Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η Θεία Οικονομία: Ενσάρκωση, Σταυρός και ερμηνεία των Πράξεων

Θεολογική ανάλυση της κενώσεως, του Σταυρού και της ένωσης των φύσεων στον Χριστό. Ορθή ερμηνεία του αποστολικού χωρίου «Κύριον και Χριστόν εποίησεν».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 12 από 14

Περὶ δὲ τῆς Πέτρου τοῦ ἀποστόλου φωνῆς καιρὸς ἂν εἴη φιλοπονώτερον διεξετάσαι τὰ εἰρημένα αὐτῷ τε τῷ Εὐνομίῳ καὶ τῷ ἡμετέρῳ πατρὶ περὶ τούτου. εἰ δὲ εἰς πλῆθος ἐκτείνοι τὸν λόγον ἡ ἀκριβὴς θεωρία, συγγνώσεται πάντως ὁ εὐγνώμων ἀκροατής, οὐχ ἡμᾶς ἀδολεσχεῖν αἰτιώμενος, ἀλλ᾽ ἐπὶ τὸν τὴν ἀφορμὴν δεδωκότα τὴν αἰτίαν ἐπαναφέρων. καί μοι συγκεχωρήσθω βραχέα τινὰ προδιεξελθεῖν τῆς τῶν προκειμένων ἐξετάσεως, οὐδὲ ταῦτα τυχὸν τοῦ σκοποῦ τῶν σπουδαζομένων ἀπᾴδοντα.

Οὐδὲν τῶν διὰ κτίσεως γεγονότων σεβάσμιον εἶναι τοῖς ἀνθρώποις ὁ θεῖος ἐνομοθέτησε λόγος, ὡς ἐκ πάσης μικροῦ δεῖν ἔστι τῆς θεοπνεύστου γραφῆς τὸ τοιοῦτο μαθεῖν. ὁ Μωϋσῆς, αἱ πλάκες, ὁ νόμος, οἱ καθεξῆς προφῆται, τὰ εὐαγγέλια, τῶν ἀποστόλων τὰ δόγματα, πάντες ἐπίσης ἀπαγορεύουσι τὸ πρὸς τὴν κτίσιν βλέπειν. καὶ μακρὸν ἂν εἴη τὰ καθ᾽ ἕκαστον ἐφεξῆς παρατίθεσθαι τῶν εἰς τοῦτο φερόντων· ἀλλὰ κἂν ὀλίγας τῆς θεοπνεύστου γραφῆς μαρτυρίας ἐκ πολλῶν παραθώμεθα, ἐπίσης πάντως ὁ λόγος τὸ ἀξιόπιστον ἔχει, διότι τῶν θείων ἕκαστον εἰς φανέρωσιν ἀληθείας τὸ ἴσον ἔχει, κἂν ἐλάχιστον ᾖ.

διχῇ γὰρ διῃρημένης τῆς περὶ τῶν ὄντων ὑπολήψεως, εἴς τε τὴν κτίσιν καὶ εἰς τὴν ἄκτιστον φύσιν, ἐὰν ἐπικρατήσῃ τὸ παρὰ τῶν ἐναντίων νῦν σπουδαζόμενον, ὥστε κτιστὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λέγειν, ἀνάγκη πᾶσα ἢ ἀθετεῖσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ μὴ προσκυνεῖσθαι τὸν ἐν ἀρχῇ ὄντα λόγον θεὸν διὰ τὸ μὴ δεῖν προσάγειν τὴν λατρείαν τῇ κτίσει, ἢ εἴπερ δυσωποίη τὰ ἐν εὐαγγελίοις θαύματα, δι᾽ ὧν πρὸς τὸ σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐν ἐκείνοις δηλούμενον ἐναγόμεθα, εἰς ὁμοτιμίαν ἄγειν τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, εἴπερ κατὰ τὸ δόγμα τῶν ὑπεναντίων καὶ ὁ κτιστὸς προσκυνοῖτο θεός, οὐδεμίαν ἐν τῇ φύσει τὴν προτίμησιν ἔχων τῆς ἄλλης κτίσεως· καὶ εἰ τοῦτο κρατήσειεν, εἰς ἀναρχίαν τινὰ πάντη καὶ δημοκρατικὴν αὐτονομίαν τὰ δόγματα τῆς εὐσεβείας μετενεχθήσεται. ὅταν γὰρ μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ᾽ εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ᾽ ἐκεῖνο θεωρουμένῳ γενήσεται κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἐκ τῆς ἀκολουθίας ταύτης ἡ πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης.

Καὶ ὅτι οὐκ ἔξω τι τοῦ εἰκότος παραστοχάζομαι, ἀξιόπιστον τοῦ λόγου παραστήσομαι μάρτυρα τὴν μέχρι τοῦ νῦν ἐπικρατοῦσαν ἐν τοῖς Ἕλλησι πλάνην. ἐπειδὴ γὰρ ἀπαιδεύτῳ καὶ μικροφυεῖ διανοίᾳ πρὸς τὰ τῆς κτίσεως κάλλη θαυμαστικῶς διετέθησαν, οὐ χειραγωγῷ τε καὶ ὁδηγῷ τῷ θαύματι τῶν φαινομένων πρὸς τὴν τοῦ ὑπερκειμένου κάλλους κατανόησιν συγχρησάμενοι, ἀλλὰ μέχρι τῶν καταλαμβανομένων ἔστησαν ἑαυτῶν τὴν διάνοιαν καὶ ἕκαστον τῆς κτίσεως μέρος ἰδιαζόντως ἐθαύμασαν, διὰ τοῦτο οὐκ ἐν ἑνί τινι μόνῳ τῶν φαινομένων τὴν περὶ τὸ θεῖον ὑπόληψιν ἔστησαν, ἀλλὰ πᾶν τὸ ἐν τῇ κτίσει βλεπόμενον θεῖον ἐνόμισαν. καὶ οὕτω τοῖς μὲν Αἰγυπτίοις περὶ τὰ νοερὰ πλεῖον ἐνεργηθείσης τῆς πλάνης αἱ μυρίαι τῶν δαιμόνων μορφαὶ εἰς φύσεις θεῶν ἠριθμήθησαν, τοῖς δὲ Βαβυλωνίοις ἡ ἀπλανὴς τοῦ πόλου περιφορὰ θεὸς ἐνομίσθη, ὃν καὶ Βὴλ ὠνόμασαν. οὕτω δὲ καὶ τοὺς ἐφεξῆς ἑπτὰ ἡ Ἑλληνικὴ ματαιότης ἰδιαζόντως θεοποιήσασα ἄλλῳ ἄλλως κατά τινα τῆς ἀπάτης ἰδιάζοντα λόγον ὑπέκυψε. πάντας γὰρ τούτους ἐν ἀλλήλοις ἀναστρεφομένους τοὺς κύκλους κατανοήσαντες, ἐπειδὴ περὶ τὸ ἀκρότατον ἐπλανήθησαν, δι᾽ ἀκολούθου καὶ μέχρι τοῦ ἐσχάτου τὴν αὐτὴν πλάνην συνδιεσώσαντο.

καὶ πρὸς τούτοις αὐτόν τε τὸν αἰθέρα καὶ τὸν ὑποκεχυμένον ἀέρα τήν τε γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ὑποχθόνιον λῆξιν καὶ αὐτῆς δὲ τῆς γῆς ὅσα χρειώδη καὶ ἀναγκαῖα πρὸς τὴν ἀνθρωπίνην ἐστὶ ζωὴν οὐδὲν ὅ τι τῆς θείας ἀπόκληρον εἶναι φύσεως ἐδογμάτισαν, ἀλλ᾽ ἑκάστῳ τούτων ὑπέκυψαν, δι᾽ ἑνός τινος τῶν ἐν τῇ κτίσει προφαινομένων πᾶσιν ἑαυτοὺς τοῖς ἐφεξῆς τῆς κτίσεως μορίοις καταδουλώσαντες, ὡς εἴγε κἀκείνοις ἀθέμιτον ἐξ ἀρχῆς κατεφάνη τὸ πρὸς τὴν κτίσιν βλέπειν, οὐκ ἂν εἰς τὴν πολύθεον ταύτην ἀπάτην ἀπεπλανήθησαν. ὡς ἂν οὖν μὴ ταὐτὰ πάθοιμεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι, οὕτως τοῦ μεγάλου Ἠσαΐου διὰ τῆς ὑψηλῆς αὐτοῦ φωνῆς περὶ τῶν δογμάτων τούτων θεολογήσαντος, ὃς ἐκ τοῦ θείου προσώπου φησὶν Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθέν μου θεὸς οὐκ ἐγένετο καὶ μετ᾽ ἐμὲ θεὸς οὐκ ἔσται.

πάντων γὰρ μᾶλλον ἀκριβῶς εἰδὼς τὸ τῆς εὐαγγελικῆς εὐσεβείας μυστήριον ὁ μέγας οὗτος προφήτης ὁ καὶ τὸ παράδοξον ἐκεῖνο σημεῖον ἐπὶ τῆς παρθένου μηνύσας καὶ τοῦ παιδίου τὴν γέννησιν εὐαγγελισάμενος καὶ τὸ τοῦ υἱοῦ ὄνομα ἐκείνῳ σαφῶς παραστήσας, οὗτος τοίνυν ὁ πᾶσαν ἐμπεριειληφὼς διὰ τοῦ πνεύματος ἐν ἑαυτῷ τὴν ἀλήθειαν, ὡς ἂν μάλιστα πᾶσι γένοιτο δῆλος ὁ τῆς θείας φύσεως χαρακτήρ, δι᾽ οὗ τὸ ὄντως ὂν διακρίνομεν ἀπὸ τοῦ γενομένου, τοῦτό φησιν ἐκ προσώπου τοῦ θεοῦ ὅτι Ἐγώ εἰμι πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ ἔμπροσθεν ἐμοῦ θεὸς οὐ γέγονε καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. ἐπεὶ οὖν οὔτε τὸ πρὸ τοῦ θεοῦ θεὸς οὔτε τὸ μετὰ τὸν θεὸν θεός (τὸ μὲν γὰρ μετὰ τὸν θεὸν κτίσις, τὸ δὲ ἐπέκεινα τοῦ θεοῦ οὐδέν, τὸ δὲ οὐδὲν θεὸς οὐκ ἔστιν, μᾶλλον δὲ τὸ ἐπέκεινα τοῦ θεοῦ αὐτὸς ἐκεῖνος, ἐν τῇ ἀϊδίῳ μακαριότητι πρὸς οὐδὲν ὁριζόμενος), ἐπεὶ οὖν θεοῦ ἡ φωνὴ αὕτη ἡ πνευματικὴ ἐν τῷ προφητικῷ στόματι λαληθεῖσα, δόγμα διὰ τούτου μανθάνομεν ὅτι μία τίς ἐστιν ἡ θεία φύσις συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιάσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ᾽ ἑαυτῆς οὐ προσιεμένη, κἂν ἐν τριάδι κηρύσσηται, οὔτε πρεσβύτερόν τι τῶν ἐν αὐτῇ θεωρουμένων οὔτε μεταγενέστερον ἔχουσα. ἐπεὶ οὖν θεοῦ ἡ φωνή, ἐάν τε τοῦ πατρὸς δῷς εἶναι τὸν λόγον ἐάν τε τοῦ υἱοῦ, ἐπίσης δι᾽ ἑκατέρου τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται.

ἐὰν μὲν γὰρ ὁ πατὴρ ταῦτα λέγῃ, μαρτυρεῖ τῷ υἱῷ τὸ μὴ μετ᾽ αὐτὸν εἶναι· εἰ γὰρ θεὸς μὲν ὁ υἱός, πᾶν δὲ τὸ μετὰ τὸν πατέρα θεὸς οὐκ ἔστι, δῆλον ὅτι τὸ ἐν τῷ πατρὶ καὶ μὴ μετὰ τὸν πατέρα τὸν υἱὸν εἶναι ὁ λόγος μαρτύρεται· εἴτε τοῦ υἱοῦ δοίη τις εἶναι τὴν φωνὴν ταύτην, τὸ οὐ γέγονεν ἔμπροσθέν μου διδασκαλία σαφὴς ἔσται τῇ τῆς ἀρχῆς ἀϊδιότητι συγκαταλαμβάνεσθαι καὶ τὸν ἐν τῇ ἀρχῇ θεωρούμενον. εἴ τι οὖν μετὰ τὸν θεὸν ἔστι, κτίσις τοῦτο καὶ οὐ θεὸς διὰ τῶν εἰρημένων εὑρίσκεται. τὸ γὰρ μετ᾽ ἐμὲ ὄν, φησί, θεὸς οὐκ ἔστι.

Ταύτης τοίνυν προεκτεθείσης ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἂν εἴη τὸν προκείμενον ἐξετάσαι λόγον. οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. λέγεται δὲ παρ᾽ ἡμῶν οὐ πρὸς τὸ θεῖον τοῦ μονογενοῦς εὐσεβὲς εἶναι τὸ Ἐποίησεν ἀναφέρειν, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφὴν τὴν κατὰ καιρὸν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομικῶς γενομένην. οἱ δὲ πρὸς τοὐναντίον τὸν λόγον βιαζόμενοι τὴν προαιώνιον τοῦ υἱοῦ γέννησιν τῇ Ἐποίησεν φωνῇ παρὰ τοῦ ἀποστόλου διασημαίνεσθαι λέγουσι. προθέντες τοίνυν ἐν τῷ μέσῳ τὸν λόγον καὶ δι᾽ ἀκριβείας ἀμφοτέρας τὰς ὑπολήψεις ἐπισκεψάμενοι τῷ ἀκροατῇ τὴν κρίσιν τοῦ ἀληθοῦς καταλείψομεν. ἀλλὰ τῆς μὲν τῶν ἐναντίων διανοίας ἱκανὸς ἂν εἴη συνήγορος αὐτὸς ὁ Εὐνόμιος οὐκ ἀγεννῶς ἐν τούτοις ἀγωνισάμενος, ὥστε τὸν ἐκείνου λόγον ἐπὶ λέξεως διεξελθόντες ἐντελῶς τὸν ὑπὲρ τῶν μαχομένων ἡμῖν λόγον διελευσόμεθα· τοῦ δὲ καθ᾽ ἡμᾶς δόγματος ἡμεῖς κατὰ τὸ δυνατὸν προστησόμεθα, τοῖς παρὰ τοῦ μεγάλου Βασιλείου προεκτεθεῖσιν ὅπως ἂν οἷοί τε ὦμεν κατ᾽ ἴχνος ἑπόμενοι. οἱ δὲ τῇ ἀληθείᾳ διὰ τῆς ἀναγνώσεως δικάζοντες, καθώς φησί τις τῶν προφητῶν, Κρίμα δίκαιον κρίνατε, μὴ ταῖς φιλονείκοις προλήψεσιν, ἀλλὰ τῇ δεικνυμένῃ διὰ τῆς ἐξετάσεως ἀληθείᾳ δόντες τὰ νικητήρια.

καὶ παρίτω γε πρῶτος ὁ τῶν ἡμετέρων κατήγορος, ὥσπερ ἐν δικαστηρίῳ τὰ γεγραμμένα λέγων. 〈Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τὸ Ἐποίησεν ἐπὶ τῆς οὐσίας τοῦ υἱοῦ λαβεῖν παραιτούμενος ὁμοῦ τε τῷ σταυρῷ ἐπαισχυνόμενος τίθησι μὲν τοῖς ἀποστόλοις ἃ μηδεὶς μηδὲ τῶν εἰς σκαιὰ βλασφημεῖν αὐτοὺς ἐσπουδακότων, δύο δὲ σαφῶς Χριστοὺς καὶ δύο κυρίους ἐπεισάγει τοῖς ἑαυτοῦ δόγμασι καὶ λόγοις· φησὶ γὰρ ὡς οὐ τὸν ἐν ἀρχῇ ὄντα λόγον κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν, ἀλλὰ τὸν κενώσαντα ἑαυτὸν εἰς μορφὴν δούλου καὶ σταυρωθέντα ἐξ ἀσθενείας. γράφει δὲ διαρρήδην οὕτως· “ἔτι δὲ “οὐδὲ ἡ τοῦ ἀποστόλου διάνοια τὴν πρὸ αἰ- “ῶνος ὑπόστασιν τοῦ μονογενοῦς ἡμῖν παρί- “στησι, περὶ ἧς ὁ λόγος ἐν τῷ παρόντι· οὐ γὰρ “περὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ λόγου τοῦ ἐν “ἀρχῇ ὄντος πρὸς τὸν θεόν, ἀλλὰ περὶ τοῦ “κενώσαντος ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ “καὶ γενομένου συμμόρφου τῷ σώματι τῆς τα- “πεινώσεως ἡμῶν καὶ σταυρωθέντος ἐξ ἀσθε- “νείας σαφῶς διαλέγεται. καίτοι τοῦτο παντὶ “γνώριμον τῷ καὶ μικρὸν ἐπιστήσαντι τῆς ἀποστο- “λικῆς λέξεως τῷ βουλήματι, ὅτι οὐχὶ θεολογίας “ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονο- “μίας λόγους παρεισάγει.

Κύριον γὰρ αὐτὸν, φησί, “καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν “ὃν ὑμεῖς ἐσταυρώσατε, τῇ δεικτικῇ φωνῇ πρὸς τὸ “ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσι προδή- “λως ἐπερειδόμενος.„ ταῦτα μὲν οὖν ὁ τῷ τῶν ἀποστόλων βουλήματι τὸν ἑαυτοῦ νοῦν ὑπαλλάξας, οὐ γὰρ δὴ θέμις εἰπεῖν ἐπιστήσας· μή ποτέ τις τοσαύτην καταψηφίσαιτο παράνοιαν ἀνδρῶν ὁσίων καὶ πρὸς τὸ τῆς εὐσεβείας κήρυγμα λογάδων, ὥστε τὴν ἐκείνων διδασκαλίαν εἰς τοσαύτην ὑπερβολὴν † ἀπολείπουσαν εἰς ὕβριν ***. οἱ τὸν ἑαυτῶν λῆρον εἰς τὴν τῶν ὁσίων μνήμην ἀναφέροντες ποίας οὐ μεστοὶ ταραχῆς; ποίας οὐκ ἀτοπίας γέμοντες οἱ τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι δοξάζοντες καὶ διὰ τούτου τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλαβεῖν τὴν μορφὴν κατασκευάζοντες; καὶ τίς, ὦ πάντων ὑμεῖς ῥᾳθυμότατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμβάνει δούλου; πῶς δ᾽ ἄν τις ἑαυτὸν εἰς τοῦτο κενώσειεν ὅπερ ἐστίν; οὐ μὲν οὖν εὑρήσετε τούτων τινὰ μηχανὴν καίπερ ὄντες τολμηροὶ λέγειν καὶ φρονεῖν ἀμήχανα. πῶς δὲ οὐκ ἐλεεινότατοι πάντων ὑμεῖς ἄνθρωπον ὑπὲρ ἁπάντων ἀνθρώπων πεπονθέναι δοξάζοντες καὶ τούτῳ τὴν ἑαυτῶν ἀνατιθέντες λύτρωσιν;

εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησι Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν. ἀλλ᾽ ἀντιμάχεται μὲν τούτοις καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις, ἀντιφθέγγεται δὲ περιφανῶς καὶ αὐτὸς ὁ τῇ θεολογίᾳ τὴν οἰκονομίαν ταύτην ὑμνήσας, οὐ τὸν βλεπόμενον ἄνθρωπον, ἀλλ᾽ αὐτὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα σάρκα ἀνειληφέναι λέγων, ὅπερ ἄλλαις φωναῖς ἴσον ἐστὶ τῷ μορφὴν δούλου λαβεῖν. εἰ μὲν οὖν ταῦτα νομίζετε πιστά, μετάθεσθε τοῦ πλάνου, παύσασθε τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι δοξάζοντες. εἰ δὲ οὐχ ἱκανοί ἐστε πείθειν ἀπείστους, ἑτέρᾳ φωνῇ καὶ δευτέρᾳ ψήφῳ τὴν ἀπιστίαν λύσατε. ὑπομνήσθητε τοῦ φήσαντος Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. οὐ γὰρ ἔστιν ἀνθρώπων οὐδεὶς ὃς τοῦτον οἰκειώσεται τὸν λόγον. οὐδεὶς τῶν πώποτε γενομένων ἁγίων μονογενὴς ἦν θεός, γενόμενος ἄνθρωπος. τοῦτο γάρ ἐστιν ἐν μορφῇ θεοῦ τυγχάνοντα μορφὴν δούλου λαβεῖν.

