Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η φυσική υιότητα του Μονογενούς και η αληθής θεία γέννηση

Ανασκευή των υλιστικών εννοιών της γεννήσεως. Υπεράσπιση της ομοουσιότητας και ανάδειξη της πλήρους ετερότητας της θείας γεννήσεως έναντι της κτιστής δημιουργίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 11 από 14

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τραπώμεθα. παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως εἰς πλῆθος ἀκούσιον προαγούσῃ τὸν λόγον. οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδραμόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ᾽ αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ συμπαρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας, ἢ πάντως πρὸς Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. ὡς ἂν οὖν μηθέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος υἱοῦ τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσκυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπίπτοντες, ἀναγκαίως προσδιατρίψωμεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· 〈οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας〉· καὶ μετ᾽ ὀλίγα· 〈μόνος δὲ ὁ υἱός〉, φησί, 〈τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν〉. τὰ μὲν οὖν εἰρημένα τοιαῦτα.

ἡμεῖς δὲ πρῶτον μὲν τῶν ἐχθρῶν τὴν πρὸς ἑαυτοὺς μάχην κατανοήσωμεν, οἷόν τινες θεαταὶ πολεμίων γενόμενοι πρὸς ἀλλήλους στασιαζόντων, εἶθ᾽ οὕτως ἀντιπαραδείξωμεν τὴν τῆς εὐσεβείας ἀλήθειαν. μόνος, φησίν, ὁ υἱὸς τῇ τοῦ πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐν δὲ τοῖς πρὸ τούτου τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαί φησι, τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν.

Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινέτας τούτου τοῦ δόγματος. ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ᾽ αὐτοῦ τραπέντες οὐκ ἂν πλημμελοῖεν εἰς τὸ λειπόμενον. ὁ πρότερος κατεσκεύαζε λόγος αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν καὶ τὴν τοῦ υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν. ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησίν, ἀκοινώνητον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. ἐὰν τῷ πρώτῳ πιστεύσωσι, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο ῥέψωσι, κατὰ τῆς προτέρας ὑπολήψεως στήσονται. τίς αὐτοῖς διαλύσει τὴν μάχην, τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ, τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν, αὐτῆς τῆς ψυχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένης; ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα τὸ αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ Δαβὶδ ὅτι Διεσχίσθησαν καὶ οὐ κατενύγησαν. ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν, ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορέων δίκην πρὸς τὸ δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. ἤρεσεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν· εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν.

μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον καὶ ἀρνεῖται τοῦ υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ συνανανεύουσιν, ὥσπερ αἱ τῶν σωμάτων σκιαὶ τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν, ὅπῃπερ ἂν ἐθέλῃ, πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεών, οὐ τὰ σώματα τῶν φαρμακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφάς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν ὅτι βέβαιος αὐτοῖς ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους· ἐνταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόντων πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν, τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ τοῦ Κιρκαίου τούτου κρατῆρος. οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος εἰς διαφόρους δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι.

καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν ἀγαπῶσιν ἔτι τὸν τῆς τοιαύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον καὶ οἷόν τινα καρπὸν κρανείας ἢ βάλανον τοὺς διαρριπτουμένους παρ᾽ αὐτοῦ λόγους ὑποκεκυφότες ἐκλέγουσιν, συῶν δίκην πρὸς τὰ χαμαιρριφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψηλοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶσιν, ἀλλὰ τὸ ἐπ᾽ αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν, οἷον δὴ ἂν ᾖ· καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα, τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν σύνεσιν τῆς ἀπάτης ἀποναρκήσαντα. δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθὸς ἐνσχεθῆναι, πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ· τὸ δ᾽ ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλκεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφοράν, πᾶσαν ὑπερβολὴν δυστυχημάτων παρέρχεται. πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούωμεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον, ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώτερον.

οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαργίας ὑπήχθησαν ὄλεθρον, οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον, διά τινος ἀλόγου προσπαθείας ἀγαπῶντες τὸν ὄλεθρον. τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον ἢ τὸ λέγειν, ὅτι ὁ αὐτὸς καὶ ἐγεννήθη καὶ κτίσμα ἐστὶ καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ υἱοῦ κλήσεως καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ υἱοῦ σημασίας; ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

Χρήσιμον δ᾽ ἂν ἴσως εἴη τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. τὰ γὰρ νῦν ἐξετασθέντα διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίων τῆς ἀντιρρήσεως ἄρξασθαι. εἴρηται τοίνυν κατὰ τὴν ἀρχὴν παρὰ τοῦ Εὐνομίου ταῦτα· 〈οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας〉. πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι ὅτι 〈κυριωτάτην〉 εἶναι καὶ τὴν τοῦ πατρὸς οὐσίαν ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί, διὰ τούτων προαγαγὼν τῶν ῥημάτων τὸν λόγον ὅτι 〈πᾶς ὁ τῶν καθ᾽ ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας〉. καὶ ἐνταῦθα 〈κυριωτάτην〉 λέγει καὶ 〈πρώτην〉 τοῦ μονογενοῦς τὴν οὐσίαν. οὐκοῦν συνθέντες ἀφ᾽ ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφηνάμενον, ὅτι 〈ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων οὐδὲ ἡ φύσις διάφορος〉. οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταὐτότητι τῶν προσηγοριῶν διεσήμαινεν ὁ ἑαυτῷ μαχόμενος.

ἀλλ᾽ ἐπειδὴ εἷς ἐν πατρὶ καὶ υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριωτάτην δὲ καὶ ταύτην εἶναί φησι. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμόζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. οἷον ἄνθρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν, ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῷον τὸ ἐν τῇ φύσει δεικνύμενον· καὶ θεὸν ὡσαύτως εἴδωλόν τε καὶ δαιμόνιον καὶ κοιλίαν οἶδεν ὁ τῆς γραφῆς λόγος προσαγορεύειν, ἀλλ᾽ οὐχὶ καὶ τὸ κύριον ἡ κλῆσις ἔχει, καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον. βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται, ἀλλ᾽ οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντασίαν εἰπεῖν. ὥσπερ τοίνυν ἐπίσης ἐπὶ δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ τοῦ ἀνθρώπου προσαγορεύομεν, εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειε, δύο μὲν ἀνθρώπους ἴσως ἂν εἴποι τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ᾽ ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν, οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν 〈κυριωτάτην〉 ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει τῇ ταὐτότητι τῶν ὀνομάτων σημάνειεν;

Ἀλλ᾽ ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύδους. διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ὑπὸ τοῦ Καϊάφα τὸ σωτήριον ὑπὲρ ἡμῶν τοῦ κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. οὐκοῦν εἰ κοινὸν ἐπ᾽ ἀμφοτέρων τῆς οὐσίας τὸ 〈κυριώτατον〉, τοῦ πατρὸς λέγω καὶ τοῦ υἱοῦ, τίνα χώραν ἔχει τὸ 〈παρηλλάχθαι τὰς οὐσίας〉 ἀλλήλων λέγειν; ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐνθεωρεῖται διαφορά, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παραδεχομένης ἐλάττωσιν; τὸ γὰρ ἀτελῶς ὄν, ὅτι περ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ᾽ ἕκαστον θεωρουμένων οὐδέν, ὥστε ἡ κατ᾽ οὐσίαν τοῦ πατρὸς ὑπεροχή, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ μονογενοῦς διελέγχει. εἰ οὖν ἀτελής, οὐ κυρία· εἰ δὲ 〈κυριωτάτη〉, καὶ τελεία πάντως· τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν οὐκ ἔχει. ἀλλ᾽ οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, διαφοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατόν ἐστιν ἐπινοῆσαι· μία γὰρ ἐπ᾽ ἀμφοῖν ὥσπερ ἐπὶ κανόνος ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι οὔτε ἀνωμαλοῦσα τῷ πλεονάζοντι.

τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ᾽ ἡμᾶς δόγματος τοῦ Εὐνομίου συνηγορίαν ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν, μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδήν, ἀλλὰ τὴν πρὸς ἑαυτὸν μάχην. δι᾽ ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ᾽ ἑαυτοῦ τρέπει τὰ μηχανήματα. ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ᾽ αὐτὴν τὴν λέξιν ἀκολουθήσωμεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ᾽ αὐτῶν λόγος ἔχει.

Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων· 〈εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας〉. τίς οὐκ οἶδεν ὅτι τὸ χωρίζον ἀπὸ τῆς αἱρέσεως τὴν ἐκκλησίαν ἡ τοῦ κτίσματός ἐστι φωνὴ ἐπὶ τοῦ υἱοῦ λεγομένη; οὐκοῦν ὁμολογουμένης παρὰ πᾶσι τῆς κατὰ τὸ δόγμα διαφορᾶς, τὸν ἐπιχειροῦντα δεικνύειν τῶν ἡμετέρων τὰς ἰδίας ὑπολήψεις ἀληθεστέρας τί πράττειν εὐλογώτερον ἦν, κατασκευάζειν δηλονότι τὸν ἴδιον λόγον, δι᾽ ὧν οἷόν τε ἦν, ἀποδεικνύντα κτιστὸν τὸν κύριον εἶναι δεῖν οἴεσθαι, ἢ τοῦτον παρέντα νομοθετεῖν τοῖς ἀκούουσιν ὡς ὁμολογούμενα τὰ ἀμφιβαλλόμενα λέγειν; ἐγὼ μὲν ἐκεῖνό φημι· τάχα δὲ καὶ πάντες, οἷς μέτεστι διανοίας, τοῦτο παρὰ τῶν ἀντιλεγόντων ἐπιζητήσουσι, τὸ τὴν ἀρχὴν τοῦ λόγου πρῶτον ἐπί τινος ἀναντιρρήτου βάσεως στήσαντας οὕτω τοῖς ἀκολούθοις ἐναγωνίζεσθαι.

