως τῆς φωνῆς ταύτης ἐπὶ τῶν ἀψύχων ἢ ἐπὶ τῶν εἰς εἰκόνα πονηρίας παρειλημμένων ὑπὸ τῆς γραφῆς τεταγμένης; ἀλλ᾽ ὅταν μὲν παρ᾽ ἡμῶν λέγηται τὸ δεῖν σιωπᾶσθαι τὴν φωνὴν τοῦ 〈γεννήματος〉, τὴν ἄμαχον ἐκείνην ῥητορικὴν προχειρίζεται, συμπαραλαμβάνων εἰς συμμαχίαν καὶ τὴν γραμματικὴν ψυχρολογίαν καὶ διὰ τῆς τεχνικῆς τῶν ὀνομάτων εἴτε παραγωγῆς εἴτε παρωνυμίας εἴτε οὐκ οἶδ᾽ ὅπως δὴ λέγειν ταῦτα προσήκει, διὰ τούτων τοὺς συλλογισμοὺς συμπεραίνει 〈γέννημα〉 τὸν γεννηθέντα λέγειν οὐ παραιτούμενος.

ἐπειδὰν δὲ τοῦτο δεξάμενοι τὴν τοῦ ὀνόματος ἔννοιαν θεωρήσωμεν, ὡς τοῦ κοινοῦ τῆς οὐσίας ἐντεῦθεν συνενδεικνυμένου, πάλιν ἀνατίθεται τὰς ἰδίας φωνὰς καὶ περὶ τοῦ μὴ γεννηθῆναι τὸ 〈γέννημα〉 διατείνεται, τῇ ῥυπώσῃ φυσιολογίᾳ τοῦ σωματικοῦ τόκου τὴν καθαράν τε καὶ θείαν καὶ ἀπαθῆ τοῦ κυρίου παραγραφόμενος γέννησιν, ὡς οὐκ ἐνδεχόμενον τὰ δύο κατὰ ταὐτὸν ἐπὶ τοῦ θεοῦ συνδραμεῖν, τό τε πρὸς τὸν πατέρα γνήσιον καὶ τὴν ἀπάθειαν τῆς φύσεως, ἀλλ᾽ εἰ μὲν τὸ ἀπαθὲς εἴη, μὴ εἶναι τὴν γέννησιν, εἰ δὲ τὸ γνήσιόν τις ὁμολογοίη, καὶ πάθος τῇ γεννήσει πάντως συμπαραδέχεσθαι.

Οὐχ οὕτως ὁ ὑψηλὸς Ἰωάννης, οὐχ οὕτως ἐκείνη ἡ βρονταία φωνὴ τὸ τῆς θεολογίας κηρύσσει μυστήριον, ὃς καὶ υἱὸν ὀνομάζει θεοῦ καὶ πάσης ἐμπαθοῦς ὑπολήψεως ἐκκαθαίρει τὸ κήρυγμα. ἰδοὺ γὰρ πῶς προθεραπεύει τὴν ἀκοὴν ἐν τοῖς προοιμίοις τοῦ εὐαγγελίου. ὅση γὰρ ἐν τῷ διδασκάλῳ προμήθεια τοῦ μή τινα τῶν ἀκουόντων εἰς ταπεινὰς ὑπολήψεις καταπεσεῖν, πρὸς ἀτόπους τινὰς ὑπονοίας ἐξ ἀμαθίας ὑπολισθήσαντα. ὡς γὰρ ἂν μάλιστα πόρρω πάθους ἀπαγάγοι τὴν ἀγύμναστον ἀκοήν, οὐχ υἱὸν εἶπεν ἐν προοιμίοις, οὐ πατέρα, οὐ γέννησιν, ἵνα μή τις ἐν πρώτοις ἢ πατρὸς ἀκούσας κατασυρῇ πρὸς τὴν πρόχειρον ἔμφασιν τοῦ ὀνόματος, ἢ υἱὸν μαθὼν κηρυσσόμενον κατὰ τὴν ὧδε συνήθειαν νοήσῃ τὸ ὄνομα, ἢ προσπταίσῃ τῷ ῥήματι τῆς γεννήσεως ὡς λίθῳ προσκόμματος· ἀλλ᾽ ἀντὶ μὲν πατρὸς ἀρχὴν ὀνομάζει, ἀντὶ δὲ τοῦ ἐγεννήθη τὸ ἦν, ἀντὶ δὲ τοῦ υἱοῦ τὸν λόγον, καί φησιν Ἐν ἀρχῇ ἦν ὁ λόγος. ποῖον ἐν τούτοις πάθος, εἰπέ μοι, ἀρχὴ καὶ ἦν καὶ λόγος; μὴ πάθος ἡ ἀρχή; μὴ ἐν πάθει τὸ ἦν; μὴ διὰ πάθους ὁ λόγος; ἢ ἐπειδὴ πάθος ἐν τοῖς εἰρημένοις οὐκ ἔστιν, οὐδὲ τὸ οἰκεῖον συνεμφαίνεται τῷ κηρύγματι; καίτοι γε πῶς ἂν ἑτέρως μᾶλλον διαφανείη τὸ κατ᾽ οὐσίαν κοινόν τε καὶ γνήσιον καὶ τὸ συναϊδιάζον τοῦ λόγου πρὸς τὴν ἀρχὴν ἢ διὰ τούτων τῶν λόγων;

οὐ γὰρ εἶπεν ἐκ τῆς ἀρχῆς ἐγεννήθη ὁ λόγος, ἵνα μή τινι παρατατικῷ νοήματι τῆς ἀρχῆς διαζεύξῃ τὸν λόγον, ἀλλ᾽ ὁμοῦ τῇ ἀρχῇ καὶ τὸν ἐν τῇ ἀρχῇ συνεκήρυξε, κοινὸν εἰπὼν τῆς ἀρχῆς τε καὶ τοῦ λόγου τὸ ἦν, ἵνα μὴ ἐφυστερήσῃ μετὰ τὴν ἀρχὴν ὁ λόγος, ἀλλὰ φθάσῃ τὴν ἀκοὴν τῷ κηρύγματι, πρὶν μόνην τὴν ἀρχὴν ἐφ᾽ ἑαυτῆς παραδέξασθαι, τῇ περὶ τῆς ἀρχῆς πίστει συνεισελθών.