εἰ τοίνυν περὶ τοῦ κενώσαντος ἑαυτὸν εἰς τὴν τοῦ δούλου μορφὴν ὁ μακάριος διαλέγεται Πέτρος, ἐκένωσεν δὲ ἑαυτὸν εἰς δούλου μορφὴν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων, ὁ δὲ ἐν μορφῇ θεοῦ ὑπάρχων ἐστὶν ὁ ἐν ἀρχῇ ὢν λόγος καὶ θεὸς ὢν μονογενής, περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, καὶ τοῦτον ἐκδιδάσκει γεγονέναι κύριον καὶ Χριστόν. ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναστρέφει Βασίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλήματι τῶν ἀποστόλων τὸν ἑαυτοῦ νοῦν ἐπιστήσας οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγονέναι κύριον, ἢ μαχομένοις μαχόμενα συνάπτων καὶ τούτοις παραμένων φιλονείκως ἕτερα προσθήσει πολεμιώτερα, δύο κατασκευάζων εἶναι Χριστοὺς καὶ δύο κυρίους. εἰ γὰρ ἕτερος μὲν ὁ ἐν ἀρχῇ ὢν θεὸς λόγος, ἕτερος δὲ ὁ κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβών, κύριος δὲ καὶ ὁ θεὸς λόγος δι᾽ οὗ τὰ πάντα, κύριος δὲ καὶ Χριστὸς οὗτος ὁ Ἰησοῦς ὁ σταυρωθεὶς μετὰ τὸ γενέσθαι τὰ πάντα, δύο κατ᾽ αὐτὸν κύριοι καὶ Χριστοί. τοῦτον μὲν οὖν οὐδεὶς παραιτήσεται λόγος τῆς οὕτως περιφανοῦς βλασφημίας.

εἰ δέ τις τούτῳ συνιστάμενος φαίη τὸν αὐτὸν μὲν εἶναι τὸν ἐν ἀρχῇ λόγον καὶ γενόμενον κύριον, κατὰ δὲ τὴν ἐν σαρκὶ παρουσίαν γεγενῆσθαι κύριον καὶ Χριστόν, ἀναγκασθήσεται πάντως εἰπεῖν πρὸ τῆς ἐν σαρκὶ παρουσίας μὴ εἶναι τὸν υἱὸν κύριον. ἀλλὰ γὰρ εἰ καὶ Βασιλείῳ καὶ τοῖς κατ᾽ αὐτὸν ἀπίστοις δύο κύριοι καὶ Χριστοὶ καταγγέλλονται ψευδῶς, ἀλλ᾽ ἡμῖν γε εἷς κύριος καὶ Χριστὸς δι᾽ οὗ τὰ πάντα γέγονεν, οὐ κατὰ προκοπὴν γενόμενος κύριος, ἀλλὰ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων ὑποστὰς κύριος Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα, τοῦτο πάντων ἡμᾶς τῶν ἁγίων συμφώνως ἐκδιδασκόντων καὶ καταγγειλάντων τῶν δογμάτων τὸ κάλλιστον. ὅ τε γὰρ μακάριος Ἰωάννης τὸν θεὸν λόγον δι᾽ οὗ τὰ πάντα γέγονεν ἐν σαρκὶ γεγενῆσθαι διδάσκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο, ὅ τε θαυμασιώτατος Παῦλος εἰς ταπεινοφροσύνην ἐνάγων τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν Χριστὸν Ἰησοῦν λέγει τὸν ἐν μορφῇ θεοῦ ὑπάρχοντα καὶ κενώσαντα ἑαυτὸν εἰς δούλου μορφὴν καὶ ταπεινωθέντα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, καὶ πάλιν ἐν ἑτέροις κύριον τῆς δόξης ὀνομάζει τὸν σταυρωθέντα. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. καὶ πολύ γε τούτου γυμνότερον αὐτὴν τὴν οὐσίαν ὀνομάζει κύριον εἰπὼν Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν.

εἰ τοίνυν ὁ ἐν ἀρχῇ λόγος, καθὸ πνεῦμα, κύριος καὶ τῆς δόξης κύριος, τοῦτον δὲ τὸν κύριον καὶ Χριστὸν ἐποίησεν ὁ θεός, αὐτὸ τὸ πνεῦμα καὶ τὸν θεὸν λόγον ἐποίησεν ὁ θεὸς καὶ οὐκ ἄλλον τινὰ κύριον, ὃν ὀνειροπολεῖ Βασίλειος〉.

Ἡ μὲν δὴ κατηγορία τοιαύτη. δοκεῖ δέ μοι χρῆναι πρῶτον ἐπὶ κεφαλαίων ἕκαστον τῶν ἐπενηνεγμένων ἐν ὀλίγῳ διεξελθεῖν, εἶθ᾽ οὕτως εὐθῦναι τῷ λόγῳ τὰ εἰρημένα, ὡς ἂν τοῖς τε κρίνουσι τὴν ἀλήθειαν εὐμνημόνευτος ἡ καθ᾽ ἡμῶν εἴη γραφή, πρὸς ἣν ἀπολογήσασθαι χρή, καὶ ἡμεῖς ἐν τάξει καὶ ἀκολουθίᾳ τῶν ἐγκλημάτων ἕκαστον διαλύσαιμεν. ἐπαισχύνεσθαί φησιν ἡμᾶς τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ κακηγορεῖν τοὺς ἁγίους καὶ ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι λέγειν καὶ πρὸ τῆς διὰ σαρκὸς παρουσίας τὴν τοῦ δούλου μορφὴν ἔχειν τὸν κύριον οἴεσθαι καὶ ἀνθρώπῳ ἀνατιθέναι τὴν λύτρωσιν καὶ δύο Χριστούς τε καὶ κυρίους ἐν τῷ δόγματι λέγειν, ἢ εἰ μὴ τοῦτο, πρὸ τοῦ πάθους μὴ λέγειν εἶναι τὸν μονογενῆ Χριστόν τε καὶ κύριον. ὡς ἂν οὖν φύγοιμεν τὴν βλασφημίαν ταύτην, πεποιῆσθαί φησι δεῖν τοῦ υἱοῦ τὴν οὐσίαν ὁμολογεῖν, ὡς καὶ τοῦ ἀποστόλου Πέτρου τὸ τοιοῦτο δόγμα τῇ ἰδίᾳ βεβαιοῦντος φωνῇ. ταῦτα τῆς κατηγορίας ἐστὶ τὰ κεφάλαια· τὰ γὰρ ὅσα πρὸς τὴν καθ᾽ ἡμῶν αὐτῷ λοιδορίαν πεφιλοπόνηται ὡς οὐδὲν συντελοῦντα πρὸς τὸν σκοπὸν σιωπήσομαι. τάχα γὰρ ἡ τοιαύτη τῶν λόγων καταφορὰ κατά τινα τεχνικὴν θεωρίαν συνήθης ἐστὶ τοῖς ῥητορεύουσι, πρὸς μείζονα κατηγορίας ὄγκον ἐξευρημένη.

ὑβριζέτω τοίνυν διὰ τὴν τέχνην ὁ σοφιστὴς καὶ τοῖς καθ᾽ ἡμῶν ὀνείδεσιν ἐνακμαζέτω, μεταξὺ τῶν ἀγώνων ταῖς καταφοραῖς ἐμπομπεύων καλείτω 〈λήρους〉, καλείτω 〈πάντων ῥᾳθυμοτάτους〉 καὶ 〈πάντων ἐλεεινοτάτους, ταραχῆς τε καὶ ἀτοπίας πλήρεις〉 καὶ πᾶν ὅ τι βούλεται· φαυλιζέτω κατ᾽ ἐξουσίαν ἡμᾶς, καὶ ἡμεῖς ἀνεξόμεθα· αἰσχύνη γάρ ἐστι τῷ γε νοῦν ἔχοντι οὐ τὸ λοιδοροῦντος ἀκούειν, ἀλλὰ πρὸς τὸ ῥηθὲν ἐπιστρέφεσθαι, ἔχει δέ τι καὶ χρήσιμον ἴσως τὸ καθ᾽ ἡμῶν αὐτὸν κεχρῆσθαι τῇ φύσει· τάχα γὰρ τὴν κακήγορον αὐτοῦ γλῶσσαν εἰς ἡμᾶς ἀσχολήσας μικρὰν γοῦν ἐκεχειρίαν τῆς κατὰ τοῦ θεοῦ μάχης ποιήσεται. οὐκοῦν ἐμφορείσθω κατ᾽ ἐξουσίαν τῶν ὕβρεων, καὶ ὁ ἀντιλέγων οὐκ ἔσται. οὐδὲ γὰρ εἴ τις ἄτοπον καὶ δυσῶδες πνέοι κατὰ σωματικὴν δυσκρασίαν ἢ κατά τινα λοιμώδη καὶ δύστροπον ἀρρωστίαν, προκαλέσαιτο ἂν τὸν ὑγιαίνοντα πρὸς ζῆλον τοῦ δυστυχήματος, ὡς ἑλέσθαι τινὰ τῷ ἴσῳ κακῷ δι᾽ οἰκείας νόσου τὴν τοῦ ὀδωδότος ἀηδίαν ἀμύνεσθαι. ἐλεεῖν γάρ, οὐ μιμεῖσθαι τοὺς τοιούτους ἡ κοινὴ συμβουλεύει φύσις. οὐκοῦν παρέντες ὅσα τοιαῦτα κατὰ σπουδὴν τῷ λόγῳ κατέμιξε σκώπτων, σχετλιάζων, ἀγανακτῶν, λοιδορούμενος, μόνον τὸν περὶ τῶν δογμάτων ἐπισκεψώμεθα λόγον. ἀναλαβόντες τοίνυν ἐξ ἀρχῆς ἐν μέρει πρὸς ἕκαστον τῶν ἐγκλημάτων στησόμεθα.

Ἀρχὴ τῆς κατηγορίας ἦν τὸ ἐπαισχύνεσθαι ἡμᾶς τῷ σταυρῷ τοῦ ὑπὲρ ἡμῶν καταδεξαμένου τὸ πάθος. ἆρα μὴ καὶ τὸ κατ᾽ οὐσίαν ἀνόμοιον πρεσβεύειν ἡμᾶς αἰτιάσεται; τῶν γὰρ πρὸς τὴν τοιαύτην παρατραπέντων ὑπόληψιν οἰκειότερον ἂν εἴη τὸ ἔγκλημα τοῦ κατασκευάζειν ἐν αἰσχύνῃ τὸν σταυρὸν ποιεῖσθαι. εἰ γὰρ ὁμοίως μὲν παρ᾽ ἀμφοτέρων ἡ κατὰ τὸ πάθος οἰκονομία πεπίστευται, ἡμεῖς δὲ τὸν διὰ τοῦ σταυροῦ φανερωθέντα θεὸν οὕτως τιμᾶν οἰόμεθα δεῖν καθὼς τιμᾶται ὁ πατήρ, τοῖς δὲ τὸ πάθος ἐμπόδιον γίνεται πρὸς τὸ δοξάζειν τὸν μονογενῆ θεὸν ἐπίσης τῷ γεγεννηκότι πατρί, ἄρα περιτρέπεται πρὸς τοὐναντίον τῷ σοφιστῇ τὰ ἐγκλήματα, καὶ δι᾽ ὧν κατηγορεῖν ἡμῶν οἴεται, τὴν ἰδίαν δημοσιεύει κατὰ τῶν δογμάτων ἀσέβειαν. δῆλον γὰρ ὅτι τούτου χάριν ὑπερτίθησι τοῦ υἱοῦ τὸν πατέρα καὶ ταῖς μείζοσιν ἀποσεμνύνει τιμαῖς, ὅτι ἡ κατὰ τὸν σταυρὸν αἰσχύνη περὶ αὐτὸν οὐχ ὁρᾶται, καὶ διὰ τοῦτο πρὸς τὸ χεῖρον παρηλλάχθαι τοῦ υἱοῦ τὴν φύσιν διϊσχυρίζεται, ὅτι τοῦ σταυροῦ τὸ ὄνειδος εἰς αὐτὸν ἀναφέρεται μόνον, τοῦ πατρὸς οὐχ ἁπτόμενον. καὶ μηδεὶς οἰέσθω με μόνῃ τῇ κατὰ τὸν νοῦν ἀκολουθίᾳ τῆς λογογραφίας ἑπόμενον ταῦτα λέγειν. προδιελθὼν γὰρ τοῦ λόγου πᾶσαν τὴν φιλοπόνως συγκειμένην ἐν αὐτῷ βλασφημίαν ἐν τοῖς μετὰ ταῦτα σαφῶς εὗρον γυμνῇ τῇ λέξει ταύτην ἐκτεθεῖσαν ὑπ᾽ αὐτοῦ τὴν βλασφημίαν.

καὶ εἰ δοκεῖ παραθήσομαι τῇ ἀκολουθίᾳ τῶν ἐμῶν λόγων τὰ παρ᾽ αὐτοῦ γεγραμμένα ἔχοντα οὕτως. φησὶ γὰρ 〈εἰ μὲν ἔχει δεικνύναι καὶ ἐπὶ πάντων θεόν, ὅσπερ ἐστὶν ἀπρόσιτον φῶς, ἐν σαρκὶ γενόμενον ἢ γενέσθαι δυνάμενον ὑπ᾽ ἐξουσίαν ἐλθεῖν, προστάγμασιν ὑπακοῦσαι, νόμοις ἀνθρωπίνοις πολιτεύσασθαι, σταυρὸν ἐνεγκεῖν, ἴσον λεγέτω τῷ φωτὶ τὸ φῶς〉, τίς οὖν ὁ ἐπαισχυνόμενος τῷ σταυρῷ; ὁ καὶ μετὰ τὸ πάθος προσκυνῶν ἴσα πατρὶ τὸν υἱὸν ἢ ὁ καὶ πρὸ τοῦ πάθους ὑβρίζων οὐ μόνον τῇ πρὸς τὴν κτίσιν ὁμοτιμίᾳ, ἀλλὰ καὶ τῷ κατασκευάζειν τῆς ἐμπαθοῦς αὐτὸν εἶναι φύσεως, μὴ ἂν ἐλθόντα πρὸς τὴν τῶν παθημάτων πεῖραν, εἰ μὴ δεκτικὴν εἶχε τῶν τοιούτων τὴν φύσιν;

ἡμεῖς μὲν γὰρ καὶ τὸ σῶμα, ᾧ τὸ πάθος ἐδέξατο, τῇ θείᾳ φύσει κατακραθὲν ἐκεῖνο πεποιῆσθαί φαμεν διὰ τῆς ἀνακράσεως, ὅπερ ἡ ἀναλαβοῦσα φύσις ἐστί· τοσοῦτον ἀπέχομεν τοῦ μικρόν τι περὶ τὸν μονογενῆ θεὸν ἐννοεῖν, ὡς εἴ τι καὶ τῆς κάτω φύσεως διὰ τὴν φιλάνθρωπον προσελήφθη οἰκονομίαν, καὶ τοῦτο πιστεύειν μεταπεποιῆσθαι πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον· ὁ δὲ σημεῖον τῆς πρὸς τὸ ταπεινότερον κατ᾽ οὐσίαν παραλλαγῆς τὸ περὶ τὸν σταυρὸν πάθος πεποίηται, οὐκ οἶδα ὅπως τὴν ὑπερβάλλουσαν τῆς δυνάμεως ἐνέργειαν, καθ᾽ ἣν καὶ τοῦτο ἠδυνήθη, τεκμήριον ἀσθενείας ποιούμενος, οὐδὲ τοῦτο συνείς, ὅτι οὐδὲν κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενον ὡς ἐπὶ παραδόξῳ θαυμάζεται, ἀλλ᾽ ὅσα τοὺς ὅρους ἐκβαίνει τῆς φύσεως, ταῦτα μάλιστα πάντων ἐν θαύματι γίνεται καὶ πρὸς ταῦτα πᾶσα μὲν ἐπιστρέφεται ἀκοή, πᾶσα δὲ διάνοια τείνεται τὸ παράδοξον θαυμάζουσα. διὸ καὶ πάντες οἱ τὸν λόγον κηρύσσοντες ἐν τούτῳ τὸ θαῦμα τοῦ μυστηρίου καταμηνύουσιν ὅτι θεὸς ἐφανερώθη ἐν σαρκί, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ὅτι ἡ ζωὴ θανάτου ἐγεύσατο, καὶ πάντα τὰ τοιαῦτα βοῶσιν οἱ κήρυκες, δι᾽ ὧν πλεονάζεται τὸ θαῦμα τοῦ διὰ τῶν ἔξω τῆς φύσεως τὸ περιὸν τῆς δυνάμεως ἑαυτοῦ φανερώσαντος.

ἀλλὰ κἂν ἐκείνοις ὑβρίζειν διὰ ταῦτα δοκῇ καὶ τῆς πρὸς τὸν πατέρα ὁμοτιμίας διὰ τὴν περὶ τὸν σταυρὸν οἰκονομίαν τὸν υἱὸν ἀποσχοινίζωσιν, ἡμεῖς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι διὰ τῶν ἁγίων γραφῶν πεπιστεύκαμεν ὅτι ὁ ἐν ἀρχῇ ὢν θεὸς Μετὰ ταῦτα, καθώς φησιν ὁ Βαρούχ, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἀντάλλαγμά τε τοῦ ἡμετέρου θανάτου γενόμενος ἔλυσε διὰ τῆς ἰδίας ἀναστάσεως τὰ δεσμὰ τοῦ θανάτου καὶ ὡδοποίησε πάσῃ σαρκὶ δι᾽ ἑαυτοῦ τὴν ἀνάστασιν, ὁμόθρονός τε καὶ ὁμόδοξος ὢν τῷ ἰδίῳ πατρὶ κατ᾽ ἀξίαν τῶν βεβιωμένων ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἐποίσει τὴν ψῆφον τοῖς κρινομένοις.

ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστεύκαμεν καὶ διὰ τοῦτο ὑπερυψοῦντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολήγομεν, ὅτι ὁ μηδενὶ χωρητὸς διὰ τὴν ἄφραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγαλειότητα πλὴν ἑαυτῷ καὶ τῷ πατρὶ καὶ τῷ πνεύματι τῷ ἁγίῳ, οὗτος καὶ πρὸς κοινωνίαν τῆς ἀσθενείας ἡμῶν κατελθεῖν ἠδυνήθη· οἱ δὲ ταύτην ἀπόδειξιν τῆς κατὰ τὴν φύσιν ἀλλοτριότητος τοῦ υἱοῦ πρὸς τὸν πατέρα ποιοῦνται, τὸ διὰ σαρκὸς καὶ σταυροῦ φανερωθῆναι τὸν κύριον, ὡς τῆς μὲν φύσεως τοῦ πατρὸς καθαρῶς ἐν ἀπαθείᾳ διαμενούσης καὶ μηδενὶ τρόπῳ τὴν πρὸς τὸ πάθος κοινωνίαν ἀναδέξασθαι δυναμένης, τοῦ δὲ υἱοῦ διὰ τὸ πρὸς τὸ ταπεινότερον παρηλλάχθαι τὴν φύσιν, πρὸς σαρκός τε καὶ θανάτου πεῖραν οὐκ ἀδυνατοῦντος ἐλθεῖν, ὡς οὐ πολλῆς γινομένης τῆς μεταστάσεως, ἀλλὰ τρόπον τινὰ πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον ἐκ τοῦ ὁμοίου μεταχωρούσης διὰ τοῦ κτιστὴν μὲν τὴν ἀνθρωπίνην, κτιστὴν δὲ καὶ τὴν τοῦ μονογενοῦς ὑποτίθεσθαι φύσιν. τίς τοίνυν εἰκότως ἐπαισχύνεσθαι τῷ σταυρῷ κατηγορεῖται, ὁ τὰ ταπεινὰ περὶ αὐτοῦ λέγων ἢ ὁ περὶ τῶν ὑψηλοτέρων ἀγωνιζόμενος; οὐκ οἶδα εἰ τῆς Παύλου μεγαλοφωνίας ὁ κατήγορος ἤκουσεν ὁ οὕτω κατασμικρύνων τὸν ἐπὶ τοῦ σταυροῦ γνωρισθέντα θεόν, οἷα καὶ ὅσα ἐκεῖνος τῷ ὑψηλῷ στόματι περὶ τοῦ σταυροῦ διεξέρχεται.