οὑτοσὶ τοίνυν ἀφεὶς τὴν περὶ τοῦ χρῆναι κτιστὸν αὐτὸν οἴεσθαι κατασκευὴν τὰ ἐφεξῆς διεξέρχεται, τῷ ἀνυποστάτῳ λήμματι τὴν τῶν λογισμῶν ἀκολουθίαν ἁρμόζων, οἷόν τι πάσχουσιν οἱ ταῖς ματαίαις ἐπιθυμίαις κατὰ ψυχὴν ἐμβαθύνοντες, ἢ πρὸς βασιλείαν ἢ πρὸς ἄλλο τι τῶν σπουδαζομένων ταῖς ἐννοίαις διαχεόμενοι· οὐχ ὅπως ἂν γένοιτό τι τῶν σπουδαζομένων αὐτοῖς ἐπινοοῦσιν, ἀλλ᾽ ὡς τούτου παρόντος διατιθέασιν ἑαυτοῖς καὶ οἰκονομοῦσι πρὸς τὸ δοκοῦν τὸ εὐτύχημα, διά τινος ἡδονῆς τοῖς ἀνυπάρκτοις ἐπιπλανώμενοι. οὕτως ἡμῖν καὶ ὁ σοφὸς λογογράφος τὴν πολυθρύλητον ἑαυτοῦ διαλεκτικὴν οὐκ οἶδα ὅπου κατακοιμίσας, πρὶν ἀποδεῖξαι περὶ τοῦ ζητουμένου, καθάπερ τισὶ παιδίοις διαμυθολογεῖται τὴν ἀπατηλὴν ταύτην καὶ ἀκατάσκευον τοῦ καθ᾽ ἑαυτὸν δόγματος φλυαρίαν οἷον διήγημά τι παροίνιον ἐκτιθέμενος.

Λέγει γὰρ 〈τὴν ἐνεργείᾳ τοῦ πατρὸς ὑποστᾶσαν οὐσίαν δέχεσθαι τὴν τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίαν〉. τίς ἀπέδειξε λόγος ἐνεργείᾳ τινὶ κατασκευαστικῇ τὸν υἱὸν ὑποστῆναι, τὴν δὲ φύσιν τοῦ πατρὸς ἀνενέργητον ὡς πρὸς τὴν ὑπόστασιν τοῦ υἱοῦ μεῖναι; τὸ γὰρ ἀμφιβαλλόμενόν τε καὶ ζητούμενον τοῦτο ἦν, εἴτε ἡ οὐσία τοῦ πατρὸς ἐγέννησε τὸν υἱὸν εἴτε τι τῶν ἔξωθεν παρεπομένων τῇ φύσει τοῦτον εἰργάσατο. τῆς τοίνυν ἐκκλησίας κατὰ τὴν θείαν διδασκαλίαν ἀληθῶς θεὸν εἶναι τὸν μονογενῆ πιστευούσης, τὴν δὲ 〈τῆς〉 πολυθεΐας δεισιδαιμονίαν βδελυσσομένης καὶ διὰ τοῦτο τὴν τῶν φύσεων διαφορὰν οὐ προσδεχομένης, ὡς ἂν μὴ τῇ παραλλαγῇ τῶν οὐσιῶν ὑπὸ ἀριθμὸν αἱ θεότητες πίπτοιεν, ὅπερ οὐδέν ἐστιν ἕτερον ἢ τὴν πολυθεΐαν πάλιν ἐπεισάγειν τῷ βίῳ, ταῦτα τοίνυν τῆς ἐκκλησίας ἰδιωτικῶς διδασκούσης, ὅτι ἐκ τῆς οὐσίας τοῦ ἀληθινοῦ θεοῦ ἀληθινὸς θεὸς κατ᾽ οὐσίαν ὁ μονογενής ἐστι θεός, τὸν ἀντιβαίνοντα τοῖς ἐγνωσμένοις πῶς ἀνατρέπειν ἔδει τὴν προειλημμένην ὑπόληψιν; οὐχὶ τῷ κατασκευάζειν τὸν ἀντικείμενον λόγον, διά τινος ὁμολογουμένης ἀρχῆς συναποδεικνύοντα τὸ ἀμφίβολον; οὐκ ἂν οἶμαί τινα τῶν νοῦν ἐχόντων ἕτερόν τι παρὰ ταῦτα ζητῆσαι. ἀλλ᾽ οὗτος ἀπὸ τῶν ἀμφισβητουμένων ἄρχεται καὶ ὡς ἀποδεδειγμένον τὸ ἀμφιβαλλόμενον ἀρχὴν τῷ ἐφεξῆς δίδωσι λόγῳ.

ἀποδειχθέντος γὰρ πρότερον ὅτι διά τινος ἐνεργείας ὁ υἱὸς ὑπέστη, τίς ἂν ἦν μάχη πρὸς τὸ ἑπόμενον, τὸ εἰς ἑαυτὴν δέχεσθαι τὴν τοῦ ποιήματος προσηγορίαν λέγειν τὴν δι᾽ ἐνεργείας τινὸς ὑποστᾶσαν οὐσίαν; ἕως δ᾽ ἂν ἀκατάσκευον ᾖ τὸ προηγούμενον, πῶς ἰσχὺν ἔχει τὸ ἐφεπόμενον, εἰπάτωσαν οἱ τῆς ἀπάτης συνήγοροι. καὶ γὰρ εἴ τις πτηνὸν γενέσθαι καθ᾽ ὑπόθεσιν δοίη τὸν ἄνθρωπον, περὶ τῶν ἐφεξῆς οὐκέτι μαχήσεται. καὶ πτήσεται γάρ πως ὁ πτηνὸς γενόμενος καὶ ἄνω τῆς γῆς ἑαυτὸν ἀνάξει, μετάρσιος ἐπὶ πτερύγων δι᾽ ἀέρος φερόμενος. ἀλλὰ σκεπτέον πῶς ἂν γένοιτο πτηνὸς ὁ τὴν φύσιν οὐ λαχὼν ἐναέριον, τούτου δὲ μὴ ὄντος, μάταιον τὸ μετὰ τοῦτο διεξιέναι. κἀκεῖνος τοίνυν τουτὶ πρῶτον ἐπιδειξάτω, τὸ μάτην πεπιστευκέναι τὴν ἐκκλησίαν ἀληθῶς εἶναι τὸν μονογενῆ υἱόν, οὐ κατὰ θέσιν εἰσποιηθέντα ψευδωνύμῳ πατρί, ἀλλὰ κατὰ φύσιν γεννητῶς ἐκ τοῦ ὄντος ὄντα, μὴ ἀπεξενωμένον τῆς τοῦ γεννήσαντος φύσεως. ταῦτα πρῶτον ὡς ψευδῆ διελεγξάτω, καὶ τότε περὶ τῶν ἀκολούθων διεξιὼν πιθανὸς ἔσται. ἕως δ᾽ ἂν τὸ πρῶτον ἀναπόδεικτον ᾖ, φλυαρίας ἐστὶν ἐμφιλοχωρεῖν τοῖς δευτέροις.

καί μοι μηδεὶς ὑποκρουέτω καὶ τὸ παρ᾽ ἡμῶν διομολογούμενον διὰ κατασκευῆς κυρωθῆναι· ἀρκεῖ γὰρ εἰς ἀπόδειξιν τοῦ ἡμετέρου λόγου τὸ πατρόθεν ἥκειν πρὸς ἡμᾶς τὴν παράδοσιν, οἷόν τινα κλῆρον δι᾽ ἀκολουθίας ἐκ τῶν ἀποστόλων διὰ τῶν ἐφεξῆς ἁγίων παραπεμφθέντα. οἱ δὲ πρὸς τὴν καινότητα ταύτην μετατιθέντες τὰ δόγματα πολλῆς ἂν δέοιντο τῆς ἐκ τῶν λογισμῶν συμμαχίας, εἰ μέλλοιεν μὴ τοὺς κονιορτώδεις τῶν ἀνθρώπων καὶ εὐριπίστους, ἀλλὰ καὶ τοὺς ἐμβριθεῖς τε καὶ βεβηκότας ταῖς διανοίαις προσάγεσθαι· ἕως δ᾽ ἂν ἀκατάσκευος αὐτοῖς καὶ ἀναπόδεικτος ὁ λόγος προφέρηται, τίς οὕτως ἠλίθιος καὶ κτηνώδης, ὡς τῶν εὐαγγελιστῶν τε καὶ ἀποστόλων καὶ τῶν καθεξῆς ἐν ταῖς ἐκκλησίαις διαλαμψάντων ἀσθενεστέραν τὴν διδασκαλίαν τῆς ἀναποδείκτου φλυαρίας ποιήσασθαι;

Ἴδωμεν δὲ καὶ τὸ δυσφωρατότατον τῆς ἀγχινοίας τοῦ λογογράφου, ὅπως τῇ περιουσίᾳ τῆς διαλεκτικῆς ἐμπειρίας πρὸς τοὐναντίον εὐμηχάνως τοὺς ἀκεραιοτέρους ἐφέλκεται. προσέρριψε τῇ τοῦ 〈ποιήματος〉 καὶ 〈κτίσματος〉 προσηγορίᾳ καὶ τὴν φωνὴν τοῦ 〈γεννήματος〉, εἰπὼν εἰς ἑαυτὴν δέχεσθαι τὰ ὀνόματα ταῦτα τοῦ υἱοῦ τὴν οὐσίαν, καὶ ὥσπερ ἐν μεθυόντων συνεδρίῳ δημηγορῶν οἴεται μηδενὶ κατάφωρον ἑαυτοῦ τὴν περὶ τὸ δόγμα κακουργίαν γενήσεσθαι. τῷ γὰρ συνάψαι τὸ γέννημα τῷ κτίσματί τε καὶ τῷ ποιήματι ἐκκλέπτειν ἡγεῖται τὴν κατὰ τὸ σημαινόμενον τῶν ὀνομάτων διαφορὰν διὰ τῆς τῶν ἀκοινωνήτων συντάξεως. ταῦτα τὰ σοφὰ τῆς διαλεκτικῆς μηχανήματα. ἀλλ᾽ ἡμεῖς οἱ ἰδιῶται τῷ λόγῳ τὸ μὲν εἶναι τοῦτο κατὰ τὴν φωνὴν καὶ τὴν γλῶσσαν, ὅπερ ὁ λόγος περὶ ἡμῶν δείκνυσιν, οὐκ ἀρνούμεθα, ὠτία δέ, καθώς φησιν ὁ προφήτης, κατηρτίσθαι καὶ ἡμῖν πρὸς ἀκοὴν εὐσύνετον ὁμολογοῦμεν. διόπερ οὐδὲν διὰ τῆς συναφείας τῶν ἀκοινωνήτων ὀνομάτων εἰς τὴν τῶν σημαινομένων σύγχυσιν ὑπαγόμεθα· ἀλλὰ κἂν ὁ μέγας ἀπόστολος κατὰ ταὐτὸν ὀνομάσῃ ξύλα καὶ χόρτον καὶ καλάμην χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους, καὶ τὸν ἀριθμὸν τῶν μνημονευθέντων ἐπὶ κεφαλαίου συλλογιζόμεθα, καὶ τὴν φύσιν ἑκάστου τῶν κατωνομασμένων ἰδιαζόντως οὐκ ἀγνοήσομεν.