Εἶτά φησι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἔτι δέδοικεν ἡμῶν ὁ εὐαγγελιστὴς τὸ ἀγύμναστον, ἔτι φοβεῖται ἡμῶν τὸ νηπιῶδές τε καὶ ἀπαίδευτον, οὔπω καταπιστεύει τῇ ἀκοῇ τὴν τοῦ πατρὸς προσηγορίαν, ἵνα μή τις τῶν σαρκωδεστέρων πατέρα μαθὼν καὶ μητέρα κατὰ τὸ ἀκόλουθον διὰ τῆς διανοίας ἀνατυπώσηται. ἀλλ᾽ οὐδέπω οὐδὲ υἱὸν ὀνομάζει ἐν τῷ κηρύγματι· ὑποπτεύει γὰρ ἔτι ἡμῶν τὴν πρὸς τὴν κάτω φύσιν συνήθειαν, μή τις υἱὸν ἀκούσας ἐξανθρωπίσῃ τὸ θεῖον δι᾽ ἐμπαθοῦς ὑπολήψεως. διὰ τοῦτο ἐπαναλαμβάνων τὸ κήρυγμα λόγον πάλιν ὠνόμασε, σοὶ ταῦτα φυσιολογῶν τῷ ἀπίστῳ. ὡς γὰρ ὁ σὸς λόγος καὶ ἐκ τοῦ νοῦ ἀναφαίνεται καὶ οὐ μεσιτεύεται πάθει, οὕτως κἀκεῖ λόγον ἀκούσας καὶ τὸ ἔκ τινος νοήσεις καὶ οὐ νοήσεις τὸ πάθος. διὰ τοῦτό φησιν ἀναλαβὼν πάλιν τὸ κήρυγμα Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ὢ πῶς παραμετρεῖ τῷ θεῷ τὸν λόγον, μᾶλλον δὲ πῶς συμπαρατείνει τῷ ἀπείρῳ τὸ ἄπειρον· ὁ λόγος ἦν πρὸς τὸν θεόν, πρὸς ὅλον τὸν θεὸν πάντως ὅλος ὁ λόγος. οὐκοῦν ὅσος ὁ θεός, τοσοῦτος δηλαδὴ καὶ ὁ λόγος ὁ πρὸς αὐτὸν ὤν, ὥστε εἰ ὁ θεὸς περιώρισται, καὶ ὁ λόγος πάντως ἐν ὅρῳ, εἰ δὲ τοῦ θεοῦ ἡ ἀπειρία διαβαίνει τὸν ὅρον, οὐδὲ ὁ τούτῳ συνθεωρούμενος λόγος ὅροις καὶ μέτροις διαλαμβάνεται.

οὐ γὰρ ἄν τις εἴποι μὴ πάσῃ τοῦ πατρὸς τῇ θεότητι συνθεωρεῖσθαι τὸν λόγον, ὡς ἂν μὴ τοῦ θεοῦ τὸ μὲν ἐν λόγῳ εἴη, τὸ δὲ γυμνὸν τοῦ λόγου ἐλέγχοιτο. πάλιν ἡ πνευματικὴ τοῦ Ἰωάννου φωνή, πάλιν τῶν νηπιαζόντων τιθηνεῖται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ κηρύγματι· οὔπω τοσοῦτον ηὐξήθημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς υἱὸν ἀκούσαντες ἀνολίσθητοι μεῖναι διὰ τῆς συνήθους ἐμφάσεως. διὰ τοῦτο πάλιν ὁ κήρυξ ἀναβοῶν ἐν τῇ τρίτῃ φωνῇ ἔτι λόγον, οὐχ υἱὸν ἀνεκήρυξεν εἰπὼν Καὶ θεὸς ἦν ὁ λόγος. πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστι λέγει, διὰ τῆς τρίτης ἐπαναλήψεως τελειῶν τὸν σκοπὸν τοῦ κηρύγματος. οὐ γὰρ λόγον, φησί, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμένων, ἀλλὰ θεὸν κηρύσσω ἐν τῷ τοῦ λόγου προσρήματι· οὗτος γὰρ ὁ λόγος, ὃς ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς θεὸς ἦν. καὶ συνεχῶς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωνίαις ὁ κήρυξ τοῦτον λέγει τὸν θεόν, τὸν ἐν τῷ κηρύγματι προδηλούμενον, τοῦτον εἶναι δι᾽ οὗ τὰ πάντα ἐγένετο καὶ ζωὴν εἶναι καὶ φῶς ἀνθρώπων καὶ φῶς ἀληθινὸν ἐν σκοτίᾳ λάμπον καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαυρούμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον καὶ σάρκα γενόμενον καὶ διὰ τῆς σαρκὸς τῇ ἀνθρωπίνῃ κατασκηνοῦντα φύσει.

καὶ τοσαῦτα προδιεξελθὼν καὶ τοιαῦτα τότε πατέρα λέγει καὶ μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῷ διὰ τοσούτων κεκαθαρμένῳ πρός τινα ῥυπῶσαν κατολισθῆσαι διάνοιαν ἐκ τῆς τοῦ πατρὸς σημασίας. Ἐθεασάμεθα γάρ, φησί, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός.

Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἰπὲ τὰ σοφά σου ταῦτα, Εὐνόμιε, ὅτι πῶς πατέρα καὶ πῶς μονογενῆ κατονομάζεις τῷ λόγῳ, πάσης σωματικῆς γεννήσεως διὰ πάθους ἐνεργουμένης; ἀποκρίνεταί σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλήθεια, ὅτι ἄλλο θεολογίας ἐστὶ μυστήριον καὶ ἄλλη τῶν ῥευστῶν σωμάτων φυσιολογία. πολλῷ τῷ μέσῳ ἀπ᾽ ἀλλήλων ταῦτα διατετείχισται. τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἄμικτα; πῶς τῷ ῥυπῶντι λόγῳ τὸ καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνολογεῖς τὸ ἀσώματον; μὴ ἐκ τῶν κάτω φυσιολόγει τὰ ἄνω. υἱὸν θεοῦ κηρύσσω τὸν κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γάρ, φησίν, ὁ υἱός μου ὁ ἀγαπητός. οὐ μὴν ἐπειδὴ υἱὸν ἐδιδάχθην, πρὸς τὰς ὧδε τοῦ υἱοῦ σημασίας καθειλκύσθην ἐκ τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐκ τοῦ πατρὸς οἶδα καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω, ὅτι οἶδά τινα καὶ σωματικὴν γέννησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδῆ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν ἀπελεγχθῆναι, εἴπερ εὑρεθείη σώματος τόκος πάθος οὐ προσδεξάμενος. εἰπὲ γάρ, ἐγένετο σὰρξ ὁ λόγος ἢ οὐχί; οὐκ ἂν εἴποις μὴ γεγενῆσθαι. γέγονε τοίνυν, καὶ οὐκ ἔστιν ὁ ἀρνούμενος. πῶς οὖν ἐφανερώθη ἐν σαρκὶ ὁ θεός; διὰ τόκου πάντως ἐρεῖς. ποίου οὖν τούτου μνησθείς;

ἢ δῆλον ὅτι τῆς παρθενίας, καὶ ὅτι τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματος ἁγίου ἦν καὶ ὅτι ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε καὶ οὐδὲν ἧττον ἡ ἀφθαρσία συνδιεφυλάχθη τῷ τόκῳ. εἶτα τὴν μὲν ἐκ γυναικὸς γέννησιν καθαρὰν πάθους εἶναι πιστεύεις, εἴγε πιστεύεις, τὴν δὲ θείαν τε καὶ ἀκήρατον ἐκ τοῦ πατρὸς οὐ δέχῃ, ἵνα μὴ πάθος νοήσῃς περὶ τὴν γέννησιν; ἀλλ᾽ οἶδα σαφῶς ὅτι οὐχὶ τὸ πάθος αὐτῷ φευκτόν ἐστιν ἐν τῷ δόγματι, ὃ μηδὲ τὴν ἀρχὴν ἐνορᾷ τῇ θείᾳ τε καὶ ἀκηράτῳ φύσει· ἀλλ᾽ ὅπως ἂν ὁ ποιητὴς πάσης τῆς κτίσεως μέρος νομισθείη τῆς κτίσεως, ταῦτα κατασκευάζει πρὸς ἄρνησιν τοῦ μονογενοῦς θεοῦ, τῇ ἐσχηματισμένῃ περὶ τὸ πάθος εὐλαβείᾳ συνεργῷ χρώμενος.

Καὶ τοῦτο δείκνυσι περιφανῶς δι᾽ ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων 〈γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τοῦ υἱοῦ τὴν οὐσίαν. οὐ κατὰ ἔκτασιν προβληθεῖσαν, οὐ κατὰ ῥεῦσιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν〉. τίς γὰρ ἀγνοεῖ [διὰ τούτων] τῶν μὴ παντελῶς μεμυκότων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ υἱὸς εἶναι διὰ τῶν εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; τί γὰρ κωλύει ταῦτα πάντα, καθώς ἐστιν, ἐπὶ λέξεως καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν; καὶ εἰ δοκεῖ, συναρμόσωμέν τινι τῶν κατὰ τὴν κτίσιν φαινομένων τὸν λόγον, κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχῃ, καθ᾽ ἡμῶν αὐτῶν τὴν ψῆφον ἐξοίσομεν ὡς ἐπηρεαστικῶς καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξεταζόντων τὸν λόγον. ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ υἱοῦ τὸν ὅλον ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον. 〈φαμὲν γὰρ γεγεννῆσθαι παρὰ τοῦ πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ᾽ ἔκτασιν ἢ διαίρεσιν τῆς τοῦ γεννήσαντος συμφυΐας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίωσιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλήσει τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν〉. μή τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς γῆς ὑπόστασιν ἀναρμοστία;

οὐδένα ἂν οἶμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ θεὸς τὴν γῆν προεβάλετο οὔτε ῥυεὶς ἢ τεμὼν ἑαυτὸν τῆς πρὸς ἑαυτὸν συμφυΐας τὴν οὐσίαν ταύτης ὑπέστησεν οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ᾽ ὀλίγον αὐξήσεως ἐτελείωσεν οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστὰς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη, ἀλλ᾽ ἤρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις· Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπᾴδειν τῆς κατὰ τὴν γῆν ὑποστάσεως. εἰ οὖν ἐπὶ τῶν μορίων τοῦ κόσμου ταῦτα λέγειν ἀληθές ἐστι, τίς ἔτι λείπεται περὶ τοῦ δόγματος τῶν ἐναντίων ἀμφιβολία, ὅτι μέχρι ῥημάτων τὸν υἱὸν ὀνομάζοντες ἓν τῶν διὰ κτίσεως γεγονότων εἶναι κατασκευάζουσι, μόνοις τοῖς κατὰ τὴν τάξιν πρεσβείοις προτεταγμένον τῶν ἄλλων;

καθάπερ ἐπὶ τῆς χαλκευτικῆς ἔστιν εἰπεῖν πάντα μὲν ἐκ ταύτης εἶναι τὰ ἐκ σιδήρου κατασκευάσματα, προγεγενῆσθαι δὲ τῆς τῶν λοιπῶν ἀπεργασίας τό τε τῆς πυράγρας καὶ τὸ τῆς σφύρας ὄργανον, δι᾽ ὧν τυποῦται πρὸς τὴν χρείαν ὁ σίδηρος, οὐ μὴν ἐπειδὴ προτερεύει τοῦτο τῶν ἄλλων, ἤδη τις καὶ διαφορὰ κατὰ τὴν ὕλην ἐστὶ τοῦ τε ἐκτυποῦντος ὀργάνου καὶ τοῦ σχηματιζομένου σιδήρου κατὰ τὸ ὄργανον (σίδηρος γὰρ καὶ τοῦτο κἀκεῖνο), τὸ δὲ σχῆμα προγενέστερον τοῦ ἑτέρου τὸ ἕτερον· τοιαύτη τῆς αἱρέσεως ἡ περὶ τοῦ υἱοῦ θεολογία, τὸ μηδὲν οἴεσθαι διαφέρειν κατ᾽ οὐσίαν αὐτόν τε τὸν κύριον καὶ τὰ παρ᾽ αὐτοῦ γεγονότα πλὴν τῆς κατὰ τὴν τάξιν διαφορᾶς.