ὁ γὰρ διὰ τοσούτων καὶ τοιούτων θαυμάτων ἑαυτὸν γνωρίζειν ἔχων μὴ γένοιτο, φησίν, ἐπί τινι ἄλλῳ καυχᾶσθαι εἰ μὴ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ, καὶ πρὸς Κορινθίους λέγει τὸν λόγον τοῦ σταυροῦ δύναμιν θεοῦ τοῖς σῳζομένοις εἶναι. Ἐφεσίοις δὲ τὴν τὸ πᾶν διακρατοῦσάν τε καὶ συνέχουσαν δύναμιν τῷ σχήματι τοῦ σταυροῦ καταγράφει, ἐν οἷς βούλεται αὐτοὺς ὑψωθέντας γνῶναι τὴν ὑπερβάλλουσαν δόξαν τῆς δυνάμεως ταύτης, ὕψος καὶ πλάτος καὶ βάθος καὶ μῆκος κατονομάζων, ἑκάστην κεραίαν τῶν κατὰ τὸ σχῆμα τοῦ σταυροῦ θεωρουμένων ἰδίοις προσαγορεύων ὀνόμασιν, ὡς τὸ μὲν ἄνω μέρος ὕψος εἰπεῖν, βάθος δὲ τὸ μετὰ τὴν συμβολὴν ὑποκείμενον, τὴν δὲ ἐγκάρσιον καθ᾽ ἑκάτερον κεραίαν τῷ τοῦ μήκους τε καὶ πλάτους ὀνόματι διασημαίνων, ὡς ἂν διὰ τούτου φανερωθείη τὸ μέγα μυστήριον, ὅτι καὶ τὰ οὐράνια καὶ τὰ καταχθόνια καὶ πάντα τῶν ὄντων τὰ πέρατα διακρατεῖται καὶ συνέχεται παρὰ τοῦ τὴν ἀπόρρητον καὶ μεγάλην ταύτην δύναμιν ἐν τῷ τύπῳ τοῦ σταυροῦ παραδείξαντος. ἀλλ᾽ οὐδὲν οἶμαι δεῖν πλέον ταῖς αἰτίαις ταύταις ἐναγωνίζεσθαι, περιττὸν κρίνων ἐμφιλοτιμεῖσθαι τοῖς κατὰ τῆς συκοφαντίας ἐλέγχοις, καὶ δι᾽ ὀλίγων τῆς ἀληθείας δειχθείσης. οὐκοῦν πρὸς ἕτερον ἔγκλημα τῷ λόγῳ μετέλθωμεν.

Διαβάλλεσθαι λέγει παρ᾽ ἡμῶν τοὺς ἁγίους. ἀλλ᾽ εἰ μὲν αὐτὸς ἀκήκοε, λεγέτω τὰ ῥήματα τῆς κακηγορίας· εἰ δὲ πρὸς ἑτέρους εἰρηκέναι λέγει, δειξάτω διὰ τῶν μαρτυρούντων ἀληθῆ τὴν αἰτίαν· εἰ δὲ ἀφ᾽ ὧν γεγραφήκαμεν ἀποδείκνυσιν, ἀναγνώτω τὰ εἰρημένα, καὶ τὴν αἰτίαν δεξόμεθα. ἀλλ᾽ οὐκ ἄν τι τοιοῦτον προσενεγκεῖν ἔχοι· πρόκειται γὰρ παντὶ τῷ βουλομένῳ τὰ παρ᾽ ἡμῶν εἰς ἐξέτασιν. εἰ δὲ μήτε πρὸς αὐτὸν εἴρηται μήτε ἑτέρων ἀκήκοε μήτε διὰ τῶν γεγραμμένων ἔχει τὸν ἔλεγχον, σιγᾶν οἶμαι χρῆναι τὸν ὑπὲρ τούτων ἀπολογούμενον. πρὸς γὰρ τὸ ἀνυπόστατον ἔγκλημα πρέπουσα πάντως ἐστὶν ἀπολογία ἡ σιωπή. Πέτρος φησὶν ὁ ἀπόστολος Κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ἡμεῖς ταῦτα παρ᾽ αὐτοῦ μεμαθηκότες φαμὲν περὶ ἓν πᾶσαν βλέπειν τῶν εἰρημένων τὴν σύμφρασιν, αὐτόν τε τὸν σταυρὸν καὶ τὸ ἀνθρώπινον ὄνομα καὶ τὸ δεικτικὸν τῆς φωνῆς· δύο γὰρ πράγματα περὶ ἓν πρόσωπον ὁ τῆς γραφῆς λόγος γεγενῆσθαί φησι, παρὰ μὲν τῶν Ἰουδαίων τὸ πάθος, παρὰ δὲ τοῦ θεοῦ τὴν τιμήν, οὐχ ὡς ἄλλου μὲν πεπονθότος, ἑτέρου δὲ διὰ τῆς ἀνυψώσεως τετιμημένου. καὶ σαφέστερον ἐφερμηνεύει λέγων διὰ τῶν ἐφεξῆς· Τῇ δεξιᾷ γάρ, φησί, τοῦ θεοῦ ὑψωθείς. τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινὸν εἰ μὴ τὸ ἀνθρώπινον; τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος;

ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δέεται ὕψιστος ὤν. ἄρα τὸ ἀνθρώπινον ὁ ἀπόστολος ὑψῶσθαι λέγει, ὑψώθη δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. διὰ τοῦτο δὲ μετὰ τὸ πάθος ἐγένετο. οὐκοῦν οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ Ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν τὴν διὰ τῆς δεξιᾶς τοῦ θεοῦ γεγενημένην, σαφηνίζεται γὰρ καὶ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. ὁ γὰρ εἰπὼν ὅτι Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψωθείς, φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ ἡ ποιητικὴ πάντων τῶν ὄντων, ἥτις ἐστὶν ὁ κύριος δι᾽ οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς ὑπέστη τῶν ὄντων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ὕψος ἀνήγαγε, διὰ τῆς ἀνακράσεως, ὅπερ ἐστὶν αὐτὴ κατὰ τὴν φύσιν, κἀκεῖνον ποιήσασα· ἔστι δὲ αὐτὴ κύριος καὶ βασιλεύς· Χριστὸς γὰρ ὁ βασιλεὺς ὀνομάζεται· ταῦτα κἀκεῖνον ἐποίησεν. ὥσπερ γὰρ ἐν τῷ ὑψίστῳ γενόμενος ὑπερυψώθη, οὕτω καὶ τὰ ἄλλα πάντα ἐγένετο, ἐν τῷ ἀθανάτῳ ἀθάνατος, ἐν τῷ φωτὶ φῶς, ἐν τῷ ἀφθάρτῳ ἄφθαρτος, ἐν τῷ ἀοράτῳ ἀόρατος, ἐν τῷ Χριστῷ Χριστός, ἐν τῷ κυρίῳ κύριος. πέφυκε γὰρ καὶ ἐπὶ τῶν σωματικῶν ἀνακράσεων, ὅταν πολλῷ τῷ μέτρῳ τὸ ἕτερον πλεονάζῃ μέρος, πρὸς τὸ ἐπικρατοῦν πάντως μεταποιεῖσθαι τὸ ἐλαττούμενον.

τοῦτο καὶ ἐπὶ τοῦ μυστικοῦ λόγου σαφῶς διὰ τῆς τοῦ Πέτρου φωνῆς διδασκόμεθα, ὅτι τὸ ταπεινὸν τοῦ ἐξ ἀσθενείας σταυρωθέντος· ἡ δὲ ἀσθένεια τὴν σάρκα δηλοῖ, καθὼς παρὰ τοῦ κυρίου ἠκούσαμεν. τοῦτο δὲ διὰ τῆς πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τοῦ ἀγαθοῦ ἀνακράσεως οὐκέτι ἔμεινεν ἐν τοῖς οἰκείοις μέτροις καὶ ἰδιώμασιν, ἀλλὰ τῇ δεξιᾷ τοῦ θεοῦ συνεπῄρθη καὶ ἐγένετο ἀντὶ δούλου κύριος, ἀντὶ ὑποχειρίου Χριστὸς βασιλεύς, ἀντὶ ταπεινοῦ ὕψιστος, ἀντὶ ἀνθρώπου θεός. τίνα τοίνυν ὁ ὑπὲρ τῶν ἀποστόλων πολεμεῖν ἡμῖν σχηματιζόμενος εὗρεν ἐκ τῶν γεγραμμένων κατὰ τῶν ἁγίων λαβήν; ἀλλὰ σιωπάσθω καὶ τοῦτο τὸ ἔγκλημα· μικρὸν γὰρ οἶμαι καὶ ἀγεννὲς εἶναι πρὸς τὰ ψευδῆ τε καὶ ἀναπόδεικτα τῶν λεγομένων ἵστασθαι. ἀλλ᾽ ἐπὶ τὸ σφοδρότερον τῆς κατηγορίας μετέλθωμεν.

Φησὶ 〈τὸν ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι〉 λέγειν ἡμᾶς καὶ 〈τὸν ἐξ ὑπακοῆς ἑαυτὸν ταπεινώσαντα τῇ τοῦ δούλου μορφῇ σύμμορφον εἶναι τοῖς ἀνθρώποις καὶ πρὶν ταύτην ἀναλαβεῖν τὴν μορφήν〉. οὐδὲν ὑπημείφθη τῆς λέξεως, ἀλλ᾽ αὐτὰ τὰ ῥήματα παρ᾽ ἡμῶν μετενήνεκται ἀπὸ τῶν ἐκείνου λόγων πρὸς τὸν ἡμέτερον. εἰ μὲν ἔστι τι τοιοῦτον ἐν τοῖς παρ᾽ ἡμῶν γεγραμμένοις (ἡμέτερα γὰρ τὰ τοῦ διδασκάλου φημί), μηδεὶς ἐγκαλείτω συκοφαντίαν τῷ ῥήτορι· πᾶσαν αὐτῷ φροντίδα τῆς ἀληθείας καὶ ἡμεῖς μαρτυρήσομεν. εἰ δὲ τούτων μὲν ἔστιν ἐν τοῖς γεγραμμένοις οὐδέν, ὁ λόγος δὲ οὐκ αἰτίαν ἐπάγει ψιλήν, ἀλλ᾽ ὡς ἐπιφανῶς ἀποδεδειγμένοις ἀγανακτεῖ καὶ ὀργίζεται 〈τερατείας καὶ λήρους καὶ ταραχῆς πλήρεις καὶ ἀνωμαλίας〉 καὶ τὰ τοιαῦτα καλῶν, τί χρὴ πράττειν οὐ συνορῶ. καθάπερ οἱ πρὸς τὰς ἀπροφασίστους ὀργὰς τῶν φρενιτιζόντων ἀμηχανοῦντες οὐκ ἔχουσιν ὅ τι βουλεύσονται, οὕτως οὐδὲ αὐτὸς ἐξευρίσκω τινὰ πρὸς τὴν ἀμηχανίαν ταύτην ἐπίνοιαν. φησὶν ὁ διδάσκαλος (πάλιν γὰρ ἐπὶ λέξεως αὐτοῦ τὸν λόγον ἐπαναλήψομαι) ὅτι “οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους.„ ὁ δὲ κατήγορος ἐκ τούτων ὁρμηθεὶς 〈ἄνθρωπον εἰς ἄνθρωπον κεκενῶσθαι〉 λέγει κατασκευάζειν ἡμᾶς. τίς κοινωνία τούτων κἀκείνων;

εἴ φαμεν τὸν ἀπόστολον μὴ θεολογίας ἡμῖν παραδεδωκέναι τρόπον, ἀλλὰ τὴν κατὰ τὸ πάθος οἰκονομίαν ὑποδεῖξαι τῷ λόγῳ, διὰ τοῦτο ἀνθρώπου εἰς ἄνθρωπον κένωσιν καὶ δούλου μορφὴν προαιώνιον καὶ τῆς ἐν σαρκὶ παρουσίας πρεσβύτερον τὸν ἐκ Μαρίας ἄνθρωπον λέγειν διαβαλλόμεθα; ἀλλὰ περιττὸν οἶμαι τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν, αὐτῆς τῆς ἀληθείας ἀφιείσης ἡμᾶς τοῦ ἐγκλήματος. τότε γὰρ χρὴ τοῖς κατηγοροῦσιν ἀντικαθίστασθαι, ὅταν τις παράσχῃ καθ᾽ ἑαυτοῦ τῷ συκοφάντῃ λαβήν· ἐφ᾽ ὧν δὲ κίνδυνος ἔστιν οὐδεὶς ὑπονοηθῆναί τι τῶν ἀτόπων, οὐ τῆς τοῦ συκοφαντουμένου διαβολῆς, ἀλλὰ τῆς τοῦ κατηγοροῦντος μανίας ἔλεγχος ἡ κατηγορία καθίσταται. ἀλλ᾽ ὥσπερ 〈ἐπαισχύνεσθαι τῷ σταυρῷ〉 τὴν αἰτίαν ἔχοντες ἐδείξαμεν διὰ τῶν ἐξητασμένων εἰς τοὐναντίον περιτρεπόμενον τῷ κατηγόρῳ τὸ ἔγκλημα, οὕτω καὶ τὴν αἰτίαν ταύτην εἰς αὐτοὺς τοὺς κατηγόρους ἐπαναστρέφουσαν δείξομεν, ὡς ἐκείνων, οὐχ ἡμῶν τὴν ἐξ ὁμοίου πρὸς τὸ ὅμοιον τοῦ υἱοῦ μετάστασιν ἐν τῇ κατὰ τὸ πάθος οἰκονομίᾳ δογματιζόντων. ἐξετάσωμεν γὰρ παρ᾽ ἄλληλα θέντες ἐπὶ κεφαλαίου τὰ παρ᾽ ἑκατέρων λεγόμενα.

ἡμεῖς φαμεν τὸν μονογενῆ θεὸν δι᾽ ἑαυτοῦ παραγαγόντα τὰ πάντα εἰς γένεσιν 〈ἐν〉 αὑτῷ περικρατεῖν τὰ πάντα, ἓν δὲ τῶν παρ᾽ αὐτοῦ γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν, ἧς πρὸς κακίαν ἀπορρυείσης καὶ διὰ τοῦτο γενομένης ἐν τῇ τοῦ θανάτου φθορᾷ, πάλιν αὐτὴν δι᾽ ἑαυτοῦ πρὸς τὴν ἀθάνατον ζωὴν ἐφελκύσασθαι, διὰ τοῦ ἀνθρώπου ᾧ κατεσκήνωσεν ὅλον ἀναλαβόντα πρὸς ἑαυτὸν τὸ ἀνθρώπινον, καὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν τῇ θνητῇ καὶ ἐπικήρῳ καταμίξαι φύσει καὶ τὴν ἡμετέραν νέκρωσιν διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως εἰς ζωτικὴν μεταποιῆσαι χάριν καὶ δύναμιν. καὶ τοῦτό φαμεν εἶναι τὸ κατὰ τὴν σάρκα τοῦ κυρίου μυστήριον, ὅτι ὁ ἄτρεπτος ἐν τῷ τρεπτῷ γίνεται, ἵνα πρὸς τὸ κρεῖττον ἀλλοιώσας καὶ μεταβαλὼν ἐκ τοῦ χείρονος τὴν ἐμμιχθεῖσαν τῇ τρεπτῇ διαθέσει κακίαν ἐξαφανίσῃ ἀπὸ τῆς φύσεως ἐν ἑαυτῷ τὸ κακὸν δαπανήσας. ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν, ᾧ ἐναφανίζεται πᾶσα κακίας ὕλη. οὗτος ὁ ἡμέτερος λόγος, ὁ δὲ κατήγορος τί φησι; οὐ τὸν ἄτρεπτόν τε καὶ ἄκτιστον τῷ διὰ κτίσεως γεγονότι καὶ διὰ τοῦτο πρὸς κακίαν ἀλλοιωθέντι καταμιχθῆναι, ἀλλὰ καὶ αὐτὸν κτιστὸν ὄντα πρὸς τὸ συγγενὲς ἐλθεῖν ἑαυτῷ καὶ ὁμόφυλον, οὐκ ἐξ ὑπερεχούσης φύσεως διὰ φιλανθρωπίαν τὴν ταπεινοτέραν ὑποδύντα φύσιν, ἀλλ᾽ ὅπερ ἦν, τοῦτο γενόμενον.

τῷ γὰρ γενικῷ τῆς προσηγορίας ἓν κατὰ πάντων ἐστὶ τῶν ἐκ τοῦ μὴ ὄντος ὑποστάντων τὸ τῆς κτίσεως ὄνομα, αἱ δὲ μερικαὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων διαφοραὶ ταῖς τῶν ἰδιωμάτων παραλλαγαῖς ἑτέρα τῆς ἑτέρας διενηνόχασιν· ὥστε εἰ κτιστὸς μὲν ἐκεῖνος, κτιστὸς δὲ ὁ ἄνθρωπος, αὐτὸς εἰς ἑαυτὸν ἐκενώθη κατὰ τὴν Εὐνομίου φωνήν, καὶ οὐ πρὸς τὸ ταπεινὸν ἐκ τοῦ ὑπερέχοντος, ἀλλ᾽ ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὁμότιμον μετεχώρησε, πλὴν τῆς κατὰ τὸ σῶμα καὶ τὸ ἀσώματον ἰδιότητος. πρὸς τίνα τοίνυν ἡ δικαία τῶν δικαζόντων ἐνεχθήσεται ψῆφος ἢ τίς τοῖς ἐγκλήμασιν ἐκείνοις ὑπεύθυνος ἀναφανήσεται; ὁ παρὰ τοῦ θεοῦ τοῦ ἀκτίστου τὸν κτιστὸν σεσῶσθαι λέγων ἢ ὁ τῷ κτίσματι τῆς σωτηρίας ἡμῶν ἀνατιθεὶς τὴν αἰτίαν; ἀλλ᾽ οὐκ ἄδηλος τῶν εὐσεβούντων ἡ κρίσις. ὁ γὰρ ἀκριβῶς ἐπιστάμενος τὴν διαφορὰν τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, ὧν ἡ παραλλαγὴ κυριότητι καὶ δουλείᾳ χαρακτηρίζεται, τοῦ μὲν ἀκτίστου θεοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθώς φησιν ὁ προφήτης, πάντων δὲ τῶν ἐν τῇ κτίσει δουλευόντων κατὰ τὴν τοῦ αὐτοῦ προφήτου φωνήν, ἥ φησιν ὅτι Τὰ σύμπαντα δοῦλα σά, ὁ ταῦτα τοίνυν δι᾽ ἐπιμελείας κατανοήσας οὐκ ἀγνοεῖ πάντως τὸν ἐκ δουλείας εἰς δουλείαν τὸν μονογενῆ μετοικίζοντα.