οὕτω καὶ νῦν 〈γεννήματος καὶ ποιήματος〉 κατὰ ταὐτὸν μνημονευθέντων, ἐκ τῶν φωνῶν ἐπὶ τὰ σημαινόμενα μεταβάντες οὐ τὴν αὐτὴν ἑκάστῳ τῶν ὀνομάτων ἐνθεωροῦμεν διάνοιαν· ἄλλο γάρ τι τὸ κτίσμα καὶ ἕτερον σημαίνει τὸ γέννημα, ὥστε κἂν ἐκεῖνος μιγνύῃ τὰ ἄμικτα, ὁ συνετὸς ἀκροατὴς διακεκριμένως ἀκούσεται καὶ δείξει τῶν ἀδυνάτων εἶναι τὴν τοῦ γεννήματος καὶ τὴν τοῦ κτίσματος προσηγορίαν μίαν τινὰ φύσιν εἰς ἑαυτὴν δέχεσθαι. εἰ γὰρ τὸ ἕτερον ἀληθεύοιτο τούτων, ψεῦδος ἐξ ἀνάγκης ἔσται τὸ ἕτερον, ὥστε εἰ κτίσμα εἴη, μὴ εἶναι γέννημα, καὶ τὸ ἔμπαλιν, εἰ γέννημα λέγοιτο, ἀλλοτριοῦσθαι τῆς ἐπωνυμίας τοῦ κτίσματος.

Ἀλλά φησιν ὁ Εὐνόμιος 〈εἰς ἑαυτὴν δέχεσθαι τοῦ υἱοῦ τὴν οὐσίαν τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας〉. μή τι διὰ τῶν ὑπολοίπων κατησφαλίσατο τὸν ἀκέφαλον τοῦτον καὶ ἄρριζον λόγον (ὡς οὐδεμία διὰ τῶν πρώτων κατεβλήθη πρὸς τὸ κατασκευαζόμενον δύναμις) ἢ καὶ τὰ λοιπὰ τῆς αὐτῆς ἔχεται ματαιότητος, οὐκ ἀπό τινος τῆς ἐκ τῶν λογισμῶν συμμαχίας τὴν ἰσχὺν προσλαβόντα, ἀλλὰ διεξοδικήν τε καὶ ἀκατάσκευον ὥσπερ ἐπὶ τῆς τῶν ὀνείρων διηγήσεως τὴν τῆς βλασφημίας ἔκθεσιν ἔχοντα; λέγει γὰρ τοῖς εἰρημένοις ἐπισυνάψας ταῦτα ὅτι 〈ἀμεσίτευτον μὲν ἔχουσαν τὴν γέννησιν, ἀμερίστως δὲ σῴζουσαν τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν〉. εἰ γὰρ τὸ ἀμεσίτευτόν τε καὶ ἀμέριστον καταλιπόντες αὐτὴν ἐφ᾽ ἑαυτῆς θεωρήσαιμεν τὴν τῶν ῥημάτων διάνοιαν, εὑρήσομεν ὅτι πανταχοῦ τὸ ληρῶδες τῆς διδασκαλίας δι᾽ οὐδενὸς ἰσχυροποιούμενον λόγου ταῖς ἀκοαῖς τῶν ἀπατωμένων προσρίπτεται. 〈τὸν γεγεννηκότα〉, φησί, 〈καὶ κτίσαντα καὶ ποιήσαντα〉. ταῦτα κἂν τρία δοκῇ, δύο νοημάτων περιέχει τὴν σημασίαν, τῷ τὰς δύο φωνὰς ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔννοιαν. τὸ γὰρ ποιῆσαι τῷ κτίσαι ταὐτόν ἐστιν, ἕτερον δὲ παρὰ τὰ εἰρημένα ἡ γέννησις.

τῆς οὖν κοινῆς τῶν ἀνθρώπων ὑπολήψεως πρὸς διαφόρους ἐννοίας ἐκ τῆς τῶν ῥημάτων σημασίας μεριζομένης, τίς ἡμῖν ἐπέδειξε λόγος ταὐτὸν εἶναι τῇ γεννήσει τὸ ποίημα, ἵνα τὴν μίαν οὐσίαν τῇ τῶν ῥημάτων διαφορᾷ προσαρμόσωμεν; ἕως γὰρ ἂν ἡ συνήθης κρατῇ σημασία τῶν λέξεων καὶ μηδεὶς εὑρίσκηται λόγος ὁ μετασκευάζων εἰς τὸ ἐναντίον τὰς τῶν ῥημάτων ἐμφάσεις, οὐκ ἐνδέχεται μίαν τινὰ φύσιν πρὸς τὴν τοῦ ποιήματος καὶ γεννήματος ἔννοιαν διασχισθῆναι. ἐπειδὴ γὰρ ἐφ᾽ ἑαυτοῦ λεγόμενον τούτων ἑκάτερον ἰδιάζουσαν ἔχει τὴν ἑρμηνείαν, ἀνάγκη πᾶσα οἰκείαν τε καὶ συγγενῆ τοῖς ὀνόμασι συνεπινοεῖσθαι καὶ τὴν σχετικὴν συζυγίαν. καὶ γὰρ τὰ λοιπὰ τῶν πρός τι λεγομένων οὐ πρὸς τὸ ἀλλότριόν τε καὶ ἀκατάλληλον ἔχει τὴν οἰκειότητα, ἀλλὰ κἂν σιωπηθῇ πρὸς ὃ λέγεται, αὐτομάτως μετὰ τοῦ πρωτοτύπου καὶ τὸ συνεζευγμένον ἀκούεται· οἷον δημιουργὸς δοῦλος φίλος υἱὸς καὶ τὰ τοιαῦτα. πάντα γὰρ ὅσα τῇ πρὸς ἕτερον ἀναφορᾷ θεωρεῖται, τὴν οἰκείαν ἕκαστον καὶ συνημμένην τοῦ δηλουμένου συγγένειαν διὰ τῆς προσηγορίας παρίστησιν, ἄμικτον ἔχοντα τὴν πρὸς τὸ ἑτερογενὲς κοινωνίαν.

οὔτε γὰρ τοῦ δημιουργοῦ τὸ ὄνομα τῷ υἱῷ συνέζευκται οὔτε ἡ τοῦ δούλου φωνὴ πρὸς τὸν δημιουργὸν ἀναφέρεται οὔτε ὁ φίλος τὸν δοῦλον ἐδήλωσεν οὔτε ὁ υἱὸς τὸν δεσπότην, ἀλλὰ φανερὰν καὶ διακεκριμένην τούτων ἑκάστου τὴν πρὸς τὸ κατάλληλον συζυγίαν ἐπιγινώσκομεν, νοοῦντες διὰ μὲν τοῦ φίλου ἕτερον φίλον, διὰ δὲ τοῦ δούλου τὸν κύριον, τὸ δὲ ἔργον διὰ τοῦ δημιουργοῦ καὶ διὰ τοῦ υἱοῦ τὸν πατέρα. οὕτω τοίνυν καὶ τὸ γέννημα καὶ τὸ ποίημα πρός τι τὴν κυρίαν ἔμφασιν ἔχει. οὐκοῦν συνέζευκται τῷ μὲν γεννήματι ὁ γεννήσας, ὁ δὲ κτίσας τῷ κτίσματι, καὶ δεῖ πάντως, εἴγε μὴ μέλλομεν σύγχυσίν τινα τῶν πραγμάτων διὰ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς ἐμποιεῖν, σῴζειν ἑκάστῳ τῶν πρός τι λεγομένων τὸ οἰκείως συσσημαινόμενον.

Φανερᾶς οὖν οὔσης τῆς τῶν λέξεων τούτων ἐννοίας πρὸς ὅ τι βλέπει, πῶς ὁ διὰ τῆς λογικῆς τεχνολογίας προάγων τὰ δόγματα τὴν οἰκείαν τῶν πρός τι διάνοιαν ἐπὶ τῶν ὀνομάτων τούτων οὐ κατενόησεν, ἀλλ᾽ ἁρμόζειν 〈δεῖν〉 οἴεται τῷ πεποιηκότι τὸ γέννημα καὶ τῷ γεγεννηκότι τὸ ποίημα, λέγων 〈τοῦ υἱοῦ τὴν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας, ἀμέριστον δὲ σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν〉; τὸ γὰρ ἓν πρᾶγμα πρὸς διαφόρους σχέσεις καταμερισθῆναι φύσιν οὐκ ἔχει, ἀλλ᾽ ὁ μὲν υἱὸς τῷ πατρὶ προσῳκείωται καὶ τὸ γεννηθὲν τῷ γεννήσαντι, τὸ δὲ ποίημα πρὸς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχει· πλὴν εἰ μή τινα κατάχρησιν ἐν ἀδιαφόρῳ τινὶ συνηθείᾳ ῥημάτων κυριωτέραν ἡγοῖτό τις εἶναι τῆς προσφυοῦς σημασίας.

Τίσιν οὖν λογισμοῖς καὶ ποίαις κατασκευαῖς κατὰ τὴν ἄμαχον διαλεκτικὴν ἐκείνην εἰς τοὐναντίον τὰς δόξας τῶν πολλῶν μεταστήσας ταῦτα κατ᾽ ἐξουσίαν διέξεισιν, ὅτι τοῦ ἐπὶ πάντων θεοῦ καὶ κτίστου καὶ πατρὸς νοουμένου τε καὶ λεγομένου ὁ υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτηδείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγόμενος; τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννωμένων λεγούσης, τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως συνισταμένων, καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας πατέρα καὶ υἱὸν παραδεδωκότων, οὐ κτίστην καὶ ἔργον, ὡς ἂν μή τις γένοιτο παραφθορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα τὰ τῆς κατ᾽ οὐσίαν οἰκειότητος τὸν μονογενῆ τοῦ πατρὸς ἀφορίζοντα, ὁ λέγων τῷ υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσηγορίαν ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιήματος τὴν τοῦ υἱοῦ κλῆσιν προσφυῶς ἔχειν, ὥστε, εἰ ὁ υἱὸς κτίσμα καὶ ὁ οὐρανὸς υἱὸς καὶ τὰ καθ᾽ ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεται.

εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο υἱὸς ὀνομάζεται, ὁ αὐτὸς δώσει λόγος καὶ ἀμνὸν καὶ κύνα καὶ βάτραχον καὶ πάντα, ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ θεοῦ φύσεως εἶναι υἱὸς οὐκ ἔστιν οὐδὲ θεὸς λέγεται, κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως υἱὸς διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως υἱός ἐστι καὶ θεὸς εἶναι ὁμολογεῖται. ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. ἀλλ᾽ ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν ὅτι κατὰ τὸν προφήτην φοβοῦνται φόβον ὅπου οὐκ ἔστι φόβος. εἰ γὰρ ἐπὶ τῶν ἀνθρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνισταμένη, ἀλλ᾽ ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος (τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις), ἐπειδὴ διὰ τῶν καθ᾽ ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν ἀπαθὲς ἐννοεῖν.

ἀλλὰ τὰς τρεῖς ταύτας μετ᾽ ἀλλήλων προσηγορίας συγχέας, ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο, συναρπάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσηγορία ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιημένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννήματος, ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη καὶ τεχνική τις ἀπόδειξις. μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανεροῦσα τὸ ἀγνοούμενον ἀπόδειξις λέγεται, τὸ δὲ παραλογίζεσθαι διὰ κακουργίας καὶ ὑπεκκλέπτειν τὸν ἔλεγχον καὶ συγχεῖν ἐν ταῖς ἐπιπολαίοις ἀπάταις τὴν διάνοιαν τῶν, καθώς φησιν ὁ ἀπόστολος, κατεφθαρμένων τὸν νοῦν οὐκ ἄν τις τῶν σωφρονούντων ἀπόδειξιν τεχνικὴν ὀνομάσειεν.

Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν μετέλθωμεν. 〈ἀμεσίτευτον〉 δέ φησιν εἶναι 〈τῆς οὐσίας τὴν γέννησιν καὶ ἀμερίστως σῴζειν τὴν πρὸς τὸν γεγεννηκότα καὶ ποιήσαντα καὶ κτίσαντα σχέσιν〉. εἰ μὲν οὖν τὸ ἀμέριστόν τε καὶ ἀμεσίτευτον εἰπὼν τῆς οὐσίας ἐν τούτῳ τὸν λόγον ἔστησεν, οὐκ ἂν τῆς εὐσεβοῦς ὑπολήψεως παρετράπη, ἐπεὶ καὶ παρ᾽ ἡμῶν ὁμολογεῖται τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα συναφές τε καὶ ἀμεσίτευτον, ὡς μηδὲν εἶναι τὸ διὰ μέσου τούτων παρενειρόμενον, ὃ μεταξὺ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συναφείας εὑρίσκεται, μὴ διαστηματικόν τι νόημα, μὴ αὐτὸ τὸ ἀκαρές τε καὶ ἄτομον, ὃ διχῇ τεμνομένου τοῦ χρόνου τῷ παρῳχηκότι τε καὶ τῷ μέλλοντι κατὰ τὸ ἐνεστὼς ἀμερῶς ἐφ᾽ ἑαυτοῦ νοεῖται, οὔτε τοῦ παρῳχηκότος οὔτε τοῦ μέλλοντος μέρος γενέσθαι δυνάμενον διὰ τὸ εἶναι καθόλου ἀδιάστατόν τε καὶ ἄτομον καὶ ᾧπερ ἂν προστεθῇ ἀνεπίδηλον. τὸ οὖν καθαρῶς ἄμεσον οὐδενὶ τοιούτῳ μεσιτεύεσθαι λέγομεν. οὐ γὰρ ἂν ἔτι ἄμεσον εἴη τὸ μέσῳ τινὶ διειργόμενον· εἰ τοίνυν κἀκεῖνος ἀμεσίτευτον εἶναι εἰπὼν τοῦ υἱοῦ τὴν γέννησιν μηδὲν τῶν εἰρημένων ἐπήνεγκε, τὴν εὐσεβῶς νοουμένην τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειαν ἐδογμάτιζεν. ἐπειδὴ δὲ καθάπερ μεταμεληθεὶς ἐφ᾽ οἷς εἴρηκεν εὐθὺς ἐπήγαγεν ὅτι 〈σῴζει τὴν πρὸς τὸν γεγεννηκότα καὶ πεποιηκότα καὶ κτίσαντα σχέσιν〉, ἐμόλυνε τοῖς δευτέροις τὰ πρότερα, τῷ καθαρῷ λόγῳ τὴν βλάσφημον φωνὴν ἐπεμέσας.

δῆλον γὰρ ὅτι κἀκεῖ τὸ ἀμεσίτευτον οὐ πρὸς τὸ εὐσεβὲς βλέπει, ἀλλ᾽ ὡς ἄν τις λέγοι μεταξὺ τοῦ ἥλου καὶ τοῦ χαλκέως μεσιτεύειν τὴν σφύραν, ταύτης δὲ εἶναι τὴν κατασκευὴν ἀμεσίτευτον, οὔπω γὰρ τῶν ὀργάνων ὑπὸ τῆς τέχνης ἐξευρημένων, ἐπινοίᾳ τινὶ τὴν σφύραν, 〈οὐ〉 δι᾽ ἑτέρου τινὸς ὀργάνου, παρὰ τοῦ τεχνίτου πρώτην γενέσθαι καὶ οὕτω διὰ ταύτης τὰ ἄλλα, ταῦτα καὶ περὶ τοῦ μονογενοῦς νοεῖν ἡ τοῦ ἀμεσιτεύτου λέξις τὸν λογογράφον ἐνδείκνυται. καὶ οὐ μόνος ἐν τούτῳ πεπλάνηται κατὰ τὴν ἀτοπίαν τοῦ δόγματος ὁ Εὐνόμιος, ἀλλ᾽ ἔστι καὶ ἐν τοῖς Θεογνώστῳ πεπονημένοις τὸ ἴσον εὑρεῖν, ὅς φησι τὸν θεὸν βουλόμενον τόδε τὸ πᾶν κατασκευάσαι πρῶτον τὸν υἱὸν οἷόν τινα κανόνα τῆς δημιουργίας προϋποστήσασθαι, οὐδὲ ἐκεῖνος συνιδὼν ἐν τῷ λόγῳ τὸ ἄτοπον, ὅτι τὸ μὴ ἑαυτοῦ χάριν, ἀλλὰ δι᾽ ἄλλο τι γινόμενον ἀτιμότερόν ἐστι πάντως τοῦ δι᾽ ὃ γίνεται, ὡς τὸ γεωργικὸν ἐργαλεῖον τῆς ζωῆς χάριν ἐπιτηδεύομεν, οὐ μὴν ἐπίσης τιμᾶται τῇ ζωῇ καὶ τὸ ἄροτρον. οὕτω τοίνυν καὶ εἰ διὰ τὸν κόσμον ὁ κύριος, καὶ οὐχὶ δι᾽ ἐκεῖνον τὰ πάντα, προτιμότερα ἂν εἴη τοῦ κυρίου τὰ πάντα ὧν χάριν ἐκεῖνον γενέσθαι λέγουσι. τοῦτο καὶ νῦν διὰ τοῦ λόγου κατασκευάζουσι, δι᾽ ὧν ἀμεσίτευτον ἔχειν τὸν υἱὸν τὴν πρὸς τὸν κτίσαντα καὶ πεποιηκότα σχέσιν διϊσχυρίζονται.

Ἀλλὰ φιλανθρωπεύεται τοῖς ὑπολοίποις καί φησιν 〈οὐδενὶ τῶν δι᾽ αὐτῆς καὶ μετ᾽ αὐτὴν γενομένων συγκρίνεσθαι〉. τοιαῦτα δωροφοροῦσιν οἱ τῆς ἀληθείας ἐχθροὶ τῷ κυρίῳ, δι᾽ ὧν περιφανέστερον ἡ βλασφημία κατασκευάζεται. τί γάρ, εἰπέ μοι, τῶν ὑπολοίπων, ὅσα κατὰ τὴν κτίσιν ἐστί, τὴν πρὸς ἑκάτερον σύγκρισιν ἔχει, καθόλου τῆς ἐν ἑκάστῳ φαινομένης ἰδιότητος οὐ προσιεμένης τὴν πρὸς τὰ ἑτερογενῆ κοινωνίαν; οὐκ οὐρανῷ πρὸς γῆν ἐστιν ἡ σύγκρισις, οὐ ταύτῃ πρὸς τοὺς ἀστέρας, οὐ πρὸς τὰ πελάγη τοῖς ἄστροις, οὐ πρὸς τὸν λίθον τῷ ὕδατι, οὐ πρὸς τὰ δένδρα τοῖς ζῴοις, οὐ πρὸς τὰ πτηνὰ τοῖς χερσαίοις, οὐ πρὸς τὰ νηκτὰ τοῖς τετράποσιν, οὐ πρὸς τὰ λογικὰ τοῖς ἀλόγοις. καὶ τί ἄν τις περὶ τῶν καθ᾽ ἕκαστον λέγων διατρίβοι, δεικνὺς ὅτι ταὐτὸν ἔστιν ἐφ᾽ ἑκάστου τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰπεῖν, ὅπερ ὡς ἐξαίρετον τῷ μονογενεῖ προσερρίφη, τὸ πρὸς μηδὲν τῶν μετ᾽ αὐτὸν καὶ δι᾽ αὐτοῦ γεγενημένων τὴν σύγκρισιν ἔχειν; φανερὸν γάρ ἐστιν ὅτι πᾶν, ὅπερ ἂν ἐφ᾽ ἑαυτοῦ νοήσῃς, ἀσύγκριτόν ἐστι τῷ παντί τε καὶ τοῖς καθ᾽ ἕκαστον· καὶ ὅπερ ἐπὶ τοῦ τυχόντος κτίσματος ἀληθῶς ἔστιν εἰπεῖν ὡς ἱκανόν ἐστι, τοῦτο καὶ αὔταρκες εἰς τιμὴν καὶ δόξαν τῷ μονογενεῖ θεῷ παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ἀποκληροῦται.