Τίς τοίνυν τῶν καὶ ὁπωσοῦν εἰς Χριστιανοὺς συντελούντων τῶν τε μορίων τοῦ κόσμου καὶ τοῦ πεποιηκότος τὸν κόσμον τὸν αὐτὸν εἶναι τῆς οὐσίας λόγον συνθήσεται; ἐγὼ μὲν γὰρ φρίττω τὴν βλασφημίαν, εἰδὼς ὅτι ὧν ὁ λόγος ὁ αὐτός, τούτων πάντως οὐδὲ ἡ φύσις διάφορος. ὡς γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀνθρώπων ὅ τε λόγος τῆς οὐσίας κοινὸς καὶ ἡ φύσις μία, τὸν αὐτὸν τρόπον εἰ ὡσαύτως ἔχοι κατὰ τὴν φύσιν ὁ κύριος τοῖς τοῦ κόσμου μέρεσιν, ἅπερ ἂν ἐν ἐκείνοις κατανοήσωσι, τούτοις ὑποκεῖσθαι καὶ τοῦτον κατ᾽ ἀνάγκην ὁμολογήσουσιν. ἀλλὰ μὴν ὁ κόσμος οὐκ εἰσαεὶ διαμενεῖ· ἄρα κατ᾽ αὐτοὺς καὶ ὁ κύριος μετὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς παρελεύσεται, εἴπερ ὁμογενῶς ἔχοι τῷ κόσμῳ. εἰ δὲ αὐτὸς ἀΐδιος ὁμολογεῖται, ἀνάγκη πᾶσα μηδὲ τὸν κόσμον τῆς θείας φύσεως ἄμοιρον οἴεσθαι, εἴπερ τῷ μονογενεῖ κατὰ τὴν κτίσιν συμβαίνοι. ὁρᾷς πρὸς ὅ τι φέρεται διὰ τῆς καλῆς ταύτης ἀκολουθίας ὁ λόγος, οἷόν τις λίθος ἀπορραγεὶς ἀκρωρείας καὶ ἐπὶ τὸ πρανὲς ὑπὸ τοῦ ἰδίου βάρους συνελαυνόμενος. ἀνάγκη γὰρ ἢ καὶ τὰ τοῦ κόσμου στοιχεῖα κατὰ τὴν Ἑλληνικὴν ματαιότητα σεβάσμια φαίνεσθαι ἢ μηδὲ τὸν υἱὸν προσκυνεῖσθαι. οὑτωσὶ δὲ σκοπήσωμεν. ἐξ οὐκ ὄντων γεγενῆσθαι τὴν κτίσιν φαμὲν τήν τε νοητὴν καὶ ὅση τῆς αἰσθητῆς ἐστι φύσεως· ταῦτα καὶ περὶ τοῦ κυρίου κηρύσσουσι.

θελήματι θεοῦ πάντα συστῆναι τὰ γεγονότα λέγομεν· ταῦτα καὶ περὶ τοῦ μονογενοῦς διεξέρχονται. οὐκ ἐκ τῆς οὐσίας εἶναι τοῦ πεποιηκότος οὔτε τὴν ἀγγελικὴν κτίσιν οὔτε τὴν ἐγκόσμιον πεπιστεύκαμεν· κἀκεῖνον ὁμοίως τῆς τοῦ πατρὸς οὐσίας ἀλλοτριοῦσι. δουλεύειν τὰ σύμπαντα τῷ θελήματι τοῦ πεποιηκότος ὁμολογοῦμεν· ταύτην ἔχουσι καὶ περὶ τοῦ μονογενοῦς τὴν διάνοιαν. οὐκοῦν ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα, ὅσαπερ ἂν ἐπὶ ταύτης νοήσωσι, ταῦτα καὶ τῷ μονογενεῖ ἐφαρμόσουσι, καὶ ὅπερ ἂν ἐν ἐκείνῳ πιστεύσωσι, τοῦτο καὶ ἐπὶ τῆς κτίσεως ὑπολήψονται· ὥστε εἰ θεὸν ὁμολογοῦσι τὸν κύριον, καὶ τὴν λοιπὴν κτίσιν θεοποιήσουσιν, εἰ δὲ ταῦτα τῆς θείας φύσεως ἀμοιρεῖν διορίζονται, τὴν αὐτὴν ὑπόληψιν καὶ περὶ τοῦ μονογενοῦς οὐκ ἀρνήσονται. ἀλλὰ μὴν οὐδεὶς τῶν σωφρονούντων τῇ κτίσει προσμαρτυρεῖ τὴν θεότητα· οὐκ ἄρα—καὶ σιωπῶ τὸ λειπόμενον, ὡς ἂν μὴ χρίσαιμι τῇ τῶν ἐχθρῶν βλασφημίᾳ τὴν γλῶσσαν· ἐκεῖνοι λεγέτωσαν τὸ ἐκ τῆς ἀκολουθίας ἐπιφερόμενον, οἷς τὸ στόμα πρὸς τὴν βλασφημίαν καταγεγύμνασται. ὁ δὲ λόγος καὶ σιωπώντων δῆλός ἐστι.