εἰ γὰρ δουλεύει μὲν ἡ κτίσις πᾶσα κατὰ τὸν Παῦλον, κτιστὴ δὲ κατ᾽ Εὐνόμιον τοῦ μονογενοῦς ἡ οὐσία, οὐ δεσπότην καταμιχθῆναι δούλοις, ἀλλὰ δοῦλον ἐν δούλοις γενέσθαι διὰ τῶν δογμάτων οἱ ἐναντίοι πάντως κατασκευάζουσιν. ἀλλὰ μὴν τὸ πρὸ τῆς ἐν σαρκὶ παρουσίας ἐν δούλου μορφῇ λέγειν εἶναι τὸν κύριον ἴσον ἐστὶ τῷ διαβάλλειν ἡμᾶς ὡς μέλανας τοὺς ἀστέρας καὶ ζοφώδη τὸν ἥλιον καὶ τὸν οὐρανὸν χθαμαλὸν καὶ τὸ ὕδωρ ξηρὸν καὶ πάντα λέγοντας τὰ τοιαῦτα. ὁ γὰρ οὐκ ἐξ ὧν ἀκήκοέ τι κατασκευάζων, ἀλλὰ κατ᾽ ἰδίαν ὁρμὴν τὸ δοκοῦν ἀναπλάσσων? μηδὲ τῶν τοιούτων φειδέσθω καθ᾽ ἡμῶν ἐγκλημάτων. ἴσον γάρ ἐστιν ὑπέρ γε τούτων ἡμᾶς καὶ ὑπὲρ ἐκείνων εὐθύνεσθαι τῷ μηδὲν τούτων τὰς ἀρχὰς ἐκ τῶν ἡμετέρων ἔχειν. ὁ γὰρ ἐν τῇ τοῦ πατρὸς δόξῃ τὸν ἀληθινὸν υἱὸν εἶναι διοριζόμενος πῶς ἂν ἐν δούλου μορφῇ τὴν αἰώνιον τοῦ μονογενοῦς δόξαν ὑβρίζοι; ἐπειδὴ τοίνυν δοκεῖ τῷ λογογράφῳ λέγειν κακῶς, φροντίζει δὲ τοῦ δοκεῖν εὐπροσώπους τὰς αἰτίας κατασκευάζειν, οὐδὲν περιττὸν ἂν εἴη καὶ ἄχρηστον τοῖς ἀσυστάτοις τῶν ἐγκλημάτων ἐναγωνίζεσθαι.

Καὶ γὰρ ἡ ἐφεξῆς κατηγορία παραπλήσιον τὸ παράλογον ἔχει. 〈δύο〉 γὰρ 〈Χριστοὺς καὶ δύο κυρίους〉 λέγειν ἡμᾶς ᾐτιάσατο, οὐκ ἐκ τῶν ἡμετέρων ἐλέγχειν τὴν αἰτίαν ἔχων, ἀλλὰ πρὸς τὸ δοκοῦν κατ᾽ ἐξουσίαν τῷ ψεύδει χρώμενος. ἐπεὶ οὖν ἐπ᾽ αὐτῷ ποιεῖται τὸ λέγειν ἃ βούλεται, τί μικρολόγως φέρει τὸ ψεῦδος, δύο μόνους Χριστοὺς λέγεσθαι παρ᾽ ἡμῶν κατασκευάζων; λεγέτω κατ᾽ ἐξουσίαν εἰ δοκεῖ καὶ δέκα Χριστοὺς πρεσβεύειν ἡμᾶς καὶ δεκάκις τοσούτους καὶ εἰς χιλίους τὸν ἀριθμὸν ἐκτεινέτω, ὡς ἂν νεανικώτερον τῆς συκοφαντίας ἀντιλαμβάνοιτο. ἥ τε γὰρ βλασφημία καὶ ἐπὶ δύο καὶ ἐπὶ πλειόνων Χριστῶν τὸ ἴσον ἔχει καὶ τὸ ἀναπόδεικτον τῶν ἐγκλημάτων ὡσαύτως ἴσον ἐστί. δείξας τοίνυν τὸ δύο λέγειν ἡμᾶς κυρίους καὶ δύο Χριστούς, ὡς περὶ μυρίων τὸν ἔλεγχον ποιησάμενος τὴν καθ᾽ ἡμῶν ψῆφον ἐχέτω. ἀλλ᾽ ἐκ τῶν ἡμετέρων ἡμᾶς διελέγχειν φησί. πάλιν τὰ εἰρημένα τῷ διδασκάλῳ διασκεψώμεθα, δι᾽ ὧν οὗτος οἴεται κινεῖν καθ᾽ ἡμῶν τὰ ἐγκλήματα. “οὐ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, φησίν, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους„ ὁ λέγων ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, “τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπινον αὐτοῦ καὶ βλεπόμενον πᾶσιν ἐπερειδόμενος.„ τὰ μὲν οὖν γεγραμμένα ταῦτα. οἱ δὲ δύο Χριστοὶ πόθεν παρὰ τοῦ Εὐνομίου διὰ τοῦ εἰρημένου εἰσεκυκλήθησαν;

ἆρα τὸ τὴν δεικτικὴν φωνὴν πρὸς τὸ φαινόμενον εἰπεῖν ἀπερείδεσθαι, τοῦτο τῆς τῶν δύο Χριστῶν κατασκευῆς τὴν ἀπόδειξιν ἔχει; οὐκοῦν ἀρνεῖσθαι προσήκει καὶ τὸ ὑπερυψωθῆναι παρ᾽ αὐτοῦ μετὰ τὸ πάθος τὸν κύριον, ὡς ἂν μὴ καὶ δύο ὑψίστους λέγειν αἰτιαθείημεν, εἴπερ ὕψιστος μὲν ὁ ἐν ἀρχῇ ὢν λόγος θεός, ὑπερυψώθη δὲ μετὰ τὸ πάθος ὁ ἐκ νεκρῶν ἀναστάς, καθώς φησιν ὁ ἀπόστολος. τῶν δύο γὰρ ἔστιν ἐξ ἀνάγκης ἑλέσθαι τὸ ἕτερον, ἢ λέγοντας ὑπερυψῶσθαι μετὰ τὸ πάθος, ὅπερ ἴσον ἐστὶ τῷ κύριον γενόμενον καὶ Χριστόν, ἀσεβείας παρὰ τῷ Εὐνομίῳ φεύγειν γραφήν, ἢ τὴν κατηγορίαν ἐκκλίνοντας ἀρνεῖσθαι τὴν ὁμολογίαν τῆς τοῦ παθόντος ὑπερυψώσεως. ἀλλὰ χρὴ πρὸς ταῦτα πάλιν τὸν τοῦ κατηγόρου λόγον συνήγορον τῆς ἡμετέρας ἀπολογίας προστήσασθαι. οὐκοῦν ἐροῦμεν ἐπὶ λέξεως τὰ παρ᾽ ἐκείνου τεθέντα, δι᾽ ὧν ὁ ἡμέτερος συνίσταται λόγος, τοῦτον τὸν τρόπον. 〈ὁ μακάριος〉, φησίν, 〈Ἰωάννης τὸν θεὸν λόγον, δι᾽ οὗ τὰ πάντα γέγονεν, ἐν σαρκὶ γεγενῆσθαι διδάσκει λέγων Καὶ ὁ λόγος σὰρξ ἐγένετο〉. ἆρα συνιεὶς ἃ γράφει ταῦτα τῷ ἰδίῳ λόγῳ προστίθησιν; ἐγὼ μὲν οὐκ οἶμαι τὸν αὐτὸν καὶ τὴν τούτων εἰδέναι διάνοιαν καὶ πρὸς τὸν ἡμέτερον διαμάχεσθαι λόγον. εἰ γάρ τις ἀκριβῶς ἐπισκέψαιτο τὰ λεγόμενα, οὐδεμίαν ἐν τούτοις εὑρήσει πρὸς ἄλληλα τῶν τε παρ᾽ ἡμῶν καὶ τῶν παρ᾽ ἐκείνου λεγομένων τὴν μάχην.

ἡμεῖς τε γὰρ καὶ τὰ διὰ σαρκὸς οἰκονομηθέντα κατ᾽ ἰδίαν ὁρῶμεν καὶ τὴν θείαν δύναμιν ἐφ᾽ ἑαυτῆς νοοῦμεν, ἐκεῖνός τε παραπλησίως ἡμῖν τὸν ἐν ἀρχῇ λόγον ἐν σαρκὶ πεφανερῶσθαι λέγει, καὶ οὔτε ἄλλος τις αὐτὸν οὔτε αὐτὸς ἑαυτὸν ᾐτιάσατο πώποτε ὡς δύο λόγους κηρύσσοντα, τόν τε ἐν ἀρχῇ ὄντα καὶ τὸν σάρκα γενόμενον, οἶδε γὰρ πάντως ὅτι ὁ μὲν λόγος ὁ αὐτός ἐστι τῷ λόγῳ ὁ ἐν σαρκὶ φανεὶς τῷ πρὸς τὸν θεὸν ὄντι. ἡ δὲ σὰρξ οὐχ ἡ αὐτὴ τῇ θεότητι πρὶν μεταποιηθῆναι καὶ ταύτην πρὸς τὴν θεότητα, ὡς ἐξ ἀνάγκης ἄλλα μὲν ἐφαρμόζειν τῷ θεῷ λόγῳ, ἕτερα δὲ τῇ τοῦ δούλου μορφῇ. εἰ οὖν ἐκεῖνος οὐκ ἐγκαλεῖ αὑτῷ διὰ τῆς τοιαύτης ὁμολογίας [διὰ] τὴν τῶν λόγων δυάδα, πῶς ἡμεῖς πρὸς δύο Χριστοὺς διαμερίζειν τὴν πίστιν διαβαλλόμεθα, οἱ τὸν ἐκ τοῦ πάθους ὑπερυψωθέντα τοῦτον κύριόν τε καὶ Χριστὸν γεγενῆσθαι λέγοντες διὰ τῆς πρὸς τὸν ὄντως κύριον καὶ Χριστὸν ἑνώσεως, εἰδότες δι᾽ ὧν μεμαθήκαμεν, ὅτι ἡ μὲν θεία φύσις ἀεὶ μία καὶ ἡ αὐτὴ καὶ ὡσαύτως ἔχουσα, ἡ δὲ σὰρξ καθ᾽ ἑαυτὴν μέν ἐστι τοῦτο ὅπερ καταλαμβάνει περὶ αὐτῆς ὁ λόγος τε καὶ ἡ αἴσθησις, ἀνακραθεῖσα δὲ πρὸς τὸ θεῖον οὐκέτι ἐν τοῖς ἑαυτῆς ὅροις τε καὶ ἰδιώμασι μένει, ἀλλὰ πρὸς τὸ ἐπικρατοῦν τε καὶ ὑπερέχον ἀναλαμβάνεται, διαμένει δὲ ἀσύγχυτος τῶν τε τῆς σαρκὸς καὶ τῶν τῆς θεότητος ἰδιωμάτων ἡ θεωρία, ἕως ἂν ἐφ᾽ ἑαυτοῦ θεωρῆται τούτων ἑκάτερον.

οἷόν τι λέγω· ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρόνων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι ἢ ταύτην προαιώνιον εἶναι ἢ ἐν τοῖς ἐσχάτοις γεγενῆσθαι τὸν λόγον· ἡ σὰρξ παθητικῆς ἐστι φύσεως, ἐνεργητικῆς δὲ ὁ λόγος, καὶ οὔτε αὐτὴ δημιουργικὴ τῶν ὄντων οὔτε ἡ θεότης παθητικὴν ἔχει τὴν δύναμιν· ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὁ λόγος, ἐν τῇ τοῦ θανάτου πείρᾳ ὁ ἄνθρωπος, καὶ οὔτε ἐξ ἀϊδίου τὸ ἀνθρώπινον οὔτε θνητὸν τὸ θεῖον. καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν θεωρεῖται τρόπον· οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία, ἀλλ᾽ ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς· οὔτε τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία οὔτε τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστήσας τῷ λόγῳ; τί τὸ τῆς δόξης ἀπαύγασμα, τί τὸ τοῖς ἥλοις διαπειρόμενον; ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται καὶ ποία ἐξ ἀϊδίου δοξάζεται;

φανερὰ γὰρ ταῦτα κἂν μή τις ἐφερμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν πληγαὶ τοῦ δούλου ἐν ᾧ ὁ δεσπότης, αἱ δὲ τιμαὶ τοῦ δεσπότου περὶ ὃν ὁ δοῦλος· ὡς διὰ τὴν συνάφειάν τε καὶ συμφυΐαν κοινὰ γίνεσθαι τὰ ἑκατέρας ἀμφότερα, τοῦ τε δεσπότου τοὺς δουλικοὺς μώλωπας εἰς ἑαυτὸν ἀναλαμβάνοντος καὶ τοῦ δούλου τῇ δεσποτικῇ δοξαζομένου τιμῇ· διὰ τοῦτο γὰρ καὶ τοῦ κυρίου τῆς δόξης ὁ σταυρὸς λέγεται καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.

Εἰ δὲ χρὴ καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν διελεῖν τρόπον, σκεψώμεθα τί τὸ ἀποθνῆσκον καὶ τί τὸ καταλύον τὸν θάνατον, τί τὸ ἀνακαινούμενον καὶ τί τὸ κενούμενον. κενοῦται μὲν γὰρ ἡ θεότης, ἵνα χωρητὴ τῇ ἀνθρωπίνῃ φύσει γένηται, ἀνακαινοῦται δὲ τὸ ἀνθρώπινον, διὰ τῆς πρὸς τὸ θεῖον ἀνακράσεως θεῖον γινόμενον. ὡς γὰρ οὐ κρατεῖται πνεῦμα ἐν ὕδατι, ὅταν τινὶ τῶν βαρυτέρων συγκατασπασθὲν ἐναποληφθῇ τῷ βάθει τοῦ ὕδατος, ἀλλ᾽ ἐπὶ τὸ συγγενὲς ἀνατρέχει, τὸ δὲ ὕδωρ πολλάκις τῇ ἀναδρομῇ τοῦ πνεύματος συνεπαίρεται, ἐν λεπτῇ τινι καὶ ὑμενώδει τῇ ἐπιφανείᾳ τῷ ἀερώδει κύκλῳ περικυρτούμενον, οὕτω καὶ τῆς ἀληθινῆς ζωῆς τῆς ἐγκειμένης τῇ σαρκὶ πρὸς ἑαυτὴν μετὰ τὸ πάθος ἀναδραμούσης καὶ ἡ περὶ αὐτὴν σὰρξ συνεπήρθη, ὑπὸ τῆς θεϊκῆς ἀθανασίας ἀπὸ τῆς φθορᾶς συνανωσθεῖσα ἐπὶ τὸ ἄφθαρτον.

καὶ ὥσπερ τὸ ἐν τῷ ξύλῳ πῦρ ἐντὸς πολλάκις τῆς ἐπιφανείας κρυπτόμενον λανθάνει τῶν ὁρώντων ἢ καὶ τῶν ἁπτομένων τὴν αἴσθησιν, ἀναζωπυρούμενον δὲ φανεροῦται, οὕτως καὶ ἐν τῷ θανάτῳ ὢν πεποίηται κατ᾽ ἐξουσίαν ὁ διαζεύξας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ὁ εἰπὼν πρὸς τὸν ἴδιον πατέρα ὅτι Ἐν ταῖς χερσί σου παρατίθεμαι τὸ πνεῦμά μου, ὁ καθώς φησιν ἐξουσίαν ἔχων θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχων πάλιν λαβεῖν αὐτήν· οὗτος ὁ τῆς ἐν ἀνθρώποις αἰσχύνης καταφρονήσας διὰ τὸ εἶναι τῆς δόξης κύριος, οἱονεὶ συγκαλύψας τὸ τῆς ζωῆς ἐμπύρευμα τῇ φύσει τοῦ σώματος ἐν τῇ κατὰ τὸν θάνατον οἰκονομίᾳ πάλιν ἀνῆψέ τε καὶ ἀνεζωπύρησε τῇ δυνάμει τῆς ἰδίας θεότητος, τὸ νεκρωθὲν ἀναθάλψας καὶ οὕτως τῷ ἀπείρῳ τῆς θεϊκῆς δυνάμεως τὴν βραχεῖαν ἐκείνην τῆς φύσεως ἡμῶν ἀπαρχὴν ἀναχέας, ὅπερ αὐτὸς ἦν, τοῦτο κἀκεῖνο ἐποίησε, τὴν δουλικὴν μορφὴν κύριον καὶ τὸν ἄνθρωπον τὸν ἐκ Μαρίας Χριστὸν καὶ τὸν σταυρωθέντα ἐξ ἀσθενείας ζωὴν καὶ δύναμιν καὶ πάντα, ὅσα ἐν τῷ θεῷ λόγῳ κατὰ τὸ εὐσεβὲς θεωρεῖται, καὶ ἐν τῷ ἀναληφθέντι παρὰ τοῦ λόγου ποιήσας· ὡς μὴ κατά τινα διαίρεσιν ἰδιαζόντως ἐφ᾽ ἑκατέρου ταῦτα δοκεῖν εἶναι, ἀλλὰ τῇ πρὸς τὸ θεῖον ἀνακράσει κατὰ τὸ ἐπικρατοῦν ἀναποιηθεῖσαν τὴν ἐπίκηρον φύσιν μεταλαβεῖν τὴν τῆς θεότητος δύναμιν, ὡς εἴ τις λέγοι ὅτι τὴν σταγόνα τοῦ ὄξους ἐμμιχθεῖσαν τῷ πελάγει θάλασσαν ἡ μίξις ἐποίησε τῷ μηκέτι τὴν κατὰ φύσιν ποιότητα τοῦ ὑγροῦ τούτου ἐν τῇ ἀπειρίᾳ τοῦ ἐπικρατοῦντος συμμένειν.

οὗτος ὁ ἡμέτερος λόγος, οὐκ ἀριθμὸν Χριστῶν, καθὼς κατηγορεῖ ὁ Εὐνόμιος, ἀλλὰ ἕνωσιν τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον πρεσβεύων, τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τὴν τοῦ δούλου πρὸς τὸν κύριον καὶ τὴν τῆς ἁμαρτίας πρὸς τὴν δικαιοσύνην καὶ τὴν τῆς κατάρας πρὸς τὴν εὐλογίαν καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸν Χριστὸν μεταστοιχείωσιν 〈ποίησιν〉 ὀνομάζων. τίς οὖν ἔτι τοῖς συκοφάνταις ὑπολείπεται λόγος, ὡς δύο Χριστοὺς ἡμῶν ἐν τῷ δόγματι κηρυσσόντων, εἰ τὸν ἐξ ἀρχῆς ἀκτίστως ἐκ τοῦ πατρὸς ὄντα κύριον καὶ Χριστὸν καὶ λόγον καὶ θεὸν οὐ λέγομεν 〈πεποιῆσθαι〉, τὸν δὲ μακάριον Πέτρον ἐν βραχεῖ τὸ κατὰ τὴν σάρκα μυστήριον παροδικῶς ἐνδεικνύμενον λέγειν διοριζόμεθα κατὰ τὴν προαποδεδειγμένην διάνοιαν, ὅτι τὸ σταυρωθὲν ἐξ ἀσθενείας καὶ αὐτὸ διὰ τὴν ἐπικρατήσασαν τοῦ ἐνοικήσαντος δύναμιν ἐκεῖνο γέγονεν, ὅπερ ὁ ἐνοικήσας ἐστί τε καὶ ὀνομάζεται, ὀνομάζεται δὲ Χριστὸς καὶ κύριος, καθὼς εἰρήκαμεν;

Ἀλλ᾽ αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφιλοχωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαπαγούσης· ἐπαναληπτέον δὲ τὴν ἀκολουθίαν τῶν ἐγκλημάτων, ὡς ἂν μηδὲν τῶν ἐπενεχθέντων ἡμῖν ἀναπολόγητον παραδράμοιμεν. καὶ πρῶτον εἰ δοκεῖ τοῦτο σκεψώμεθα, ὅπως ἡμᾶς αἰτιᾶται κοινὸν ἄνθρωπον τὴν τοῦ παντὸς σωτηρίαν ἐνηργηκέναι λέγειν. τοῦτο γὰρ εἰ καὶ διὰ τῶν ἐξητασμένων μετρίως ἤδη προαποδέδεικται, ἀλλ᾽ ὡς ἂν διὰ πάντων ἐκκαθαρθείη τῶν ἐκ διαβολῆς κρινόντων ἡμᾶς ἡ ὑπόληψις, ἐν ὀλίγῳ πάλιν διαληψόμεθα. ἡμεῖς τοσοῦτον ἀπέχομεν εἰς κοινὸν ἄνθρωπον τῆς μεγάλης καὶ ὑπὲρ λόγον χάριτος τὴν αἰτίαν ἀνάγειν, ὥστε κἂν εἰς Πέτρον καὶ Παῦλον ἢ εἰς οὐράνιον ἄγγελον ἀναφέρῃ τις τὴν τοιαύτην εὐεργεσίαν, ἀνάθεμα λέγειν τοῦτον κατὰ τὸν Παύλου νόμον. οὔτε γὰρ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν οὔτε εἰς ἀνθρώπινον ἐβαπτίσθημεν ὄνομα. οὐ μὴν ἐπειδὴ κρείττω τῆς ἀνθρωπίνης φύσεως εἶναι τὴν σωτήριον τοῦ Χριστοῦ δύναμιν ὁμολογοῦμεν, ἤδη τὸ δόγμα τῶν ὑπεναντίων τὸ κατὰ τῆς ἀληθείας κρατύνεται. τοῖς μὲν γὰρ σκοπός ἐστι διὰ πάντων κατασκευάσαι τὴν τῆς οὐσίας τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ἀλλοτρίωσιν, καὶ οὐ μόνον τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διαστολῇ, ἀλλὰ καὶ τῇ τοῦ παθητοῦ πρὸς τὸ ἀπαθὲς ἀντιθέσει τὸ κατ᾽ οὐσίαν ἀνόμοιον ἀποδεικνύειν σπουδάζουσι.