καὶ τοιαῦτα κατασκευάσας πάλιν ἐν τοῖς ὑπολοίποις ταῖς διακένοις αὐτὸν ἀποσεμνύνει τιμαῖς, κύριον καὶ μονογενῆ προσειπών· ἀλλ᾽ ὡς ἂν μή τις εὐσεβὴς διάνοια διὰ τῶν ὀνομάτων τούτων τοῖς ἀκηκοόσιν ἐγγένοιτο, εὐθὺς καταμίγνυσι τοῖς εὐσημοτέροις τὰ βλάσφημα. ἔχει δὲ οὕτως ἡ λέξις. 〈ἅτε δή〉, φησί, 〈μήτε τῆς γεννηθείσης οὐσίας ἑτέρῳ τινὶ χώραν εἰς κοινωνίαν καταλιπούσης· μονογενὴς γάρ· μήτε τῆς τοῦ ποιήσαντος ἐνεργείας κοινῆς θεωρουμένης〉. ὢ τῆς ὕβρεως· ὡς ἐν ἀλόγοις ἢ ἀνοήτοις δημηγορῶν, οἷς οὐκ ἔστι σύνεσις, κατ᾽ ἐξουσίαν διὰ τῶν ἐναντίων περιάγει τὸν λόγον, μᾶλλον δὲ ταὐτὸν πάσχει τοῖς ἐστερημένοις τῶν ὄψεων, ἐπεὶ κἀκεῖνοι πολλάκις ἐν ὀφθαλμοῖς τῶν βλεπόντων ἀσχημονοῦσι, διὰ τὸ μὴ βλέπειν αὐτοὶ τὸ μηδὲ ὁρᾶσθαι ὑποτιθέμενοι. τίνος γὰρ οὐκ ἔστιν συνιδεῖν τὴν ἐν τοῖς εἰρημένοις ἐναντιότητα; διὰ τὸ γεννηθῆναι, φησίν, ἡ οὐσία χώραν εἰς κοινωνίαν ἑτέροις οὐ καταλείπει· μονογενὴς γάρ. καὶ τοῦτο εἰπών, ὡς κατὰ ἀλήθειαν ἢ μὴ βλέπων αὐτὸς ἢ μὴ νομίζων ὁρᾶσθαι τὰ μηδεμίαν ἔχοντα κοινωνίαν ὡς συστοιχοῦντα τοῖς εἰρημένοις προστίθησι, τῇ τοῦ μονογενοῦς οὐσίᾳ τὴν τοῦ πεποιηκότος ἐνέργειαν ἐφαρμόσας.

ὁ γὰρ γεννηθεὶς πρὸς τὸν γεγεννηκότα καὶ ὁ μονογενὴς πρὸς τὸν πατέρα κατὰ τὸ ἀκόλουθον πάντως τὴν ἀναφορὰν ἔχει, καὶ ὁ πρὸς τὴν ἀλήθειαν βλέπων οὐ πεποιηκότος ἐνέργειαν, ἀλλὰ γεννήσαντος φύσιν ἐν τῇ τοῦ υἱοῦ θεωρεῖ συστοιχίᾳ.

Ὁ δὲ καθάπερ φυτῶν ἢ σπερμάτων ἤ τινος ἄλλου τῶν κατὰ τὴν κτίσιν ἐπιμνησθεὶς τὴν τοῦ ποιήσαντος ἐνέργειαν τῇ ὑποστάσει τοῦ μονογενοῦς παρατίθησιν. εἰ μὲν γὰρ λίθος ἢ ξύλον ἢ ἄλλο τι τοιοῦτον τῇ θεωρίᾳ προέκειτο, ἀκόλουθον ἦν προεπινοεῖν τὴν τοῦ πεποιηκότος ἐνέργειαν· εἰ δὲ ὁμολογεῖται καὶ παρὰ τῶν ὑπεναντίων ὁ μονογενὴς θεὸς υἱός τε εἶναι καὶ γεννητῶς ὑποστῆναι, πῶς ἁρμόζουσιν αἱ αὐταὶ φωναὶ τούτῳ καὶ τοῖς ἐσχάτοις τῶν μορίων τῆς κτίσεως, καὶ ὅπερ περὶ τοῦ μύρμηκος ἢ τοῦ κώνωπος ἀληθῶς ἔστιν εἰπεῖν, τοῦτο καὶ περὶ τοῦ κυρίου λέγειν εὐσεβὲς εἶναι νομίζουσιν; εἰ γάρ τις καταμάθοι τὴν τοῦ μύρμηκος φύσιν οἷς ἰδιάζει πρὸς τὰ λοιπὰ τῶν ζῴων, οὐκ ἂν ἔξω τῆς ἀληθείας εἴποι τὴν τοῦ πεποιηκότος αὐτὸν ἐνέργειαν κοινὴν πρὸς τὰ ἄλλα μὴ θεωρεῖσθαι.

ἃ τοίνυν ἐπὶ τῶν τοιούτων λέγεται, ταῦτα καὶ ἐπὶ τοῦ μονογενοῦς ἀποφαίνονται· καὶ καθάπερ οἱ θηρεύοντες λέγονται βόθροις τισὶν ὑπολαμβάνειν τῶν θηρίων τὴν πάροδον, κρύπτειν δὲ τὴν ἐπιβουλὴν διὰ σαθρῶν τινῶν καὶ ἀνυποστάτων τὰ στόμια τῶν βόθρων ἐπικαλύπτοντες, ὡς ἂν ἰσόπεδον φαίνοιτο τῷ παρακειμένῳ τὸ βάραθρον, τοιοῦτόν τι μηχανᾶται κατὰ τῶν ἀνθρώπων ἡ αἵρεσις, τὸν βόθρον τῆς ἀσεβείας διὰ τῶν εὐφήμων τούτων καὶ εὐσεβῶν ὀνομάτων οἷον διά τινος ἐπιπολαίου στέγης ἐπικαλύπτουσα, ὥστε τοὺς ἀλογωτέρους, ταὐτὸν εἶναι τῇ ἀληθινῇ πίστει τὸ τούτων κήρυγμα διὰ τῆς τῶν ῥημάτων ὁμολογίας νομίζοντας, πρὸς ψιλὸν τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ μονογενοῦς ἐπιδραμόντας, κενεμβατῆσαι τῷ βόθρῳ, τῆς τῶν προσηγοριῶν σημασίας οὐχ ὑπερειδούσης αὐτῶν τὴν βάσιν, ἀλλ᾽ εἰς τὸ τῆς ἀρνήσεως τοῦ Χριστοῦ βάραθρον καταφερούσης. διὰ τοῦτο γεννηθείσης οὐσίας μέμνηται μηδενὶ χώραν εἰς κοινωνίαν καταλιπούσης καὶ μονογενῆ ὀνομάζει· ταῦτά ἐστι τὰ τοῦ βόθρου καλύμματα. ἐπειδὰν δέ τις παραστάς, πρὶν ὑποληφθῆναι τῷ χάσματι, καθάπερ τινὰ χεῖρα τὴν διὰ τοῦ λόγου πεῖραν ἐπαγάγῃ τῷ λόγῳ, βλέπει τὸν τῆς εἰδωλολατρείας ὄλεθρον ὑπορωρυγμένον τῷ δόγματι. ὡς γὰρ θεῷ καὶ υἱῷ θεοῦ προσερχόμενος κτίσμα θεοῦ εὑρίσκει τῇ λατρεία προκείμενον.

διὰ τοῦτο ἄνω καὶ κάτω τὸ ὄνομα τοῦ μονογενοῦς περιφέρουσιν, ἵν᾽ εὐπαράδεκτος γένηται τοῖς ἀπατωμένοις ὁ ὄλεθρος, ὡς εἴ τις ἄρτῳ τὸ δηλητήριον καταμίξας θανάτῳ τοὺς δεομένους τῆς τροφῆς δεξιώσαιτο, οὐκ ἂν δεξαμένους γυμνὸν προσέσθαι τὸ φθοροποιὸν δηλητήριον, μὴ δελεασθέντας πρὸς τὸ φαινόμενον. σοφῶς τοίνυν κατά γε τὸν ἑαυτοῦ νοῦν πρὸς τὸ σπουδαζόμενον βλέπει. εἰ γὰρ παντελῶς ἐξέβαλε τοῦ καθ᾽ ἑαυτὸν δόγματος τοῦ υἱοῦ τὴν φωνήν, ἀπαράδεκτος ἡ ἀπάτη τοῖς ἀνθρώποις ἐγίνετο, φανερῶς διαβοωμένης τῆς ἀρνήσεως ἐν προδήλῳ κηρύγματι· νυνὶ δὲ καταλιπὼν μόνον τὸ ὄνομα, τὸ δὲ σημαινόμενον πρὸς τὴν τῆς κτίσεως ἔννοιαν μεταγαγὼν καὶ κατορθοῖ τὴν εἰδωλολατρείαν καὶ ὑποκλέπτει τὸν ἔλεγχον. ἀλλ᾽ ἐπειδὴ οὐ χείλεσι τιμᾶν τὸν θεὸν προσετάχθημεν οὐδὲ ἐν ἤχῳ φωνῆς ἡ εὐσέβεια κρίνεται, ἀλλὰ χρὴ πρῶτον τῇ καρδίᾳ πιστευθῆναι τὸν υἱὸν εἰς δικαιοσύνην καὶ τότε ὁμολογηθῆναι τῷ στόματι εἰς σωτηρίαν, καὶ οἱ ἐν καρδίᾳ λέγοντες μὴ εἶναι θεόν, κἂν τῷ στόματι κύριον ὁμολογῶσι, διεφθάρησαν καὶ ἐβδελύχθησαν, καθὼς ἡ προφητεία φησί, διὰ τοῦτό φημι χρῆναι πρὸς τὸν νοῦν βλέπειν τῶν προβαλλομένων δῆθεν τὰ τῆς πίστεως ῥήματα, μὴ πρὸς τὰς φωνὰς δελεάζεσθαι. εἰ οὖν υἱὸν λέγων οὐ πρὸς κτίσμα βλέπει διὰ τῆς λέξεως, ἡμέτερος καὶ οὐχὶ τῶν ἐναντίων ἐστί· εἰ δέ τις υἱοῦ ὄνομα τῇ κτίσει τίθεται, ἐν τοῖς εἰδωλολάτραις τετάξεται.