τῶν δύο γὰρ τὸ ἕτερον ἐξ ἀνάγκης ἔσται· ἢ φανερῶς ἀποχειροτονήσουσι τὸν μονογενῆ θεόν, ὥστε μηκέτι παρ᾽ ἐκείνοις καὶ εἶναι τοῦτο καὶ λέγεσθαι· ἢ εἰ προσμαρτυροῦσιν αὐτῷ τὴν θεότητα, καὶ πάσῃ τῇ κτίσει τὸ ἴσον προσμαρτυρήσουσιν· ἢ τὸ λειπόμενον, φεύγοντες τὴν ἐφ᾽ ἑκάτερα προφαινομένην ἀσέβειαν ἐπὶ τὸν εὐσεβῆ καταφεύξονται λόγον καὶ τὸ μὴ κτιστὸν αὐτὸν εἶναι πάντως συγκαταθήσονται, ἵνα θεὸν αὐτὸν ἀληθῶς εἶναι ὁμολογήσωσι.

Τί δεῖ τὰ ἄλλα λέγοντα διατρίβειν ἐκ τῆς ἀρχῆς ταύτης ὅσα κατ᾽ ἀνάγκην ὕπεστι τῷ λόγῳ τὰ βλάσφημα; συνήσει γὰρ διὰ τῶν εἰρημένων ὁ πρὸς τὸ ἀκόλουθον βλέπων, ὅτι καὶ ὁ τοῦ ψεύδους πατήρ, ὁ τοῦ θανάτου δημιουργός, ὁ τῆς κακίας εὑρετής, κτιστὸς ὢν ἐν νοερᾷ τε καὶ ἀθανάτῳ καὶ ἀσωμάτῳ τῇ φύσει, οὐκ ἐκωλύθη ὑπὸ τῆς φύσεως διὰ μεταβολῆς γενέσθαι ὅπερ ἐστί. τὸ γὰρ τρεπτὸν τῆς οὐσίας ἐφ᾽ ἑκάτερον κατ᾽ ἐξουσίαν κινούμενον ἀκολουθοῦσαν ἔχει τῇ τῆς προαιρέσεως ῥοπῇ τὴν τῆς φύσεως δύναμιν, ὥστε ἐκεῖνο γενέσθαι πρὸς ὅπερ ἂν ἡ προαίρεσις αὐτῆς ἀφηγήσηται. οὐκοῦν δεκτικὸν καὶ τῶν ἐναντίων τὸν κύριον διορίσονται, ὡς πρὸς τὴν ἀγγελικὴν ὁμοτιμίαν αὐτὸν κατασπῶντες διὰ τῆς κτίσεως. ἀλλ᾽ ἀκουσάτωσαν τῆς μεγάλης τοῦ Παύλου φωνῆς. πῶς μόνον τοῦτον υἱὸν κεκλῆσθαί φησι; διὰ τὸ εἶναι οὐχὶ τῆς τῶν ἀγγέλων, ἀλλὰ τῆς κρείττονος φύσεως. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ; καὶ ὅταν πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ. καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν υἱὸν Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, καὶ ὅσα ἄλλα μετὰ τούτων ἡ προφητεία θεολογοῦσα διέξεισι.

προστίθησι δὲ καὶ ἀφ᾽ ἑτέρας ὑμνωδίας τὰ πρόσφορα τὸ Σὺ κατ᾽ ἀρχὰς τὴν γῆν ἐθεμελίωσας, κύριε, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, καὶ τὰ ἐφεξῆς πάντα ἕως τοῦ Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι, δι᾽ ὧν τὸ ἀναλλοίωτόν τε καὶ τὸ ἀΐδιον ὑπογράφει τῆς φύσεως. εἰ οὖν τοσοῦτον ὑπέρκειται τῆς ἀγγελικῆς φύσεως τοῦ μονογενοῦς ἡ θεότης, ὅσον διαφέρει τῶν δούλων ὁ κεκτημένος, πῶς κοινοποιοῦσιν ἢ πρὸς τὴν αἰσθητὴν κτίσιν τὸν τῆς κτίσεως κύριον ἢ πρὸς τὴν τῶν ἀγγέλων φύσιν τὸν ὑπ᾽ αὐτῶν προσκυνούμενον, ταῦτα περὶ τοῦ τρόπου τῆς ὑπάρξεως αὐτοῦ διεξιόντες, ἃ τοῖς καθ᾽ ἕκαστον τῶν ἐν τῇ κτίσει θεωρουμένων κυρίως ἐφαρμοσθήσεται, καθὼς ἤδη τὸν ἀποδοθέντα περὶ τοῦ κυρίου λόγον ὑπὸ τῆς αἱρέσεως τῇ κατασκευῇ τῆς γῆς προσφυῶς ἔχοντα καὶ οἰκείως ἐδείξαμεν; ἀλλ᾽ ὡς ἂν μή τι τοῖς ἐντυγχάνουσι τοῖς πόνοις ἡμῶν ἀμφίβολον ὑπολείποιτο τῶν τινα συνηγορίαν τοῖς αἱρετικοῖς δόγμασι παρεχομένων, ἐκ τῆς θεοπνεύστου γραφῆς ἄξιον ἂν εἴη καὶ τοῦτο τοῖς ἐξητασμένοις παρ᾽ ἡμῶν προστεθῆναι. ἐροῦσι γὰρ ἴσως ἐξ αὐτῶν τῶν ἀποστολικῶν, ὧν ἡμεῖς ἐπεμνήσθημεν, ὅτι πῶς ἂν πρωτότοκος κτίσεως ὠνομάσθη, εἰ μὴ τοῦτο ἦν ὅπερ ἡ κτίσις ἐστί;