καὶ τοῦτο γυμνότερον μὲν ἐν τοῖς τελευταίοις τοῦ λόγου κατασκευάζεται, φανερὸν δὲ καὶ διὰ τῶν νῦν λεγομένων οὐχ ἧττόν ἐστιν. εἰ γὰρ αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας, βούλεται πάντως αὐτὴν τῷ πάθει ὑπαγαγεῖν τὴν θεότητα. διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον εἴτε τὸ ἀνθρώπινον ἐν πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατηγορία κατασκευὴ πάντως τοῦ λειπομένου γίνεται. εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα, τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίνεται. εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάσσεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος κατὰ τὴν οὐσίαν ἀλλοτρίως ἔχει. ἐπειδὴ τοίνυν βραχὺ μὲν ὅσον ἐν τῇ περιγραφῇ τῶν ῥημάτων ἐστὶ τὸ λεγόμενον, πάσης δὲ τῆς περὶ τὸ δόγμα κακίας τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις παρέχεται, δίκαιον ἂν εἴη τοὺς ἐντυγχάνοντας μὴ τὸ σύντομον τῆς ἀποκρίσεως, ἀλλὰ τὸ ἀσφαλὲς ἀπαιτεῖν.

ἡμεῖς τοίνυν οὔτε ἀνθρώπῳ τὴν σωτηρίαν ἑαυτῶν ἀνατίθεμεν οὔτε τὴν ἀκήρατον καὶ θείαν φύσιν ἐμπαθῆ καὶ ἐπίκηρον εἶναι καταδεχόμεθα, ἀλλ᾽ ἐπειδὴ χρὴ πάντως πιστεύειν ταῖς θείαις φωναῖς, αἳ θεὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον κηρύσσουσι, μετὰ ταῦτα δὲ τὸν λόγον σάρκα γενόμενον ἐπὶ τῆς γῆς ὀφθῆναι καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, τὰ πρόσφορα τῆς θείας φωνῆς νοήματα τῇ πίστει δεχόμεθα. ὅταν μὲν γὰρ ἀκούωμεν ὅτι φῶς ἐστι καὶ δύναμις καὶ δικαιοσύνη καὶ ζωὴ καὶ ἀλήθεια καὶ ὅτι πάντα δι᾽ αὐτοῦ ἐγένετο, πάντα ταῦτα καὶ τὰ τοιαῦτα πιστὰ ποιούμεθα εἰς τὸν λόγον [τὸν θεὸν] ἀναφέροντες, ὅταν δὲ λύπην καὶ ὕπνον καὶ ἔνδειαν καὶ ταραχὴν καὶ δεσμὰ καὶ ἥλους καὶ λόγχην καὶ αἷμα καὶ τραύματα καὶ ταφὴν καὶ μνημεῖον καὶ ὅσα ἄλλα τοιαῦτα, κἂν ὑπεναντίως ἔχῃ τοῖς προαποδεδομένοις, οὐδὲν ἧττον πιστά τε καὶ ἀληθῆ εἶναι δεχόμεθα πρὸς τὴν σάρκα βλέποντες, ἣν τῇ πίστει μετὰ τοῦ λόγου παρεδεξάμεθα. ὡς γὰρ οὐκ ἔστι τὰ τῆς σαρκὸς ἰδιώματα τῷ ἐν ἀρχῇ ὄντι ἐπιθεωρηθῆναι λόγῳ, οὕτως αὖ πάλιν οὐδὲ τὰ τῆς θεότητος ἴδια ἐν τῇ τῆς σαρκὸς φύσει κατανοῆσαι.

διὸ μεμιγμένης τῆς εὐαγγελικῆς περὶ τοῦ κυρίου διδασκαλίας διά τε τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν καὶ διὰ τῶν ταπεινῶν τε καὶ ἀνθρωπίνων ἑκάτερον τῶν νοημάτων ἑκατέρῳ τῶν ἐν τῷ μυστηρίῳ νοουμένων καταλλήλως ἁρμόζομεν, τὸ μὲν ἀνθρώπινον τῷ ἀνθρωπίνῳ τὸ δὲ ὑψηλὸν τῇ θεότητι, καί φαμεν ὅτι, καθὸ θεὸς ὁ υἱός, ἀπαθὴς πάντως ἐστὶ καὶ ἀκήρατος, εἰ δέ τι πάθος ἐν τῷ εὐαγγελίῳ περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος τὴν τοῦ παντὸς σωτηρίαν, ὡς εἶναι τῆς μὲν σαρκὸς τὸ πάθος, τοῦ δὲ θεοῦ τὴν ἐνέργειαν· κἂν τὸν ἀπόστολον εἰς συνηγορίαν τινὲς τοῦ ἐναντίου καθέλκωσι δόγματος λέγοντα ὅτι τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο καὶ ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψεν καὶ ὅσα τοιαῦτα πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ, οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα, αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν μυστήριον.

πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ λέγων Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου ὁ θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν, καὶ Ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἐν τῇ σαρκὶ γάρ φησιν, οὐκ ἐν τῇ θεότητι· καὶ Ἐσταυρώθη ἐξ ἀσθενείας (τὴν σάρκα διὰ τῆς ἀσθενείας σημαίνων), ζῇ δὲ ἐκ δυνάμεως (τὸ θεῖον διὰ τῆς δυνάμεως ἐνδεικνύμενος), καὶ Ἀπέθανε τῇ ἁμαρτίᾳ (τουτέστιν τῷ σώματι), ζῇ δὲ τῷ θεῷ (τουτέστι τῇ θεότητι)· ὥστε διὰ τούτων κατασκευάζεσθαι ὅτι ὁ μὲν ἄνθρωπος τοῦ θανάτου ἐγεύσατο, ἡ δὲ ἀθάνατος φύσις τὸ κατὰ θάνατον οὐ παρεδέξατο πάθος, καὶ Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν, φησίν, ἁμαρτίαν ἐποίησε, πάλιν ἁμαρτίαν ὀνομάζων τὴν σάρκα. τοῦτο δὲ κἂν ἐκ παρόδου λέγωμεν, οὐκ ἀχρηστότερον ἴσως δοκεῖ τοῦ προκειμένου τὸ ἐπεισόδιον. ἐπειδὴ γὰρ εἰπόντος τοῦ ἁγίου Πέτρου Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν, καὶ πάλιν τοῦ ἀποστόλου Παύλου πρὸς Ἑβραίους ὅτι ἱερέα ἐποίησεν, ἁρπάζει τὴν Ἐποίησε φωνὴν ὁ Εὐνόμιος ὡς ἐνδεικτικὴν τῆς προαιωνίου ὑπάρξεως καὶ διὰ τούτου 〈ποίημα〉 εἶναι τὸν κύριον κατασκευάζειν οἴεται δεῖν. ἀκουσάτω τοίνυν τοῦ Παύλου λέγοντος ὅτι Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν.

εἰ τὸ Ἐποίησεν ἐπὶ τοῦ κυρίου ἔκ τε τῆς πρὸς Ἑβραίους ἐπιστολῆς καὶ ἐκ τῆς Πέτρου φωνῆς εἰς τὸ προαιώνιον ἀναπέμπει νόημα, καλῶς ἂν ἔχοι καὶ τὴν ἐνταῦθα φωνήν, ἥ φησιν ὅτι ἁμαρτίαν αὐτὸν ὁ θεὸς “ἐποίησεν„, εἰς τὴν πρώτην τῆς οὐσίας ἀνάγειν ὑπόστασιν καὶ διὰ τοῦτο 〈πεποιῆσθαι〉 αὐτὸν καθ᾽ ὁμοιότητα τῶν ἄλλων μαρτυριῶν ἀποδεικνύειν πειρᾶσθαι, ἵνα τὴν Ἐποίησεν λέξιν εἰς τὴν οὐσίαν ἀνενέγκοι, ἀκολούθως ἑαυτῷ ποιῶν, καὶ τὴν ἁμαρτίαν ἐν τῇ οὐσίᾳ βλέποι. εἰ δὲ τοῦτο διὰ τὸ περιφανὲς τῆς ἀτοπίας αἰσχύνοιτο καὶ τὴν ἐπ᾽ ἐσχάτων οἰκονομίαν διὰ τοῦ εἰπεῖν Ἁμαρτίαν ἐποίησεν ἐνδείκνυσθαι τὸν ἀπόστολον λέγοι, πεισάτω ἑαυτὸν διὰ τῆς αὐτῆς ἀκολουθίας κἀκεῖ τὸ Ἐποίησε πρὸς τὴν οἰκονομίαν βλέπειν.

Ἀλλ᾽ ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν. μυρία γὰρ πρὸς τούτοις ἄλλα δυνατόν ἐστιν ἐκ τῆς αὐτῆς γραφῆς πρὸς τὸν σκοπὸν ἀναλέξασθαι. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον ἀπόστολον καθ᾽ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων ὅτι πρὸς ἓν αὐτῷ βλέπει δι᾽ ἀκριβείας ὁ λόγος. καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις· πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων οὐδὲν ἧττον ἐν ἑκατέρῳ τὸ ἴδιον καθορᾷ, ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης καὶ τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως. ὅταν οὖν λέγῃ ὅτι Τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, τὸν ἀληθινὸν υἱὸν ἀντιδιαστέλλει τοῖς ἄλλοις υἱοῖς τοῖς γεννηθεῖσι καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι, τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν, τῇ τοῦ ἰδίου προσθήκῃ τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων.

καὶ ὡς ἂν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι᾽ ἑτέρων τρανότερον τὴν τοιαύτην ἐπανορθοῦται πλάνην, μεσίτην αὐτὸν θεοῦ καὶ ἀνθρώπων καὶ ἄνθρωπον καὶ θεὸν ὀνομάζων, ἵνα ἐκ τοῦ τὰ δύο περὶ τὸ ἓν λέγεσθαι τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον, περὶ μὲν τὸ θεῖον ἡ ἀπάθεια, περὶ δὲ τὸ ἀνθρώπινον ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς οὖν ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον, τῷ δὲ λόγῳ διακρινόμενον, ὅταν μὲν τὸ ὑπερκείμενόν τε καὶ ὑπερέχον πάντα νοῦν κηρύσσῃ, τοῖς ὑψηλοτέροις κέχρηται τῶν ὀνομάτων, ἐπὶ πάντων θεὸν καὶ μέγαν θεὸν καὶ δύναμιν θεοῦ καὶ σοφίαν καὶ τὰ τοιαῦτα καλῶν· πᾶσαν δὲ τὴν ἀναγκαίως διὰ τὸ ἡμέτερον ἀσθενὲς συμπαραληφθεῖσαν τῶν παθημάτων πεῖραν ὑπογράφων τῷ λόγῳ ἐκ τοῦ ἡμετέρου κατονομάζει τὸ συναμφότερον, ἄνθρωπον αὐτὸν προσαγορεύων, οὐ κοινοποιῶν πρὸς τὴν λοιπὴν φύσιν διὰ τῆς φωνῆς τὸ δηλούμενον, ἀλλ᾽ ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι, τοῦ τε ἀνθρωπίνου διὰ τῆς ἀναλήψεως δοξαζομένου καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου, ἀλλὰ διδόντος μὲν τοῖς παθήμασιν τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμεως.

καὶ οὕτως οὔτε ἡ τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν, καὶ τὰ ὑψηλά τε καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει, ὡς καὶ κύριον τῆς δόξης τὸν ἐπὶ τοῦ σταυροῦ φανέντα κατονομάζεσθαι, τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει καὶ τῆς τῶν ὀνομάτων χάριτος ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης. διὰ τοῦτο ποικίλως καὶ διαφόρως αὐτὸν παραδίδωσι, νῦν μὲν τὸν ἐξ οὐρανῶν κατελθόντα, νῦν δὲ τὸν ἐκ γυναικὸς γεννηθέντα, καὶ θεὸν προαιώνιον καὶ ἐπ᾽ ἐσχάτων ἡμερῶν ἄνθρωπον· οὕτως καὶ ἀπαθὴς ὁ μονογενὴς θεὸς καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται, καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. εἰ οὖν ταῦτα φρονεῖν ἐκ τῆς θεοπνεύστου διδασκαλίας ἐμάθομεν, πῶς ἀνθρώπῳ κοινῷ τὴν αἰτίαν τῆς σωτηρίας ἡμῶν ἀνατίθεμεν; εἰ δὲ [τὴν] τοῦ μακαρίου Πέτρου τὴν Ἐποίησεν φωνὴν οὐκ εἰς τὸ προαιώνιον τῆς ὑποστάσεως, ἀλλ᾽ εἰς τὸ πρόσφατον τῆς οἰκονομίας βλέπειν διοριζόμεθα, τί τοῦτο κοινωνεῖ τῷ ἐγκλήματι; ὁ γὰρ μέγας οὗτος ἀπόστολος τὸ περὶ τὴν τοῦ δούλου μορφὴν ὁρώμενον ἐκεῖνο διὰ τῆς ἀναλήψεως “πεποιῆσθαι„ φησιν, ὅπερ ὁ ἀναλαβὼν κατὰ τὴν ἑαυτοῦ φύσιν ἦν.

καὶ γὰρ ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὸ ἴσον ἔστι παρὰ τοῦ Παύλου μαθεῖν, λέγοντος ἀπόστολον καὶ ἀρχιερέα τὸν Ἰησοῦν παρὰ τοῦ θεοῦ γεγενῆσθαι, πιστὸν ὄντα τῷ “ποιήσαντι„ αὐτόν. κἀκεῖ γὰρ τὸν τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς Ἐποίησεν λέξεως ἀπαγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομαζομένην χάριν παραστῆσαι θέλων φησὶ τὸ Ἐποίησεν. Ἰησοῦς γάρ, καθώς φησι Ζαχαρίας, ὁ ἀρχιερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνόν, τουτέστι τὸ ἴδιον σῶμα, ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ὁ διὰ τὰ παιδία τὰ κεκοινωνηκότα σαρκός τε καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὸ ἐν ἀρχῇ ἦν, λόγος ὢν καὶ θεὸς καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴσα θεῷ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὕτως ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ. οἶδε δὲ πάντως τὸ περὶ τούτου μυστήριον ὁ μὴ παρέργως τῷ πρὸς Ἑβραίους καθομιλήσας λόγῳ. ὁμοίως οὖν ἐνταῦθά τε ἱερεὺς καὶ ἀπόστολος κἀκεῖ κύριος καὶ Χριστὸς “πεποιῆσθαι„ λέγεται, τὸ μὲν ὡς πρὸς τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, τὸ δὲ διὰ τὴν πρὸς τὸ θεῖον τοῦ ἀνθρωπίνου μεταβολήν τε καὶ μεταποίησιν. ποίησιν γὰρ ὁ ἀπόστολος λέγει τὴν μεταποίησιν.

οὐκοῦν πρόδηλος ἡ συκοφαντία τῶν ἐναντίων τὰ τῆς οἰκονομίας ῥήματα εἰς τὴν προαιώνιον ὑπόστασιν ἐπηρεαστικῶς ἁρπαζόντων. οὐδὲ γὰρ ὁμοίως ἐμάθομεν παρὰ τοῦ ἀποστόλου γινώσκειν Χριστὸν νῦν τε καὶ πρότερον, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Εἰ καὶ ἐγνώκαμέν ποτε κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ὡς ἐκείνης μὲν τῆς γνώσεως τὴν πρόσκαιρον οἰκονομίαν δηλούσης, ταύτης δὲ τὴν ἀΐδιον ὕπαρξιν. οὐκοῦν μετρίως ἡμῖν ὁ λόγος ὑπὲρ τῶν ἐγκλημάτων ἀπολελόγηται τὸ μήτε δύο νομίζειν Χριστοὺς ἢ κυρίους μήτε ἐπαισχύνεσθαι τῷ σταυρῷ μήτε κοινὸν ἄνθρωπον ὑπὲρ τοῦ κόσμου πεπονθέναι δοξάζειν μήτε μὴν τὸ Ἐποίησεν εἰς τὴν τῆς οὐσίας κατασκευὴν οἴεσθαι φέρειν. τῆς δὲ τοιαύτης ἡμῶν ὑπολήψεως οὐ μικρὰν ἔχει παρ᾽ αὐτοῦ τοῦ κατηγόρου τὴν συμμαχίαν ὁ λόγος, ἐν οἷς μεταξὺ καταφορικῶς ἡμῖν ἐπελαύνων τὴν γλῶσσαν καὶ τοῦτο προφέρει ὅτι· 〈ταύτην μέντοι τὴν μάχην αὐτὸς πρὸς ἑαυτὸν ἀναφέρει Βασίλειος καὶ δείκνυται σαφῶς οὔτε τῷ βουλήματι τῶν ἀποστόλων ἑαυτὸν ἐπιστήσας οὔτε τῶν οἰκείων λόγων φυλάττων τὴν ἀκολουθίαν· ἐξ ὧν ἢ συναισθόμενος τῆς ἀνωμαλίας συγχωρήσει τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγονέναι κύριον, ἢ μαχομένοις μαχόμενα συνάπτει〉. οὗτος γὰρ καὶ ὁ ἡμέτερος λόγος ὅν φησι καὶ ὁ Εὐνόμιος, ὁ τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ θεὸν ὄντα γεγονέναι κύριον λέγων.

ὢν γὰρ ὅπερ ἦν, καὶ θεὸς καὶ λόγος καὶ ζωὴ καὶ φῶς χάρις τε καὶ ἀλήθεια καὶ κύριος καὶ Χριστὸς καὶ πᾶν ὑψηλόν τε καὶ θεῖον ὄνομα, ἐν τῷ προσληφθέντι ἀνθρώπῳ, ὃς οὐδὲν τούτων ἦν, τά τε ἄλλα ἐγένετο, ὅσα ὁ λόγος ἦν, καὶ μετὰ τῶν ἄλλων καὶ Χριστὸς καὶ κύριος κατά τε τὴν διδασκαλίαν Πέτρου καὶ κατὰ τὴν ὁμολογίαν τοῦ Εὐνομίου, οὐχὶ τῆς θεότητος κατὰ προκοπήν τι προσλαμβανούσης, ἀλλὰ τῇ φύσει τῇ θείᾳ πάσης ὑψηλῆς ἀξίας ἐνθεωρουμένης· οὕτω γίνεται καὶ κύριος καὶ Χριστός, οὐ τῇ θεότητι ἐπὶ τὴν τῆς χάριτος προσθήκην ἐρχόμενος (ἀνελλιπὴς γὰρ ἀγαθοῦ παντὸς ἡ τῆς θεότητος ὡμολόγηται φύσις), ἀλλὰ τὸ ἀνθρώπινον εἰς τὴν τῆς θεότητος μετουσίαν ἄγων, ἣ διὰ τοῦ Χριστοῦ τε καὶ τοῦ κυρίου σημαίνεται.