καὶ γὰρ ἐκεῖνοι καὶ τὸν Δαγὼν καὶ τὸν Βὴλ καὶ τὸν δράκοντα θεὸν ὠνόμαζον, ἀλλ᾽ οὐ διὰ τοῦτο καὶ τὸν θεὸν προσεκύνουν. οὐ γὰρ θεὸς τὸ ξύλον καὶ ὁ χαλκὸς καὶ τὸ θηρίον.

Ἀλλὰ τί χρὴ καταστοχαζομένους τῆς διανοίας ἀνακαλύπτειν τῷ λόγῳ τὴν κεκρυμμένην ἀπάτην καὶ παρέχειν ἴσως ἀφορμὰς τοῖς ἀκούουσιν, ὡς οὐκ ἀληθῶς ἡμῶν ταῦτα τοῖς ἐχθροῖς προφερόντων; ἰδοὺ γὰρ γυμνὴν ἡμῖν ἐκτίθεται τὴν βλασφημίαν, δι᾽ οὐδενὸς προκαλύμματος τὸν δόλον ἐπικρυπτόμενος, ἀλλ᾽ ἐμπαρρησιαζόμενος τοῖς ἀτόποις ἐλευθέρᾳ φωνῇ. οὕτω δὲ ἔχει τὰ γεγραμμένα. 〈ἡμεῖς μὲν οὖν〉, φησίν, 〈οὐδὲν ἕτερον εὑρίσκοντες παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν, ἐπ᾽ αὐτῆς τῆς οὐσίας τάττειν οἰόμεθα δεῖν τὰς προσηγορίας, ἢ μάτην γε καὶ ψιλοῖς ῥήμασι λέγομεν υἱὸν καὶ γεννητόν, εἴ γε ταῦτα τῆς οὐσίας χωρίσαιμεν. ἐκ τούτων ὁρμώμενοι καὶ τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων πιστούμεθα〉. οὐδὲν οἶμαι χρῆναι τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν διὰ τῶν ἡμετέρων ἐλέγχεσθαι λόγων· αὐτὴ γὰρ ἡ τῶν γεγραμμένων ἀνάγνωσις ἱκανὴ στηλιτεῦσαι τὴν βλασφημίαν. οὑτωσὶ δὲ διασκοπήσωμεν. 〈παρηλλάχθαι〉 λέγει 〈τὰς οὐσίας ἀλλήλων〉 τοῦ υἱοῦ τε καὶ τοῦ πατρός. τί τοίνυν διὰ τοῦ 〈παρηλλαγμένου〉 σημαίνεται; πρῶτον αὐτὴν τὴν τῆς λέξεως ἔμφασιν ἐφ᾽ ἑαυτῆς ἐξετάσωμεν, ὡς ἂν μᾶλλον διὰ τῆς τοῦ ῥήματος ἑρμηνείας ἐκκαλυφθείη τὸ βλάσφημον.

λέγεται τοίνυν ἐν τῇ καταχρήσει τῆς συνηθείας τὸ ῥῆμα τῆς παραλλαγῆς ἐπὶ σωμάτων μέν, ὅταν ἐκ παραλύσεως ἤ τινος ἑτέρου πάθους παρατραπῇ τι μέλος τῆς φυσικῆς ἁρμονίας· ἐκ γὰρ τῆς πρὸς τὸ ὑγιαῖνον τοῦ πεπονθότος ἀντιπαραθέσεως τὴν πρὸς τὸ χεῖρον παρατροπὴν τοῦ παραδεξαμένου τὸ πάθος παραλλαγὴν ὀνομάζομεν· ἐπὶ δὲ τῶν ἐν ἤθει κατ᾽ ἀρετὴν καὶ κακίαν διαφερόντων, ὅταν ὁ ἀκόλαστος βίος ἀντιπαρατιθέμενος τῷ καθαρῷ τε καὶ σώφρονι ἢ τῷ δικαίῳ ὁ ἄδικος ἢ πρὸς τὸν πρᾷόν τε καὶ εἰρηνικὸν καὶ ἡσύχιον ὁ θυμώδης τε καὶ πολεμικὸς καὶ τὴν ὀργὴν ἀταμίευτος καὶ πᾶν ὅλως τὸ τῇ παραθέσει τοῦ κρείττονος ἐν κακίᾳ κατηγορούμενον παρηλλάχθαι λέγεται, τῷ μὴ συμβαίνειν ἀλλήλοις τὰ ἐπ᾽ ἀμφοτέρων γνωρίσματα, τοῦ τε καλοῦ φημὶ καὶ τοῦ χείρονος. ἔτι παρηλλάχθαι φαμὲν καὶ τὰς ἐπὶ τῶν στοιχείων θεωρουμένας ποιότητας, ὅσαι κατὰ τὸ ἐναντίον ἀντιστοιχοῦσιν ἀλλήλαις, φθαρτικὴν κατ᾽ ἀλλήλων ἔχουσαι δύναμιν, οἷον τὸ θερμόν τε καὶ τὸ ψυχρὸν ἢ τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν ἢ ὅλως εἴ τι τῷ ἑτέρῳ πρὸς τὸ ἐναντίον ἀντικαθέστηκε καὶ τὸ ἐν τούτοις ἀσύμβατον τῷ τῆς παραλλαγῆς διερμηνεύομεν ῥήματι, καὶ πᾶν ὅλως τὸ διαφωνοῦν πρὸς τὸ ἕτερον ἐν τοῖς ἐπιθεωρουμένοις γνωρίσμασι τῶν παρηλλαγμένων ἐστίν, ὡς ὑγίεια πρὸς νόσον καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ πρὸς εἰρήνην ὁ πόλεμος καὶ ἀρετὴ πρὸς κακίαν καὶ ὅσα τούτοις ἐστὶν ὁμοιότροπα.

Τούτων δὲ ἡμῖν οὕτω διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ τοῦ λογογράφου, πῶς 〈παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων〉 ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ. τί τοῦτο λέγων; ἆρ᾽ ὡς τοῦ πατρὸς μὲν ὄντος κατὰ φύσιν, τοῦ δὲ υἱοῦ παρηλλαγμένου τῆς φύσεως; ἢ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διερμηνεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διϊσχυρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος καὶ πρὸς θάνατον ἡ ζωὴ καὶ τὴν πρὸς τὰ τοιαῦτα πάντα τῷ τοιούτῳ τρόπῳ μάχην ἐνορᾷ ταῖς οὐσίαις, ὡς μὴ αὐτὰς μετ᾽ ἀλλήλων συμβῆναι, τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύναμιν, καθώς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροιμιώδης σοφία ὅτι Ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ, τὴν ἰσοπαλῆ τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν καὶ τὴν κατ᾽ ἀλλήλων φθορὰν διὰ τοῦ αἰνίγματος ἑρμηνεύουσα; ἢ κατ᾽ οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παραλλαγὴν καθορᾶν; οὐκοῦν εἰπάτω τὸ παρὰ ταῦτα νοούμενον. ἀλλ᾽ οὐκ ἂν εἰπεῖν ἔχοι, κἂν τὰ συνήθη λέγῃ, ὅτι ὁ υἱὸς πρὸς τὸν γεγεννηκότα παρήλλακται· τούτῳ γὰρ καὶ μᾶλλον ἡ ἀτοπία τῶν παρ᾽ αὐτοῦ λεγομένων ἐλέγχεται.

τί γὰρ οὕτω προσφυῶς τε καὶ ἁρμοδίως ἄλλο ἄλλῳ ἐμφύεταί τε καὶ ἐναρμόζεται ὡς ἡ σχετικὴ πρὸς τὸν πατέρα τοῦ υἱοῦ σημασία; ἀπόδειξις δὲ τούτου ὅτι κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἑνὶ καὶ τὸ παρεθὲν συσσημαίνεται· οὕτως ἔγκειται καὶ ἐνήρμοσται τῷ ἑτέρῳ τὸ ἕτερον καὶ ἐν τῷ ἑνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ᾽ ἑαυτοῦ νοηθῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. τὸ δὲ παρηλλαγμένον ἐξ ἐναντίου τῷ ἁρμόζοντι πάντως καὶ νοεῖται καὶ λέγεται, οἷον ἡ σπάρτος πρὸς τὴν εὐθεῖαν ἁρμοδίως ἔχει, τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον οὐχ ἁρμόζεται, καὶ τοῖς μουσικοῖς σύνηθες τὴν συμφωνίαν τῶν τόνων ἁρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἔκτροπόν τε καὶ ἀπρόσχορδον. οὐκοῦν ταὐτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον.

Εἰ οὖν παρήλλακται κατὰ τὸν τῆς αἱρέσεως λόγον πρὸς τὴν τοῦ πατρὸς οὐσίαν ἡ τοῦ μονογενοῦς θεοῦ φύσις, οὐδὲ ἁρμόζεται πάντως· τὸ δὲ ἀνάρμοστον οὐκ ἂν γένοιτο ἐν ἐκείνῳ ᾧ ἐναρμοσθῆναι οὐ δύναται. ὥσπερ γὰρ μιᾶς οὔσης μορφῆς ἐπί τε τοῦ κηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ ὁ ἐκτυπωθεὶς παρὰ ταύτης κηρός, ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῷ περιέχοντι, τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρός τε τὰ κοῖλα διαδυόμενος καὶ τὰς ἐξοχὰς τῆς γλυφῆς 〈τοῖς〉 ἰδίοις ἀναδεχόμενος τύποις, εἰ δὲ ξένος τις καὶ ἀλλότριος τύπος ἐντεθείη τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχεῖ τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις χαράγμασι περιγλύφων τὸ εἶδος. ἀλλὰ μὴν ὁ ἐν τῇ μορφῇ τοῦ θεοῦ ὑπάρχων οὐκ ἄλλῳ τινὶ χαρακτῆρι παρὰ τὸν πατέρα μεμόρφωται, χαρακτὴρ ὢν τῆς τοῦ πατρὸς ὑποστάσεως· ἡ δὲ μορφὴ τοῦ θεοῦ ταὐτὸν τῇ οὐσίᾳ πάντως ἐστίν. ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενόμενος τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ᾽ ἑαυτοῦ τὴν μορφὴν οὐδὲ τῆς οὐσίας διεζευγμένην, ἀλλ᾽ ἡ οὐσία τῇ μορφῇ συσσημαίνεται, οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ θεοῦ εἶναι τὴν οὐσίαν διὰ τῆς μορφῆς ἐνεδείξατο.