πᾶς γὰρ πρωτότοκος οὐ τῶν ἑτεροφυῶν, ἀλλὰ τῶν ὁμογενῶν ἐστι πρωτότοκος, ὡς ὁ Ῥουβὶμ τῶν μετ᾽ ἐκεῖνον ἀριθμουμένων προτερεύων κατὰ τὸν τόκον πρωτότοκος ἦν ἀνθρώπων ἄνθρωπος, καὶ ἄλλοι πολλοὶ τῶν συναριθμουμένων ἀδελφῶν πρωτότοκοι λέγονται. λέγουσι τοίνυν ὅτι 〈ἥνπερ ἂν πάσης τῆς κτίσεως οὐσίαν νοήσωμεν, καὶ τὸν ταύτης πρωτότοκον τῆς αὐτῆς εἶναι λέγομεν. εἰ μὲν οὖν ὁμοούσιός ἐστι τῷ πατρὶ τῶν ὅλων ἡ πᾶσα κτίσις, τοῦτο καὶ τὸν πρωτότοκον αὐτῆς εἶναι οὐκ ἀρνησόμεθα· εἰ δὲ διαφέρει κατὰ τὴν οὐσίαν τῆς κτίσεως ὁ τῶν ὅλων θεός, ἀνάγκη πᾶσα μηδὲ τὸν πρωτότοκον ταύτης κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας λέγειν〉. ἡ μὲν οὖν τῆς ἀντιθέσεως κατασκευὴ τοιαύτη, οὐδὲν ἀγενέστερον, οἶμαι, παρ᾽ ἡμῶν ἀντιτεθεῖσα τῷ λόγῳ ἢ ὡς εἰκὸς ἦν ἀντεπενεχθῆναι παρὰ τῶν μαχομένων ἡμῖν. ἃ δὲ πρὸς ταῦτα γινώσκειν χρή, νῦν ὡς ἂν οἷοί τε ὦμεν τῷ λόγῳ σαφηνισθήσεται.

Τετράκις εἴρηται παρὰ τοῦ ἀποστόλου ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ τοῦ πρωτοτόκου τὸ ὄνομα, διαφόρως δὲ καὶ οὐ κατὰ τὸν αὐτὸν τρόπον τοῦ ὀνόματος τούτου τὴν μνήμην πεποίηται. νῦν μὲν γάρ φησι πρωτότοκον πάσης τῆς κτίσεως, πάλιν δὲ πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, εἶτα πρωτότοκον ἐκ τῶν νεκρῶν, ἐν δὲ τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἀπόλυτόν ἐστιν ἐφ᾽ ἑαυτοῦ μνημονευθὲν τοῦ πρωτοτόκου τὸ ὄνομα. λέγει γὰρ οὕτως· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι αὐτοῦ. οὕτω δὲ τούτων διῃρημένων, καλῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ᾽ ἑαυτοῦ διελέσθαι χωρίς, πῶς τῆς κτίσεώς ἐστι πρωτότοκος καὶ πῶς ἐν πολλοῖς ἀδελφοῖς καὶ πῶς ἀπὸ τῶν νεκρῶν καὶ πῶς ἐφ᾽ ἑαυτοῦ χωρὶς ἑκάστου τούτων μνημονευθείς, ὅταν πάλιν εἰσάγηται εἰς τὴν οἰκουμένην, προσκυνεῖται ὑπὸ πάντων τῶν ἀγγέλων αὐτοῦ. οὐκοῦν ἀπὸ τῶν τελευταίων, εἰ δοκεῖ, τῆς τῶν προκειμένων θεωρίας ἀρξώμεθα.

Ὅταν πάλιν εἰσαγάγῃ, φησί, τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην. ἡ τοῦ πάλιν προσθήκη τὸ μὴ πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ τὴν λέξιν ταύτην σημασίας ἐνδείκνυται· ἐπὶ γὰρ τῆς ἐπαναλήψεως τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν τοῦ κριτοῦ ἐπιφάνειαν σημαίνει τῷ λόγῳ, ὅτε οὐκέτι ἐν τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ᾽ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας μεγαλοπρεπῶς προκαθήμενος καὶ ὑπὸ τῶν ἀγγέλων πάντων τῶν περὶ αὐτὸν προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τε καὶ ἀδελφῶν καὶ πάσης τῆς κτίσεως, ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἰκουμένην, ὁ κρίνων πᾶσαν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο, ἀλλ᾽ ὡς ἐν ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον προσκυνεῖ ἅπαν τῶν ἀγγέλων τὸ πλήρωμα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον, ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο.

ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐπὶ τοῖς ἀνασῳζομένοις ἐξ ἁμαρτίας, διότι μέχρι τοῦ νῦν συστενάζει ἡ κτίσις ἐκείνη καὶ συνωδίνει τῇ καθ᾽ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώλειαν, ὅταν ἡ ἀποκάλυψις γένηται τῶν υἱῶν τοῦ θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκοῦσι καὶ ἀπεκδέχονται, καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον (ἡμεῖς δὲ πάντως ἐσμέν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, ὃ διὰ τοῦ γενέσθαι πρωτότοκος ὁ ἀγαθὸς ποιμὴν ἀνεσώσατο), τότε διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ ὑπὲρ ἡμῶν εὐχαριστίᾳ προσάξουσι τῷ θεῷ τὴν προσκύνησιν τῷ διὰ τῆς πρωτοτοκίας ἀνακαλεσαμένῳ τὸν τῆς πατρῴας ἑστίας ἀποφοιτήσαντα.