Καὶ περὶ μὲν τούτων ἀπόχρη. τὸ δ᾽ ἐπὶ διαβολῇ τοῦ καθ᾽ ἡμᾶς δόγματος παρὰ τοῦ Εὐνομίου λεγόμενον ὡς εἰς ἑαυτὸν τοῦ Χριστοῦ κενωθέντος ἤδη μὲν ἱκανῶς διὰ τῶν εἰρημένων ἐξήτασται, δι᾽ ὧν ἀποδέδεικται τὴν ἑαυτοῦ βλασφημίαν τῷ ἡμετέρῳ δόγματι προστριβόμενος. οὐ γὰρ ὁ τὴν ἄτρεπτον φύσιν ὁμολογῶν ὑποδῦναι τὴν κτιστὴν καὶ ἐπίκηρον τὴν ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὅμοιον μεταχώρησιν λέγει, ἀλλ᾽ ὁ μηδεμίαν μετάστασιν ἀπὸ τοῦ μεγαλείου τῆς φύσεως ἐπὶ τὸ ταπεινότερον ἐννοῶν. εἰ γὰρ κτιστὸς μὲν ἐκεῖνος κατὰ τὸν λόγον αὐτῶν, κτιστὸς δὲ ὁ ἄνθρωπος, διεκλάπη πάντως τὸ θαῦμα τοῦ λόγου καὶ παράδοξον ἐν τοῖς λεγομένοις ἔστιν οὐδέν, τῆς κτίσεως αὐτῆς ἐν ἑαυτῇ γενομένης. ἀλλ᾽ ἡμεῖς μεμαθηκότες παρὰ τῆς προφητείας τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου—δεξιὰν δὲ τοῦ πατρὸς τὴν τοῦ θεοῦ λέγομεν δύναμιν τὴν ποιητικὴν τοῦ παντός, ἥτις ἐστὶν ὁ κύριος, οὐχ ὡς μέρος ἐξηρτημένη τοῦ ὅλου, ἀλλ᾽ ὡς ἐξ ἐκείνου μὲν οὖσα, ἐφ᾽ ἑαυτῆς δὲ κατ᾽ ἰδίαν ὑπόστασιν θεωρουμένη—τοῦτό φαμεν ὅτι οὔτε ἡ δεξιὰ κατὰ τὸν λόγον τῆς φύσεως ἐκείνου παρήλλακται, οὗ ἐστι δεξιά, οὔτε ἀλλοίωσις αὐτῆς ἄλλη τις παρὰ τὴν τῆς σαρκὸς οἰκονομίαν λέγεσθαι δύναται.

ἦν γὰρ ὡς ἀληθῶς ἡ δεξιὰ τοῦ θεοῦ αὐτὸς ὁ ἐν σαρκὶ φανερωθεὶς θεός, δι᾽ αὐτῆς τῆς σαρκὸς τοῖς διορατικοῖς καθορώμενος, καθὸ μὲν ἐποίει τὰ ἔργα τοῦ πατρός, δεξιὰ τοῦ θεοῦ καὶ ὢν καὶ νοούμενος, ἐν ᾧ δὲ περιείχετο τῷ τῆς σαρκὸς προκαλύμματι κατὰ τὸ βλεπόμενον, ἀλλοῖος παρ᾽ ὃ τῇ φύσει ἦν θεωρούμενος. διὰ τοῦτο πρὸς Φίλιππον λέγει τὸν πρὸς μόνον τὸ ἀλλοιωθὲν ἀτενίζοντα ὅτι βλέπε διὰ τοῦ ἀλλοιωθέντος τὸ ἀναλλοίωτον, κἂν τοῦτο ἴδῃς, αὐτὸν τὸν πατέρα, ὃν ζητεῖς ἰδεῖν, ἑωρακὼς ἔσῃ· ὁ γὰρ ἑωρακὼς ἐμέ, οὐ τὸν ἐν τῇ ἀλλοιώσει φαινόμενον, ἀλλὰ τὸν ἀληθῶς ἐμὲ τὸν ἐν τῷ πατρὶ ὄντα, αὐτὸν ἐκεῖνον ἑωρακὼς ἔσται τὸν ἐν ᾧ εἰμι, τῷ τὸν αὐτὸν χαρακτῆρα τῆς θεότητος ἐπ᾽ ἀμφοῖν καθορᾶσθαι. τὴν οὖν ἀκήρατον καὶ ἀπαθῆ καὶ ἄκτιστον φύσιν ἐν τῷ παθητῷ τῆς κτίσεως γεγενῆσθαι πιστεύοντες καὶ ἐν τούτῳ νοοῦντες τὴν ἀλλοίωσιν, πῶς 〈αὐτὸν εἰς ἑαυτὸν κεκενῶσθαι〉 λέγειν κατηγορούμεθα παρὰ τῶν τὸν ἴδιον λόγον τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλούντων; τοῦ γὰρ κτιστοῦ πρὸς τὸ κτιστὸν ἡ κοινωνία οὐδεμία δεξιᾶς ἐστιν ἀλλοίωσις. κτιστὴν γὰρ 〈τὴν〉 δεξιὰν τῆς ἀκτίστου φύσεως λέγειν Εὐνομίου μόνου καὶ τῶν τὰ ὅμοια τούτῳ φρονούντων ἐστίν.

ὁ γὰρ ὀφθαλμὸν ἔχων πρὸς τὴν ἀλήθειαν βλέποντα οἷον τὸν ὕψιστον ὁρᾷ, τοιαύτην καὶ τὴν δεξιὰν τοῦ ὑψίστου κατόψεται, ἄκτιστον ἀκτίστου, ἀγαθοῦ ἀγαθήν, ἀϊδίου ἀΐδιον, μηδὲν τὴν ἀϊδιότητα τοῦ γεννητῶς εἶναι αὐτὴν ἐν τῷ πατρὶ καταβλάπτοντος· ὥστε λέληθεν ἑαυτὸν ὁ κατήγορος τοῖς ἰδίοις ὀνείδεσι καθ᾽ ἡμῶν χρώμενος.

Πρὸς δὲ τοὺς τῷ πάθει προσπταίοντας καὶ διὰ τούτου κατασκευάζοντας τὴν τῶν οὐσιῶν ἑτερότητα, ὡς τοῦ πατρὸς μὲν διὰ τὸ ὑπερέχον τῆς φύσεως οὐ παραδεχομένου τὸ πάθος, τοῦ υἱοῦ δὲ διὰ τὸ καταδεὲς καὶ παρηλλαγμένον πρὸς τὴν τῶν παθημάτων κοινωνίαν συγκατιόντος, ταῦτα προσθεῖναι βούλομαι τοῖς εἰρημένοις, ὅτι οὐδὲν κατὰ ἀλήθειαν πάθος ἐστίν, ὃ μὴ εἰς ἁμαρτίαν φέρει, οὐδὲ κυρίως ἄν τις τὸν ἀναγκαῖον τῆς φύσεως εἱρμὸν πάθος λέγοι, βλέπων ὁδῷ προϊοῦσαν ἐν τάξει τινὶ καὶ ἀκολουθίᾳ τὴν σύνθετον φύσιν. ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων πρὸς ἄλληλα συνδρομὴ κατὰ τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν σύνθεσίς τίς ἐστι διὰ πλειόνων ἀνομοίων ἁρμοζομένη. ἐκλυθείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν τῶν στοιχείων συνδρομὴν ἁρμονίας πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ ὧν συνέστηκεν ἀναλύεται. ἔργον οὖν ἐστι τοῦτο μᾶλλον καὶ οὐχὶ πάθος τῆς φύσεως. μόνον γὰρ τὸ ἐξ ἐναντίου τῇ κατὰ τὴν ἀρετὴν ἀπαθείᾳ νοούμενον κυρίως προσαγορεύομεν πάθος, οὐ καὶ ἐν τῇ κοινωνίᾳ τῆς ἡμετέρας φύσεως ἀμέτοχον διαμεῖναι τὸν τὴν σωτηρίαν ἡμῖν χαριζόμενον πεπιστεύκαμεν, τὸν Πεπειραμένον κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας. τοῦ μὲν οὖν κατὰ ἀλήθειαν πάθους, ὃ προαιρέσεώς ἐστι νόσος, οὐκ ἐκοινώνησεν.

Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· τῶν δὲ τῆς φύσεως ἡμῶν ἰδιωμάτων, ἃ διά τινος συνηθείας καὶ καταχρήσεως ὁμωνύμως λέγεται πάθη, τούτων μετασχεῖν ὁμολογοῦμεν τὸν κύριον, γεννήσεως καὶ τροφῆς καὶ αὐξήσεως ὕπνου τε καὶ κόπου καὶ ὅσα πρὸς τὰς σωματικὰς ἀχθηδόνας ἡ ψυχὴ φυσικῶς συνδιατίθεσθαι πέφυκε, τὴν τοῦ ἐνδέοντος ἔφεσιν ἐκ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τῆς ὀρέξεως διατεινούσης, καὶ λύπης αἴσθησιν καὶ δειλίαν πρὸς θάνατον καὶ ὅσα τοιαῦτα, πλὴν εἰ μή τι πρὸς ἁμαρτίας ἀκολουθίαν φέρει.

ὥσπερ τοίνυν τὴν διὰ πάντων αὐτοῦ διήκουσαν δύναμιν κατανοοῦντες ἐν οὐρανῷ τε καὶ ἀέρι καὶ γῇ καὶ θαλάσσῃ καὶ εἴ τι ἐπουράνιον καὶ εἴ τι καταχθόνιον, πανταχοῦ μὲν καὶ διὰ πάντων αὐτὸν εἶναι πιστεύομεν, οὐδὲν δὲ τούτων τῶν ἐν οἷς ἐστιν ἐκεῖνον εἶναί φαμεν (οὐ γὰρ οὐρανός ἐστιν ὁ διειληφὼς αὐτὸν τῇ περικρατητικῇ τοῦ παντὸς σπιθαμῇ οὐδὲ γῆ ὁ κατέχων τὸν γῦρον τῆς γῆς οὐδὲ ὕδωρ πάλιν ὁ τὴν ὑγρὰν περιέχων φύσιν), οὕτως οὐδὲ διὰ τῶν λεγομένων τῆς σαρκὸς παθημάτων ἐλθόντα ἐμπαθῆ αὐτὸν εἶναί φαμεν, ἀλλ᾽ ὡς τῶν ὄντων αἴτιον καὶ τοῦ παντὸς περιδεδραγμένον καὶ τῇ ἀφράστῳ δυνάμει τῆς ἰδίας μεγαλειότητος πᾶν τό τε κινούμενον οἰακίζοντα καὶ τὸ ἑστὼς ἐν παγίᾳ συντηροῦντα τῇ βάσει, καὶ ἐν ἡμῖν γεγενῆσθαί φαμεν ἐπὶ θεραπείᾳ τῆς κατὰ τὴν ἁμαρτίαν νόσου, καταλλήλως τῷ πάθει τὴν ἐνέργειαν τῆς ἰατρικῆς ἁρμοσάμενον, ὡς ᾔδει συμφέρειν τῷ ἀρρωστοῦντι μέρει τῆς κτίσεως, οὕτως ἐπαγαγόντα τὴν ἴασιν. συνέφερε δὲ τῇ ἐπαφῇ τὸ πάθος ἰάσασθαι· [οὕτω καὶ ἰασάμενον] οὐ μὴν ἐπειδὴ ἰατρεύει τὴν ἀρρωστίαν, διὰ τοῦτο καὶ αὐτὸς ἐμπαθὴς γεγενῆσθαι νομίζεται· οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον λέγειν ἡ συνήθεια δίδωσι.

τὸν γὰρ θεραπευτικῶς ἁπτόμενον τοῦ νενοσηκότος οὐκ αὐτὸν μετέχειν τῆς ἀρρωστίας φαμέν, ἀλλὰ καὶ τῷ νοσοῦντι χαρίζεσθαι τὴν εἰς ὑγίειαν ἐπάνοδον καὶ μὴ μετέχειν τῆς ἀρρωστίας φαμέν· οὐδὲ γὰρ ἐκείνου τὸ πάθος, ἀλλὰ τὸ ἔμπαλιν ἐκεῖνος τοῦ ἀρρωστήματος ἅπτεται. εἰ οὖν ὁ διὰ τῆς τέχνης ἀγαθόν τι τοῖς σώμασιν ἐνεργῶν οὐχὶ νωθρός τε καὶ ἄρρωστος, ἀλλὰ φιλάνθρωπός τε καὶ εὐεργέτης καὶ ὅσα τοιαῦτα κατονομάζεται, τί ὡς ταπεινόν τε καὶ ἄδοξον τὴν περὶ ἡμᾶς οἰκονομίαν διαβάλλοντες διὰ ταύτης πρὸς τὸ χεῖρον παρηλλάχθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζουσιν, ὡς τῆς τοῦ πατρὸς μὲν φύσεως ἀνωτέρας τῶν παθημάτων οὔσης, τῆς δὲ τοῦ μονογενοῦς οὐ καθαρευούσης τοῦ πάθους; εἰ γὰρ ὁ σκοπὸς τῆς διὰ σαρκὸς οἰκονομίας οὐ τὸ ἐμπαθῆ γενέσθαι τὸν κύριον, ἀλλὰ τὸ φιλάνθρωπον ἐπιδειχθῆναι, φιλάνθρωπος δὲ καὶ ὁ πατὴρ εἶναι οὐκ ἀμφιβάλλεται, ἐν τοῖς αὐτοῖς ἐστιν ἄρα τῷ υἱῷ ὁ πατήρ, εἰ πρὸς τὸν σκοπόν τις ἐθέλοι βλέπειν. εἰ δὲ οὐχ ὁ πατὴρ ἐνήργησε τὴν τοῦ θανάτου κατάλυσιν, θαυμάσῃς μηδέν. καὶ γὰρ καὶ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ αὐτὸς κρίνων οὐδένα, οὐ τῷ μὴ δύνασθαι ἢ σῶσαι τὸν ἀπολόμενον ἢ κρῖναι τὸν ἁμαρτήσαντα διὰ τοῦ υἱοῦ ταῦτα ποιῶν, ἀλλὰ τῷ διὰ τῆς ἰδίας δυνάμεως, δι᾽ ἧς τὰ πάντα ἐργάζεται, καὶ ταῦτα ποιεῖν· δύναμις δὲ τοῦ πατρός ἐστιν ὁ υἱός.

οὐκοῦν οἱ διὰ τοῦ υἱοῦ σωθέντες τῇ δυνάμει τοῦ πατρὸς ἐσώθησαν, καὶ οἱ παρὰ τούτου κρινόμενοι τῇ δικαιοσύνῃ τοῦ θεοῦ τὴν κρίσιν ὑπέχουσιν. Χριστὸς γάρ ἐστιν ἡ τοῦ θεοῦ δικαιοσύνη ἡ διὰ τοῦ εὐαγγελίου ἀποκαλυπτομένη, καθώς φησιν ὁ ἀπόστολος, κἂν εἰς τὸν κόσμον ἴδῃς ὅλον κἂν εἰς τὰ μέρη τοῦ κόσμου τὰ συμπληροῦντα τὸ ὅλον, πάντα ταῦτα τοῦ πατρός ἐστιν ἔργα, τῆς δυνάμεως αὐτοῦ ἔργα γενόμενα, καὶ οὕτως ἀληθεύει δι᾽ ἀμφοτέρων ὁ λόγος καὶ πάντα τὸν πατέρα ἐργάζεσθαι λέγων καὶ χωρὶς τοῦ υἱοῦ γίνεσθαι τῶν ὄντων οὐδέν· ἡ γὰρ τῆς δυνάμεως ἐνέργεια εἰς τὸν οὗ ἐστιν ἡ δύναμις τὴν ἀναφορὰν ἔχει. ἐπεὶ οὖν δύναμις τοῦ πατρὸς ὁ υἱός, πάντα τὰ ἔργα τοῦ υἱοῦ τοῦ πατρός ἐστιν ἔργα. ὅτι γὰρ οὐχὶ φύσεως ἀσθενείᾳ πρὸς τὴν τοῦ πάθους οἰκονομίαν, ἀλλ᾽ ἐξουσίᾳ θελήματος ἔρχεται, μυρίας ἔστιν ἐκ τοῦ εὐαγγελίου παραθέσθαι φωνάς, ἃς παρήσω διὰ τὸ πρόδηλον, ὡς ἂν μὴ τοῖς ὁμολογουμένοις ἐνδιατρίβων ὁ λόγος μηκύνοιτο. εἰ μὲν οὖν κακὸν τὸ γενόμενον, οὐ τὸν πατέρα μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ κακοῦ χωριστέον· εἰ δὲ ἀγαθὸν ἡ σωτηρία τῶν ἀπολωλότων καὶ οὐ πάθος, ἀλλὰ φιλανθρωπία τὸ γεγενημένον ἐστί, τί ἀλλοτριοῖς τὸν πατέρα τῆς ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν εὐχαριστίας, τὸν διὰ τῆς ἰδίας δυνάμεως, ἥτις ἐστὶν ὁ Χριστός, τὴν ἐκ τοῦ θανάτου ἐλευθερίαν τοῖς ἀνθρώποις κατεργασάμενον;

ἀλλ᾽ ἐπανιτέον πάλιν ἐπὶ τὸν σφοδρὸν λογογράφον καὶ τὴν σύντονον ἐκείνην καθ᾽ ἡμῶν ῥητορείαν ἀναληπτέον ἡμῖν.

Αἰτιᾶται τὸ μὴ λέγειν πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν ἡμᾶς ὡς ἐναντιουμένους τῇ φωνῇ Πέτρου· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε, καὶ πολύς ἐστιν ἀγανακτῶν ἐπὶ τούτοις καὶ λοιδορούμενος καὶ κατασκευάζει γε δι᾽ ὧν οἴεται διελέγχειν τὸν ἡμέτερον λόγον. ἴδωμεν τοίνυν τῶν ἐπιχειρημάτων τὴν δύναμιν. 〈καὶ τίς〉, φησίν, 〈ὦ πάντων ὑμεῖς ῥᾳθυμότατοι, μορφὴν ἔχων δούλου μορφὴν ἀναλαμβάνει δούλου〉; οὐδεὶς τῶν νοῦν ἐχόντων, πρὸς αὐτὸν ἐροῦμεν ἡμεῖς, τὸ τοιοῦτον ἂν εἴποι, πλὴν εἰ μή τινες καθόλου τῆς ἐλπίδος τῶν Χριστιανῶν ἠλλοτρίωνται. οὗτοι δέ ἐστε ὑμεῖς οἱ ἐγκαλοῦντες ῥᾳθυμίαν ἡμῖν, ὅτι μὴ κτιστὸν λέγειν τὸν κτίστην καταδεχόμεθα. εἰ γὰρ μὴ ψεύδεται διὰ τοῦ προφήτου λέγον τὸ πνεῦμα τὸ ἅγιον ὅτι Τὰ σύμπαντα δοῦλα σά, καὶ πᾶσα ἡ κτίσις δουλεύει, κτιστὸς δὲ καθ᾽ ὑμᾶς ὁ υἱός, ὁμόδουλός ἐστι πάντως τοῖς σύμπασι, τῷ κοινωνεῖν τῆς κτίσεως εἰς τὸ κοινωνεῖν καὶ τῆς δουλείας συγκαθελκόμενος. τῷ δὲ δουλεύοντι πάντως ὑμεῖς καὶ τὴν δουλικὴν μορφὴν περιθήσετε. οὐ γὰρ δὴ δοῦλον ὁμολογοῦντες τῇ φύσει τῷ προσωπείῳ τῆς δουλείας ἐπαισχυνθήσεσθε.

τίς οὖν, ὦ δριμύτατε ῥητόρων, ὁ ἐκ τῆς δουλικῆς μορφῆς τὸν υἱὸν εἰς ἄλλην δούλου μεταβιβάζων μορφήν, ὁ τὸ ἄκτιστον αὐτῷ προσμαρτυρῶν ᾧ καὶ τὸ μὴ δουλεύειν συναποδείκνυται ἢ μᾶλλον οἱ διαρρήδην βοῶντες ὑμεῖς δοῦλον εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ ὑπ᾽ αὐτοῦ κυριεύεσθαι; οὐ δέομαι δικαστῶν ἑτέρων, σοὶ τὴν περὶ τούτων ἐπιτρέπω ψῆφον. οἶμαι γὰρ μὴ ἂν οὕτω πρὸς τὴν ἀλήθειαν ἀναιδῶς τινας ἔχειν, ὥστε τοῖς ὁμολογουμένοις δι᾽ ἀναισχυντίας ἐνίστασθαι. πρόδηλον γὰρ παντὶ τὸ λεγόμενον, ὅτι τὸ δοῦλον τῇ φύσει τοῖς ἰδιώμασι τῆς δουλείας χαρακτηρίζεται· ἴδιον γὰρ δουλείας ἡ κτίσις. ὁ οὖν δοῦλον αὐτὸν ὄντα τὴν ἡμετέραν λέγων ὑπεληλυθέναι μορφήν, ἐκεῖνός ἐστι πάντως ὁ ἐκ δουλείας εἰς δουλείαν τὸν μονογενῆ μετοικίζων.

Ἀλλ᾽ ἐπαγωνίζεται τοῖς εἰρημένοις καί φησι μικρὸν ὑποβάς (τὰ γὰρ ἐν τῷ μέσῳ διὰ τὸ μετρίως ἐν τοῖς προάγουσιν ἐξετασθῆναι νῦν ὑπερβήσομαι) ὡς 〈τολμηροὺς〉 εἰς τὸ 〈λέγειν καὶ φρονεῖν ἀμήχανα〉 διαβάλλων 〈ἐλεεινοτάτους〉 τε προσαγορεύσας ταῦτα προστίθησιν· 〈εἰ γὰρ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν〉. τάχα μὲν οὖν εὐθὺς ἐκ τῶν ἀνεγνωσμένων προπεφώραται τῇ κρίσει τῶν ἀκουόντων τῆς τοῦ λόγου κατασκευῆς ἥ τε κακουργία καὶ τὸ ἀνόητον· πλὴν δι᾽ ὀλίγων καὶ παρ᾽ ἡμῶν ὁ τῶν εἰρημένων ἔλεγχος προστεθήσεται, οὐκ εἰς ἀνατροπὴν τοσοῦτον τοῦ ἀπαιδεύτου σοφίσματος, ὃ καὶ δι᾽ ἑαυτοῦ παρὰ τοῖς ἔχουσιν ἀκοὴν ἀνατέτραπται, ἀλλ᾽ ὡς ἂν μὴ δοκοίημεν ἐν προσχήματι τοῦ καταφρονεῖν τῆς εὐτελείας τοῦ λόγου περιορᾶν τὸ προτεθὲν ἀνεξέταστον. οὑτωσὶ τοίνυν τὸν λόγον ἐπισκεψώμεθα.

Τίς ἐστιν ἡ τοῦ ἀποστόλου φωνή; Γνωστὸν ἔστω, φησίν, ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἶτα ὡς ἂν πυθομένου τινός, περὶ τίνα γέγονεν ἡ τοιαύτη χάρις, οἱονεὶ δακτύλῳ τὸ ὑποκείμενον δεικνύει Τοῦτον, εἰπών, τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τί περὶ τούτου φησὶν ὁ Βασίλειος; ὅτι ἡ δεικτικὴ τοῦ λόγου φωνὴ τοῦτον πεποιῆσθαι Χριστὸν λέγει καὶ κύριον τὸν παρ᾽ αὐτῶν τῶν ἀκουόντων ἐσταυρωμένον. ὑμεῖς γὰρ ἐσταυρώσατε, φησί· καὶ εἰκὸς ἦν τοὺς αἰτησαμένους τὸν κατ᾽ αὐτοῦ φόνον ἀκροατὰς εἶναι τοῦ λόγου· οὐδὲ γὰρ πολὺς ἦν ὁ ἀπὸ τοῦ σταυροῦ πρὸς τὴν δημηγορίαν τοῦ Πέτρου χρόνος. τί οὖν πρὸς ταῦτα προφέρει ὁ Εὐνόμιος; 〈εἰ μὴ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λόγου καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος, ἀλλὰ περὶ τοῦ βλεπομένου καὶ κενώσαντος ἑαυτόν, καθώς φησιν ὁ Βασίλειος, ἐκένωσεν δὲ ὁ βλεπόμενος ἄνθρωπος ἑαυτὸν εἰς δούλου μορφήν〉—ἐπίσχες, τίς τοῦτό φησιν, ὅτι πάλιν ἑαυτὸν ἐκένωσεν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν; ἢ τίς κατασκευάζει ὅτι πρὸ τῆς διὰ σαρκὸς ἐπιφανείας τὸ κατὰ τὸν σταυρὸν γέγονε πάθος; οὔτε γὰρ ὁ σταυρὸς πρὸ τοῦ σώματος οὔτε τὸ σῶμα πρὸ τῆς τοῦ δούλου μορφῆς.

ἀλλ᾽ ὁ μὲν θεὸς ἐν σαρκὶ φανεροῦται, ἡ δὲ σὰρξ ἡ τὸν θεὸν ἐν ἑαυτῇ δείξασα μετὰ τὸ πληρῶσαι δι᾽ ἑαυτῆς τὸ μέγα τοῦ θανάτου μυστήριον μεταποιεῖται πρὸς τὸ ὑψηλόν τε καὶ θεῖον, δι᾽ ἀνακράσεως Χριστὸς γενομένη καὶ κύριος, εἰς ἐκεῖνο μετατεθεῖσα καὶ ἀλλαγεῖσα, ὅπερ ἦν ὁ ἐν ἐκείνῃ τῇ σαρκὶ ἑαυτὸν φανερώσας. ἀλλ᾽ εἰ ταῦτα λέγοιμεν, πάλιν ἡμᾶς τὸν ἐπὶ τοῦ σταυροῦ δειχθέντα εἰς ἄλλου ἀνθρώπου γένεσιν κεκενῶσθαι λέγειν ὁ προαγωνιστὴς οὗτος τῆς ἀληθείας κατασκευάζει, συντιθεὶς οὑτωσὶ κατὰ τὴν λέξιν τὸ σόφισμα: 〈εἰ ὁ βλεπόμενος〉, φησίν, 〈ἄνθρωπος ἐκένωσεν ἑαυτὸν εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν〉.

Ὢ πῶς μέμνηται τῆς προκειμένης σπουδῆς; πῶς κατὰ σκοπὸν συμπεραίνει τὸν λόγον; Χριστὸν πεποιῆσθαι καὶ κύριον τὸν βλεπόμενον ἄνθρωπόν φησιν εἰρηκέναι τὸν ἀπόστολον ὁ Βασίλειος· ὁ δὲ δεινὸς οὗτος καὶ ἀγχίνους τῶν εἰρημένων ἀνατροπεύς, 〈εἰ μὴ τὴν οὐσίαν〉, φησί, 〈τοῦ ἐν ἀρχῇ ὄντος πεποιῆσθαι λέγει ὁ Πέτρος, ἐκένωσεν 〈δὲ〉 ἑαυτὸν ὁ βλεπόμενος ἄνθρωπος εἰς δούλου μορφήν, ὁ δὲ κενώσας ἑαυτὸν εἰς δούλου μορφὴν εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν, 〈ὁ βλεπόμενος ἄνθρωπος εἰς ἀνθρώπου γένεσιν ἐκένωσεν ἑαυτόν〉〉. ἡττήμεθα τῆς ἀμάχου ταύτης σοφίας, Εὐνόμιε. ἀπελήλεγκται κατὰ κράτος τὸ μὴ πρὸς τὸν ἐξ ἀσθενείας σταυρωθέντα βλέπειν τοῦ ἀποστόλου τὸν λόγον, δι᾽ ὧν ἐμάθομεν ὅτι, ἂν τοῦτο οὕτως ἔχειν πιστεύσωμεν, πάλιν ὁ βλεπόμενος ἄνθρωπος ἕτερος ἄνθρωπος γίνεται, εἰς ἄλλην ἀνθρώπου κενούμενος γένεσιν. οὐ παύσῃ ποτὲ παίζων κατὰ τῶν ἀτολμήτων; οὐκ ἐρυθριάσεις ἐν οὕτω γελοίοις σοφίσμασι τὸν τῶν θείων μυστηρίων ἐκλύων φόβον; οὐκ ἐπιστραφήσῃ νῦν γοῦν εἰ καὶ μὴ πρότερον πρὸς τὸ γνῶναι ὅτι ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρὸς λόγος ὢν καὶ βασιλεὺς καὶ κύριος καὶ πᾶν ὑψηλὸν ὄνομά τε καὶ νόημα οὐδὲν τῶν ἀγαθῶν γενέσθαι προσδέεται, αὐτὸς ὢν τῶν ἀγαθῶν πάντων τὸ πλήρωμα, ὁ δὲ εἴς τι μεταβαλλόμενος ἐκεῖνο γίνεται ὃ μὴ πρότερον ἦν;

ὥσπερ οὖν ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία γίνεται, ἵνα ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, οὕτως πάλιν ἡ δεξαμένη τὸν κύριον σὰρξ Χριστὸς καὶ κύριος γίνεται, ὃ μὴ ἦν τῇ φύσει, εἰς τοῦτο μεταποιουμένη διὰ τῆς ἀνακράσεως. δι᾽ ὧν μανθάνομεν ὅτι οὔτ᾽ ἂν ἐν σαρκὶ ὁ θεὸς ἐφανερώθη, εἰ μὴ ὁ λόγος σὰρξ ἐγένετο, οὔτ᾽ ἂν μετεποιήθη πρὸς τὸ θεῖον ἡ περὶ αὐτὸν τοῦ ἀνθρώπου σάρξ, εἰ μὴ τὸ φαινόμενον ἐγένετο Χριστός τε καὶ κύριος. ἀλλὰ διαπτύουσι τὸν ἰδιωτισμὸν τοῦ ἡμετέρου κηρύγματος οἱ τῇ οὐσίᾳ τοῦ θεοῦ διὰ τῶν συλλογισμῶν ἐμβατεύοντες καὶ βούλονται τὸν πάντα τὰ ὄντα διὰ κτίσεως παραγαγόντα εἰς γένεσιν αὐτὸν ἀποδεῖξαι μέρος ὄντα τῆς κτίσεως, καὶ σύμμαχον τῆς τοιαύτης σπουδῆς τὴν φωνὴν τοῦ Πέτρου πρὸς κατασκευὴν τῆς βλασφημίας ἐφέλκονται τοῦ πρὸς τοὺς Ἰουδαίους φήσαντος ὅτι Γνωστὸν ἔστω παντὶ τῷ οἴκῳ Ἰσραὴλ ὅτι κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. ταύτην τοῦ κτιστὴν εἶναι τοῦ μονογενοῦς θεοῦ τὴν οὐσίαν προβάλλονται τὴν ἀπόδειξιν. τί οὖν, εἰπέ μοι, μὴ πρὸ αἰῶνος οἱ Ἰουδαῖοι, πρὸς οὓς ὁ λόγος ἐγένετο; μὴ προκόσμιος ὁ σταυρός; μὴ πρὸ πάσης κτίσεως ὁ Πιλάτος; μὴ πρῶτον Ἰησοῦς καὶ μετὰ ταῦτα λόγος; μὴ πρεσβυτέρα ἡ σὰρξ τῆς θεότητος; μὴ πρὸ τοῦ κόσμου ὁ Γαβριὴλ τὴν Μαρίαν εὐαγγελίζεται;

οὐχ ὁ μὲν κατὰ Χριστὸν ἄνθρωπος ἐπὶ Καίσαρος Αὐγούστου τὴν ἀρχὴν λαμβάνει διὰ γεννήσεως, ὁ δὲ ἐν ἀρχῇ ὢν λόγος θεὸς βασιλεὺς ἡμῶν προαιώνιος, καθὼς ἡ προφητεία μαρτύρεται; οὐχ ὁρᾷς οἵαν ἐπάγεις τῷ λόγῳ τὴν σύγχυσιν τὰ ἄνω κάτω κατὰ τὴν παροιμίαν κυκῶν; πεντηκοστὴ μετὰ τὸ πάθος ἡμέρα ἦν ὅτε ταῦτα τοῖς Ἰουδαίοις ἐδημηγόρει ὁ Πέτρος λέγων ὅτι τοῦτον ὃν ὑμεῖς ἐσταυρώσατε Χριστὸν καὶ κύριον ὁ θεὸς ἐποίησεν. οὐ προσέχεις τῇ τάξει τοῦ λόγου, τί πρότερον καὶ τί δεύτερον ἐν τοῖς εἰρημένοις ἐστίν; οὐ γὰρ εἶπεν ὅτι ὃν ὁ θεὸς ἐποίησε κύριον, ὑμεῖς ἐσταυρώσατε, ἀλλ᾽ ὃν ὑμεῖς, φησίν, ἐσταυρώσατε, τοῦτον ἐποίησεν ὁ θεὸς Χριστόν τε καὶ κύριον, ὡς δῆλον ἐκ τούτων εἶναι ὅτι οὐ τὸ πρὸ τῶν αἰώνων, ἀλλὰ τὸ μετὰ τὴν οἰκονομίαν ὁ Πέτρος λέγει. πῶς οὖν οὐχ ὁρᾷς ὅλην περὶ τὸ δεικνύμενον ἀναστρεφομένην τοῦ λόγου τὴν ἔννοιαν, ἀλλὰ γελοιάζεις ἐν τῇ μειρακιώδει πλοκῇ τοῦ σοφίσματος λέγων, εἰ τὸν φαινόμενον Χριστόν τε καὶ κύριον πεποιῆσθαι παρὰ τοῦ θεοῦ πεπιστεύκαμεν, ἀνάγκην εἶναι πάλιν εἰς ἄνθρωπον μετακενοῦσθαι τὸν κύριον καὶ δευτέραν ὑποδύεσθαι γέννησιν; τί μᾶλλον διὰ τούτων τὸ καθ᾽ ὑμᾶς δόγμα κρατύνεται; πῶς διὰ τῶν εἰρημένων ἡ τοῦ βασιλέως τῆς κτίσεως οὐσία κτιστὴ ἀποδείκνυται;

ἐγὼ μὲν γὰρ τοὐναντίον φημὶ τὰ ἡμέτερα διὰ τῶν μαχομένων ἡμῖν συναγορεύεσθαι καὶ ὑπὸ τῆς ἄγαν προσοχῆς μὴ συνεωρακέναι τὸν ῥήτορα ὅτι πρὸς τὸ ἄτοπον δῆθεν ἐξωθῶν τὸν λόγον, δι᾽ ὧν ἀνατρέπειν ἐπιχειρεῖ, διὰ τούτων τοῖς πολεμουμένοις συναγωνίζεται. εἰ γὰρ ἐκ τοῦ ὑπερέχοντος πρὸς τὸ ταπεινὸν πιστεύειν χρὴ γεγενῆσθαι τοῦ υἱοῦ τὴν μετάστασιν, μόνη δὲ ὑπέρκειται τῆς κτίσεως ἡ θεία τε καὶ ἄκτιστος φύσις, κτιστὸς δὲ ὁ ἄνθρωπος, τάχα διαβλέψας διὰ τοῦ ἰδίου λόγου πρὸς τὴν ἀλήθειαν μετατάξεται, συνθέμενος ἐν τῷ κτιστῷ κατὰ φιλανθρωπίαν γεγενῆσθαι τὸ ἄκτιστον. εἰ δὲ οἴεται κτιστὸν ἀποδεικνύειν τὸν κύριον διὰ τοῦ δεῖξαι θεὸν ὄντα τῆς ἀνθρωπίνης φύσεως μετεσχηκέναι, πολλὰ τοιαῦτα πρὸς τὴν τοῦ ἴσου κατασκευὴν εὑρεθήσεται ἐκ τοῦ ὁμοίου τὴν συνηγορίαν πληροῦντα τῷ λόγῳ. καὶ γὰρ ἐπειδὴ λόγος ἦν καὶ θεὸς ἦν, Μετὰ ταῦτα δέ, καθώς φησιν ὁ προφήτης, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἓν τῶν κτισμάτων εἶναι διὰ τούτων ἀποδειχθήσεται. εἰ δὲ ταῦτα πόρρω τῶν ζητουμένων, οὐδὲ τὰ ὅμοια πάντως τοῖς προκειμένοις ᾠκείωται. ἴσον γάρ ἐστι κατὰ τὴν ἔννοιαν τὸν ἐν ἀρχῇ ὄντα λόγον μετὰ ταῦτα πεφανερῶσθαι τοῖς ἀνθρώποις διὰ σαρκὸς λέγειν καὶ ἐν μορφῇ θεοῦ ὑπάρχοντα τὴν τοῦ δούλου μορφὴν ὑποδύεσθαι. ὧν εἰ τὸ ἕτερον εἰς κατασκευὴν τῆς βλασφημίας ἀνόνητον, συναποβαλεῖν ἀνάγκη καὶ τὸ λειπόμενον.

Ἀλλὰ συμβουλεύει φιλανθρώπως ἡμῖν μεταθέσθαι τοῦ πλάνου καὶ ὑποδείκνυσιν ἣν αὐτὸς κατασκευάζει ἀλήθειαν. 〈τὸν ἐν ἀρχῇ〉, φησίν, 〈ὄντα λόγον καὶ θεόν, τοῦτον πεποιῆσθαι διδάσκει ὁ ἀπόστολος Πέτρος〉. ἀλλ᾽ εἰ μὲν ὀνείρους ἡμῖν ὑπεκρίνετο καὶ τὴν ἐνύπνιον ἐπηγγέλλετο μαντικήν, κίνδυνος ἦν ἴσως οὐδεὶς πρὸς τὸ δοκοῦν συγχωρεῖν αὐτῷ παραγαγεῖν τὰ τῆς φαντασίας αἰνίγματα· ἐπεὶ δὲ τὰς θείας φωνὰς ἐξηγεῖσθαί φησιν, οὐκέτ᾽ ἀσφαλὲς ἡμῖν κατ᾽ ἐξουσίαν αὐτῷ διδόναι παρερμηνεύειν τὰ ῥήματα. τί φησιν ἡ γραφή; ὅτι Κύριον καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. οὐκοῦν πάντων κατὰ ταὐτὸν συνδραμόντων, τῆς δεικτικῆς φωνῆς τοῦ ἀνθρωπίνως ὠνομασμένου, τῆς τῶν μιαιφονησάντων κατηγορίας, τοῦ κατὰ τὸν σταυρὸν πάθοος, ἐξ ἀνάγκης ἡ διάνοια πρὸς τὸ φαινόμενον βλέπει. ὁ δέ φησι ταῦτα μὲν λέγειν Πέτρον, ἐνδείκνυσθαι δὲ διὰ τῆς Ἐποίησε λέξεως τὴν προαιώνιον οὐσίαν. ἀλλὰ τίτθαις μὲν ἢ γραϊδίοις ἀκίνδυνον συγχωρεῖν παίζειν πρὸς τὰ μειράκια καὶ πρὸς τὸ δοκοῦν μετάγειν τὰς τῶν ἐνυπνίων ἐμφάσεις· τῆς δὲ θεοπνεύστου φωνῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, κωλύει ὁ μέγας ἀπόστολος τὰς γραώδεις κενοφωνίας προσίεσθαι. σταυρὸν γὰρ ἀκούσας τὸν σταυρὸν νοῶ, καὶ ἀνθρώπινον ὄνομα διδαχθεὶς ὁρῶ τὴν δηλουμένην ὑπὸ τοῦ ὀνόματος φύσιν.

τοῦτον οὖν μαθὼν πεποιῆσθαι παρὰ τοῦ Πέτρου κύριον καὶ Χριστὸν τὸν ἐν ὀφθαλμοῖς ἡμῶν γεγενημένον λέγειν οὐκ ἀμφιβάλλω, ἐπειδὴ καὶ συμφωνοῦσι πρὸς ἀλλήλους οἱ ἅγιοι τοῖς τε ἄλλοις πᾶσι καὶ περὶ τοῦτο τὸ μέρος. ὡς γὰρ αὐτὸς τὸν ἐσταυρωμένον κύριον πεποιῆσθαι λέγει, οὕτω καὶ Παῦλός φησιν αὐτὸν ὑπερυψῶσθαι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, οὐ καθὸ θεός ἐστι, κατ᾽ ἐκεῖνο ὑψούμενον (τί γὰρ ὑπέρκειται τοῦ θείου ὕψους ἀνώτερον, ὥστε πρὸς ἐκεῖνο λέγειν τὸν θεὸν ὑψοῦσθαι;) ἀλλὰ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως ὑπερυψοῦσθαι λέγει, δεικνύντος οἶμαι τοῦ λόγου τὴν τοῦ ἀναληφθέντος ἀνθρώπου πρὸς τὸ ὕψος τῆς θείας φύσεως ἐξομοίωσίν τε καὶ ἕνωσιν. τοῦτο τοίνυν σημαίνειν καὶ τὸν μέγαν πεπιστεύκαμεν Πέτρον ἐν τῷ λέγειν κύριον τὸν ἐπὶ τοῦ σταυροῦ γεγενῆσθαι, διὰ τῆς κατὰ πάντα πρὸς τὸ θεῖον ἑνώσεως ἐκεῖνο γενόμενον ὃ τὸ θεῖόν ἐστιν. εἰ δέ τις καὶ συγχωρήσειεν αὐτῷ παρεξηγεῖσθαι τὴν θείαν φωνήν, οὐδὲ οὕτως πρὸς τὸν σκοπὸν τῆς αἱρέσεως ὁ λόγος συμπερανθήσεται. δεδόσθω γὰρ περὶ τοῦ ἐν ἀρχῇ ὄντος λέγειν τὸν Πέτρον ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· εὑρίσκομεν γὰρ οὐδὲ διὰ τούτου τὴν βλασφημίαν ἰσχύν τινα κατὰ τῆς ἀληθείας λαμβάνουσαν. Κύριον, φησίν, αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός. εἰς τί τοίνυν τῶν εἰρημένων ἐπαναφέρειν χρὴ τὸ Ἐποίησεν;

τίνι τῶν ἐν τῇ φράσει κειμένων τὴν φωνὴν ἐφαρμόσομεν; τρία γάρ εἰσι τὰ προκείμενα, οὗτος καὶ Κύριος καὶ Χριστός. τίνι τούτων τὴν Ἐποίησε συζεύξει φωνήν; ἀλλ᾽ οὐδεὶς οὕτως κατὰ τῆς ἀληθείας θρασὺς ὡς εἰπεῖν ὅτι μὴ πρὸς τὸν Χριστόν τε καὶ κύριον τὸ Ἐποίησεν βλέπει· ὄντα γὰρ αὐτὸν ὅ τι ποτὲ ἦν Χριστὸν καὶ κύριον γεγενῆσθαι παρὰ τοῦ πατρὸς ὁ Πέτρος φησίν.

Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ αὐτοῦ τοῦ μαχομένου τῷ λόγῳ. φησὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς προκειμένοις ἡμῖν εἰς ἐξέτασιν οὑτωσὶ τοῖς ῥήμασι λέγων· 〈περὶ τοῦ ἐν ἀρχῇ ὄντος καὶ θεοῦ ὄντος ὁ μακάριος διαλέγεται Πέτρος καὶ τοῦτον ἐκδιδάσκει γεγονέναι κύριον καὶ Χριστόν〉. οὐκοῦν τὸν ὄντα ὅ τι ποτὲ καὶ ἦν Χριστὸν γεγονέναι καὶ κύριον ὁ Εὐνόμιος λέγει, οἷα δὴ καὶ περὶ τοῦ Δαβὶδ ἡ ἱστορία φησίν, ὅτι υἱὸς ὢν τοῦ Ἰεσσαὶ καὶ τῶν ποιμνίων ἐπιστατῶν εἰς βασιλέα ἐχρίσθη, οὐκ ἄνθρωπον αὐτὸν τηνικαῦτα ποιούσης τῆς χρίσεως, ἀλλ᾽ ὄντα κατὰ τὴν αὐτοῦ φύσιν ὅπερ ἐτύγχανεν ἐξ ἰδιώτου πρὸς βασιλέα μετατιθείσης. τί οὖν μᾶλλον διὰ τούτων τὸ πεποιῆσθαι τοῦ υἱοῦ τὴν οὐσίαν κατασκευάζεται, εἰ, καθώς φησιν ὁ Εὐνόμιος, ἐν ἀρχῇ αὐτὸν ὄντα καὶ θεὸν ὄντα καὶ κύριον καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; ἡ γὰρ κυριότης οὐχὶ οὐσίας ὄνομα, ἀλλ᾽ ἐξουσίας ἐστί, καὶ ἡ τοῦ Χριστοῦ προσηγορία τὴν βασιλείαν ἐνδείκνυται, ἄλλος δὲ τῆς βασιλείας καὶ ἕτερος ὁ τῆς φύσεως λόγος. ἀλλὰ μὴν ταῦτα περὶ τὸν υἱὸν τοῦ θεοῦ γεγενῆσθαί φησιν ἡ γραφή. οὐκοῦν ἐπισκεψώμεθα τὸ μᾶλλον εὐσεβὲς καὶ ἀκόλουθον. τίνα κατὰ προκοπὴν μετέχειν τινὸς τῶν ὑψηλοτέρων εὐαγές ἐστι λέγειν, τὸν θεὸν ἢ τὸν ἄνθρωπον; τίς οὕτω παῖς τὴν διάνοιαν ὡς οἴεσθαι τὸ θεῖον ἐκ προσθήκης ἐπὶ τὸ τέλειον φέρεσθαι;

περὶ δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τοιοῦτον ὑπονοεῖν οὐκ ἔξω τοῦ εἰκότος ἐστί, σαφῶς τῷ κυρίῳ τῆς τοῦ εὐαγγελίου φωνῆς τὴν κατὰ τὸ ἀνθρώπινον αὔξησιν προσμαρτυρούσης· Ἰησοῦς γὰρ προέκοπτεν, φησίν, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τί τοίνυν εὐλογώτερόν ἐστιν ἐκ τῆς τοῦ ἀποστόλου φωνῆς ὑποτίθεσθαι, τὸν ἐν ἀρχῇ ὄντα θεὸν ἐκ προκοπῆς κύριον γενέσθαι ἢ τὸ ταπεινὸν τῆς ἀνθρωπίνης φύσεως ἐκ τῆς πρὸς τὸ θεῖον κοινωνίας εἰς τὸ ὕψος τῆς ἀξίας ἀναλαμβάνεσθαι; καὶ γὰρ ὁ προφήτης Δαβὶδ ὡς ἐκ προσώπου τοῦ κυρίου φησὶν ὅτι Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ, παραπλήσιον λέγων τῷ Χριστὸς ἐγενόμην. καὶ πάλιν ὡς ἐκ τοῦ πατρὸς πρὸς τὸν κύριον Κατακυρίευε, φησίν, ἐν μέσῳ τῶν ἐχθρῶν σου, ταὐτὸν λέγων [τῷ Πέτρῳ] τῷ Κύριος γίνου τῶν ἐχθρῶν σου. ὥσπερ τοίνυν ἡ τῆς βασιλείας σημαίνει κατάστασις οὐ τὴν τῆς οὐσίας κατασκευήν, ἀλλὰ τὴν εἰς τὸ ἀξίωμα πρόοδον, καὶ ὁ κατακυριεύειν ἐγκελευόμενος οὐ τότε γίνεσθαι τὸ μὴ ὂν κελεύει, ἀλλὰ τῷ ὄντι δίδωσι τὴν κατὰ τῶν ἀπειθούντων ἀρχήν, οὕτω καὶ ὁ μακάριος Πέτρος Χριστὸν τουτέστι βασιλέα πάντων γεγενῆσθαι λέγων προσέθηκε τὸ Αὐτόν, ἵνα χωρίσῃ τῆς τε οὐσίας καὶ τῶν περὶ ταύτην θεωρουμένων τὸν λόγον. ὄντα γὰρ ὅπερ ἐστὶ τὰ εἰρημένα ἐποίησεν.

εἰ μὲν οὖν εὐαγὲς ἦν ἐπὶ τῆς ὑπερεχούσης φύσεως τὸ κατὰ προκοπήν τι γενέσθαι λέγειν οἷον ἐξ ἰδιώτου βασιλέα καὶ ἐκ ταπεινοῦ ὑψηλὸν καὶ ἐκ δούλου κύριον, ἔπρεπεν ἴσως καὶ τὴν τοῦ Πέτρου φωνὴν τῇ θείᾳ τοῦ μονογενοῦς ἐφαρμόζειν οὐσίᾳ· ἐπεὶ δὲ τὸ θεῖον, ὅ τι ποτὲ εἶναι πεπίστευται, πάντοτε ὡσαύτως ἔχει, προσθήκης μὲν πάσης ἀνώτερον, μειώσεως δὲ ἀνεπίδεκτον, ἀνάγκη πᾶσα πρὸς τὸ ἀνθρώπινον ἄγειν τὸν λόγον. ὁ γὰρ θεὸς λόγος, ὅπερ ἐν ἀρχῇ ἦν, τοῦτο καὶ νῦν ἐστι καὶ εἰσαεὶ διαμένει, ἀεὶ βασιλεύς, ἀεὶ κύριος, ὕψιστος ἀεὶ καὶ θεός, οὐδὲν τούτων ἐκ προκοπῆς γενόμενος, ἀλλὰ πάντα ὢν [ἐν] τῇ δυνάμει τῆς φύσεως ὅσα καὶ λέγεται· ὁ δὲ ἐξ ἀνθρώπου διὰ τῆς ἀναλήψεως πρὸς τὸ θεῖον ὑψωθείς, ἄλλο τι ὢν καὶ ἄλλο γινόμενος, κυρίως καὶ ἀληθῶς Χριστὸς καὶ κύριος γεγενῆσθαι λέγεται. ἐκ δούλου γὰρ αὐτὸν κύριον καὶ ἐξ ὑποχειρίου βασιλέα καὶ Χριστὸν ἐξ ὑπηκόου ἐποίησε καὶ τὸ ταπεινὸν ὑπερύψωσε καὶ τῷ τὸ ἀνθρώπινον ἔχοντι ὄνομα ἐχαρίσατο τὸ ὑπὲρ πᾶν ὄνομα. καὶ οὕτω γέγονεν ἡ ἄρρητος ἐκείνη μίξις καὶ σύνοδος, τῆς ἀνθρωπίνης βραχύτητος πρὸς τὸ θεῖον μέγεθος ἀνακραθείσης. διὸ καὶ τὰ μεγάλα καὶ θεοπρεπῆ τῶν ὀνομάτων τῷ ἀνθρωπίνῳ κυρίως ἐφήρμοσται καὶ τὸ ἔμπαλιν διὰ τῶν ἀνθρωπίνων ἡ θεότης κατονομάζεται.

ὁ γὰρ αὐτὸς καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ἔχει καὶ ἐν τῷ ἀνθρωπίνῳ τῷ κατὰ Ἰησοῦν ὀνόματι παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως. Ἐν γὰρ τῷ ὀνόματι, φησίν, Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἐπεὶ δέ φησι τὴν Κύριος λέξιν τῆς οὐσίας τοῦ μονογενοῦς, οὐ τῆς ἀξίας κατηγορεῖσθαι, καὶ τὸν ἀπόστολον τούτοις ἐπιμαρτύρεται λέγοντα πρὸς Κορινθίους Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, εὔκαιρον ἂν εἴη μηδὲ ταύτην αὐτοῦ τὴν πλάνην περιϊδεῖν ἀδιόρθωτον. τὴν κύριος λέξιν τῆς οὐσίας εἶναι σημαντικὴν διορίζεται καὶ εἰς ἀπόδειξιν τῆς ὑπολήψεως ταύτης ἐπάγει τὸν ῥηθέντα λόγον. ἴδωμεν τοίνυν εἴ τι κοινὸν τοῦτο πρὸς τὸ προκείμενον ἔχει. Ὁ κύριος, φησί, τὸ πνεῦμά ἐστιν. ὁ δὲ τὴν γραφὴν πρὸς τὸ δοκοῦν ἐξηγούμενος οὐσίαν ὀνομάζει τὴν κυριότητα καὶ διὰ τῶν εἰρημένων οἴεται τὸν λόγον εἰς ἀπόδειξιν ἄγειν. ἀλλ᾽ εἰ μὲν εἴρητο παρὰ τοῦ Παύλου Ὁ δὲ κύριος οὐσία ἐστί, καὶ ἡμεῖς τοῖς λεγομένοις ἂν συνεδράμομεν· ἐπειδὴ δὲ ὁ μὲν θεόπνευστος λόγος τὸ πνεῦμά φησιν εἶναι τὸν κύριον, ὁ δὲ Εὐνόμιος οὐσίαν λέγει τὴν κυριότητα, οὐκ οἶδα πόθεν ὁ λόγος αὐτῷ τὴν ἰσχὺν ἔχει, εἰ μὴ τάχα πάλιν καὶ τὴν τοῦ πνεύματος λέξιν ἀντὶ τῆς οὐσίας λέγοι παρὰ τῇ γραφῇ κεῖσθαι. ἐξετάσωμεν τοίνυν εἴ που τῇ τοῦ πνεύματος λέξει χρησάμενος ὁ ἀπόστολος τὴν οὐσίαν διὰ τῆς φωνῆς ἐνεδείξατο.

Αὐτό, φησί, τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, καὶ Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, καὶ Εἰ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε, καὶ Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, καὶ τίς ἂν ἐξαριθμήσαιτο τὰς τοῦ ἀποστόλου περὶ τούτου φωνάς, ἐν αἷς οὐδαμοῦ τὴν οὐσίαν διὰ τῆς λέξεως ταύτης σημαινομένην εὑρίσκομεν. ὁ γὰρ λέγων ὅτι Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸ ἅγιον ἐνδείκνυται πνεῦμα τὸ τῇ διανοίᾳ τῶν πιστῶν ἐγγινόμενον· καὶ γὰρ καὶ τὸν νοῦν πολλαχῇ τῶν ἑαυτοῦ λόγων πνεῦμα κατονομάζει, οὗ δεξαμένου τὴν κοινωνίαν τοῦ πνεύματος παραγίνεται τοῖς δεξαμένοις τὸ τῆς υἱοθεσίας ἀξίωμα. καὶ τῷ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, εἰ καὶ ὁ ἄνθρωπος κατὰ τῆς οὐσίας καὶ τὸ πνεῦμα ὡσαύτως, δύο οὐσίαι ὁ ἄνθρωπος ἐκ τῶν εἰρημένων εἶναι κατασκευάζεται. ὁ δὲ τὸ γράμμα λέγων ἀποκτιννύναι, ζωοποιεῖν δὲ τὸ πνεῦμα, οὐκ οἶδ᾽ ὅπως οὐσίαν ἀντιδιαστέλλει τῷ γράμματι. ἢ πάλιν πῶς οὗτος οἴεται λέγοντα τὸν Παῦλον πνεύματι δεῖν τὰς πράξεις τοῦ σώματος ἀναιρεῖν ἐπὶ τὴν οὐσίαν ἄγειν τὸ τοῦ πνεύματος σημαινόμενον; τὸ δὲ ζῆν πνεύματι καὶ στοιχεῖν πνεύματι, τοῦτο καὶ παντάπασιν ἔξω διανοίας ἂν εἴη, εἰ πρὸς τὴν οὐσίαν τὸ τοῦ πνεύματος σημαινόμενον φέροιτο.

τίνι γὰρ ἄλλῳ καὶ οὐχὶ τῇ οὐσίᾳ τοῦ ζῆν μετέχομεν ἅπαντες οἱ ἐν τῷ ζῆν ὄντες; εἶτα περὶ τούτου συμβουλὴν ἡμῖν ὁ ἀπόστολος κατατίθεται οὐσίᾳ ζῆν, ὡς ἂν εἰ ἔλεγεν ὅτι δι᾽ ὑμῶν αὐτῶν καὶ μὴ δι᾽ ἑτέρων τῆς ζωῆς μετέχετε; εἰ οὖν οὐδαμοῦ ταύτην κυρίως ἔστι παραληφθῆναι τὴν ἔννοιαν, πῶς ἐνταῦθα πάλιν τοὺς ὑποκριτὰς τῶν ὀνείρων μιμούμενος ἀντὶ τῆς οὐσίας κελεύει τὸ πνεῦμα παραλαμβάνεσθαι, ἵνα συμπεράνῃ συλλογιστικῶς τὸ κατὰ τῆς οὐσίας συγκεῖσθαι τὴν κύριος λέξιν; εἰ γὰρ τὸ πνεῦμα οὐσία ἐστίν, ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ὁ κύριος οὐσία πάντως εὑρίσκεται. ὢ πῶς ἀνανταγώνιστος ἡ τοῦ ἐπιχειρήματος δύναμις. πῶς ἔστιν ἐκδῦναι καὶ ἀναλῦσαι τὴν ἀμήχανον ταύτην τῶν ἀποδείξεων ἀνάγκην; ὁ κύριος, φησί, κατὰ τῆς οὐσίας λέγεται, πῶς τοῦτο κατασκευάζων; ὅτι φησὶν ὁ ἀπόστολος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. τί οὖν τοῦτο πρὸς τὴν οὐσίαν; ἀλλὰ τὸ πνεῦμα κελεύων ἀντὶ τῆς οὐσίας τετάχθαι. αὗται τῶν ἀποδεικτικῶν ἐφόδων αἱ τέχναι, ταῦτα τῆς Ἀριστοτελικῆς τεχνολογίας τὰ κατορθώματα, διὰ τοῦτο ἐλεεινοὶ μὲν ἡμεῖς κατὰ τὸν σὸν λόγον οἱ τῆς σοφίας ταύτης ἀμύητοι, μακαριστὸς δὲ σὺ πάντως ὁ διὰ τῆς τοιαύτης ἐφόδου τἀληθὲς ἀνιχνεύων. οὕτω νοεῖς τὸν ἀπόστολον, ὡς ἀντὶ τῆς οὐσίας τοῦ μονογενοῦς οἴεσθαι τὸ πνεῦμα παρ᾽ αὐτοῦ τετάχθαι; πῶς οὖν ἁρμόσεις κατὰ τὸ ἀκόλουθον; οὐ γὰρ τούτοις τὸ νόημα περιγράφεται.

εἰπὼν γὰρ ὁ Παῦλος Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν, ἐπήγαγεν· Οὗ δὲ τὸ πνεῦμα κυρίου ἐλευθερία. εἰ οὖν κύριός ἐστιν ἡ οὐσία, οὐσία δὲ τὸ πνεῦμα, τίς πάλιν ἡ τῆς οὐσίας οὐσία; μία γὰρ οὐσία τὸ πνεῦμα κατὰ τὸν λόγον τὸν σόν, ὅπερ ἐστὶν ὁ κύριος. πάλιν τοῦ κυρίου, ὅς ἐστι τὸ πνεῦμα, ἕτερον λέγει πνεῦμα, τουτέστιν ἄλλην οὐσίαν κατὰ τὴν σὴν ἑρμηνείαν. οὐδὲν οὖν ἄλλο κατὰ τὸν ὑμέτερον λόγον ἢ οὐσίαν οὐσίας νοεῖ ὁ ἀπόστολος, κύριον πνεῦμα καὶ πνεῦμα κυρίου διαρρήδην γράφων.