εἰ οὖν ἐν τῇ μορφῇ τοῦ θεοῦ ἐστι, καὶ ἐν τῷ πατρὶ ὢν ἐσφράγισται τῇ πατρῴᾳ δόξῃ, καθώς φησιν ἡ τοῦ εὐαγγελίου φωνὴ ἡ λέγουσα Τοῦτον ὁ πατὴρ ἐσφράγισεν ὁ θεός, διὸ καὶ ὁ ἑωρακὼς τὸν υἱὸν ὁρᾷ τὸν πατέρα, ἡ τῆς ἀγαθότητος εἰκὼν καὶ τὸ τῆς δόξης ἀπαύγασμα καὶ πάντα ὅσα τοιαῦτα τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ υἱοῦ τὴν οὐσίαν πρὸς τὸν πατέρα μαρτύρεται, ἄρα προδήλως τὸ τῆς βλασφημίας τῶν ἀντικειμένων ἀσύστατον διὰ τῶν εἰρημένων ἐλέγχεται. εἰ γὰρ τὰ παρηλλαγμένα οὐ συναρμόζεται, ὁ δὲ σφραγισθεὶς ὑπὸ τοῦ πατρὸς καὶ ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἑαυτῷ ἔχων ἐκεῖνον διὰ πάντων δείκνυσι τὸ συμφυὲς καὶ εὐάρμοστον, ἄρα διὰ τούτων ἡ ἀτοπία τῶν ἐναντίων κατὰ κράτος ἐλέγχεται. ὡς γὰρ ἐδείχθη τὸ παρηλλαγμένον ἀνάρμοστον, οὕτω τὸ ἔμπαλιν ἀναντιρρήτως ὁμολογεῖται τὸ εὐάρμοστον ἀπαράλλακτον πάντως. ὡς γὰρ τὸ παρηλλαγμένον οὐχ ἁρμόζεται, οὕτω τὸ ἁρμοζόμενον οὐ παρήλλακται· ὁ δὲ λέγων τῆς ἀγαθῆς τοῦ πατρὸς οὐσίας τὴν τοῦ μονογενοῦς παραλλάττειν φύσιν, ἐν αὐτῷ τῷ ἀγαθῷ τὴν παραλλαγὴν πάντως βλέπει. τὸ δὲ τοῦ ἀγαθοῦ παρηλλαγμένον τί ἐστι, Νοήσατε οἱ ἄκακοι τὴν πανουργίαν, ἡ παροιμία φησίν.

Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμοῦμαι τῷ λόγῳ, τὸ δὲ πρὸ αὐτῶν ἐξετάσωμεν. 〈οὐδέν〉 φησιν 〈ἕτερον εὑρίσκεσθαι παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν〉. τί νοῶν ταῦτα λέγει; δύο γὰρ ἀπ᾽ ἀλλήλων διακρίνας ὀνόματα καὶ τὰ δι᾽ αὐτῶν σημαινόμενα συνδιαχωρίσας τῷ λόγῳ, ἐφ᾽ ἑαυτοῦ ἑκάτερον ἰδιαζόντως ἐκτίθεται. ἓν ὄνομα ἡ 〈γέννησις〉 καὶ ἕτερον ὄνομα ἡ 〈οὐσία〉. δέχεται, φησίν, ἡ οὐσία τὴν γέννησιν, ἄλλο τι οὖσα δηλονότι παρὰ τὴν γέννησιν. εἰ γὰρ ἡ γέννησις οὐσία ἦν, ὅπερ δὴ συνεχῶς ἀποφαίνεται, ὥστε τὰς δύο προσηγορίας ἰσοδυναμεῖν ἀλλήλαις κατὰ τὴν ἔμφασιν, οὐκ ἂν εἶπεν ὅτι 〈δέχεται〉 ἡ οὐσία τὴν γέννησιν· ἴσον γὰρ ἂν ἦν τῷ εἰπεῖν ὅτι τὴν οὐσίαν ἡ οὐσία ἢ ὅτι τὴν γέννησιν ἡ γέννησις δέχεται, εἴπερ ταὐτὸν ἦν τῇ οὐσίᾳ ἡ γέννησις. οὐκοῦν ἄλλο μέν τι νοεῖ τὴν γέννησιν, ἄλλο δέ τι τὴν οὐσίαν, ἣ τὴν γέννησιν δέχεται. οὐ γὰρ ἂν ἦν ταὐτὸν τῷ ὑποδεχομένῳ τὸ λαμβανόμενον. τοῦτο μὲν οὖν ἡ σοφὴ τοῦ λογογράφου τεχνολογία φησίν. εἰ δέ τις ἔγκειται νοῦς τοῖς εἰρημένοις, ὁ κρίνειν ἐπεσκεμμένος ἐπισκεψάσθω τὸν λόγον. πάλιν δὲ τὸ ῥηθὲν ἀναλήψομαι. 〈Οὐδὲν ἕτερον εὑρίσκειν〉 λέγει 〈παρὰ τὴν οὐσίαν τοῦ υἱοῦ τὸ δεχόμενον τὴν γέννησιν〉.

ἀλλὰ τὸ μηδεμίαν ἐγκεῖσθαι τοῖς εἰρημένοις διάνοιαν παντὶ δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν ἐπαΐοντι λόγων· ὑπόλοιπον δὲ ἂν εἴη τὴν βλασφημίαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν, ἣν διὰ τῶν ἀδιανοήτων τούτων κατασκευάζει ῥημάτων. βούλεται γάρ, εἰ καὶ μὴ δύναται διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν, ταύτην ἐμποιῆσαι τοῖς ἀκροαταῖς τὴν διάνοιαν, ὅτι κατασκευαστή ἐστι τοῦ υἱοῦ ἡ οὐσία· γέννησιν δὲ τὴν κατασκευὴν ὀνομάζει, τῇ εὐσημοτάτῃ φωνῇ τὸ φρικτὸν περιστέλλων τῆς βλασφημίας, ὡς ἂν εὐπαράδεκτος γένοιτο ἡ τοῦ ἐκτίσθαι τὸν κύριον συγκατάθεσις, τῇ τῆς γεννήσεως λέξει τῆς κατασκευῆς δηλουμένης. λέγει τοίνυν ὅτι ἡ οὐσία τὴν γέννησιν δέχεται, ἵν᾽ ὥσπερ ἐν ὑποκειμένῳ τινὶ πράγματι πᾶσα κατασκευὴ θεωρεῖται (οὐ γὰρ ἄν τις εἴποι κατεσκευάσθαι ὃ μὴ ὑφέστηκεν), οὕτως οἷόν τι κατασκεύασμα τὴν τοῦ μονογενοῦς θεοῦ φύσιν *** προτείνας τῷ λόγῳ τὴν ποίησιν. 〈εἰ τοίνυν τὴν γέννησιν δέχεται ταύτην〉, φησί, τοιοῦτο σημᾶναι βουλόμενος, ὅτι οὐκ ἂν ἦν, εἰ μὴ κατεσκευάσθη. τί δὲ ἄλλο τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐστὶ μὴ γενόμενον; οὐρανός, ἀήρ, γῆ, θάλαττα, πᾶν ὅτιπερ ἔστι, γενόμενον πάντως ἐστίν· ὧν οὐδὲν ἂν ἦν, εἰ μὴ γενόμενον ἦν.

πῶς οὖν ὡς ἐξαίρετόν τι τῇ τοῦ μονογενοῦς ἐνεθεώρησε φύσει τὸ εἰς αὐτὴν τὴν οὐσίαν ἀναδέχεσθαι τὴν γέννησιν (οὕτω γὰρ τὴν κατασκευὴν ὀνομάζει, ὡς τοῦ βομβυλιοῦ καὶ τοῦ κώνωπος οὐκ εἰς ἑαυτόν, ἀλλ᾽ εἰς ἕτερόν τι παρ᾽ ἑαυτὸν δεξαμένου τὴν γέννησιν); οὐκοῦν ὁμολογεῖται διὰ τῶν γεγραμμένων ὅτι καὶ πρὸς τὰ μικρότατα τῆς κτίσεως μόρια κοινοποιεῖται παρ᾽ αὐτῶν τοῦ μονογενοῦς ἡ οὐσία καὶ πᾶν ἐπιχείρημα, δι᾽ οὗ κατασκευάζεται ἡ πρὸς τὸν πατέρα τοῦ υἱοῦ ἀλλοτρίωσις, τὴν ἴσην ἰσχὺν καὶ ἐπὶ τῶν καθ᾽ ἕκαστον ἔχει.

Τίς οὖν αὐτῷ χρεία τῆς ποικίλης ταύτης λεπτουργίας εἰς κατασκευὴν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος, δέον τὴν σύντομον τῆς ἀρνήσεως ὁδὸν τραπῆναι τῷ φανερῶς ἀπειπεῖν μὴ δεῖν ὁμολογεῖσθαι τοῦ υἱοῦ τὸ ὄνομα μηδὲ τὸν μονογενῆ θεὸν ἐν ταῖς ἐκκλησίαις κηρύσσεσθαι, ἀλλὰ τὴν Ἰουδαϊκὴν λατρείαν κυριωτέραν τῆς τῶν Χριστιανῶν κρίνειν ὁμολογίας, καὶ μόνον κτίστην καὶ δημιουργὸν ὁμολογοῦντας τὸν πατέρα τὰ λοιπὰ πάντα τῷ τῆς κτίσεως ὑπάγειν ὀνόματί τε καὶ νοήματι, ἐν δὲ τούτοις τὸ τῶν ἄλλων προτεταγμένον ἔργον 〈ποίημα〉 λέγειν διά τινος κατασκευαστικῆς ἐνεργείας γενόμενον, [καὶ] πρωτόκτιστον ἀντὶ μονογενοῦς θεοῦ καὶ ἀληθινοῦ υἱοῦ προσαγορεύοντας; τούτων γὰρ κεκρατηκότων, εὐκολία πολλὴ πρὸς τὸν σκοπὸν αὐτῶν συμπερανθῆναι τὰ δόγματα, πάντων κατὰ τὸ εἰκὸς ἐκ τῆς τοιαύτης ἀρχῆς πρὸς τὸ ἀκόλουθον ὁδηγουμένων, ὅτι τὸν μήτε γεννηθέντα μήτε υἱὸν ὄντα, διὰ δέ τινος ἐνεργείας ὑποστάντα κοινωνεῖν τῷ θεῷ τῆς οὐσίας οὐχ οἷόν τε. ἕως δ᾽ ἂν κρατῶσιν αἱ τῶν εὐαγγελίων φωναί, δι᾽ ὧν υἱὸς καὶ μονογενὴς καὶ ἐκ τοῦ πατρὸς καὶ ἐκ τοῦ θεοῦ καὶ τὰ τοιαῦτα κηρύσσεται, μάτην ληρήσει, ἑαυτόν τε καὶ τοὺς καθ᾽ ἑαυτὸν διὰ τῶν τοιούτων φληνάφων παρακρουόμενος.

τὴν γὰρ ἀληθῆ πρὸς τὸν πατέρα σχέσιν τῆς τοῦ υἱοῦ προσηγορίας βοώσης, τίς οὕτως ἠλίθιος, ὡς Ἰωάννου καὶ Παύλου καὶ τοῦ λοιποῦ χοροῦ τῶν ἁγίων τὰς γνησίας ταύτας φωνὰς καὶ τῆς οἰκειότητος ἐνδεικτικὰς κηρυσσόντων μὴ πρὸς ἐκείνους βλέπειν, ἀλλὰ τοῖς διακένοις κροτάλοις τῶν Εὐνομίου σοφισμάτων *** διδασκαλίαν τῶν διὰ τοῦ πνεύματος λαλούντων μυστήρια καὶ Χριστὸν ἐν ἑαυτοῖς φερόντων Εὐνόμιον ἀληθέστερον οἴεσθαι; τίνα τοῦτον Εὐνόμιον; τὸν πόθεν εἰς τὸ καθηγεῖσθαι Χριστιανῶν ἐπαρθέντα; ἀλλὰ ταῦτα μὲν ἐάσθω, καὶ ὥς ἐστι δυνατὸν ἡ περὶ τὰ προκείμενα σπουδὴ καταλεαινέτω τὴν καρδίαν ἡμῖν ζήλῳ τῆς πίστεως κατὰ τῶν βλασφημούντων ὑπεροιδαίνουσαν. πῶς γὰρ ἔστι μὴ παρακινηθῆναι πρὸς ὀργὴν καὶ ἀπέχθειαν ἐν τῷ τὸν θεὸν ἡμῶν καὶ δεσπότην καὶ ζωοποιὸν καὶ σωτῆρα παρὰ τῶν ἀνθρωπίσκων τούτων προπηλακίζεσθαι; εἰ γάρ μοι τὸν τῆς σαρκὸς ἐλοιδόρει πατέρα ἢ πρὸς τὸν εὐεργέτην εἶχε τὸν ἐμὸν δυσμενῶς, ἆρα δυνατὸν ἦν ἀπαθῶς βαστάξαι τὴν κατὰ τῶν ἀγαπωμένων ὀργήν;

εἰ δὲ ὁ τῆς ψυχῆς τῆς ἐμῆς κύριος, ὁ μὴ οὖσαν αὐτὴν ὑποστήσας καὶ δουλωθεῖσαν ἐξαγοράσας, ὁ τῆς τε παρούσης γεύσας ζωῆς καὶ τὴν μέλλουσαν παρασκευάσας, ὁ πρὸς βασιλείαν καλῶν καὶ ὅπως ἂν φεύγοιμεν τὴν τῆς γεέννης κατάκρισιν παρεγγυῶν—μικρὰ λέγω ταῦτα καὶ οὔπω τῆς τοῦ κοινοῦ δεσπότου μεγαλωσύνης ἐπάξια—, ὁ ὑπὸ πάσης τῆς κτίσεως προσκυνούμενος, ἐπουρανίων, ἐπιγείων, καταχθονίων, ᾧ παρεστήκασιν αἱ ἀναρίθμητοι τῶν κατ᾽ οὐρανὸν λειτουργῶν μυριάδες, πρὸς ὃν ἐπέστραπται πᾶν ὅσον ὧδε διοικεῖται καὶ τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, εἰ οὗτος ἔκκειται πρὸς λοιδορίαν ἀνθρώποις, οἷς οὐκ ἀρκεῖ μόνον τὸ ἑαυτοὺς τῇ μερίδι τοῦ ἀποστάτου προσοικειῶσαι, ἀλλὰ ζημίαν ποιοῦνται τὸ μὴ καὶ ἄλλους εἰς τὸ αὐτὸ βάραθρον μεθ᾽ ἑαυτῶν ἐφελκύσασθαι διὰ τῆς λογογραφίας, ὡς ἂν μὴ λείποι τοῖς ἐπιγινομένοις ἡ πρὸς τὸν ὄλεθρον χειραγωγία, ἆρά τις μέμφεται τὴν ἐπὶ τούτοις ὀργήν;

Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν ἐπαναδράμωμεν. διαβάλλει γὰρ ἐν τοῖς ἐφεξῆς πάλιν ἡμᾶς ὡς ταῖς ἀνθρωπίναις ὁμοιότησιν ἀτιμάζοντας τοῦ υἱοῦ τὴν γέννησιν, καὶ μέμνηταί γε τῶν γεγραμμένων τῷ ἡμετέρῳ πατρὶ περὶ τούτων, ἐν οἷς φησι δύο σημαινομένων ἐκ τῆς τοῦ υἱοῦ φωνῆς, τῆς τε διὰ πάθους συστάσεως καὶ τῆς πρὸς τὸν γεγεννηκότα γνησιότητος, τὸ μὲν ἀπρεπὲς καὶ σαρκῶδες ἐν τοῖς θείοις μὴ προσίεσθαι λόγοις, τὸ δὲ ὅσον εἰς μαρτυρίαν τῆς τοῦ μονογενοῦς δόξης ἐστί, τοῦτο μόνον ἐν τοῖς ὑψηλοῖς παραλαμβάνεσθαι δόγμασι. τίς οὖν ἀτιμάζει ταῖς ἀνθρωπίναις ὑπολήψεσι τοῦ υἱοῦ τὴν γέννησιν, ὁ ἐξορίζων τῆς θείας γεννήσεως τὸ παθητὸν καὶ ἀνθρώπινον, ἀπαθῶς δὲ συνάπτων τὸν υἱὸν τῷ γεννήσαντι, ἢ ὁ κοινοποιῶν πρὸς τὴν κάτω κτίσιν τὸν τὰ πάντα παραγαγόντα εἰς γένεσιν; ἀλλὰ τὸ τοιοῦτον, ὡς ἔοικεν, ἡ καινὴ αὕτη σοφία πρὸς ἀτιμίαν οἴεται βλέπειν, τὸ τῇ μεγαλειότητι τοῦ πατρὸς τὸν υἱὸν οἰκειῶσαι, μέγα δὲ καὶ ὑψηλὸν τὸ καταγαγεῖν αὐτὸν εἰς ὁμοτιμίαν τῆς ἡμῖν ὁμοδούλου κτίσεως. ὢ κενῶν ἐγκλημάτων· Βασίλειος ὡς ἀτιμάζων τὸν υἱὸν διαβάλλεται, ὁ τιμῶν αὐτὸν καθὼς τιμᾶται ὁ πατήρ, καὶ Εὐνόμιος τῆς τιμῆς τοῦ μονογενοῦς ὑπερμάχεται, ὁ τῆς ἀγαθῆς φύσεως τοῦ πατρὸς ἀφορίζων.

τοιαύτην ἔσχε καὶ Παῦλος αἰτίαν παρ᾽ Ἀθηναίοις ποτέ, πρὸς αὐτῶν ἐκείνων κατηγορούμενος ὡς ξένα καταγγέλλων δαιμόνια, ὅτε τὴν περὶ τοὺς δαίμονας πλάνην τῶν εἰδωλομανούντων διήλεγχε καὶ πρὸς τὴν ἀλήθειαν ἐχειραγώγει, καταγγέλλων ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν. ταῦτα καὶ νῦν οἱ νέοι Στωϊκοὶ καὶ Ἐπικούρειοι τῷ μιμητῇ τοῦ Παύλου προφέρουσιν, οἱ εἰς οὐδὲν ἕτερον εὐκαιροῦντες, καθὼς περὶ τῶν Ἀθηναίων ἡ ἱστορία φησίν, ἢ εἰς τὸ λέγειν τι καὶ ἀκούειν καινότερον. τί γὰρ ἂν εὑρεθείη τούτων καινότερον· υἱὸς ἐνεργείας καὶ πατὴρ κτίσματος καὶ θεὸς πρόσφατος ἐκ τοῦ μὴ ὄντος ἀναφυόμενος καὶ ἀγαθὸν ἀγαθοῦ παρηλλαγμένον; οὗτοί εἰσιν οἱ διὰ τοῦ μὴ εἶναι αὐτὸν λέγειν, ὅπερ ἐστὶν ἡ τοῦ γεννήσαντος φύσις, τιμᾶν προσποιούμενοι ταῖς καθηκούσαις τιμαῖς. ἆρ᾽ αἰδεῖται τὸ εἶδος τῆς τοιαύτης τιμῆς ὁ Εὐνόμιος, εἰ μὴ πρὸς τὸν πατέρα λέγοι τις αὐτὸν ᾠκειῶσθαι τῇ φύσει, ἀλλὰ πρός τι τῶν ἑτερογενῶν τὴν κοινωνίαν ἔχειν; εἰ γὰρ ὁ πρὸς τὴν κτίσιν κοινοποιῶν τὸν τῆς κτίσεως κύριον τιμᾶν ἐν τούτοις αὐτὸν διορίζεται, τιμάσθω καὶ οὗτος πρὸς τὸ ἄλογον ἢ ἀναίσθητον κατὰ τὴν φύσιν κοινοποιούμενος· εἰ δὲ τούτῳ χαλεπὸν καὶ ἐφύβριστον ἡ πρὸς τὸ χεῖρόν ἐστι κοινωνία, πῶς τῷ δεσποτεύοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθώς φησιν ὁ προφήτης, τιμή ἐστι τὸ τῇ ὑποχειρίῳ καὶ δουλευούσῃ φύσει συγκατατάττεσθαι;

ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.