Τούτων δὲ οὕτως ἡμῖν νοηθέντων οὐκέτ᾽ ἄν τις περὶ τῶν λοιπῶν ἀμφιβάλλοι, ὅτου χάριν ἢ 〈ἐκ〉 νεκρῶν γίνεται πρωτότοκος ἢ κτίσεως ἢ ἐν πολλοῖς ἀδελφοῖς. πάντα γὰρ ταῦτα πρὸς τὸν αὐτὸν σκοπὸν βλέπει, κἂν ἑκάστῳ τι κατὰ τὸ ἰδιάζον ἐμφαίνηται νόημα. πρωτότοκος γὰρ ἐκ νεκρῶν γίνεται ὁ πρῶτος δι᾽ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας ἵνα καὶ πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος γινόμενος ὁ τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι, οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο, δι᾽ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως ἀδελφοὺς ἑαυτοῦ ποιεῖ, καὶ πρωτότοκος γίνεται τῶν μετ᾽ αὐτὸν γεννωμένων ἐκ τοῦ ὕδατός τε καὶ τοῦ πνεύματος· καὶ συνελόντι φάναι, τριῶν οὐσῶν ἐν ἡμῖν τῶν γεννήσεων, δι᾽ ὧν ζωοποιεῖται ἡ ἀνθρωπίνη φύσις, τῆς μὲν ἀπὸ σώματος, τῆς δὲ κατὰ τὸ τῆς παλιγγενεσίας μυστήριον, τῆς δὲ διὰ τῆς ἐλπιζομένης ἐκ τῶν νεκρῶν πάλιν ἀναστάσεως, ἐν ταῖς τρισὶ πρωτότοκος γίνεται, τῆς μὲν διπλῆς παλιγγενεσίας τῆς δι᾽ ἀμφοτέρων ἐνεργουμένης, διά τε τοῦ βαπτίσματος καὶ διὰ τῆς ἀναστάσεως, αὐτὸς γενόμενος ἀρχηγὸς καθ᾽ ἑκάτερον· ἐν δὲ τῇ σαρκὶ πρωτότοκος γίνεται πρῶτος καὶ μόνος τὸν ἄγνωστον τῇ φύσει τόκον ἐφ᾽ ἑαυτοῦ διὰ τῆς παρθενίας καινοτομήσας, οὗ μηδεὶς ἐν ταῖς τοσαύταις τῶν ἀνθρώπων γενεαῖς καθηγήσατο.

εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται, οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκός ἐστιν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν, τήν τε πρώτην καθ᾽ ἣν ἐπλάσθημεν καὶ τὴν δευτέραν καθ᾽ ἣν ἀνεπλάσθημεν, ἀλλ᾽ οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ ἀπόστολος, ὃς οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ· Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, καὶ Εἴ τις ἐν Χριστῷ, φησί, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς καὶ τὸ κατ᾽ ἀρχὰς καὶ τὸ μετὰ ταῦτα. τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασε, πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ᾽ ἑαυτῷ περιέπλασε· τότε ἔκτισε, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ λόγος σάρκα ἐποίησε, μετὰ ταῦτα ὁ λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκός τε καὶ αἵματος.

ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος καὶ τῶν εἰς ζωὴν γεννωμένων καὶ τῶν δι᾽ ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ καὶ ὅλον διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. πῶς 〈γὰρ〉 ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ᾽ ὡς λέγεται θεὸς καὶ ἄνθρωπος, υἱὸς θεοῦ καὶ υἱὸς ἀνθρώπου, μορφὴ [γὰρ] θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπερέχουσαν φύσιν ὤν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς θεὸς ὢν πρωτότοκος πάσης κτίσεως γίνεται, μονογενὴς μὲν ὁ ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σῳζομένοις πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. εἰ δέ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ᾽ αὐτῶν περὶ τοῦ μονογενοῦς θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτό φασιν, ὅτι παρὰ τοῦ πατρὸς ὁμοίως ὅ τε υἱὸς καὶ τὰ πάντα ἐγένετο, ἀλλὰ 〈ποίημα〉 μὲν τοῦ πατρὸς τὸν μονογενῆ θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα.

ᾧ τοίνυν λόγῳ κτισθῆναι τὸν υἱὸν δογματίζοντες πατέρα τοῦ κτίσματος τὸν θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς θεοῦ τὰ πάντα κατεσκευάσθαι λέγοντες οὐ πρωτότοκον τῶν δι᾽ αὐτοῦ γεγενημένων, ἀλλὰ πατέρα κυριώτερον αὐτὸν ὀνομάσουσι, τῆς αὐτῆς ἐπ᾽ ἀμφοτέρων πρὸς τὰ κτίσματα σχέσεως τὴν αὐτὴν κατὰ τὸ ἀκόλουθον προσηγορίαν ποιούσης. εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων θεὸς οὐ πρωτότοκος, ἀλλὰ πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμάτων πατὴρ ὁ μονογενὴς θεός, οὐ πρωτότοκος κυρίως ὀνομασθήσεται, ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν.

Ἀλλ᾽ ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν κύριον, ἵνα μὴ πάθος νοήσωσι. τὸ γὰρ λέγειν, ὅτι 〈συνέζευκται〉 πάντως 〈τῇ γεννήσει〉 τὸ 〈πάθος〉, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πάθους διαμένοι τὸ θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη, τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. τίς γὰρ οὐκ οἶδεν, ὅτι ἡ γέννησις ἡμᾶς εἰς τὴν ἀληθινήν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις καὶ μεταβολὴ καὶ ἡ κατ᾽ ὀλίγον πρὸς τελείωσιν αὔξησις καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν· ἡ δὲ ἑτέρα ἐκ τοῦ θεοῦ καὶ οὐράνιος καί, καθώς φησί που τὸ εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ τὰ αἵματος οὐ παραδέχεται πάθη; ἢ τολμησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ μὴ εἶναι τὴν ἄνωθεν γέννησιν ἢ διὰ πάθους εἶναι. ἀλλὰ μὴν καὶ εἶναι συντίθενται καὶ τὸ πάθος ἐπ᾽ αὐτῆς οὐχ εὑρίσκουσιν. οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέφυκεν, ἀλλ᾽ ἐμπαθὴς μὲν ἡ ὑλική, καθαρὰ δὲ πάθους ἡ ἄϋλος.

τίς οὖν ἡ ἀνάγκη τὰ τῆς σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ υἱοῦ γεννήσει προστρίβεσθαι καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειότητος τὸν υἱὸν ἀποκλείειν; εἰ γὰρ καὶ ἐφ᾽ ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς, ἀλλ᾽ ἡ μὲν διὰ σαρκὸς ἐμπαθῶς, ἡ δὲ πνευματικὴ καθαρῶς, καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ τῶν καὶ ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμουμένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου φύσεως γέννησιν ἐννοήσαντα πάθος ὑπολογίζεσθαι;

Ἔτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μηδὲ δημιουργεῖν ἀπαθῶς τὸν θεὸν πιστευέτωσαν. εἰ γὰρ πρὸς τὰ ἡμέτερα τὸ θεῖον κρίνουσιν, οὔτε γεννᾶν τὸν θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τούτων γὰρ οὐθέτερον ἐν ἡμῖν ἀπαθῶς ἐνεργεῖται. ἢ οὖν ἀμφότερα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν, ἵνα δι᾽ ἑκατέρων τῷ θεῷ τὴν ἀπάθειαν φυλάξωσι, καὶ καθόλου τὴν εἰς τὸν μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ πατὴρ φυλάσσοιτο, μήτε κάμνων ἐν τῷ κτίζειν μήτε ἐν τῷ γεννᾶν μολυνόμενος· ἢ εἰ τὸ ἕτερον ἀπαθῶς ἐνεργεῖσθαι συγχωροῦσι παρὰ τῆς θείας δυνάμεως, μηδὲ περὶ τοῦ ἄλλου ζυγομαχείτωσαν· εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ γεννᾷ πάντως δίχα πόνου καὶ ῥύσεως. ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. λέξω δὲ συντεμὼν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιδραμὼν τὴν διάνοιαν ὅτι 〈οἱ ἄνθρωποι οὐ τὰς ὕλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ〉· αὕτη τῶν παρ᾽ αὐτοῦ ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν ἡ διάνοια.

εἰ οὖν ἐν τῇ κάτω γεννήσει σύλληψιν καὶ διάπλασιν ἐννοῶν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαρὰν τῆς γεννήσεως ἔννοιαν, ἀκολούθως κατὰ τὸν αὑτοῦ λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεκπορίζειν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευέτω διὰ τοῦτο καὶ δημιουργὸν εἶναι τὸν πατέρα οἴεσθαι. εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ θεοῦ τὴν κτίσιν νοεῖν, μηδὲ τὴν θείαν γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλλέτω.

Ὡς δ᾽ ἂν μᾶλλον αὐτοῦ τὸ ἀκριβές τε καὶ περιεσκεμμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρόν τι τῶν παρ᾽ αὐτοῦ ῥηθέντων πάλιν ἐπαναλήψομαι. φησὶ γὰρ 〈τὰ ποιοῦντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως〉, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν 〈τὰς τεχνικὰς ἐπὶ τῶν ὑλῶν δημιουργίας〉 ἐκτίθεται. σκεψάσθω τοίνυν ὁ ἀγχίνους ἀκροατὴς διὰ τούτων πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ, τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευρισκομένοις ἐπιπλανώμενος. τὸ ποιοῦν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ, ὡς τοῦ μὲν μεταδιδόντος τῆς οὐσίας, τοῦ δὲ μετέχοντος. οὕτως οἶδε δι᾽ ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾶν τὴν ἀλήθειαν, ὥστε χωρίζειν τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα καὶ ἄλλον ἐφ᾽ ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. ὁ γὰρ μεταλαμβάνων ἢ μεταδιδοὺς ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενον τε καὶ διδόμενον, ὡς δεῖν πρότερον ἐφ᾽ ἑαυτοῦ νοεῖσθαί τινα καθ᾽ ὑπόστασιν ἰδίαν ὁρώμενον, εἶθ᾽ οὕτω λέγειν περὶ αὐτοῦ ἢ διδόναι ὃ ἔχει ἢ ὃ μὴ ἔχει προσίεσθαι. καὶ τοῦτον οὕτως ἐπιγελάστως ἐκπτύσας τὸν λόγον τῷ ἐφεξῆς πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται.

καὶ γὰρ ὁ τὴν ὑποκειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάσχειν τὸν σχηματισμὸν ἀναδέχεται· οὐ γὰρ ἀπαθὴς καὶ ἀντίτυπος ἡ ὕλη μένουσα τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἄν τι γένοιτο μὴ πάθους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γινόμενον, πῶς ἔστι διὰ τούτων ἐφεστάναι τοῖς παρ᾽ ἑαυτοῦ λεγομένοις τὸν λογογράφον οἴεσθαι, ὃς ἐν πάθει καὶ ἐνεργείᾳ τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμαρτυρεῖν πως πρὸς τὸν γεγεννηκότα τὸ κοινὸν τῆς οὐσίας, ἀλλὰ καὶ πᾶσαν τὴν κτίσιν τῷ πεποιηκότι ποιεῖν ὁμοούσιον, εἴπερ τὸ ποιοῦν καὶ τὸ πάσχον ὁμογενῶς ἔχειν ἀλλήλοις κατὰ τὴν φύσιν ὁρίζεται. οὐκοῦν δι᾽ ὧν κατασκευάζει ὃ βούλεται, διὰ τούτων ἀνατρέπει τὸ σπουδαζόμενον, ἰσχυροτέραν τῇ παρ᾽ ἑαυτοῦ μάχῃ ποιῶν τὴν τοῦ “ὁμοουσίου„ δόξαν.

εἰ γὰρ ἡ μὲν ἔκ τινος γέννησις τὴν τοῦ γεγεννηκότος οὐσίαν ἐν τῷ γεννηθέντι δείκνυσιν, ἡ δὲ τεχνικὴ κατασκευὴ δι᾽ ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, γεγεννῆσθαι τὸν κύριον πολλαχῇ τῶν ἰδίων συγγραμμάτων ὁ λογογράφος κατασκευάζων, ἄρα δι᾽ ὧν ἀλλοτριοῖ τῆς τοῦ πατρὸς οὐσίας τὸν κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. εἰ γὰρ μήτε διὰ γεννήσεως μήτε διὰ κατασκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται, ὅπερ ἂν δῷ εἶναι τὸν κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι᾽ ἀμφοῖν τὸ κατ᾽ οὐσίαν οἰκεῖον προσεμαρτύρησεν ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννωμένῳ τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας.