Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐνόμιον ἀντιρρητικός

Γρηγόριος ὁ Νύσσης

Η ενιαία φύση του Δημιουργού, η άχρονη γέννηση και η θεία αγαθότητα

Πνευματική ερμηνεία της Γραφής περί των θείων ονομάτων. Αναίρεση του επιχειρήματος ότι η γέννηση συνεπάγεται χρονική αρχή, και απόδειξη της ταυτότητας της θείας ουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 13 από 14

Ἀλλ᾽ Εὐνομίῳ μὲν ἐχέτω τὰ γεγραμμένα κατὰ τὸ ἀρέσκον αὐτῷ, ὃ δὲ ἡμεῖς περὶ τούτων γινώσκομεν, τοιοῦτόν ἐστιν. ἡ θεόπνευστος γραφή, καθὼς ὁ θεῖος ἀπόστολος αὐτὴν ὀνομάζει, τοῦ ἁγίου πνεύματός ἐστι γραφή, τὸ δὲ βούλημα ταύτης ἡ τῶν ἀνθρώπων ἐστὶν ὠφέλεια. Πᾶσα γάρ, φησί, γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, ποικίλη δὲ καὶ πολυειδὴς ἡ ὠφέλεια, καθώς φησιν ὁ ἀπόστολος· πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ. τὸ δὲ τοιοῦτο κέρδος οὐκ ἐκ τοῦ προχείρου λαβεῖν ἔστι τοῖς ἐντυγχάνουσιν, ἀλλ᾽ οἷον παραπετάσματί τινι τῷ σώματι τῆς γραφῆς τὸ θεῖον ὑποκρύπτεται βούλημα, νομοθεσίας τινὸς ἢ ἱστορίας τῶν κατὰ τὸν νοῦν θεωρουμένων προβεβλημένης. διά τοι τοῦτο τοὺς πρὸς τὸ σῶμα βλέποντας τῆς γραφῆς ὁ ἀπόστολος κάλυμμα ἐπὶ τῆς καρδίας ἔχειν φησὶ καὶ μὴ δύνασθαι πρὸς τὴν δόξαν διαβλέψαι τοῦ πνευματικοῦ νόμου, κωλυομένους διὰ τοῦ ἐπιβεβλημένου τῷ προσωπείῳ τοῦ νομοθέτου καλύμματος.

διό φησι Τὸ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, δεικνὺς ὅτι πολλαχῇ τῶν γεγραμμένων ἡ πρόχειρος ἑρμηνεία, εἰ μὴ κατὰ τὸν προσήκοντα νοῦν ἐκληφθείη, τῇ διὰ τοῦ πνεύματος ὑποδεικνυμένῃ ζωῇ τὸ ἐναντίον ποιεῖ, τοῦ μὲν τὸ τέλειον τῆς ἀρετῆς ἐν ἀπαθείᾳ πάσῃ τοῖς ἀνθρώποις νομοθετοῦντος, τῆς δὲ τῶν γεγραμμένων ἱστορίας ἔστιν ὅπου καὶ ἀπεμφαινόντων πραγμάτων τινῶν περιεχούσης τὴν ἔκθεσιν καὶ οἱονεὶ συντρέχειν νομιζομένης τοῖς τῆς φύσεως πάθεσιν, οἷς εἴ τις προσέχοι κατὰ τὸ πρόχειρον, θανάτου διδασκαλίαν τὸ γράμμα ποιήσεται. τῶν μὲν οὖν σωματικώτερον τοῖς γεγραμμένοις ἐντυγχανόντων προβεβλῆσθαί φησι τῶν τῆς ψυχῆς αἰσθητηρίων τὸ κάλυμμα, τῶν δὲ εἰς τὸ νοητὸν τὴν θεωρίαν τρεπόντων οἷον προσωπείου τινὸς γυμνωθεῖσαν ἀνακαλύπτεσθαι τὴν ἐγκειμένην δόξαν τῷ γράμματι. τὸ δὲ διὰ τῆς ὑψηλοτέρας κατανοήσεως εὑρισκόμενον κύριον εἶναί φησιν, ὅπερ ἐστὶ τὸ πνεῦμα. ἡνίκα γὰρ ἂν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖσθαι λέγει τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι. λέγει δὲ τοῦτο τῇ δουλείᾳ τοῦ γράμματος τὴν τοῦ πνεύματος ἀντιδιαιρῶν κυριότητα. ὡς γὰρ τῷ ἀποκτιννύντι τὸ ζωοποιοῦν ἀντιτίθεται, οὕτως ἀντιδιαστέλλει τῇ δουλείᾳ τὸν κύριον.

καὶ ὡς ἂν μή τινα σύγχυσιν πάθοιμεν περὶ τοῦ ἁγίου διδασκόμενοι πνεύματος, διὰ τῆς τοῦ κυρίου φωνῆς πρὸς τὴν τοῦ μονογενοῦς ὑπόνοιαν ἐναγόμενοι, διὰ τοῦτο τῇ ἐπαναλήψει τὸν λόγον κατασφαλίζεται καὶ κύριον τὸ πνεῦμα εἰπὼν καὶ πνεῦμα κυρίου προσαγορεύσας, ἵνα τῷ τιμίῳ τῆς κυριότητος τὸ τῆς φύσεως ὑπερέχον ἐνδείξηται καὶ τὸ τῆς ὑποστάσεως ἰδιάζον μὴ συγχέῃ τῷ λόγῳ. ὁ γὰρ καὶ κύριον αὐτὸν καὶ κυρίου πνεῦμα εἰπὼν ἴδιόν τι παρὰ τὸν μονογενῆ διδάσκει νοεῖν· ὥσπερ καὶ ἑτέρωθι Χριστοῦ πνεῦμα λέγει, τὸ αὐτὸ τοῦτο καλῶς καὶ μυστικῶς τὸ κατὰ τὴν ἀκολουθίαν τοῦ δόγματος εὐσεβὲς κατὰ τὴν εὐαγγελικὴν παράδοσιν ὑπογράφων. οὕτως ἡμεῖς οἱ 〈πάντων ἐλεεινότατοι〉 παρὰ τοῦ ἀποστόλου μυσταγωγούμενοι ἐκ τοῦ ἀποκτιννύντος γράμματος πρὸς τὸ ζωοποιοῦν μεταβαίνομεν πνεῦμα, μαθόντες παρὰ τοῦ μυηθέντος ἐν παραδείσῳ τὰ ἄρρητα ὅτι ὅσα ἡ θεία γραφὴ λέγει, τοῦ πνεύματός εἰσι τοῦ ἁγίου φωναί. καλῶς γὰρ προεφήτευσε τὸ πνεῦμα τὸ ἅγιον.

τοῦτο πρὸς τοὺς κατὰ Ῥώμην Ἰουδαίους εἰπὼν τὰς Ἠσαΐου φωνὰς ἐπιφέρει· καὶ πρὸς Ἑβραίους τὸ πνεῦμα προτάξας ἐν οἷς φησιν ὅτι Διὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, ἐπάγει τὰ τῆς ψαλμῳδίας ῥήματα τὰ ἐκ προσώπου θεοῦ διεξοδικῶς εἰρημένα· καὶ παρ᾽ αὐτοῦ δὲ τοῦ κυρίου τὸ ἴσον ἐμάθομεν, ὅτι Δαβὶδ οὐκ ἐν ἑαυτῷ μὲν ὤν, τουτέστιν οὐ κατὰ τὴν ἀνθρωπίνην φύσιν φθεγγόμενος, τὰ οὐράνια διεξῄει μυστήρια (πῶς γὰρ ἄν τις ἄνθρωπος ὢν τὸν ὑπερουράνιον διάλογον τοῦ πατρὸς πρὸς τὸν υἱὸν γνοίη;) ἀλλ᾽ ἐν πνεύματι ὢν καὶ κύριον εἶπε τῷ κυρίῳ λαλεῖν ἃ εἴρηκεν. Εἰ γὰρ Δαβὶδ ἐν πνεύματι, φησί, καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; οὐκοῦν τῇ δυνάμει τοῦ πνεύματος οἱ θεοφορούμενοι τῶν ἁγίων ἐμπνέονται καὶ διὰ τοῦτο πᾶσα γραφὴ θεόπνευστος λέγεται, διὰ τὸ τῆς θείας ἐμπνεύσεως εἶναι διδασκαλίαν. εἰ περιαιρεθείη τὸ σωματικὸν τοῦ λόγου προκάλυμμα, τὸ λειπόμενον κύριός ἐστι καὶ ζωὴ καὶ πνεῦμα κατά τε τὸν μέγαν Παῦλον καὶ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν. ὁ μὲν γὰρ Παῦλος τῷ ἐπιστρέψαντι ἐκ τοῦ γράμματος πρὸς τὸ πνεῦμα οὐκέτι τὴν ἀναιροῦσαν δουλείαν, ἀλλὰ κύριον εἶπε καταλαμβάνεσθαι, ὃς τὸ ζωοποιὸν πνεῦμά ἐστι. τὸ δὲ ὑψηλὸν εὐαγγέλιόν φησι· Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ πνεῦμά ἐστι καὶ ζωή ἐστιν, ὡς γυμνὰ ὄντα τοῦ σωματικοῦ προκαλύμματος.

οὐσίαν δὲ τοῦ μονογενοῦς τὸ πνεῦμα νοεῖν τοῖς ὀνειροπόλοις ἀφήσομεν, μᾶλλον δὲ κατὰ περιουσίαν πολλὴν καὶ τοῖς ἐκείνων χρησόμεθα καὶ διὰ τῶν ἐναντίων βελῶν καθοπλίσομεν τὴν ἀλήθειαν. ἔξεστι γὰρ συλαγωγεῖσθαι παρὰ τῶν Ἰσραηλιτῶν τὸν Αἰγύπτιον καὶ ποιῆσαι τὸν ἐκείνων πλοῦτον ἡμέτερον κόσμον· εἰ πνεῦμα λέγεται τοῦ υἱοῦ ἡ οὐσία, πνεῦμα δὲ καὶ ὁ θεός (οὕτω γὰρ λέγει καὶ τὸ εὐαγγέλιον), καὶ ἡ τοῦ πατρὸς οὐσία πάντως λέγεται πνεῦμα. ἀλλὰ εἰ μόνων ἐκείνων λόγος ἐστὶ τὰ ἀνομοίως προφερόμενα καὶ κατὰ τὴν φύσιν ἀνομοίως ἔχειν, συνάγεται πάντως τὰ ὡσαύτως λεγόμενα μηδὲ κατὰ τὴν φύσιν ἠλλοτριῶσθαι πρὸς ἄλληλα. ἐπεὶ οὖν κατὰ τὸν λόγον αὐτῶν πνεῦμα λέγεται τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἡ οὐσία, τὸ μὴ εἶναι τῆς οὐσίας διαφορὰν διὰ τούτων σαφῶς ἀποδέδεικται.

Μικρὸν γὰρ μετὰ ταῦτά φησιν ὁ Εὐνόμιος ὅτι 〈τῶν παρηλλαγμένων οὐσιῶν παρηλλαγμέναι πάντως καὶ αἱ σημαντικαὶ τῆς οὐσίας εἰσὶ προσηγορίαι ἐφ᾽ ὧν δὲ μία καὶ ἡ αὐτὴ φωνή, ἓν πάντως ἔσται καὶ τὸ τῇ αὐτῇ προσηγορίᾳ δηλούμενον〉· ὥστε διὰ πάντων ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τοὺς μακροὺς πόνους τοῦ λογογράφου καὶ τοὺς μυρίους ἐπὶ τοῖς πονηθεῖσιν ἱδρῶτας πρὸς τὴν σύστασιν τοῦ καθ᾽ ἡμᾶς δόγματος περιήγαγεν. εἰ γὰρ πνεῦμα μὲν ὁ θεὸς ἐν τῷ εὐαγγελίῳ λέγεται, πνεῦμα δὲ τοῦ μονογενοῦς ἡ οὐσία παρὰ τοῦ Εὐνομίου κατασκευάζεται, τῷ ὀνόματι πρὸς τὸ ὄνομα μηδεμιᾶς ὑπούσης διαφορᾶς, οὐδὲ τὰ σημαινόμενα πάντως ὑπὸ τῶν ὀνομάτων ἀπ᾽ ἀλλήλων κατὰ τὴν φύσιν διενεχθήσεται. καί μοι δοκεῖ καλῶς ἔχειν τὴν ἀδρανῆ ταύτην καὶ ἄπληκτον σκιαμαχίαν ἐλέγξαντα τὴν ἐφεξῆς αὐτῷ συγγεγραμμένην πρὸς κατηγορίαν τῶν τοῦ διδασκάλου λόγων παραδραμεῖν ἀνεξέταστον. ἔλεγχος γὰρ ἱκανὸς τῆς τῶν εἰρημένων ἐστὶ ματαιότητος αὐτὸς ὁ λόγος δι᾽ ἑαυτοῦ βοῶν τὴν ἀσθένειαν. τὸ δὲ τοῖς τοιούτοις ἐν ἀγωνίᾳ συμπλέκεσθαι ἴσον ἐστὶ τῷ καὶ νεκροῖς ἐπεμβαίνειν.

ἐκθέμενος γὰρ ἐκ πολλῆς πεποιθήσεως ῥῆσιν τοῦ διδασκάλου τινὰ καὶ προδιαβαλὼν καὶ διαπτύσας καὶ ἀντὶ τοῦ μηδενὸς εἶναι δείξειν ἐπαγγειλάμενος ταὐτὸν ἔπαθε τοῖς νηπίοις τῶν παίδων, οἷς τὸ ἀτελὲς καὶ ἄωρον τῆς διανοίας καὶ τὸ τῶν αἰσθητηρίων ἀγύμναστον οὐκ ἀκριβῆ δίδωσι τῶν φαινομένων τὴν κατανόησιν· διὰ τοῦτο πολλάκις μικρὸν ὑπὲρ κεφαλῆς εἶναι τοὺς ἀστέρας νομίζοντες βώλοις τισὶν ὑπὸ παιδικῆς ἀνοίας προφανέντας καταλιθάζουσιν, εἶτα καταπεσούσης τῆς βώλου σὺν κρότῳ καὶ γέλωτι πρὸς τοὺς ἡλικιώτας μεγαλαυχοῦσιν ὡς ἐπ᾽ αὐτοὺς τοὺς ἀστέρας τῆς βολῆς ἐνεχθείσης. τοιοῦτος ὁ τῷ βέλει τῶν νηπίων τὴν ἀλήθειαν βαλών, ὃς καθάπερ ἀστέρας τινὰς τοὺς ὑπερλαμπεῖς ἐκείνους τοῦ διδασκάλου προεκθέμενος λόγους χαμόθεν ἐκ τῆς πεπατημένης καὶ χαμερποῦς διανοίας τοὺς γεώδεις τε καὶ ἀστάτους ἔρριψε λόγους, οἳ τοσοῦτον ὑψωθέντες, ὅσον μὴ ἔχειν ὅθεν πέσωσιν αὐτομάτως, τῷ ἑαυτῶν βάρει περιετράπησαν. ἡ μὲν γὰρ τοῦ μεγάλου Βασιλείου ῥῆσις οὕτως κατὰ τὴν λέξιν ἔχει. “καίτοι τίς ἂν τῷ λόγῳ τούτῳ σωφρονῶν πρόσθοιτο, ὅτι ὧν τὰ ὀνόματά ἐστι διάφορα, τούτων παρηλλάχθαι καὶ τὰς οὐσίας ἀνάγκη; Πέτρου γὰρ καὶ Παύλου καὶ ἁπαξαπλῶς ἀνθρώπων προσηγορίαι μὲν διάφοροι, οὐσία δὲ πάντων μία. διόπερ ἐν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν, τοῖς δὲ ἰδιώμασι μόνοις τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διενηνόχαμεν.

ὅθεν καὶ αἱ προσηγορίαι οὐχὶ τῶν οὐσιῶν εἰσι σημαντικαί, ἀλλὰ τῶν ἰδιοτήτων, αἳ τὸν καθ᾽ ἕνα χαρακτηρίζουσιν. ὅταν οὖν ἀκούσωμεν Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν ἐκ τοῦ ὀνόματος (οὐσίαν δὲ λέγω νῦν οὐ τὸ ὑλικὸν ὑποκείμενον), ἀλλὰ τῶν ἰδιωμάτων τῶν περὶ αὐτὸν θεωρουμένων τὴν ἔννοιαν ἐντυπούμεθα.„ Ταῦτα μὲν ὁ μέγας φησίν. ὁ δὲ μαχόμενος τοῖς εἰρημένοις οἵᾳ κέχρηται καθ᾽ ἡμῶν τῇ εὐστοχίᾳ, ὅτῳ σχολὴ τοῖς ἀνονήτοις ἐνευκαιρεῖν, ἐξ αὐτῆς τοῦ Εὐνομίου τῆς συγγραφῆς διδασκέσθω. οὐ γάρ μοι φίλον τοῖς ἐμοῖς παρεντιθέναι πόνοις τὴν ναυτιώδη φλυαρίαν τοῦ ῥήτορος καὶ τὸ ἀμαθὲς αὐτοῦ καὶ ἀνόητον διὰ μέσου τῶν ἐμῶν λόγων ἐνστηλιτεύεσθαι. 〈ἔπαινον〉 γάρ τινα διεξέρχεται 〈λόγων τῶν σημαντικῶν τὸ ὑποκείμενον φανερούντων〉 καὶ διὰ τῆς συνήθους ἑαυτοῦ λέξεως συντίθησι καὶ διακολλᾷ τὰ ἐν τριόδοις ἀπερριμμένα τῶν λεξειδίων ῥακώματα, καὶ πάλιν ὁ τλήμων Ἰσοκράτης περιεσθίεται ῥήματά τε καὶ σχήματα πρὸς τὴν σύνθεσιν τοῦ προκειμένου παρατιλλόμενος, ἔστι δὲ ὅπου καὶ ὁ Ἑβραῖος Φίλων τὰ ἴσα πάσχει, ἐκ τῶν ἰδίων πόνων συνερανίζων αὐτῷ τὰ λεξείδια.

καὶ οὐδὲ οὕτως ἐξειργάσθη τὸ πολυκέντητον τοῦτο καὶ πολύχρωμον τῶν λόγων ἐξύφασμα, ἀλλὰ πᾶν ἐπιχείρημα καὶ πᾶσα προβολὴ νοημάτων καὶ πᾶσα παρασκευὴ τεχνικὴ αὐτὴ περὶ ἑαυτὴν κατερρύη· καὶ οἷόν τι περὶ τὰς πομφόλυγας συμβαίνειν εἴωθεν, ὅταν πρός τι διὰ σύστασιν ὑδάτων ἄνωθεν αἱ σταγόνες φερόμεναι τὰς ἀφρώδεις ἐπαναστάσεις ἐργάζωνται, αἳ ὁμοῦ τε συνέστησαν καὶ παραχρῆμα διέπεσον, μηδὲν τῆς ἰδίας συστάσεως τοῖς ὕδασιν ἴχνος ὑπολειπόμεναι, τοιαῦται τῶν τοῦ λογογράφου νοημάτων αἱ φυσαλίδες ὁμοῦ τῷ προβληθῆναι δίχα τῶν ἁπτομένων κατασβεννύμεναι. μετὰ γὰρ τὰς ἀλύτους ἐκείνας κατασκευὰς καὶ τὴν ἐνύπνιον φιλοσοφίαν, δι᾽ ἧς ταῖς τῶν ὀνομάτων παραλλαγαῖς τὸ διῃρημένον εἶπε τῆς οὐσίας καταλαμβάνεσθαι, καθάπερ τις ἀφρώδης ὄγκος κατὰ ῥοῦν ἀπαγόμενος ἐνσείσας τινὶ τῶν στερροτέρων διέπεσεν, οὕτω κατὰ τὸ αὐτόματον ὁ λόγος φερόμενος καὶ ἀπροόπτως τῇ ἀληθείᾳ προσενεχθεὶς τὴν ἀνυπόστατον ταύτην καὶ πομφολυγώδη τοῦ ψεύδους σύστασιν εἰς τὸ μὴ ὂν διεσκέδασεν. λέγει γὰρ τοῖς ῥήμασι τούτοις· 〈τίς οὕτως ἠλίθιος καὶ τῆς ἀνθρωπίνης καταστάσεως ἐκτός, ὡς περὶ ἀνθρώπων διαλεγόμενος τὸν μὲν εἰπεῖν ἄνθρωπον, τὸν δὲ ἵππον καλεῖν συγκρίνων〉; εἴποιμι ἂν πρὸς αὐτὸν ἐγώ· καλῶς ὀνομάζεις ἠλίθιον τὸν οὕτως περὶ τὰς φωνὰς ἁμαρτάνοντα, καὶ χρήσομαί γε πρὸς συνηγορίαν τῆς ἀληθείας μάρτυρι σοί.

εἰ γὰρ τῆς ἐσχάτης ἐστὶν ἠλιθιότητος τὸν μὲν ἵππον τὸν δὲ ἄνθρωπον λέγειν, εἴπερ ἄνθρωποι κατὰ ἀλήθειαν εἶεν ἀμφότεροι, τῆς ἴσης πάντως παραπληξίας ἐστί, θεοῦ μὲν τοῦ πατρός, θεοῦ δὲ τοῦ υἱοῦ εἶναι πεπιστευμένου, τὸν μὲν κτιστὸν τὸν δὲ ἄκτιστον λέγειν, ὡς ἐκεῖ τῆς ἀνθρωπότητος, οὕτως καὶ ἐνταῦθα τῆς θεότητος οὐκ ἐπιδεχομένης τὴν πρὸς τὸ ἑτερογενὲς παρατροπὴν τοῦ ὀνόματος. ὃ γάρ ἐστιν τὸ ἄλογον πρὸς τὸν ἄνθρωπον, τοῦτο καὶ ἡ κτίσις πρὸς τὴν θεότητα, κατὰ τὸ ἴσον μὴ δυναμένη τὸν αὐτὸν ἐπιδέξασθαι τῷ προάγοντι λόγον. καὶ ὡς οὐκ ἔστι τὸν αὐτὸν ἐφαρμόσαι ὅρον τῷ λογικῷ τε καὶ τῷ τετράποδι (διΐσταται γὰρ φυσικῶς ἑκάτερον ἀπὸ τοῦ ἑτέρου τῷ ἰδιάζοντι), οὕτως οὐδὲ τὴν κτιστήν τε καὶ ἄκτιστον οὐσίαν διὰ τῶν αὐτῶν ἑρμηνεύσεις, τῶν ἐπὶ ταύτης λεγομένων τῆς οὐσίας οὐκ ἐφευρισκομένων τῇ ἄλλῃ.

ὡς γὰρ οὐχ εὑρίσκεται τὸ λογικὸν ἐν ἵππῳ οὐδὲ ἐν ἀνθρώπῳ τὸ μονώνυχον, οὕτως οὔτε τῇ κτίσει ἡ θεότης 〈ἐνθεωρεῖται〉 οὔτε τῇ θεότητι τὸ διὰ κτίσεως εἶναι· ἀλλ᾽ εἰ θεός, πάντως καὶ ἄκτιστος, εἰ δὲ κτιστός, οὐ θεός, εἰ μή τις ἄρα διὰ καταχρήσεώς τινος καὶ συνηθείας λόγων ψιλὸν ἐπὶ τὴν κτίσιν ἄγοι τὸ τῆς θεότητος ὄνομα, καθάπερ καὶ ἵπποις τισὶ τὰ ἀνθρώπινα τῶν ὀνομάτων παρὰ τῶν ἱππικῶν ἐπιβέβληται· ἀλλ᾽ οὔτε ὁ ἵππος ἄνθρωπος, κἂν ἀνθρωπίνῃ προσηγορίᾳ κατονομάζηται, οὔτε τὸ κτίσμα θεός, κἂν προσμαρτυρῶσιν αὐτῷ τινες τὴν φωνὴν τῆς θεότητος, φθόγγον διάκενον ἐν δυάδι συλλαβῶν χαριζόμενοι. ἐπεὶ οὖν συνηνέχθη κατὰ τὸ αὐτόματον ὁ τῆς αἱρέσεως λόγος πρὸς τὴν ἀλήθειαν, αὐτὸς ἑαυτῷ συμβουλευσάτω τοῖς οἰκείοις ἐμμένειν καὶ μηδενὶ τρόπῳ τὰς ἑαυτοῦ φωνὰς ἀνατίθεσθαι, ἀλλὰ τῷ ὄντι νομίζειν ἠλίθιον εἶναι καὶ παρεξεστηκότα τὸν τὸ ὑποκείμενον μὴ ὡς ἐστὶν ὀνομάζοντα, ἀλλ᾽ ἀντὶ ἀνθρώπου ἵππον καὶ ἀντὶ οὐρανοῦ θάλασσαν καὶ ἀντὶ θεοῦ λέγοντα κτίσμα. καὶ μηδεὶς οἰέσθω παράλογον ἀντιδιαιρεῖσθαι τῷ θεῷ τὴν κτίσιν, ἀλλὰ πρὸς τοὺς προφήτας καὶ πρὸς τοὺς ἀποστόλους βλεπέτω. ὁ μὲν γὰρ προφήτης φησὶν ἐκ προσώπου τοῦ πατρὸς ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα, χεῖρα τὴν τοῦ μονογενοῦς δύναμιν ἐν αἰνίγματι λέγων, ὁ δὲ ἀπόστολος ἐκ τοῦ πατρὸς εἶναι τὰ πάντα καὶ διὰ τοῦ υἱοῦ τὰ πάντα λέγει.

συμβαίνει δέ πως τὸ προφητικὸν πνεῦμα τῇ ἀποστολικῇ διδασκαλίᾳ καὶ ταύτῃ διὰ πνεύματος γενομένῃ· ἐκεῖ τε γὰρ τὰ πάντα τῆς χειρὸς ἔργα τοῦ ἐπὶ πάντων ὁ προφήτης εἰπὼν διαστέλλει τὴν τῶν γεγονότων φύσιν πρὸς τὸν ποιήσαντα, ὁ δὲ ποιήσας ἐστὶ διὰ τῆς ἰδίας χειρὸς τὰ πάντα ὁ ἐπὶ πάντων θεός, τὴν μὲν χεῖρα ἔχων, τὰ δὲ πάντα δι᾽ αὐτῆς ἐργαζόμενος. καὶ ἐνταῦθα πάλιν ὁ ἀπόστολος τὴν αὐτὴν ποιεῖται τῶν ὄντων τομήν, τὰ πάντα μὲν τῆς ποιητικῆς ἐξάπτων αἰτίας, οὐκ ἐν τοῖς πᾶσι δὲ τὸ ποιοῦν ἐξαριθμήσας, ὡς σαφῶς διὰ τούτων τὸ τῆς φύσεως διάφορον τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον διδαχθῆναι, καὶ ἄλλο μὲν τὸ ποιοῦν κατὰ τὴν ἰδίαν φύσιν, ἕτερον δὲ τὸ γινόμενον δείκνυσθαι. ἐπεὶ οὖν τὰ πάντα ἐκ τοῦ θεοῦ, θεὸς δὲ ὁ υἱός, καλῶς ἡ κτίσις ἀντιδιαστέλλεται τῇ θεότητι, τοῦ δὲ μονογενοῦς ἄλλο τι παρὰ τὴν τῶν πάντων ὄντος φύσιν καὶ οὐδὲ τῶν μαχομένων τῇ ἀληθείᾳ πρὸς τοῦτο ἐνισταμένων, ἀνάγκη πᾶσα καὶ τῷ υἱῷ κατὰ τὸ ἴσον ἀντιδιαιρεῖσθαι τὴν κτίσιν, εἴπερ μὴ ψεύδονται δι᾽ αὐτοῦ γεγενῆσθαι τὰ πάντα τῶν ἁγίων αἱ φωναὶ μαρτυρόμεναι.

Θεοῦ τοίνυν τοῦ μονογενοῦς ἐν ταῖς θείαις κηρυσσομένου γραφαῖς, νοησάτω τὸν ἴδιον λόγον Εὐνόμιος καὶ καταγνώτω πᾶσαν ἠλιθιότητα τοῦ τὸ θεῖον τῷ κτιστῷ καὶ ἀκτίστῳ καταμερίζοντος καθ᾽ ὁμοιότητα τοῦ τὸν ἄνθρωπον εἰς ἵππον διαιροῦντος καὶ ἄνθρωπον. λέγει γὰρ αὐτὸς μετὰ τὴν διὰ μέσου φλυαρίαν μικρὸν ὑποβὰς ὅτι 〈ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις〉. τούτῳ καὶ αὐτὸς ἐπιψηφίζων τῷ λόγῳ τὸ πάγιον εἶναι τὴν ἀληθῆ τῶν προσηγοριῶν πρὸς τὸ ὑποκείμενον οἰκειότητα.

εἰ οὖν τὸ τῆς θεότητος ὄνομα τῷ μονογενεῖ θεῷ προσφυῶς ἐπικέκληται, συνθήσεται δὲ πάντως, κἂν πρὸς ἡμᾶς ἐθέλῃ διαπληκτίζεσθαι, τὸ μὴ ψεύδεσθαι τὴν γραφὴν μηδὲ ἀπᾴδουσαν τῆς φύσεως ἐπικεῖσθαι τῷ μονογενεῖ τὴν τῆς θεότητος κλῆσιν, πεισάτω διὰ τῶν ἰδίων ἑαυτὸν ὅτι εἰ 〈ἀμετάθετος ἡ προσφυὴς τῶν ὀνομάτων πρὸς τὰ πράγματα σχέσις〉, θεὸς δὲ ὁ κύριος λέγεται, οὐ δύναται διαφοράν τινα κατὰ τὴν τῆς θεότητος ἔννοιαν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοῆσαι, ἐπείπερ κοινὸν ἐπ᾽ ἀμφοτέρων τοῦτο τὸ ὄνομα· μᾶλλον δὲ οὐχὶ τοῦτο μόνον, ἀλλὰ πολύς ἐστιν ὀνομάτων κατάλογος οἷς ἀπαραλλάκτως ὁ μονογενὴς τῷ πατρὶ συνονομάζεται, ἀγαθὸς ἄφθαρτος δίκαιος κριτὴς μακρόθυμος ἐλεήμων ἀΐδιος ἀτελεύτητος, πάντα ὅσα τοῦ μεγαλείου τῆς φύσεώς τε καὶ τῆς δυνάμεως τὴν σημασίαν ἐνδείκνυται, οὐδεμιᾶς ὑποστολῆς κατὰ τὸ ὑψηλὸν τῆς ἐννοίας ἔν τινι τῶν ὀνομάτων ἐπ᾽ αὐτοῦ γινομένης. ἀλλὰ τὸν τοσοῦτον ἀριθμὸν τῶν θείων προσηγοριῶν οἷον μεμυκότι τῷ ὀφθαλμῷ παροδεύων πρὸς ἓν μόνον διαβλέπει τὸ γεννητὸν καὶ ἀγέννητον, λεπτῷ τε καὶ ἀσθενεῖ τῷ πείσματι τὸ κλυδωνιζόμενόν τε καὶ περιφερόμενον τοῖς πνεύμασι τῆς πλάνης δόγμα καταπιστεύσας. φησὶ γὰρ 〈μηδένα τῶν τῆς ἀληθείας πεφροντικότων οὔτε τῶν γεννητῶν οὐδὲν ὀνομάζειν ἀγέννητον οὔτε τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἢ γεννητόν〉.

τοῦτο δὲ οὐκέτι τῶν ἡμετέρων ἐπιδέεται λόγων πρὸς ἔλεγχον· οὐδὲ γὰρ προκαλύμμασί τισι κατὰ τὸ σύνηθες αὐτῷ περισκέπει τὸν δόλον, ἀλλ᾽ ἴσην ποιεῖται τοῦ ἀτόπου τὴν ἀναστροφὴν ἐν τῷ λέγειν μήτε τῶν γεννητῶν λέγεσθαί τι ἀγέννητον μήτε τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἢ γεννητὸν ὀνομάζεσθαι, οὐδὲν κατὰ τὸ ἰδιάζον τῇ μονογενεῖ τοῦ υἱοῦ θεότητι παρὰ τὰ λοιπὰ τῶν γεννητῶν ἀποκρίνας, ἀλλ᾽ ὁμοτίμως ποιεῖται τὴν πρὸς θεὸν διαστολὴν πάντων τῶν γεγονότων, οὐκ ἐξελὼν τὸν υἱὸν τῶν πάντων· καὶ διὰ τῆς τῶν ἀτόπων δῆθεν ἀναστροφῆς φανερῶς τὸν υἱὸν τῆς θείας ἀφίστησι φύσεως, λέγων μήτε τι τῶν γεννητῶν ἀγέννητον μήτε τὸν θεὸν υἱὸν ἢ γεννητὸν λέγεσθαι, τῇ ἀντιδιαιρέσει σαφῶς τὸ φρικτὸν ἐκκαλύπτων τῆς βλασφημίας. διαστείλας γὰρ τὰ γεγονότα πρὸς τὸ ἀγέννητον ἐν τῇ κατὰ τὸ ἀντίστροφον ἐπαγωγῇ οὐκέτι τὸν ἀγέννητον, ἀλλὰ τὸν θεὸν εἶπεν υἱὸν ἢ γεννητὸν ἀδύνατον εἶναι λέγειν, δεικνὺς διὰ τῶν εἰρημένων ὅτι τὸ μὴ ἀγέννητον θεὸς οὐκ ἔστι καὶ ὅτι τοσοῦτον ἀπέχει ὁ μονογενὴς θεὸς διὰ τὸ γεννητὸς εἶναι τοῦ εἶναι θεός, ὅσον καὶ ὁ ἀγέννητος τοῦ γεννητὸς εἶναι ἢ λέγεσθαι.

οὐ γὰρ ἀγνοίᾳ τῆς κατὰ τὸν λόγον ἀκολουθίας ἀσύμφωνόν τε καὶ ἀνάρμοστον ποιεῖται τῶν τεθέντων τὴν ἀναστροφήν, ἀλλὰ κακουργῶν τῆς εὐσεβείας τὸν λόγον ἀντιδιαστέλλει τῷ γεννητῷ τὴν θεότητα, τοῦτο δι᾽ ὧν λέγει κατασκευάζων, ὅτι τὸ μὴ ἀγέννητον θεὸς οὐκ ἔστιν. ἡ γὰρ ἀληθὴς ἀκολουθία τοῦ λόγου τίς ἦν; εἰπόντα μηδὲν τῶν γεννητῶν εἶναι ἀγέννητον, ἐπαγαγεῖν ὅτι οὐδὲ εἴ τι κατὰ φύσιν ἐστὶν ἀγέννητον, γεννητὸν εἶναι δύναται. ὁ γὰρ τοιοῦτος λόγος καὶ τὸ ἀληθὲς ἔχει καὶ τῆς βλασφημίας κεχώρισται. νῦν δὲ τῷ προθεῖναι μὲν ὅτι τῶν γεννητῶν οὐδέν ἐστιν ἀγέννητον, ἐπαγαγεῖν δὲ ὅτι οὐδὲ γεννητὸς ὁ θεός, σαφῶς τοῦ εἶναι θεὸν τὸν μονογενῆ θεὸν ἀφορίζει, διὰ τοῦ μὴ ἀγέννητον αὐτὸν εἶναι τὸ μηδὲ θεὸν αὐτὸν εἶναι κατασκευάζων. ἆρ᾽ οὖν ἑτέρων ἔτι πρὸς ἀπόδειξιν τῆς ἐκτόπου ταύτης βλασφημίας τῶν ἐλέγχων δεόμεθα καὶ οὐκ ἀρκεῖ τοῦτο μόνον ἀντὶ στήλης γενέσθαι τῷ χριστομάχῳ τῷ κατασκευάζοντι διὰ τῶν εἰρημένων μὴ εἶναι θεὸν τὸν ἐν ἀρχῇ ὄντα λόγον θεόν; τί οὖν ἔτι χρὴ πρὸς τοὺς τοιούτους συμπλέκεσθαι; οὐδὲ γὰρ τοῖς περὶ τὰ εἴδωλα καὶ τὸν ἐπιβώμιον λύθρον ἀσχολουμένοις διαπλεκόμεθα, οὐχὶ τῷ συντίθεσθαι τῇ ἀπωλείᾳ τῶν εἰδωλομανούντων, ἀλλὰ τῷ βαρυτέραν εἶναι τὴν νόσον αὐτῶν τῆς παρ᾽ ἡμῶν θεραπείας.

ὥσπερ τοίνυν τὴν εἰδωλολατρείαν αὐτὸ καταμηνύει τὸ ἔργον καὶ προλαμβάνει τῶν κατηγόρων τὸν ἔλεγχον τὸ κακὸν ἐν παρρησίᾳ τολμώμενον, οὕτω καὶ ἐνταῦθα σιγᾶν οἶμαι δεῖν τὸν τῆς εὐσεβείας συνήγορον πρὸς τὸν βοῶντα καθ᾽ ἑαυτοῦ περιφανῶς τὴν ἀσέβειαν, καθάπερ καὶ ἐπὶ τῶν τῷ καρκινώδει πάθει κεκρατημένων ἄπρακτος ἡ ἰατρικὴ μένει διὰ τὸ ὑπερισχύειν τῆς τέχνης τὴν νόσον.

Πλὴν ἐπειδή τι μετὰ τὰ εἰρημένα καὶ ἰσχυρότερον ἐπαγγέλλεται λέγειν, ὡς ἂν μὴ φόβῳ τῶν δυνατωτέρων καθυφιέναι δοκοίημεν τὴν ἀντίρρησιν, κἀκεῖνο τοῖς εἰρημένοις προσεξετάσωμεν. 〈εἰ δὲ ἔδει〉, φησί, 〈πάντων ἀφέμενον ἐπὶ τὸν ἰσχυρότερον χωρῆσαι λόγον, ἐκεῖνα φήσαιμι ἄν, ὅτι καὶ τῶν ὑπ᾽ αὐτοῦ πρὸς ἔλεγχον προβληθέντων ὀνομάτων παραδεχθέντων οὐδὲν ἧττον ἀληθὴς ὁ παρ᾽ ἡμῶν φανερωθήσεται λόγος. εἴπερ ἡ παραλλαγὴ τῶν τὰς ἰδιότητας σημαινόντων ὀνομάτων τὴν παραλλαγὴν ἐμφαίνει τῶν πραγμάτων, ἀνάγκη δήπου συγχωρεῖν καὶ τῇ παραλλαγῇ τῶν τὰς οὐσίας σημαινόντων συνεμφαίνεσθαι τὴν παραλλαγὴν τῶν οὐσιῶν. καὶ τοῦτο ἐπὶ πάντων οὕτως ἔχον εὕροι τις ἄν, λέγω δὲ οὐσιῶν ἐνεργειῶν χρωμάτων σχημάτων τῶν ἄλλων ποιοτήτων. πῦρ τε γὰρ καὶ ὕδωρ, διαφόρους οὐσίας, παρηλλαγμέναις σημαίνομεν προσηγορίαις, ἀέρα τε καὶ γῆν, ψυχρόν τε αὖ καὶ θερμόν, λευκόν τε καὶ μέλαν ἢ τρίγωνον καὶ περιφερές· τί γὰρ δεῖ περὶ τῶν νοητῶν λέγειν οὐσιῶν, ἃς καταλέγων ὁ ἀπόστολος τῇ διαφορᾷ τῶν ὀνομάτων τὴν παραλλαγὴν ἐνέφηνε τῶν οὐσιῶν〉; τίς οὐκ ἂν καταπλαγείη πρὸς τὴν ἀνανταγώνιστον ταύτην τοῦ ἐπιχειρήματος δύναμιν; ὑπὲρ τὴν ἐπαγγελίαν ὁ λόγος, φοβερωτέρα τῆς ἀπειλῆς ἡ πεῖρα. ἐπὶ τὸν ἰσχυρότερον, φησίν, ἥξω τῶν λόγων. τίς οὗτός ἐστιν;

ὅτι τῆς τῶν ἰδιωμάτων διαφορᾶς διὰ τῶν ὀνομάτων γινωσκομένης τῶν σημαινόντων τὰς ἰδιότητας ἀνάγκη δήπου συγχωρεῖν, φησί, καὶ τὰς τῶν οὐσιῶν διαφορὰς ἐν ταῖς τῶν ὀνομάτων παραλλαγαῖς ἑρμηνεύεσθαι. τίνες οὖν αἱ τῶν οὐσιῶν προσηγορίαι δι᾽ ὧν ἐπὶ πατρὸς καὶ υἱοῦ τὸ παρηλλαγμένον ἐδιδάχθη τῆς φύσεως; πῦρ λέγει καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν, ψυχρόν τε καὶ θερμόν, λευκόν τε καὶ μέλαν, τρίγωνον καὶ περιφερές. νενίκηκε τοῖς ὑποδείγμασιν, ὑπερέσχε κατὰ κράτος τῷ λόγῳ· οὐδὲ γὰρ αὐτὸς ἀντιλέγω τὰ διὰ πάντων ἀκοινώνητα τῶν ὀνομάτων τὴν τῶν φύσεων διαφορὰν συνενδείκνυσθαι. ἀλλὰ τουτὶ μόνον οὐκ εἶδεν ὁ ὀξὺς καὶ διορατικὸς τὴν διάνοιαν, ὅτι ἐνταῦθα ὅ τε πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς δίκαιός τε καὶ ἄφθαρτος καὶ πάντα τὰ τῆς θεολογίας ὀνόματα κατὰ τὸ ἴσον ἐπί τε 〈τοῦ〉 πατρὸς καὶ τοῦ υἱοῦ λέγεται, ὥστε εἰ τὸ παρηλλαγμένον τῶν προσηγοριῶν τὴν διαφορὰν σημαίνει τῶν φύσεων, ἡ κοινότης τῶν ὀνομάτων τὸ κοινὸν τῆς οὐσίας πάντως ἐνδείξεται.

καὶ εἰ χρὴ συνθέσθαι τὴν θείαν οὐσίαν δι᾽ ὀνομάτων μηνύεσθαι, πρέπον ἂν εἴη τὰς ὑψηλὰς ταύτας καὶ θεοπρεπεῖς φωνὰς ἐφαρμόζειν τῇ φύσει μᾶλλον ἢ τὴν τοῦ 〈γεννητοῦ〉 καὶ 〈ἀγεννήτου〉 ἐπωνυμίαν, ὅτι τὸ μὲν ἀγαθόν τε καὶ ἄφθαρτον, δίκαιόν τε καὶ σοφὸν καὶ ὅσα τοιαῦτα μόνῃ προσφυῶς τῇ ὑπερεχούσῃ πάντα νοῦν ἐφαρμόζεται φύσει, τὸ δὲ γεννητὸν καὶ πρὸς τὰ εὐτελῆ τῆς κάτω κτίσεως τὴν ὁμωνυμίαν ἔχει. γεννητὸν γάρ φαμεν καὶ κύνα καὶ βάτραχον καὶ πάντα ὅσα διὰ γεννήσεως ἔχει τὴν πάροδον· ἀλλὰ καὶ τὸ ἀγέννητον ὄνομα οὐ μόνον ἐπὶ τοῦ ἄνευ αἰτίας ὑφεστῶτος λέγεται, ἀλλὰ καὶ πρὸς τὸ ἀνύπαρκτον ἔχει τὴν οἰκειότητα. ἀγέννητος λέγεται καὶ ὁ σκινδαψός, ἀγέννητον καὶ τὸ βλίτυρι, ἀγέννητος ὁ Μινώταυρος, ὁ Κύκλωψ, ἡ Σκύλλα, ἡ Χίμαιρα, οὐ τῷ ἀγεννήτως εἶναι, ἀλλὰ τῷ μὴ γενέσθαι ὅλως. εἰ οὖν τὰ θειότερα τῶν ὀνομάτων κοινὰ τῷ υἱῷ πρὸς τὸν πατέρα, τὰ δὲ ὅσα ἢ πρὸς τὸ ἀνύπαρκτον ἢ ὡς πρὸς τὰ ταπεινὰ τὴν ὁμωνυμίαν ἔχει, ταῦτα παρήλλακται, τὸ γεννητὸν ἔστω καὶ τὸ ἀγέννητον, ἡ ἰσχυρὰ τοῦ Εὐνομίου καθ᾽ ἡμῶν ἐπιχείρησις αὐτὴ κρατύνει τῆς ἀληθείας τὸ δόγμα, μηδεμίαν εἶναι κατὰ τὴν φύσιν διαφορὰν μαρτυροῦσα διὰ τὸ μηδὲ τοῖς ὀνόμασί τινα παραλλαγὴν καθορᾶσθαι.

εἰ δὲ ἐν τῷ γεννητῷ καὶ ἀγεννήτῳ τὸ διάφορον τῆς οὐσίας τίθεται καὶ οὕτως οἴεται τὰ ὀνόματα καθ᾽ ὁμοιότητα τῶν ἐν τοῖς ὑποδείγμασιν εἰρημένων διακεῖσθαι ὡς τῷ πυρὶ καὶ τῷ ὕδατι πρὸς ἄλληλα, πάλιν ἐνταῦθα τὸ φρικτὸν τῆς βλασφημίας καὶ σιωπώντων ἡμῶν φανερωθήσεται. τὸ πῦρ γὰρ καὶ τὸ ὕδωρ φθαρτικὴν κατ᾽ ἀλλήλων τὴν φύσιν ἔχει καὶ ἴσως ἑκάτερον ἐν τῷ ἑτέρῳ γενόμενον τῇ ἐπικρατήσει τοῦ πλεονάζοντος φθείρεται. εἰ οὖν οὕτω διεστάναι τοῦ 〈ἀγεννήτου〉 τὴν φύσιν πρὸς τὴν τοῦ μονογενοῦς δογματίζει, πάντως ὅτι καὶ τὴν φθαρτικὴν ταύτην ἐναντιότητα τῇ παραλλαγῇ τῶν οὐσιῶν ἐνυπάρχειν κατὰ τὸ ἀκόλουθον δίδωσιν, ὡς ἀσύμβατον αὐτῶν διὰ τούτου καὶ ἀκοινώνητον εἶναι τὴν φύσιν καὶ ἐνδαπανᾶσθαι τῷ ἑτέρῳ τὸ ἕτερον, εἰ ἐν ἀλλήλοις ἀμφότερα ἢ μετ᾽ ἀλλήλων γένοιντο.

Πῶς οὖν ἐν τῷ πατρὶ ὁ υἱὸς καὶ οὐ φθείρεται, καὶ πῶς ἐν τῷ υἱῷ ὁ πατὴρ ὢν εἰς τὸ διηνεκὲς ἀντέχει μὴ δαπανώμενος, εἴπερ ἡ τοῦ πυρὸς πρὸς τὸ ὕδωρ ἰδιότης καὶ ἐν τῇ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον διασῴζεται σχέσει, καθώς φησιν ὁ Εὐνόμιος; ἀλλ᾽ οὐδὲ γῆς πρὸς ἀέρα κοινωνίαν ὁ λόγος βλέπει· ἡ μὲν γὰρ σταθερὰ καὶ ἐμβριθὴς καὶ ἀντίτυπος καὶ κατωφερὴς καὶ βαρεῖα, τῷ δὲ ἀέρι ἐκ τῶν ἐναντίων ἡ φύσις. ὁμοίως τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῇ ἐναντιότητι τῶν χρωμάτων εὑρίσκεται καὶ τῷ τριγώνῳ τὸ περιφερὲς μὴ ταὐτὸν εἶναι συντίθεται· ἐκεῖνο γάρ ἐστιν ἑκάτερον ἐν τῷ λόγῳ τοῦ σχήματος, ὅπερ οὐκ ἔστι τὸ ἕτερον. ἐπὶ δὲ θεοῦ τοῦ πατρὸς καὶ θεοῦ τοῦ μονογενοῦς υἱοῦ κατὰ τί βλέπει τὴν ἐναντίωσιν οὐχ εὑρίσκω. ἀγαθότης μία, σοφία δικαιοσύνη φρόνησις δύναμις ἀφθαρσία τὰ ἄλλα πάντα, ὅσα τῆς ὑψηλῆς ἐστι σημασίας, ἐφ᾽ ἑκατέρου ὡσαύτως λέγεται καὶ τρόπον τινὰ ἐν τῷ ἑτέρῳ τὸ ἕτερον τὴν ἰσχὺν ἔχει· ὅ τε γὰρ πατὴρ διὰ τοῦ υἱοῦ τὰ πάντα ποιεῖ ὅ τε μονογενὴς δύναμις ὢν τοῦ πατρὸς ἐν ἑαυτῷ τὸ πᾶν κατεργάζεται. τίνα τοίνυν χρείαν πληροῖ πῦρ τε καὶ ὕδωρ εἰς ἀπόδειξιν τῆς ἐπὶ υἱοῦ τε καὶ πατρὸς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος; καὶ τίς ὁ ἰσχυρὸς ἐκεῖνος καὶ ἀπόρρητος λόγος ὁ διὰ τούτων ἀποδεικνύμενος;

ἀλλὰ 〈τολμηροὺς〉 ἡμᾶς ὀνομάζει Πέτρου καὶ Παύλου τήν τε τῆς φύσεως ἑνότητα καὶ τὴν τῶν ὑποστάσεων διαφορὰν παραστήσαντας καὶ δεινά φησι παρ᾽ ἡμῶν τολμᾶσθαι, εἰ τοῖς ὑλικοῖς ὑποδείγμασι τῇ τῶν νοητῶν θεωρίᾳ τὸν λόγον προσάγομεν. καλῶς ὁ διορθωτὴς τῶν ἡμετέρων πταισμάτων, καλῶς ἐπικαλεῖ τὴν τόλμαν ἡμῖν τοῖς τὸ θεῖον διὰ τῶν ὑλικῶν ἑρμηνεύουσι. τί οὖν περὶ τῶν στοιχείων ἐρεῖς, ὁ σταθερός τε καὶ περιεσκεμμένος, ἄϋλον τὴν γῆν, νοητὸν τὸ πῦρ, ἀσώματον τὸ ὕδωρ, ἔξω τῆς αἰσθητῆς ἀντιλήψεως τὸν ἀέρα; οὕτω συντέτακταί σοι πρὸς τὸν σκοπὸν ἡ διάνοια, οὕτω πανταχόθεν ὀξυωπεῖς, ἄληπτον τοῖς ἀντιτεταγμένοις διεξάγων τὸν λόγον, ὡς μὴ βλέπειν ἐν σεαυτῷ τὰ κατὰ τῶν κατηγορουμένων ἐγκλήματα; ἢ σοὶ μὲν διὰ τῆς ὕλης τὸ κατ᾽ οὐσίαν ἀλλότριον κατασκευάζοντι συγχωρήσομεν, ἡμεῖς δὲ διὰ τῶν χωρητῶν ἡμῖν ὑποδειγμάτων τὸ οἰκεῖον τῆς φύσεως ἀποδεικνύντες ἀπόβλητοι;

Ἀλλὰ Πέτρος, φησί, καὶ Παῦλος παρὰ ἀνθρώπων κατωνομάσθησαν, καὶ διὰ τοῦτο καὶ μεταθεῖναι τὰς προσηγορίας ἐπ᾽ αὐτῶν δυνατὸν γέγονε. τί δὲ τῶν ὄντων οὐ παρὰ ἀνθρώπων ὠνόμασται; σὲ μάρτυρα τοῦ λόγου προσάγομαι. εἰ γὰρ τὴν τῶν ὀνομάτων μετάθεσιν σημεῖον ποιῇ τοῦ παρὰ ἀνθρώπων κατωνομάσθαι τὰ πράγματα, συνθήσῃ διὰ τούτου πάντως πᾶν ὄνομα παρ᾽ ἡμῶν τεθεῖσθαι τοῖς οὖσιν ἐκ τοῦ μὴ τὰς αὐτὰς τῶν ὑποκειμένων προσηγορίας παρὰ πᾶσι κεκρατηκέναι. ὡς γὰρ Παῦλος ὁ πρότερον Σαῦλος καὶ Πέτρος ἐκ Σίμωνος, οὕτω γῆ τε καὶ οὐρανὸς καὶ ἀὴρ καὶ θάλασσα καὶ πάντα τὰ τῆς κτίσεως μέρη οὐχ ὁμοίως παρὰ πᾶσιν ὠνόμασται, ἀλλ᾽ ἑτέρως μὲν παρ᾽ Ἑβραίοις, ἑτέρως δὲ παρ᾽ ἡμῖν καὶ παρ᾽ ἑκάστοις τῶν ἐθνῶν διαφόροις ταῖς προσηγορίαις κατονομάζεται. εἰ οὖν ἰσχύει τῷ Εὐνομίῳ τὸ ἐπιχείρημα Πέτρον καὶ Παῦλον διὰ τοῦτο μετακεκλῆσθαι κατασκευάζοντι διὰ τὸ παρ᾽ ἀνθρώπων αὐτοῖς τὰς προσηγορίας τεθεῖσθαι, ἰσχύσει πάντως καὶ ὁ ἡμέτερος λόγος ἐκ τῶν ὁμοίων ὁρμώμενος ὁ πάντα παρ᾽ ἡμῶν κατωνομάσθαι λέγων διὰ τὸ πάντων τὰς προσηγορίας κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἐνηλλάχθαι. εἰ δὲ τὰ πάντα οὕτως, οὐδὲ τὸ γεννητὸν πάντως καὶ ἀγέννητον ἄλλως· καὶ γὰρ καὶ ταῦτα τῶν μετονομαζομένων ἐστί.

τὸ γὰρ ἐγγενόμενον ἡμῖν περὶ τὸ ὑποκείμενον νόημα εἰς ὀνόματος τύπον μεταλαμβάνοντες ἄλλοτε ἄλλοις ῥήμασι τὸ νοηθὲν ἐξαγγέλλομεν, οὐχὶ ποιοῦντες τὸ πρᾶγμα, ἀλλὰ σημαίνοντες δι᾽ ὧν ὀνομάζομεν. τὰ μὲν γὰρ πράγματα, καθὼς ἂν ἔχῃ φύσεως, ἐφ᾽ ἑαυτῶν μένει, ἡ δὲ διάνοια τῶν ὄντων ἐφαπτομένη δι᾽ ὧν ἂν γένηται δυνατὸν ῥημάτων ἐκκαλύπτει τὸ νόημα. καὶ ὥσπερ οὐ συμμετεβλήθη τῇ μεταβολῇ τοῦ ὀνόματος ἡ οὐσία τοῦ Πέτρου, οὕτως οὐδὲ ἄλλο τι τῶν θεωρουμένων ἐν τῇ τῶν ὀνομάτων ἐπαλλαγῇ μεταβάλλεται. διὸ καὶ τὴν τοῦ 〈ἀγεννήτου〉 φωνὴν παρ᾽ ἡμῶν ἐπιτεθεῖσθαί φαμεν τῷ ἀληθινῷ καὶ πρώτῳ πατρὶ τῷ τοῦ παντὸς αἰτίῳ καὶ μηδεμίαν ἐν τῇ σημασίᾳ τοῦ ὑποκειμένου γίνεσθαι βλάβην, εἰ ἐξ ἑτέρας φωνῆς τὸ ἴσον γνωρίσαιμεν ἔξεστι γὰρ ἀντὶ τοῦ εἰπεῖν 〈ἀγέννητον〉 πρῶτον αἴτιον αὐτὸν προσειπεῖν ἢ πατέρα τοῦ μονογενοῦς ἢ ἐκ μηδεμιᾶς αἰτίας ὑφεστηκότα καὶ πολλὰ τοιαῦτα ὅσα πρὸς τὴν αὐτὴν διάνοιαν φέρει· ὥστε καὶ δι᾽ ὧν ἐγκαλεῖ λόγων κρατύνει τὰ ἡμέτερα δόγματα, ὅτι ὄνομα τῆς θείας φύσεως σημαντικὸν οὐκ ἐμάθομεν. ἀλλὰ τὸ μὲν εἶναι αὐτὴν ἐδιδάχθημεν, δύναμιν δὲ προσηγορίας τοιαύτης, δι᾽ ἧς ἐμπεριλαμβάνεται ἡ ἄφραστός τε καὶ ἀόριστος φύσις, ἢ οὐκ εἶναι καθόλου φαμὲν ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι.

ὥστε παρεὶς τὴν συνήθη μυθολογίαν δεικνύτω τὰς σημαντικὰς τῶν οὐσιῶν προσηγορίας καὶ τῷ παρηλλαγμένῳ τῶν ὀνομάτων συνδιασχιζέτω τὸ ὑποκείμενον. ἕως δ᾽ ἂν ὁ τῆς γραφῆς ἀληθεύῃ λόγος, ὅτι Ἀβραὰμ καὶ Μωϋσῆς οὐκ ἐχώρησαν τὴν τοῦ ὀνόματος γνῶσιν, καὶ ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε, καὶ εἶδεν αὐτὸν ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται, καὶ ὅτι τὸ περὶ αὐτὸν φῶς ἀπρόσιτον καὶ τῆς μεγαλωσύνης αὐτοῦ πέρας οὐκ ἔστιν, ἕως ἂν ταῦτα λαλῆται παρ᾽ ἡμῖν καὶ πιστεύηται, πᾶς λόγος ὁ περίληψίν τινα καὶ ἑρμηνείαν τῆς ἀορίστου φύσεως διὰ τῆς ὀνοματικῆς σημασίας ἐπαγγελλόμενος ὅμοιός ἐστι τῷ διὰ τῆς ἰδίας παλάμης πᾶσαν ἐμπεριλαμβάνειν οἰομένῳ τὴν θάλασσαν. ὃ γάρ ἐστι χειρὸς κοτύλη πρὸς πέλαγος ὅλον, τοῦτο πᾶσα δύναμις λόγων πρὸς τὴν ἄφραστόν τε καὶ ἀπερίληπτον φύσιν.

Ταῦτα δέ φαμεν οὐχ ὡς ἀρνούμενοι τὸ ἀγεννήτως εἶναι τὸν πατέρα οὐδ᾽ ὡς μὴ συντιθέμενοι τὸ γεννητὸν εἶναι τὸν μονογενῆ θεόν, ἀλλὰ καὶ οὗτος γεγέννηται κἀκεῖνος οὐ γεγέννηται. τί δὲ κατὰ τὴν φύσιν ἐστὶν ὁ δίχα γεννήσεως ὢν καὶ ὁ γεγεννῆσθαι πεπιστευμένος, ἐκ τῆς τοῦ γεννηθῆναι καὶ μὴ γεννηθῆναι σημασίας οὐκ ἐδιδάχθημεν. εἰπόντες γὰρ ὅτι οὗτος ἢ γεγέννηται ἢ οὐ γεγέννηται, διπλῆν ἐντυπούμεθα διὰ τῶν εἰρημένων διάνοιαν, τῷ μὲν δεικτικῷ τοῦ λόγου πρὸς τὸ ὑποκείμενον βλέποντες, τῷ δὲ γεγέννηται ἢ οὐ γεγέννηται τὸ τῷ ὑποκειμένῳ προσθεωρούμενον διδασκόμενοι, ὡς ἄλλο μέν τι περὶ τοῦ ὄντος νοεῖν, ἄλλο δέ τι περὶ τοῦ ἐπιθεωρουμένου τῷ ὄντι. ἀλλὰ καὶ παντὶ ὀνόματι τῷ περὶ τὴν θείαν λεγομένῳ φύσιν τὸ ἐστὶ πάντως συνυπακούεται, οἷον δίκαιος ἄφθαρτος ἀθάνατός τε καὶ ἀγέννητος καὶ εἴ τι ἕτερον λέγεται· κἂν μὴ τῇ φωνῇ συμπαρομαρτοῦν τύχῃ τὸ ῥῆμα τοῦτο, ἀλλ᾽ ἡ διάνοια πάντως τοῦ φθεγγομένου καὶ τοῦ ἀκούοντος τῷ ἐστί προσαπαρτίζει τὸ ὄνομα, ὡς εἰ μὴ τοῦτο προσκέοιτο, κατὰ κενοῦ τὴν προσηγορίαν πίπτειν.

οἷον (κρεῖττον γὰρ ἐν ὑποδείγματι παραστῆσαι τὸν λόγον) εἰπόντος τοῦ Δαβὶδ ὅτι ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, εἰ μὴ συνυπακούοιτο τῶν κατειλημμένων ὀνομάτων ἑκάστῳ τὸ ἐστί, ματαία δόξει καὶ ἀνυπόστατος ἡ τῶν προσηγοριῶν ἀπαρίθμησις, πρὸς οὐδὲν ὑποκείμενον ἐρειδομένη· συνυπακουομένου δὲ τοῦ ἐστὶν ἑκάστῳ τῶν ὀνομάτων, ἰσχύσει πάντως τὰ εἰρημένα περὶ τὸ ὂν θεωρούμενα. ὥσπερ τοίνυν εἰπόντες ὅτι κριτής ἐστι διὰ μὲν τῆς κρίσεως ἐνέργειάν τινα περὶ αὐτὸν ἐνοήσαμεν, διὰ δὲ τοῦ ἐστὶ τῷ ὑποκειμένῳ τὸν νοῦν ἐπεβάλομεν, σαφῶς διδασκόμενοι διὰ τούτων μὴ τὸν αὐτὸν νομίζειν τῇ ἐνεργείᾳ τὸν τοῦ εἶναι λόγον, οὕτως καὶ ἐκ τοῦ εἰπεῖν ὅτι γεννητὸς ἢ ἀγέννητός ἐστι μερίζομεν πρὸς διπλῆν ὑπόληψιν τὴν διάνοιαν, διὰ μὲν τοῦ ἐστί νοοῦντες τὸ ὑποκείμενον, διὰ δὲ τοῦ γεννητὸς ἢ ἀγέννητος τὸ προσὸν τῷ ὑποκειμένῳ καταλαμβάνοντες.

καθάπερ τοίνυν κριτὴν ἢ μακρόθυμον παρὰ τοῦ Δαβὶδ εἶναι τὸν θεὸν διδαχθέντες οὐ τὴν θείαν οὐσίαν, ἀλλά τι τῶν περὶ αὐτὴν θεωρουμένων ἐμάθομεν, οὕτως καὶ ἐνταῦθα τὸ μὴ γεγεννῆσθαι ἀκούσαντες οὐ τὸ ὑποκείμενον διὰ τῆς ἀπεμφάσεως ἔγνωμεν, ἀλλὰ τί οὐ χρὴ περὶ τὸ ὑποκείμενον νοεῖν ὡδηγήθημεν, τὸ δὲ κατ᾽ οὐσίαν ὅ τι ποτέ ἐστιν οὐδὲν ἧττον ἐν ἀδήλῳ μένει, οὕτω καὶ τῆς ἁγίας γραφῆς τὰ μὲν λοιπὰ τῶν θείων ὀνομάτων κατὰ τοῦ ὄντος κατηγορούσης, αὐτὸ δὲ τὸ ὂν ἀκατονόμαστον τῷ Μωϋσῇ παραδούσης. ὁ τοίνυν τοῦ ὄντος ἐκκαλύπτων τὴν φύσιν μὴ τὰ περὶ τὸ ὂν διεξίτω, ἀλλ᾽ αὐτὴν ἡμῖν φανερούτω δι᾽ ὧν λέγει τὴν φύσιν. πᾶν γὰρ ὅτιπερ ἂν εἴπῃς ὄνομα περὶ τὸ ὄν ἐστιν, οὐκ ἐκεῖνό ἐστιν, ἀγαθὸς 〈ἀγέννητος〉 ἄφθαρτος· ἀλλὰ τὸ ἐστὶν ἑκάστῳ τούτων οὐκ ἀπολείπεται. τούτου τοίνυν τοῦ ὄντος ἀγαθοῦ καὶ ὄντος 〈ἀγεννήτου〉, καθὸ ἔστι, τὸν λόγον τις ἀποδώσειν ἐπαγγειλάμενος μάταιος ἂν εἴη τὰ μὲν ἐπιθεωρούμενα λέγων, αὐτὴν δὲ σιωπῶν τὴν οὐσίαν ἣν ἑρμηνεύειν τῷ λόγῳ κατεπαγγέλλεται. τὸ γὰρ ἀγεννήτως εἶναι ἓν τῶν ἐπιθεωρουμένων ἐστὶ τῷ ὄντι, ἄλλος δὲ τοῦ εἶναι καὶ ἄλλος τοῦ πως εἶναι ὁ λόγος· ὃ μέχρι τοῦ νῦν ἄρρητόν τε καὶ ἀνερμήνευτον ἐκ τῶν εἰρημένων ἐστίν.

οὐκοῦν φανερωσάτω πρότερον ἡμῖν τὰ τῆς οὐσίας ὀνόματα, καὶ τότε τῇ παραλλαγῇ τῶν προσηγοριῶν διατεμνέτω τὴν φύσιν· ἕως δ᾽ ἂν τὸ ζητούμενον ἀνεκφώνητον μένῃ, μάτην αὐτῷ τὰ περὶ τῶν ὀνομάτων τετεχνολόγηται, τῶν ὀνομάτων οὐκ ὄντων.

Ἡ μὲν οὖν 〈ἰσχυροτέρα〉 τῶν Εὐνομίου κατὰ τῆς ἀληθείας λαβὴ τοιαύτη, πολλῶν κατὰ τὸ μέρος τοῦτο τῆς λογογραφίας σιωπηθέντων δογμάτων. δοκεῖ γάρ μοι πρέπειν τοῖς τὸν ἐνόπλιον τοῦτον κατὰ τῶν ἐχθρῶν τῆς ἀληθείας τρέχουσι δρόμον πρὸς τοὺς πεφραγμένους ποσῶς τῇ πιθανότητι τοῦ ψεύδους ὁπλίζεσθαι, τοῖς δὲ νεκροῖς καὶ ὀδωδόσι τῶν νοημάτων μὴ ἐμμολύνειν τὸν λόγον. τὸ γὰρ οἴεσθαι 〈πάντα ὅσα τῷ τῆς οὐσίας ἥνωται λόγῳ πάντως ἐν σώμασιν εἶναι καὶ φθορᾷ συνεζεῦχθαι〉 (τοῦτο γὰρ ἐν τῷ μέρει τούτῳ φησίν) ὡς νεκρώδη δυσωδίαν ἑκὼν ὑπερβήσομαι, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἐκ τοῦ προχείρου κατιδεῖν δυναμένου τὸ τεθνηκός τε καὶ διαπεπτωκὸς τοῦ λόγου. τίς γὰρ οὐκ οἶδεν ὅτι πλῆθος μὲν ἄπειρον τῶν ἀνθρωπίνων ἐστὶ ψυχῶν, οὐσία δὲ πάσαις ὑπόκειται μία καὶ τὸ ὁμοούσιον ὑποκείμενον ἐν αὐταῖς τῆς σωματικῆς διαφθορᾶς ἠλλοτρίωται; ὥστε νηπίοις φανερὸν εἶναι τὸν λόγον, ὅτι τὰ σώματα οὐ διὰ τὸ ὁμοούσια εἶναι ἀλλήλοις διὰ τοῦτο φθείρεταί τε καὶ διαλύεται, ἀλλὰ διὰ τὸ σύνθετον εἰληφέναι τὴν φύσιν. ἄλλος δὲ τοῦ συνθέτου καὶ ἕτερος τοῦ κοινοῦ τῆς οὐσίας λόγος· ὥστε τὸ μὲν ὁμοούσια τὰ φθαρτὰ σώματα λέγειν ἀληθές ἐστιν, ἡ δὲ ἀναστροφὴ τὸ ἀληθὲς οὐκ ἔχει· εἴ τι ὁμοούσιον, τοῦτο καὶ φθαρτόν ἐστι πάντως, ὡς ἐπὶ τῶν ψυχῶν ἀποδείκνυται, ὧν καὶ οὐσία μία καὶ φθορὰ τῇ κοινότητι τῆς οὐσίας οὐ πρόσεστιν.

ὁ δὲ περὶ τῶν ψυχῶν ἀποδοθεὶς λόγος καὶ περὶ πάσης νοερᾶς ὑποστάσεως τῆς ἐν τῇ κτίσει θεωρουμένης οἰκείως ἂν ἔχοι. οὐ γάρ, καθὼς Εὐνόμιος βούλεται, αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων φύσεις τινὰς ἀλλήλων παρηλλαγμένας σημαίνουσιν, ἀλλ᾽ ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται τὸ μὴ φύσεων διαφοράς, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ, φησί, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις καὶ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι τὸ κατ᾽ ἐνεργείας τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν καὶ τὸ ἐξουσιάζειν καὶ τὸ κυριεύειν καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἂν ὁ λελογισμένος εἰς οὐσιῶν διαφορὰς ἀπαγάγοι, προδήλως τῆς ἐνεργείας ὑφ᾽ ἑκάστου τῶν ὀνομάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τοῖς κατειλεγμένοις ὀνόμασι παρὰ τοῦ Παύλου σημαίνεσθαι φρεναπατᾷ ἑαυτόν, καθώς φησιν ὁ ἀπόστολος, μὴ εἰδὼς μήτε ἃ λέγει μήτε περὶ τίνων διαβεβαιοῦται, σαφῶς ἐνδεικνυμένης τῆς τῶν ὀνομάτων σημασίας ὅτι ἀξιωμάτων τινῶν διαφορὰς ὁ ἀπόστολος ἐν ταῖς νοηταῖς δυνάμεσιν οἶδεν, οὐκ οὐσιῶν ἑτερότητας διὰ τῶν ὀνομάτων ἐνδείκνυται.

Τὰ μὲν οὖν 〈ἰσχυρὰ〉 τῶν Εὐνομίου τοιαῦτα. ἐγὼ δὲ τῶν ἐν ἐπαγγελίᾳ δυνάμεως οὕτω σαθρῶν τε καὶ ἀνυποστάτων ἐπιδειχθέντων τῷ λόγῳ, σιωπᾶν οἶμαι δεῖν ἐπὶ τῶν ὑπολοίπων, τοῖς κατὰ τῶν ἰσχυρῶν ἐλέγχοις καὶ τῶν ἄλλων τῇ δυνάμει συναπελεγχθέντων· καθάπερ ἐπὶ τῶν πολέμων συμβαίνει, τοῦ δυνατωτέρου τῶν ἄλλων καταπεσόντος μηκέτι τὸ λειπόμενον τῆς στρατιᾶς ἐν λόγῳ τινὶ τοῖς κεκρατηκόσι τοῦ ἰσχύοντος γίνεσθαι. ἀλλ᾽ οὐκ ἐᾷ σιωπᾶν τὸ κεφάλαιον τῆς βλασφημίας ἐν τοῖς ἐφεξῆς τοῦ λόγου προκείμενον· τὴν γὰρ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι τοῦ μονογενοῦς πάροδον, τοῦτο δὴ τὸ φρικτόν τε καὶ ἄθεον καὶ πάσης ἀσεβείας φευκτότερον δόγμα τοῦ Εὐνομίου, νῦν τῇ ἀκολουθίᾳ τοῦ λόγου κατασκευάζει. καὶ ἐπειδὴ πᾶσι τοῖς διὰ τῆς ἀπάτης ταύτης γεγοητευμένοις ἕτοιμον ἐπὶ γλώσσης ἐστὶν εἰς κατασκευὴν τοῦ ἐκ μὴ ὄντος εἶναι τὸν ἡμᾶς καὶ πᾶσαν τὴν κτίσιν ἐξ οὐκ ὄντων ποιήσαντα τὸ λέγειν εἰ ἦν, οὐ γεγέννηται, καὶ εἰ γεγέννηται, οὐκ ἦν, καὶ πολλὴν ἔχει διὰ τούτων ἡ ἀπάτη τὴν συμμαχίαν, τῶν μικροψυχοτέρων ἐν τῇ ἐπιπολαίῳ ταύτῃ πιθανότητι στενοχωρουμένων καὶ πρὸς συγκατάθεσιν τῆς βλασφημίας ὑπαγομένων, ἀνάγκη μὴ παρελθεῖν τὴν ῥίζαν τῆς πικρίας τοῦ δόγματος, ἵνα μή, καθώς φησιν ὁ ἀπόστολος, ἄνω φύουσα διοχλῇ.

πρῶτον δέ φημι δεῖν αὐτὸν ἐφ᾽ ἑαυτοῦ τὸν λόγον κατανοῆσαι δίχα τῆς πρὸς τοὺς ἐναντίους μάχης, εἶθ᾽ οὕτως ἐπὶ τὴν ἐξέτασίν τε καὶ τὸν ἔλεγχον τῶν ἐκτεθέντων ἐλθεῖν.

Ἓν γνώρισμα τῆς ἀληθινῆς θεότητος ὁ τῆς ἁγίας γραφῆς ὑποδείκνυσι λόγος, ὃ διὰ τῆς ἄνωθεν φωνῆς ἐδιδάχθη ὁ Μωϋσῆς ἀκούσας τοῦ εἰπόντος ὅτι Ἐγώ εἰμι ὁ ὤν. οὐκοῦν τοῦτο μόνον θεῖον εἶναι ὡς ἀληθῶς πιστεύειν οἰόμεθα δεῖν, ὃ κατὰ τὸ ἀΐδιόν τε καὶ ἀόριστον ἐν τῷ εἶναι καταλαμβάνεται, καὶ πᾶν τὸ περὶ αὐτὸ θεωρούμενον ἀεὶ ὡσαύτως ἔχει, οὔτε προσγινόμενον οὔτε ἀπογινόμενον. ὥστε εἴ τις λέγοι περὶ θεοῦ ὅτι πρότερον μὲν ἦν νῦν δὲ οὐκ ἔστιν ἢ ὅτι νῦν μὲν ἔστι πρότερον δὲ οὐκ ἦν, ἐπίσης ἄθεον κρίνομεν τῶν εἰρημένων ἑκάτερον· κολοβοῦται γὰρ ὁμοίως δι᾽ ἀμφοτέρων ὁ τῆς ἀϊδιότητος λόγος καθ᾽ ἑκάτερον μέρος ὁμοίως τῷ ἀνυπάρκτῳ περισκεπόμενος, εἴτε προθεωροίη τις τὸ μὴ ὂν τοῦ ὄντος εἴτε καταλήγειν τὸ ὂν εἰς τὸ μὴ ὂν ἀποφαίνοιτο, καὶ οὐδὲν παραμυθεῖται τὴν ἀσεβῆ περὶ τὸ θεῖον ὑπόληψιν ἐν πρώτοις ἢ τελευταίοις ἐπιθρυλούμενον τῷ θεῷ τὸ ἀνύπαρκτον. διὰ τοῦτο τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα κατασκευὴν ἄρνησίν τε καὶ ἀθέτησιν τῆς ἀληθινῆς θεότητος εἶναι διοριζόμεθα.

ἐπειδὴ γὰρ ὁ μὲν διὰ τοῦ φωτὸς ἑαυτὸν τῷ Μωϋσῇ δείξας ὄντα ἑαυτὸν ὀνομάζει λέγων Ἐγώ εἰμι ὁ ὤν, Ἠσαΐας δὲ καθάπερ ὄργανον τοῦ ἐν αὐτῷ φθεγγομένου γενόμενος ἐκ προσώπου λέγει τοῦ ὄντος ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ὡς διὰ τούτου νοεῖσθαι καθ᾽ ἑκατέραν ἔννοιαν ἐπὶ θεοῦ τὸ ἀΐδιον, ὁμοίως δὲ καὶ ἡ πρὸς τὸν Μανωὲ γενομένη φωνὴ τὸ ἀπερίληπτον εἶναι διὰ τῆς τοῦ ὀνόματος σημασίας τὸ θεῖον ἐνδείκνυται, ὅτε μαθεῖν ἀξιοῦντος τοῦ Μανωὲ τὸ ὄνομα, ὡς προελθούσης εἰς ἔργον τῆς ἐπαγγελίας ἐπ᾽ ὀνόματος δοξάσῃ τὸν εὐεργέτην, λέγει πρὸς αὐτὸν Τί τοῦτο ἐρωτᾷς; καὶ αὐτό ἐστιν θαυμαστόν, ὡς διὰ τούτου μαθεῖν ὅτι ἕν ἐστι σημαντικὸν τῆς θείας φύσεως ὄνομα, τὸ ἀρρήτως περὶ αὐτῆς ἡμῖν θαῦμα κατὰ ψυχὴν ἐγγινόμενον, ὡσαύτως δὲ καὶ ὁ μέγας Δαβὶδ ἐν τοῖς καθ᾽ ἑαυτὸν λόγοις τὸ ἴσον βοᾷ, ὡς πάσης μὲν τῆς κτίσεως ὑπ᾽ αὐτοῦ παραχθείσης εἰς γένεσιν, μόνου δὲ τοῦ θεοῦ ὡσαύτως ἀεί τε ὄντος καὶ εἰσαεὶ διαμένοντος, ἐν οἷς φησι Σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· ταῦτα καὶ τὰ τοιαῦτα παρὰ τῶν θεοφορουμένων ἀκούοντες πᾶν, ὃ μὴ ἐξ ἀϊδίου ἐστίν, ὡς πρόσφατόν τε καὶ ἀλλότριον τῆς ἀληθινῆς θεότητος τοῖς εἰδωλολάτραις προσκυνεῖν καταλείπομεν.

τὸ γὰρ νῦν ὄν, πρότερον δὲ μὴ ὂν πρόσφατόν ἐστι πάντως καὶ οὐκ ἀΐδιον, τὸ δὲ πρός τι τῶν προσφάτων ὁρᾶν δαιμόνων λατρείαν ὁ Μωϋσῆς ὀνομάζει λέγων Ἔθυσαν δαιμονίοις καὶ οὐ θεῷ, θεοῖς οἷς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν, καινοὶ καὶ πρόσφατοι ἥκασιν. εἰ οὖν πᾶν τὸ πρόσφατον ἐν σεβάσματι δαιμόνων ἐστὶ λατρεία καὶ τῆς ἀληθινῆς θεότητος ἠλλοτρίωται, ὃ δὲ νῦν μὲν ἔστιν, ἀεὶ δὲ οὐκ ἦν, πρόσφατόν ἐστι καὶ οὐκ ἀΐδιον, ἀναγκαίως πρὸς τὸ ὂν βλέποντες τοὺς τὸ μὴ ὂν τῷ ὄντι συνθεωροῦντας καὶ λέγοντας, ὅτι ποτὲ οὐκ ἦν, τοῖς θεραπευταῖς τῶν εἰδώλων ἐγκαταλέγομεν. καὶ γὰρ ὁ μέγας Ἰωάννης τὸν μονογενῆ θεὸν τῷ ἰδίῳ καταγγέλλων κηρύγματι παντοίως τὸν ἑαυτοῦ κατασφαλίζεται λόγον, ὡς μή τινα πάροδον τὴν τοῦ μὴ εἶναι ὑπόληψιν κατὰ τοῦ ὄντος λαβεῖν. λέγει γὰρ ὅτι ἐν ἀρχῇ ἦν καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν καὶ φῶς ἦν καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα τὰ ἀγαθὰ πάντοτε ἦν καὶ οὐδὲν οὐδέποτέ τι τῶν καλῶν οὐκ ἦν ὁ πάντων τῶν ἀγαθῶν τὸ πλήρωμα ὢν καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς ὤν.

εἰ τοίνυν Μωϋσῆς μὲν οἷόν τινα χαρακτῆρα τῆς ἀληθινῆς θεότητος ἡμῖν νομοθετεῖ τὸ μηδὲν ἄλλο περὶ θεοῦ γινώσκειν ἢ τοῦτο μόνον, ὅτι ἔστι (τοῦτο γὰρ ἐνδείκνυται τὸ Ἐγώ εἰμι ὁ ὤν), Ἠσαΐας δὲ τὸ πανταχόθεν ἀόριστον τοῦ ὄντος βοᾷ τῷ κηρύγματι, μήτε δι᾽ ἀρχῆς μήτε διὰ τέλους βλέπων τὸ ὂν ἐπὶ τοῦ θεοῦ ὁριζόμενον (ὁ γὰρ εἰπὼν ὅτι Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, ἐν οὐθετέρῳ τὸν ὅρον τῆς ἀϊδιότητος ἵστησιν, ὡς μήτε πρὸς τὴν ἀρχὴν ὁρῶντας εὑρεῖν τι σημεῖον, ἀφ᾽ οὗ ἔστι καὶ μεθ᾽ ὃ οὐκ ἦν, μήτε πρὸς τὸ ἐφεξῆς τὴν διάνοιαν ἀνάγοντας ὅρῳ τινὶ διακόπτειν τοῦ ὄντος τὴν ἐπὶ τὸ ἀΐδιον πρόοδον), τοῦ δὲ προφήτου Δαβὶδ πρόσφατόν τε καὶ ἀλλότριον θεὸν προσκυνεῖσθαι ἀπαγορεύοντος, ὧν ἑκάτερον ἐν τοῖς δόγμασίν ἐστι τῆς αἱρέσεως [ἐν μὲν τῷ μὴ ἀϊδίῳ τὸ πρόσφατον, ἐν δὲ τῷ τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως ἀπεξενῶσθαι τὸ ἀλλότριον σαφῶς ἐπιδείκνυται]· τούτων οὖν οὕτως ἐχόντων πᾶσαν τὴν διὰ τῶν σοφισμάτων κατασκευὴν τὴν περὶ τοῦ μὴ εἶναί ποτε τὸν ὄντως ὄντα οὐδὲν ἄλλο ἢ παράβασιν τοῦ Χριστιανισμοῦ καὶ τροπὴν εἰς εἰδωλολατρείαν εἶναι διοριζόμεθα.

τοῦ γὰρ εὐαγγελιστοῦ διὰ τῆς θεολογίας πανταχόθεν ἐξορίσαντος τὸ μὴ ὂν ἐκ τοῦ ὄντος καὶ διὰ τῆς συνεχοῦς τοῦ ἦν ἐπαναλήψεως τὴν τοῦ μὴ εἶναι ὑπόνοιαν ἐπιμελῶς ἐξαλείψαντος, μονογενῆ δὲ θεὸν καὶ λόγον θεοῦ καὶ υἱὸν θεοῦ καὶ ἴσον θεῷ καὶ πάντα τὰ τοιαῦτα κατονομάσαντος, παγίαν ἔχομεν ταύτην ἐν ἑαυτοῖς τὴν κρίσιν καὶ ἀμετάθετον, ὅτι εἰ θεός ἐστιν ὁ μονογενὴς υἱός, ἀεὶ χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸν θεὸν πεπιστευμένον. ἀλλὰ μὴν εἰ ἀληθῶς ἐστι θεός, καὶ ἀεὶ πάντως ἔστι καὶ οὐδέποτε ἐν τῷ μὴ εἶναι καταλαμβάνεται. θεὸς γάρ, καθὼς πολλάκις εἰρήκαμεν, εἰ νῦν ἔστι, καὶ ἀεὶ πάντως ἦν, εἰ δέ ποτε μὴ ἦν, οὐδὲ νῦν ἔστιν ὅλως. ἀλλ᾽ ἐπειδὴ τὸ υἱὸν εἶναι τὸν μονογενῆ θεὸν καὶ εἰσαεὶ διαμένειν καὶ παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας ὁμολογεῖται, τοῦτό φαμεν ὅτι ἐν τῷ πατρὶ ὢν οὐ καθ᾽ ἓν μόνον ἐστὶν ἐν αὐτῷ, ἀλλὰ κατὰ πάντα ὅσα νοεῖται ὁ πατήρ, διὰ πάντων ἐστὶν ἐν αὐτῷ. ὡς οὖν ἐν τῷ ἀφθάρτῳ τοῦ πατρὸς ὢν ἄφθαρτός ἐστι καὶ ἐν τῷ ἀγαθῷ ἀγαθὸς καὶ ἐν τῷ δυνατῷ δυνατὸς καὶ ἐν ἑκάστῳ ὢν τῶν πρὸς τὸ κρεῖττον ἐν τῷ πατρὶ νοουμένων ἐκεῖνό ἐστιν, οὕτως καὶ ἐν τῷ ἀϊδίῳ πάντως ἀΐδιος. ἡ δὲ τοῦ πατρὸς ἀϊδιότης ἐν τῷ μήτε ἐκ τοῦ μὴ ὄντος ἄρξασθαι μήτε εἰς τὸ μὴ ὂν καταλήγειν γνωρίζεται.

οὐκοῦν ὁ πάντα τὰ τοῦ πατρὸς ἔχων καὶ ἐν πάσῃ τῇ δόξῃ τοῦ πατρὸς θεωρούμενος ὥσπερ ἐν τῷ ἀτελευτήτῳ τοῦ πατρὸς ὢν ζωῆς τέλος οὐκ ἔχει, οὕτω καὶ ἐν τῷ ἀνάρχῳ τοῦ πατρὸς ὢν ἀρχὴν ἡμερῶν οὐκ ἔχει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλὰ καὶ ἐκ τοῦ πατρός ἐστι καὶ ἐν τῇ ἀϊδιότητι τοῦ πατρὸς καθορᾶται, καὶ τούτῳ μάλιστα τῷ τρόπῳ τὸ διὰ πάντων τῆς εἰκόνος ἀπαράλλακτον πρὸς τὸν οὗ ἐστιν εἰκὼν θεωρεῖται, καὶ ἀληθὴς ὁ λόγος ἐν τούτοις εὑρίσκεται ὁ εἰπὼν ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἀλλὰ καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον οὕτως ἂν μάλιστα νοηθείη καλῶς καὶ προσφυῶς ἔχον, τὸ ἀπαύγασμα εἶναι τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τὸν υἱόν. τοῖς γὰρ ἀδυνατοῦσιν ἐπὶ τὸ ὕψος τῆς θεογνωσίας τὸν λογισμὸν ἀγαγεῖν διὰ τῆς τῶν νοητῶν θεωρίας, τούτοις ἐκ τῶν τῇ αἰσθήσει προφαινομένων ἐμποιεῖ τινα τοῖς ἀκούουσιν ὁ ἀπόστολος τοῦ ἀληθοῦς φαντασίαν.

ὡς γὰρ τὸ ἡλιακὸν σῶμα ὅλῳ τῷ περιέχοντι κύκλῳ χαρακτηρίζεται καὶ ὁ τὸν κύκλον ἰδὼν ὅλου τοῦ κατὰ τὸ βάθος ὑποκειμένου τὴν ὑπόστασιν διὰ τοῦ φαινομένου ἀνελογίσατο, οὕτως εἶπεν ἐν τῷ μεγέθει τῆς τοῦ υἱοῦ δυνάμεως τὸ τοῦ πατρὸς μεγαλεῖον χαρακτηρίζεσθαι, ἵνα ὅσον τοῦτο γινώσκεται, τοσοῦτον εἶναι κἀκεῖνο πιστεύηται· καὶ πάλιν ὡς ἐκ παντὸς τοῦ ἡλιακοῦ κύκλου ἡ τοῦ φωτὸς λαμπηδὼν ἀπαυγάζεται (οὐ γὰρ τὸ μέν τι λάμπει, τὸ δὲ ἀλαμπές ἐστι τοῦ κύκλου), οὕτως ὅλη ἡ δόξα, ἥτις ἐστὶν ὁ πατήρ, τῷ ἐξ ἑαυτῆς ἀπαυγάσματι τουτέστι τῷ ἀληθινῷ φωτὶ πανταχόθεν περιαυγάζεται· καὶ ὡς ἐκ τοῦ ἡλίου μὲν ἐστὶν ἡ ἀκτίς (οὐ γὰρ ἂν ἦν ἀκτίς, εἰ μὴ ἥλιος ἦν), οὐ μήν ποτε χωρὶς τῆς ἀπαυγαζομένης ἀκτῖνος ἐφ᾽ ἑαυτοῦ νοεῖται ὁ ἥλιος, οὕτω τὸ συναφές τε καὶ ἀΐδιον τῆς ἐκ τοῦ πατρὸς ὑπάρξεως τοῦ μονογενοῦς παραδιδοὺς ὁ ἀπόστολος ἀπαύγασμα δόξης τὸν υἱὸν κατωνόμασε.

Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων οὐκέτ᾽ ἄν τις ἀμφιβάλλοι πῶς καὶ ἐκ τοῦ πατρὸς ὁ μονογενὴς εἶναι πεπίστευται καὶ ἀϊδίως ἔστι, κἂν δοκῇ κατὰ τὴν πρόχειρον ἔννοιαν μὴ συμβαίνειν ὁ λόγος τῷ λόγῳ ὁ ἐκ τοῦ πατρὸς αὐτὸν εἶναι λέγων τῷ μαρτυροῦντι αὐτῷ τὸ ἀΐδιον. εἰ δὲ χρὴ καὶ δι᾽ ἑτέρων τὸν λόγον πιστώσασθαι, δυνατὸν ἂν γένοιτο νοῆσαι τὸ περὶ τούτου δόγμα διά τινων τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν γνωριζομένων. μηδεὶς δὲ ἐπηρεαζέτω τῷ λόγῳ μὴ δυναμένῳ τοιαύτην ἐν τοῖς οὖσιν εὑρεῖν εἰκόνα τοῦ ζητουμένου, ἣ διὰ πάντων ἀρκέσει δι᾽ ἀναλογίας τινὸς καὶ ὁμοιότητος πρὸς τὴν τοῦ προκειμένου παράστασιν. βουλόμεθα γὰρ τοὺς λέγοντας πρότερον βεβουλεῦσθαι τὸν πατέρα, εἶθ᾽ οὕτως ἐλθεῖν ἐπὶ τὸ γενέσθαι πατέρα καὶ διὰ τούτου τὸ μεταγενέστερον τῷ λόγῳ κατασκευάζοντας πεῖσαι δι᾽ ὧν ἂν γένοιτο δυνατὸν ἡμῖν ὑποδειγμάτων μετάγειν πρὸς τὸ εὐσεβὲς τὴν διάνοιαν. οὔτε γὰρ ἡ ἄμεσος αὕτη συνάφεια ἐκθλίβει τὴν βούλησιν τοῦ πατρὸς ὡς κατά τινα φύσεως ἀνάγκην ἀπροαιρέτως τὸν υἱὸν ἐσχηκότος, οὔτε ἡ βούλησις διΐστησι τοῦ πατρὸς τὸν υἱὸν ὥς τι διάστημα μεταξὺ παρεμπίπτουσα, ὡς μήτε ἐκβάλλειν τοῦ δόγματος τὴν ἐπὶ τῷ υἱῷ βούλησιν τοῦ γεννήσαντος, οἷον στενοχωρουμένην ἐν τῇ συναφείᾳ τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνότητος, μήτε μὴν τὴν ἀδιάστατον διαλύειν συνάφειαν, ὅταν ἐνθεωρῆται τῇ γεννήσει ἡ βούλησις.

τοῦτο γὰρ τῆς βαρείας ἡμῶν καὶ δυσκινήτου φύσεώς ἐστιν ἴδιον, τὸ μὴ ἐν ταὐτῷ πολλάκις παρεῖναι ἡμῖν καὶ τὸ ἔχειν τι καὶ τὸ βούλεσθαι, ἀλλὰ νῦν μὲν βουλόμεθά τι ἔχειν ὧν οὐκ ἔχομεν, μετὰ ταῦτα δὲ τυγχάνομεν ὧν τυχεῖν ἠβουλήθημεν. ἐπὶ δὲ τῆς ἁπλῆς καὶ παντοδυνάμου φύσεως ὁμοῦ τὰ πάντα καὶ κατὰ ταὐτὸν νοεῖται, καὶ τὸ θέλειν τὸ ἀγαθὸν καὶ τὸ ἔχειν ὅπερ ἠθέλησε. πάντοτε γὰρ ἐνεργὸν καὶ ἐνούσιον καὶ ἐνυπόστατον τῇ ἀϊδίῳ φύσει τὸ ἀγαθόν τε καὶ τὸ ἀΐδιον ἐνθεωρεῖται θέλημα, οὔτε ἀπό τινος ἰδιαζούσης ἀρχῆς ἐγγινόμενον οὔτε δίχα τοῦ θελητοῦ νοηθῆναι δυνάμενον. οὐδὲ γὰρ ἐνδέχεται παρὰ τῷ θεῷ ἢ τὸ ἀγαθὸν θέλημα μὴ εἶναι ἢ μὴ συνεῖναι τὸ θελητὸν τῷ βουλήματι, οὐδεμιᾶς αἰτίας οὔτε τὸ πρέπον τῷ πατρὶ μὴ πάντοτε εἶναι [μὴ] οὔσης οὔτε πρὸς τὸ ἔχειν τὸ βουλητὸν ἐμποδιζούσης. ἐπεὶ οὖν φύσει τὸ ἀγαθόν, μᾶλλον δὲ παντὸς ἀγαθοῦ ἐπέκεινα ὁ μονογενὴς θεός, οὐκ ἀβούλητον δὲ τῷ πατρὶ τὸ ἀγαθόν, φανερῶς ἀποδείκνυται διὰ τούτων ὅτι καὶ ἄμεσός ἐστι τοῦ υἱοῦ ἡ πρὸς τὸν πατέρα συνάφεια καὶ οὐκ ἐξωθεῖται οὐδὲ ἐξείργεται ὑπὸ τῆς ἀδιαστάτου συναφείας τὸ βούλημα τὸ τῇ ἀγαθῇ φύσει διὰ παντὸς ἐνυπάρχον. εἰ δέ τις ἀνεπηρεάστως ἀκούει τοῦ λόγου, καὶ τοιοῦτόν τι τοῖς εἰρημένοις προσθεῖναι βούλομαι.

Ὥσπερ εἴ τις (λέγω δὲ καθ᾽ ὑπόθεσιν) προαιρετικήν τινα τῇ φλογὶ δύναμιν δοίη, δῆλον ἂν εἴη ὅτι ὁμοῦ τῷ εἶναι ἡ φλὸξ καὶ τὴν αὐγὴν ἐκλάμπειν ἀφ᾽ ἑαυτῆς θελήσει, θελήσασα δὲ πάντως οὐκ ἀδυνατήσει, τῆς φυσικῆς δυνάμεως ἐπιτελὲς ποιούσης ὁμοῦ τῷ συστῆναι τὴν φλόγα τὸ περὶ τὴν αὐγὴν βούλημα, ὡς ἀναντιρρήτως εἰ τοῦτο δοθείη τὸ προαιρετικῶς κινεῖσθαι τὴν φλόγα, πάντων κατὰ ταὐτὸν τὴν συνδρομὴν νοεῖσθαι, τῆς τε τοῦ πυρὸς ἐξάψεως καὶ τοῦ περὶ τὴν αὐγὴν θελήματος καὶ αὐτῆς τῆς αὐγῆς, ὡς μηδὲν τῆς προαιρετικῆς κινήσεως πρὸς τὴν ὀξεῖαν τῆς αὐγῆς ὑπόστασιν ἐμποδιζούσης—οὕτως κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα καὶ τῷ πατρὶ τὸ ἀγαθὸν θέλημα συνομολογῶν οὐκ ἀποστήσεις διὰ τοῦ θελήματος τοῦ πατρὸς τὸν υἱόν· οὐδὲ γὰρ εἰκός ἐστι τὸ τοῦ εἶναι αὐτὸν βούλημα ἐμπόδιον τοῦ εὐθὺς εἶναι γίνεσθαι, ἀλλ᾽ ὥσπερ ἐν τῷ ὀφθαλμῷ τό τε βλέπειν καὶ τὸ θέλειν βλέπειν τὸ μὲν φύσεώς ἐστιν ἐνέργεια τὸ δὲ ὁρμὴ προαιρέσεως, οὐ μὴν ἀναβολὴν ἐμποιεῖ τῇ ἐνεργείᾳ τοῦ βλέπειν πρὸς αὐτὸ τοῦτο τῆς προαιρέσεως ἡ κίνησις (ἰδίᾳ γὰρ τούτων ἑκάτερον καὶ ἐφ᾽ ἑαυτοῦ θεωρεῖται, οὐδὲν ἐμπόδιον πρὸς τὸ εἶναι τὸ ἕτερον τῷ ἑτέρῳ γινόμενον, ἀλλὰ τὰ δύο τρόπον τινὰ μετ᾽ ἀλλήλων ἐστί, τῆς τε φυσικῆς ἐνεργείας τῇ προαιρέσει παρομαρτούσης καὶ τῆς προαιρέσεως πάλιν τοῦ κατὰ φύσιν οὐκ ἀπολιμπανομένης κινήματος)· ὡς οὖν τῷ ὀφθαλμῷ ἡ κατανόησις συμφυής ἐστι καὶ ἡ τοῦ ὁρᾶν βούλησις οὐδεμίαν ὑπέρθεσιν πρὸς αὐτὸ τὸ ὁρᾶν ἐνεποίησεν, ἀλλὰ καὶ θέλει αὐτῷ εἶναι τὴν ὅρασιν καὶ ὃ θέλει ἐστίν, οὕτω καὶ ἐπὶ τῆς ἀρρήτου καὶ ὑπὲρ πᾶσαν ἔννοιαν φύσεως πάντων ἅμα κατὰ ταὐτὸν ἐγγίνεται ἡμῖν ἡ διάνοια, τῆς τε ἀϊδίου τοῦ πατρὸς ὑπάρξεως καὶ τοῦ περὶ τὸν υἱὸν θελήματος καὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ, καθώς φησιν ὁ Ἰωάννης, ἐν τῇ ἀρχῇ ὄντος καὶ οὐ μετὰ τὴν ἀρχὴν νοουμένου· ἀρχὴ δὲ τοῦ παντὸς ὁ πατήρ.

ἀλλ᾽ ἐν τῇ ἀρχῇ ταύτῃ καὶ ὁ υἱὸς εἶναι κεκήρυκται ἐκεῖνο ὢν κατὰ τὴν φύσιν, ὅπερ ἐστὶν ἡ ἀρχή. θεὸς γὰρ ἡ ἀρχὴ καὶ ὁ ἐν τῇ ἀρχῇ ὢν λόγος θεός ἐστιν. τῆς δὲ ἀρχῆς τὸ ἀΐδιον ἐνδεικνυμένης καλῶς ὁ Ἰωάννης τῇ ἀρχῇ συνάπτει τὸν λόγον ἐν αὐτῇ εἶναι λέγων τὸν λόγον, τοῦτο ὡς οἶμαι κατασκευάζων, ἵνα μὴ φθάσῃ μόνη καθ᾽ ἑαυτὴν ἐγγενέσθαι ἡ ἀρχὴ τῷ ἀκούσαντι, ἀλλὰ πρὶν ταύτην ἐντυπωθῆναι τῇ διανοίᾳ συγκατανοηθῇ τῇ ἀρχῇ καὶ ὁ λόγος ὁ ἐν ἐκείνῃ ὤν, συνεισελθὼν μετ᾽ αὐτῆς εἰς τὴν τοῦ ἀκούοντος ἔννοιαν καὶ μετὰ τῆς ἀρχῆς τῇ ἀκοῇ ἐγγενόμενος.

Οὑτωσὶ δὲ τοῦ δόγματος ἡμῖν διευκρινηθέντος καιρὸς ἂν εἴη καὶ τὸν ἐναντίον προθεῖναι καὶ θεωρῆσαι λόγον ἐκ παραλλήλου πρὸς τὰς ἡμετέρας ὑπολήψεις ἀντεξετάζοντα. λέγει δὲ οὕτως· 〈δύο γὰρ ὄντων〉, φησί, 〈τῶν ὑφ᾽ ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεννηθεῖσαν πρὸ πάντων εἶναι, οὐθέτερον τῶν εἰρημένων ἐλέγχει ψεῦδος. οὔτε γὰρ ὡς πρὸ τῆς ἀνωτάτω γεννήσεως καὶ συστάσεως ἦν εἰπεῖν ἐτόλμησεν, ἀντιπιπτούσης τῆς τοῦ πατρὸς φύσεως καὶ τῆς τῶν σωφρονούντων κρίσεως. τίς γὰρ ἂν καὶ παραδέξαιτο σωφρονῶν υἱὸν ὄντα καὶ γεννητὸν πρὸ τῆς ἀνωτάτω γεννήσεως, μὴ δεομένου γεννήσεως πρὸς τὸ εἶναι ὅ ἐστι τοῦ χωρὶς γεννήσεως ὄντος〉. εἰ μὲν οὖν ἀληθεύει τὸν διδάσκαλον ἡμῶν μηδὲν ἠγωνίσθαι λέγων πρὸς τὰς ἀντιθέσεις, εἰδεῖεν ἂν πάντες ὅσοι τοῖς λόγοις ἐκείνου καθωμιλήκασιν. ἐγὼ δέ (μικρὸν γὰρ εἰς ἀπόδειξιν κακίας τὸν ἔλεγχον τῆς περὶ ταῦτα συκοφαντίας εἶναι λογίζομαι) καταλιπὼν τὸ δεῖξαι μὴ ἀνεξέταστον παρεωρᾶσθαι τὸ μέρος τοῦτο παρὰ τοῦ διδασκάλου πρὸς τὴν ἐξέτασιν τῶν προτεθέντων, ὅπως ἂν οἷόν τε ᾖ, τρέψω τὸν λόγον. δύο φησὶν ἐν τῷ καθ᾽ ἑαυτὸν εἰρηκέναι λόγῳ, ἓν μὲν τὸ πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς, ἕτερον δὲ τὸ γεννηθεῖσαν πρὸ πάντων εἶναι.

ἀλλ᾽ ὅτι μὲν οὐ καινή τις οὐσία παρὰ τοῦ πατρὸς ἐγεννήθη ἔξω τῆς ἐν αὐτῷ τῷ πατρὶ θεωρουμένης, ἱκανῶς οἶμαι διὰ τῶν προειρημένων ἡμῖν ἀποδεδεῖχθαι καὶ μηδὲν χρῄζειν ἡμᾶς, ὡς πρώτως ἡμῖν προενεχθέντος τοῦ λόγου, πρὸς τὴν τοιαύτην βλασφημίαν συμπλέκεσθαι, πρὸς τοῦτο δὲ μόνον ἀναγκαῖον εἶναι τὴν σπουδὴν γενέσθαι τῷ λόγῳ, πρὸς τὴν ἄθεον αὐτοῦ λέγω καὶ φρικώδη φωνὴν τὴν φανερῶς εἰποῦσαν περὶ τοῦ θεοῦ λόγου ὅτι οὐκ ἦν. ἀλλὰ καὶ περὶ ταύτης τῆς βλασφημίας ἐν τοῖς προειρημένοις μετρίως διαλαβόντος τοῦ λόγου τάχα περιττὸν ἂν εἴη πάλιν διὰ τῶν ὁμοίων θεωρημάτων τὰ προαποδεδειγμένα κατασκευάζειν. τούτου γὰρ ἕνεκεν καὶ προείρηται παρ᾽ ἡμῶν ἐκεῖνα, ὡς τῆς εὐσεβοῦς διανοίας προεντυπωθείσης τοῖς ἐντυγχάνουσιν καταφανεστέραν γενέσθαι τῶν ἐναντίων τὴν βλασφημίαν τῶν ἐπὶ τοῦ μονογενοῦς θεοῦ τὸ μὴ εἶναι τοῦ εἶναι κατασκευαζόντων πρεσβύτερον.

Δοκεῖ δέ μοι καλῶς ἔχειν αὐτὸ τῆς γεννήσεως τὸ σημαινόμενον δι᾽ ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι. ἀλλ᾽ ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐστὶν ὁ λόγος, τοῦτ᾽ οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. τῶν τοίνυν ἔκ τινος γινομένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν. τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ διὰ τῆς καταλλήλου ὕλης γινόμεναι, ὧν καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τῶν γινομένων τὸ προτεθὲν συμπεραίνουσα, τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζῴων ἡ φύσις οἰκοδομεῖ διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα τὸ δὲ ἐξ ὑλικῆς ἀπορροίας, ἐφ᾽ ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστι καὶ τὸ ἀπ᾽ ἐκείνου ῥέον ἐφ᾽ ἑαυτοῦ νοεῖται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ μύρων καὶ τῆς ἐκεῖθεν ἐκδιδομένης ποιότητος. ταῦτα γὰρ ἐφ᾽ ἑαυτῶν ἀμείωτα μένοντα εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἕκαστον τὴν ἀπ᾽ αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα, οἷον ὁ μὲν ἥλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγήν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀέρι ἐξ αὐτῶν ἐντικτομένην εὐωδίαν.

ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αἰτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέννησις αἰσθητή τε καὶ διὰ σώματος, λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ᾽ ἑαυτὸν ὁ νοῦς διὰ τῶν αἰσθητῶν ὀργάνων τίκτει τὸν λόγον. τοσαύτας γεννήσεων διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοήσαμεν. τὰ γὰρ ὅσα θαυματουργεῖται παρὰ τῆς φύσεως τῆς σώματα ζῴων τινῶν εἰς ἑτεροφυῆ τινα μεταβαλλούσης ἢ ἀπό τινος τῶν ὑγρῶν ἀλλοιώσεως ἢ σπερμάτων φθορᾶς ἢ ξύλων σηπεδόνος ζῷά τινα δημιουργούσης ἢ ἐκ τῆς τοῦ πυρὸς συμπιλήσεως τὸν ψυχρὸν ἐκ τῶν δαλῶν ἀτμὸν ἐναποληφθέντα τῷ βάθει πρὸς ζῴου γένεσιν μεταποιούσης, ὃ σαλαμάνδραν προσαγορεύουσιν, κἂν ἔξω τῶν διορισθέντων εἶναι δοκῇ, οὐδὲν ἧττον ἐν τοῖς εἰρημένοις ἐστί. διὰ γὰρ σωμάτων ἡ φύσις τὰ ποικίλα ταῦτα τῶν ζῴων εἴδη τεχνάζεται· ἡ γὰρ ποιὰ τοῦ σώματος τροπὴ τοιῶσδε παρὰ τῆς φύσεως διατεθεῖσα τόδε τι τοῦ ζῴου τὸ εἶδος ἐδημιούργησεν· ὅπερ οὐκ ἄλλο τί ἐστιν εἶδος γεννήσεως παρὰ τὸ ἐκ φύσεως καὶ ὕλης ἀποτελούμενον.

τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων ἡ φιλάνθρωπος τοῦ ἁγίου πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον, ὡς καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ποιεῖ, ὅταν σωματικῶς διαγράφῃ τὸ θεῖον, ὀφθαλμὸν καὶ βλέφαρα καὶ οὖς καὶ δακτύλους καὶ χεῖρα καὶ δεξιὰν καὶ βραχίονα καὶ πόδας καὶ ὑποδήματα καὶ τὰ τοιαῦτα περὶ θεοῦ διεξιοῦσα, ὧν οὐδὲν κατὰ τὴν πρόχειρον ἔννοιαν ἐν τῇ θείᾳ καταλαμβάνεται φύσει, ἀλλὰ πρὸς τὸ ἡμῖν εὐσύνοπτον τὴν διδασκαλίαν ἀνάγουσα ταῖς τετριμμέναις ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων φωναῖς τὰ ὑπὲρ πᾶσαν σημασίαν πράγματα διορίζει, ἀναλογικῶς ἡμῶν δι᾽ ἑκάστου τῶν περὶ θεοῦ λεγομένων πρός τινα ἀναγομένων ὑψηλοτέραν ὑπόνοιαν. οὕτως οὖν καὶ τὰ πολλὰ τῆς γεννήσεως εἴδη [παρὰ τῆς θεοπνεύστου διδασκαλίας] εἰς παράστασιν τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑποστάσεως παραλαμβάνει, τοσοῦτον ἀφ᾽ ἑκάστου λαμβάνουσα ὅσον εὐαγές ἐστιν εἰς τὰς περὶ τοῦ θεοῦ ὑπολήψεις παραληφθῆναι.

ὡς γὰρ ἡ τῶν δακτύλων μνήμη ἐπὶ τοῦ θεοῦ καὶ τῆς χειρὸς καὶ τοῦ βραχίονος οὐ τὴν ἐξ ὀστῶν νεύρων καὶ σαρκῶν καὶ συνδέσμων τοῦ μέλους κατασκευὴν ὑπογράφει τῷ λόγῳ, ἀλλὰ τὴν πρακτικὴν αὐτοῦ καὶ ἐνεργητικὴν δύναμιν τῷ τοιούτῳ διασημαίνει ὀνόματι καὶ δι᾽ ἑκάστου τῶν ἄλλων τὰ κατάλληλα τῶν περὶ θεοῦ νοουμένων ἐνδείκνυται, οὐ συμπαραδεχομένη τὰς σωματικὰς τῶν ὀνομάτων ἐμφάσεις, οὕτως καὶ τὰ τῶν γεννήσεων τούτων εἴδη λέγει μὲν ἐπὶ τῆς θείας φύσεως, οὐ μὴν οὕτω λέγει ὡς νοεῖν οἶδεν ἡ καθ᾽ ἡμᾶς συνήθεια. ὅταν μὲν γὰρ περὶ τῆς κατασκευαστικῆς λέγῃ δυνάμεως, γέννησιν μὲν ὀνομάζει τὴν τοιαύτην ἐνέργειαν διὰ τὸ δεῖν πρὸς τὸ ταπεινὸν τῆς ἡμετέρας δυνάμεως καταβῆναι τὸν λόγον, οὐ μὴν ἐνδείκνυται τὰ ὅσα παρ᾽ ἡμῖν τῇ κατασκευαστικῇ γενέσει συνθεωρεῖται, οὐ τόπον, οὐ χρόνον, οὐχ ὕλης παρασκευήν, οὐκ ὀργάνων συνεργίαν, οὐ τὸν ἐπὶ τοῖς γινομένοις κόπον, ἀλλὰ ταῦτα ἡμῖν καταλιποῦσα μεγαλοφυῶς καὶ ὑψηλῶς τῷ θεῷ προσμαρτυρεῖ τῶν ὄντων τὴν γένεσιν ἐν οἷς φησιν ὅτι Αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.

πάλιν ὅταν τὴν ἀπόρρητόν τε καὶ ὑπὲρ λόγον τοῦ μονογενοῦς ἐκ τοῦ πατρὸς ὑπόστασιν ἑρμηνεύῃ, διὰ τὸ ἀχώρητον εἶναι τὴν ἀνθρωπίνην πτωχείαν τῶν ὑπὲρ λόγον τε καὶ ἔννοιαν διδαγμάτων κἀκεῖ τοῖς ἡμετέροις συγκέχρηται καὶ υἱὸν ὀνομάζει, ὅπερ ἡ παρ᾽ ἡμῖν συνήθεια τοῖς ἀπὸ ὕλης καὶ φύσεως ἀποτικτομένοις ὄνομα τίθεται. ἀλλ᾽ ὥσπερ τὴν τῆς κτίσεως γένεσιν ἐπὶ τοῦ θεοῦ ὁ λόγος εἰπὼν τὸ διά τινος ὕλης γίνεσθαι αὐτὴν οὐ προσέθηκεν, οὐσίαν ὕλης καὶ τόπον καὶ χρόνον καὶ πάντα τὰ τοιαῦτα τὴν τοῦ θελήματος δύναμιν εἶναι ἀποφηνάμενος, οὕτω καὶ ἐνταῦθα υἱὸν εἰπὼν ἀφῆκε πάντα τά τε ἄλλα ὅσα περὶ τὴν κάτω γέννησιν ἡ ἀνθρωπίνη φύσις ὁρᾷ, πάθη λέγω καὶ διαθέσεις καὶ τὴν ἐκ τοῦ χρόνου συνεργίαν καὶ τὴν τοῦ τόπου χρείαν καὶ πρὸ πάντων τὴν ὕλην, ὧν ἄνευ ἁπάντων ἡ κάτω γέννησις ἐκ τῆς φύσεως οὐ συνίσταται. πάσης δὲ τοιαύτης ἐννοίας ὑλικῆς τε καὶ διαστηματικῆς μὴ συμπαραληφθείσης ἐν τῇ τοῦ υἱοῦ σημασίᾳ, μόνη ὑπελείφθη ἡ φύσις, καὶ διὰ τοῦτο τῇ τοῦ υἱοῦ φωνῇ τὸ οἰκεῖον καὶ γνήσιον τῆς ἐκ τοῦ πατρὸς ἀναδείξεως ἐπὶ τοῦ μονογενοῦς ἑρμηνεύεται.

καὶ ἐπειδὴ οὐχ ἱκανὸν ἦν τὸ τοιοῦτο τῆς γεννήσεως εἶδος ἀρκοῦσαν ἡμῖν ἐμποιῆσαι περὶ τῆς ἀρρήτου τοῦ μονογενοῦς ὑπάρξεως τὴν φαντασίαν, συμπαραλαμβάνει καὶ ἕτερον τῆς γεννήσεως εἶδος πρὸς σημασίαν τῆς τοῦ υἱοῦ θεολογίας τὸ ἐκ τῆς ὑλικῆς ἀπορροίας, καί φησιν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου καὶ ἀτμίδα θεοῦ, ἅπερ ἐν τῇ προεκτεθείσῃ παρ᾽ ἡμῶν τεχνολογίᾳ ἡ καθ᾽ ἡμᾶς συνήθεια ὑλικὴν ἀπόρροιαν ὀνομάζει. ἀλλ᾽ ὥσπερ ἐν τοῖς προειρημένοις οὔτε ἡ τῆς κτίσεως ποίησις οὔτε ἡ τοῦ υἱοῦ σημασία χρόνον ἢ ὕλην ἢ τόπον ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας ἐκκαθάρας τὴν τοῦ ἀπαυγάσματος καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν, μόνον τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται τὸ ἐξ αὐτοῦ τε καὶ μετ᾽ αὐτοῦ νοεῖσθαι διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως. οὔτε γὰρ ἡ ἀτμὶς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινομένην πρὸς τὸν ἀέρα μετάστασιν οὔτε τὸ ἀπαύγασμα τὴν ἐκ τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀκτίνων ἀπόρροιαν, ἀλλὰ τοῦτο μόνον ἐκ πάντων, καθὼς εἴρηται, διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ᾽ ἐκείνου νοεῖσθαι, μηδενὸς διαστήματος μεταξὺ τοῦ πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος.

ἐπεὶ δὲ διὰ πλείονα φιλανθρωπίαν ἡ τοῦ ἁγίου πνεύματος χάρις πολλαχόθεν ἡμῖν ἐγγενέσθαι τὰς θείας περὶ τοῦ μονογενοῦς ὑπολήψεις ᾠκονομήσατο, προσέθηκεν καὶ τὸ λειπόμενον τῶν ἐν γεννήσει θεωρουμένων εἶδος, τὸ ἐκ τοῦ νοῦ φημι καὶ τοῦ λόγου. ἀλλὰ πλείονι χρῆται τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης, ὡς μήποτε ὑπὸ ἀτονίας τε καὶ μικροψυχίας καταπεσεῖν τὸν ἀκούοντα πρὸς κοινὴν ἔννοιαν λόγου, ὡς φθόγγον τοῦ πατρὸς τὸν υἱὸν νομισθῆναι. διὰ τοῦτο ἐν οὐσίᾳ βλέπειν τὸν λόγον παρασκευάζει τῷ πρώτῳ κηρύγματι καὶ ἐν οὐσίᾳ οὐκ ἀπεξενωμένῃ τινὶ καὶ ἀπερρωγυίᾳ τῆς ὅθεν ἐστίν, ἀλλ᾽ ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει. ταῦτα γὰρ διδάσκει λέγων ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ πρὸς τὸν θεὸν καὶ θεός, [καὶ] πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ὤν. οὕτως γὰρ περὶ τῆς ἀϊδιότητος τοῦ μονογενοῦς θεολογῶν διεξέρχεται. τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων ἤτοι τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐν τῇ καθ᾽ ἡμᾶς συνηθείᾳ γινωσκομένων, παραληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας γραφῆς πρὸς τὴν τῶν ὑπερκειμένων διδασκαλίαν οὕτως ὡς εἰκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων μεταληφθῆναι, κρινάτω δικαίαν κρίσιν ὁ ἐντυγχάνων τῷ λόγῳ, εἴ τι τῶν παρὰ τῆς αἱρέσεως φερομένων ἰσχύν τινα κατὰ τῆς ἀληθείας ἔχει.

Προθήσω δὲ πάλιν αὐτὴν ἐπὶ λέξεως τοῦ ἐναντίου τὴν ῥῆσιν ἔχουσαν οὕτως. 〈δύο〉, φησί, 〈ὄντων τῶν παρ᾽ ἡμῶν εἰρημένων, τοῦ τε πρὸ τῆς ἰδίας γεννήσεως μὴ εἶναι τὴν οὐσίαν τοῦ μονογενοῦς καὶ τοῦ γεννηθεῖσαν πρὸ πάντων εἶναι〉. ποῖον γεννήσεως εἶδος ὁ δογματιστὴς ἡμῖν προτείνεται; ἆρα τὸ πρέπον ἐπὶ θεοῦ νοεῖν τε καὶ λέγειν; καὶ τίς οὕτως ἄθεος ὥστε προεπινοεῖν τοῦ θεοῦ τὸ μὴ εἶναι; ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ὑλικὴν ταύτην γένεσιν βλέπων τὴν κάτω φύσιν τῆς περὶ τοῦ μονογενοῦς θεοῦ ὑπολήψεως ποιεῖται διδάσκαλον, καὶ ἐπειδὴ βοῦς ἢ ὄνος ἢ κάμηλος πρὸ τῆς ἰδίας γεννήσεως οὐκ ἔστι, τοῦτο καὶ ἐπὶ τοῦ μονογενοῦς βούλεται λέγειν, ὃ ἐπὶ τῶν ζῴων ἡ ἀκολουθία τῆς κάτω φύσεως δίδωσι βλέπειν, οὐδὲ τοῦτο νοῶν ὁ σωματικὸς θεολόγος, ὅτι τὸ μονογενὲς ἐπὶ θεοῦ λεγόμενον αὐτῷ τῷ ῥήματι τὸ πρὸς πᾶσαν γένεσιν ἀκοινώνητόν τε καὶ ἰδιάζον ἀποσημαίνει. πῶς γὰρ ἂν εἴη μονογενὴς αὕτη ἡ γέννησις, εἰ κοινωνίαν κατὰ τὴν ἔμφασιν καὶ ταὐτότητα πρὸς ἄλλην γέννησιν ἔχοι; τὸ γὰρ μόνον κατ᾽ ἐξαίρετον ἐπ᾽ αὐτοῦ νοεῖσθαι, ὃ οὐκ ἔστιν ἐπ᾽ ἄλλης κατανοῆσαι γεννήσεως, κυρίως τε καὶ προσφυῶς τῷ προσρήματι τοῦ μονογενοῦς ἑρμηνεύεται· ὡς εἴ γέ τι τῆς κάτω γεννήσεως καὶ ἐπ᾽ αὐτοῦ θεωροῖτο, οὐκέτ᾽ ἂν εἴη μονογενὴς ὅ τισι τῆς γεννήσεως ἰδιώμασι πρὸς τὰ λοιπὰ τῶν γεννηθέντων κοινοποιούμενος.

εἰ γὰρ τὰ αὐτὰ καὶ ἐπὶ τούτου λέγοιτο, ἃ καὶ ἐπὶ τῶν ἄλλων τῶν διὰ γεννήσεως εἰς τὸ εἶναι προϊόντων λέγεται, εἰς ἀδελφικήν τινα σχέσιν τὸ τοῦ μονογενοῦς σημαινόμενον μετασκευάσει ὁ λόγος. οὐκοῦν εἰ τὸ ἄμικτόν τε καὶ ἀκοινώνητον πρὸς τὰ λοιπὰ τῶν γινομένων ἐνδείκνυται τὸ τοῦ μονογενοῦς σημαινόμενον, οὐδὲν τῶν περὶ τὴν κάτω γέννησιν ὁρωμένων καὶ ἐπὶ τῆς ἐκ τοῦ πατρὸς ὑποστάσεως τοῦ υἱοῦ νοεῖσθαι καταδεξόμεθα. ἀλλὰ μὴν ἴδιον πάντων τῶν διὰ γεννήσεως ὑφεστηκότων τὸ μὴ εἶναι πρὸ τῆς γεννήσεως· ἀλλότριον ἄρα τοῦτο τῆς τοῦ μονογενοῦς ἰδιότητος ᾧ μηδὲν τοῦ τρόπου τῆς κοινῆς γεννήσεως [εἴδους τὸ πεπλανημένον] προσεῖναι ἡ τοῦ μονογενοῦς ἐπωνυμία μαρτύρεται. οὐκοῦν πιστωθήτω ὁ ὑλικὸς οὗτος καὶ τῇ αἰσθήσει φίλος διὰ τοῦ ἑτέρου τῆς γεννήσεως εἴδους τὸ πεπλανημένον τῶν ὑπολήψεων αὐτοῦ διορθώσασθαι. τί γὰρ ἐρεῖς, ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴν μύρου ἀκούσῃς, ὅτι οὐκ ἦν τὸ ἀπαύγασμα πρὸ τῆς ἰδίας γεννήσεως; ἀλλ᾽ ὅταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις οὔτε τὸ μύρον· οὐ γὰρ ἔστιν ἢ τυφλὴν ἐφ᾽ ἑαυτῆς καὶ ἀλαμπῆ ποτε νομισθῆναι τὴν δόξαν εἶναι ἢ τὸ μύρον τῆς εὐπνοίας ἄγονον· ὥστε εἰ τὸ ἀπαύγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως, καὶ τῆς ὀσμῆς μὴ οὔσης τὸ μηδὲ τὸ μύρον εἶναι συναπεδείχθη.

εἰ δὲ φοβεῖ τινα ταῦτα παρὰ τῆς γραφῆς παραληφθέντα τὰ ὑποδείγματα ὡς οὐκ ἀκριβῶς τὸ μεγαλεῖον τοῦ μονογενοῦς παριστῶντα διὰ τὸ μὴ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ κατὰ τὴν οὐσίαν ἢ τὸν ἀτμὸν τῷ μύρῳ ἢ τὴν ἀκτῖνα τῷ ἡλίῳ, ὁ ἀληθινὸς λόγος διορθωσάσθω τὸν φόβον ὁ ἐν τῇ ἀρχῇ ὢν καὶ πάντα ὢν ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ τοῦ παντὸς προϋπάρχων, οὕτως ἐν τῷ κηρύγματι τοῦ Ἰωάννου βοήσαντος ὅτι καὶ πρὸς τὸν θεὸν ἦν ὁ λόγος καὶ θεὸς ἦν ὁ λόγος. εἰ οὖν θεὸς μὲν ὁ πατήρ, θεὸς δὲ καὶ ὁ υἱός, τίς ἔτι καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονογενοῦς θεολογίαν ἀμφιβολία, ὅταν τῇ μὲν τοῦ υἱοῦ σημασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζηται, τῷ δὲ ἀπαυγάσματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ θεοῦ προσηγορίᾳ κατὰ τὸ ἴσον ἐφηρμοσμένῃ πατρί τε καὶ υἱῷ τὸ διὰ πάντων ὁμότιμον, ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ πατρὸς ἐπιθεωρούμενος τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέθους διασημαίνῃ, καὶ ἡ μορφὴ τοῦ θεοῦ τὴν διὰ πάντων καταμηνύῃ ταὐτότητα τῷ πάντα δεικνύειν ἐφ᾽ ἑαυτῆς, δι᾽ ὧν ἡ θεότης χαρακτηρίζεται.

Πάλιν τοίνυν προθῶμεν τοῦ Εὐνομίου τὸν λόγον. 〈οὐκ ἦν〉, φησί, 〈πρὸ τῆς ἰδίας γεννήσεως〉. τίς οὗτός ἐστιν ὃν οὐκ εἶναι λέγει; εἰπάτω τὰ θεῖα ὀνόματα, οἷς ὁ κατ᾽ Εὐνόμιόν ποτε μὴ ὢν ὀνομάζεται. οὐκοῦν φῶς ἐρεῖ καὶ μακαριότητα ζωήν τε καὶ ἀφθαρσίαν καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα. ὁ τοίνυν 〈πρὸ τῆς γεννήσεως〉 λέγων αὐτὸν 〈μὴ εἶναι〉 ἄντικρυς ταῦτα βοᾷ ὅτι οὐκ ἦν ἀλήθεια ὅτε ἐκεῖνος οὐκ ἦν, οὐκ ἦν ζωή, οὐκ ἦν φῶς, οὐκ ἦν δύναμις, οὐκ ἦν ἀφθαρσία, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον νοουμένων οὐδέν, καὶ τὸ ἔτι τούτων παραλογώτερον καὶ εἰς ἀσέβειαν χαλεπώτερον, οὐκ ἦν ἀπαύγασμα, οὐκ ἦν χαρακτήρ. ἐν γὰρ τῷ μὴ εἶναι λέγειν ἀπαύγασμα τὸ μηδὲ τὴν ἀπαυγάζουσαν δύναμιν εἶναι συγκατασκευάζεται πάντως, ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν τὸ καὶ λάμπειν τὸν λύχνον συνενεδείξατο, καὶ ὁ μὴ εἶναι τὴν αὐγὴν λέγων τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ υἱὸς μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκολούθου διὰ τούτων κατασκευάζεται.

εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως καὶ ἡ σοφία τοῦ θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημμένων μὴ εἶναι λέγων τῇ τοῦ ἑνὸς ἀναιρέσει συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάσματος μὴ ὄντος ὁμολογεῖσθαι μὴ εἶναι μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν, καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος μηδὲ τὴν χαρακτηριζομένην εἶναι ὑπόστασιν, σοφίας δὲ καὶ δυνάμεως θεοῦ μὴ οὔσης μηδὲ ἐκεῖνον πάντως εἶναι ὁμολογεῖσθαι τὸν δίχα σοφίας τε καὶ δυνάμεως ἐφ᾽ ἑαυτοῦ μὴ νοούμενον. εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς θεὸς πρὶν γενέσθαι, καθώς φησιν ὁ Εὐνόμιος, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ πατήρ, οὗ ὁ υἱὸς δύναμίς ἐστι καὶ σοφία καὶ χαρακτὴρ καὶ ἀπαύγασμα· οὐ γὰρ ἔστιν ἐπινοῆσαι τῷ λόγῳ οὔτε ὑπόστασιν ἀχαρακτήριστον οὔτε ἀλαμπῆ δόξαν οὔτε ἄσοφον θεόν, οὐκ ἄχειρα δημιουργόν, οὐκ ἄλογον ἀρχήν, οὐκ ἄπαιδα πατέρα, ἀλλὰ πάντα τὰ τοιαῦτα ἐπί τε τῶν ὁμολογούντων καὶ ἐπὶ τῶν ἀθετούντων [καὶ] ἀλλήλοις συναναφαίνεται καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται.

ἐπειδὴ τοίνυν κατασκευάζεται παρ᾽ αὐτῶν τὸ μὴ εἶναι τὸν υἱὸν πρὸ τοῦ γενέσθαι ὅ ἐστιν ἀπαύγασμα δόξης, ἡ δὲ ἀκολουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ καὶ τὴν τῆς δόξης ἀϊδιότητα, δόξα δὲ ὁ πατήρ, ὅθεν τὸ μονογενὲς φῶς ἀπηυγάσθη, νοησάτωσαν οἱ περιττοὶ τὴν σοφίαν ὅτι σύμμαχοι τῶν Ἐπικουρείων δογμάτων ἀναπεφήνασιν, ἐν προσχήματι Χριστιανισμοῦ τὴν ἀθεΐαν πρεσβεύοντες. διπλῆς τοίνυν κατὰ τὸ ἀκόλουθον τῆς ἀτοπίας ἀναφανείσης, ἢ καθόλου μὴ εἶναι τὸν θεὸν λέγειν ἢ μὴ ἀνάρχως εἶναι, ἑλέσθωσαν τὸ δοκοῦν ἐκ τῶν φανέντων, ἢ ἄθεοι λέγεσθαι ἢ μηκέτι ἄναρχον εἶναι τῷ πατρὶ τὴν ζωὴν λέγειν. ἀλλὰ μὴν φεύγειν εἰκὸς αὐτοὺς τὸ ἀθέους νομίζεσθαι· οὐκοῦν λείπεται τὸ μὴ εἶναι ἀΐδιον τὸ θεὸν κατασκευάζειν. εἰ δὲ τοῦτο ἡ τῶν ἀποδειχθέντων ἀκολουθία συναναγκάζει, ποῦ αἱ ποικίλαι καὶ εὔστροφοι τῶν ὀνομάτων ἀντιστροφαί; ποῦ ἡ ἀμήχανος τῶν συλλογισμῶν ἀνάγκη διὰ τῆς τοῦ ἀγεννήτου πρὸς τὸ γεννητὸν διαστολῆς τὰς γραώδεις ἀκοὰς περικομποῦσα;

Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. καλῶς δ᾽ ἂν ἔχοι μηδὲ τὸ ἐφεξῆς παριδεῖν ἀνεξέταστον· σιωπάσθω δὲ τὰ διὰ μέσου παίγνια, οἷς ὁ δεινὸς οὗτος ῥήτωρ μειρακιωδῶς ἐναβρύνεται εἴτε παίζων εἴτε σπουδάζων ἐν ταῖς καθ᾽ ἡμῶν λοιδορίαις, ὡς διὰ τούτου κρείττων κατὰ τὸν λόγον ἐσόμενος. οὐ γὰρ δὴ βιάσεταί τις ἡμᾶς ἢ τοῖς λοξοῖς τὰ ὄμματα συνδιαστρέφειν τὰς ὄψεις ἢ τοῖς ὑπὸ δαιμονίας νόσου παραπεπληγόσι συνδιαστρεβλοῦσθαι καὶ συνεξάλλεσθαι καὶ συγκαταπίπτειν τῷ σώματι. ἀλλ᾽ ἐκείνους μὲν ἐλεήσομεν, ἡμεῖς δὲ τοῦ καθεστηκότος οὐκ ἐκστησόμεθα. φησὶ τοίνυν στρέψας πρὸς τὸν διδάσκαλον ἡμῶν τὸν ἐν τῷ πράγματι λόγον, ὡς δὴ κατὰ πρόσωπον τὴν μάχην ποιούμενος ὅτι 〈τοῖς ἰδίοις ἁλώσῃ πτεροῖς〉.

ἐκείνου γὰρ εἰρηκότος τὸ καλὸν ἀεὶ παρεῖναι τῷ ἐπὶ πάντων θεῷ, καλὸν δὲ τὸ τοιούτου παιδὸς εἶναι πατέρα· οὐκοῦν μηδέποτε τὸ καλὸν ἀπεῖναι αὐτοῦ μηδὲ ἄνευ υἱοῦ τὸν πατέρα θελῆσαι εἶναι, θελήσαντα δὲ μὴ ἀδυνατῆσαι, δυνάμενον δὲ καὶ βουλόμενον ἐν τῷ κατὰ γνώμην εἶναι καὶ ἀεὶ ἔχειν τὸν υἱὸν διὰ τὸ ἀεὶ θέλειν τὸ ἀγαθόν (πρὸς τοῦτο γὰρ ἡ διάνοια τῶν ὑπὸ τοῦ πατρὸς ἡμῶν εἰρημένων βλέπει), ταῦτα προδιασύρας ὁ Εὐνόμιος ἐκ τῆς ἔξωθεν σοφίας ἐπεισαχθεῖσαν τοιαύτην τινὰ ῥῆσιν πρὸς ἀνατροπὴν τῶν εἰρημένων προβάλλεται καί φησι· 〈τίς γενήσῃ λέγοντός τινος τῶν τοῖς τοιούτοις λόγοις ἐμμεμελετηκότων, ὡς εἴπερ τὸ δημιουργεῖν καλὸν καὶ θεῷ πρέπον, πῶς οὐκ ἀνάρχως αὐτῷ τὸ καλὸν καὶ πρέπον παρῆν, εἴπερ ἄναρχος ὁ θεός; καὶ ταῦτα μήτε ἀγνοίας κωλυούσης μήτε ἀσθενείας ἐμποδιζούσης ἢ πρὸς τὸ δημιουργεῖν ἡλικίας καὶ ὅσα συμφορήσας κακῶς σεαυτοῦ κατέχεας· οὐ γὰρ δὴ τοῦ θεοῦ θέμις εἰπεῖν〉. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν τὸν διδάσκαλον πρὸς τὸ ἐρωτηθὲν ἀποκρίνασθαι, ἔδειξεν ἂν τῷ Εὐνομίῳ “τίς ἂν ἐγένετο„, καθὼς οὗτος ἠρώτησε, διὰ τῆς θεοπαιδεύτου γλώττης τό τε θεῖον ἐκκαλύπτων μυστήριον καὶ μαστίζων τοῖς ἐλέγχοις τοὺς τῆς ἀπάτης προστάτας, ὥστε φανερὸν γενέσθαι πᾶσιν, ὅσον τὸ μέσον ἐστὶ [μεταξὺ] διακόνου μυστηρίων Χριστοῦ καὶ μίμου γελοίων ἢ ποιητοῦ καινῶν τε καὶ ἀλλοκότων δογμάτων.

ἐπεὶ δὲ ὁ μέν, καθώς φησιν ὁ ἀπόστολος, ἀποθανὼν τῷ θεῷ λαλεῖ, ὁ δὲ ὡς οὐκ ὄντος τοῦ ἀντεροῦντος τοιαῦτα προβάλλει, κἂν μὴ τὸ ἴσον ἡ παρ᾽ ἡμῶν ἀπόκρισις ἔχῃ ὡς πρὸς τὴν τοῦ μεγάλου Βασιλείου φωνήν, πλὴν ἐν παρρησίᾳ ταῦτα πρὸς τὸν ἐρωτήσαντα φήσομεν, ὅτι μαρτυρία τοῦ ἀληθεύειν ἡμᾶς ἐν οἷς τὸ δόγμα τῆς ἀσεβείας ἐλέγχομεν ὁ σὸς γίνεται λόγος ὁ ἐπὶ ἀνατροπῇ τῶν ἡμετέρων προφερόμενος λόγων. οὐδὲ γὰρ ἄλλο τι τοσοῦτον ἡμεῖς αἰτιώμεθα ἢ τὸ μηδὲν οἴεσθαι διαφέρειν ὑμᾶς τοῦ κοινοῦ τῆς κτίσεως τὸν δεσπότην τῆς κτίσεως, καὶ τὸ παρ᾽ ὑμῶν προτεινόμενον κατασκευή ἐστιν ὧν ἡμεῖς αἰτιώμεθα. εἰ γὰρ ὅπερ ἐπὶ τῆς κτίσεως βλέπεις, τοῦτο δεῖ ἐφαρμόζειν καὶ τῷ μονογενεῖ θεῷ, πέρας ἔχει τὸ παρ᾽ ἡμῶν σπουδαζόμενον· ἀπελήλεγκται γὰρ διὰ τῶν σῶν λόγων τὸ ἄτοπον καὶ πᾶσι γέγονε καταφανές, ὅτι τε ἡμεῖς ἐν ἀληθείᾳ τὸν λόγον εὐθύνομεν καὶ ὅτι σοὶ ἡ περὶ τοῦ μονογενοῦς θεοῦ ὑπόληψις τοιαύτη ἐστὶν οἵα καὶ περὶ τὰ λοιπὰ τῶν κτισμάτων.

Περὶ τίνος ἡ ἀμφισβήτησις ἦν; οὐ περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως, εἴτε ἀεὶ ἦν εἴτε ὕστερον τῷ πατρὶ προσεγένετο; τί οὖν περὶ τούτου φησὶν ἡ τοῦ διδασκάλου φωνή; ὅτι τὸ τῇ φύσει καλὸν οὐκ εὐαγές ἐστι μὴ ἀεὶ ἐν τῷ θεῷ πιστεύειν εἶναι. μηδὲ γὰρ αἰτίαν ὁρᾶν τινα, καθ᾽ ἣν εἰκός ἐστι τὸ ἀγαθὸν τῷ ἀγαθῷ μὴ παρεῖναι, μήτε κατὰ δυνάμεως ἔλλειψιν μήτε κατὰ τὴν τῆς βουλῆς ἀτονίαν. τί πρὸς ταῦτά φησιν ὁ τοῖς εἰρημένοις μαχόμενος; ὅτι ἐὰν τὸν θεὸν λόγον δῷς ἐξ ἀϊδίου πιστεύεσθαι, καὶ περὶ τῶν δημιουργημάτων τὸ ἴσον δώσεις. ὢ πῶς οἶδε διακρίνειν τῷ λόγῳ δημιουργημάτων φύσιν καὶ θείαν μεγαλειότητα, πῶς ἐπίσταται περὶ ἑκατέρου τὰ πρόσφορα, ὅσα τε περὶ τοῦ θεοῦ καὶ ὅσα περὶ τῆς κτίσεως εὐσεβές ἐστιν οἴεσθαι. 〈εἰ ὁ δημιουργός〉, φησίν, 〈ἀπὸ χρόνου τῆς δημιουργίας ἄρχεται〉· οὐ γὰρ ἄλλῳ τινὶ τὴν τῶν γεγονότων ἀρχὴν ἔστι σημειώσασθαι, μὴ ἐν τῷ ἰδίῳ διαστήματι τοῦ χρόνου τὰς ἀρχὰς καὶ τὰ τέλη τοῖς γινομένοις ὁρίζοντος. διὰ τοῦτό φησι δεῖν καὶ τὸν ποιητὴν τῶν χρόνων ἀπὸ τῆς ὁμοίας ἀρχῆς τοῦ εἶναι ἄρξασθαι. ἀλλ᾽ ἡ μὲν κτίσις ἀρχὴν τοὺς αἰῶνας ἔχει, τοῦ δὲ ποιητοῦ τῶν αἰώνων ποίαν ἐπινοήσεις ἀρχήν;

εἰ μὲν γὰρ τὴν ἐν τῷ εὐαγγελίῳ τις λέγοι, ὁ πατήρ ἐστιν ἐκεῖ τὸ δηλούμενον, ᾧ συνημμένως καὶ ἡ τοῦ υἱοῦ ὁμολογία συναναδείκνυται, καὶ οὐκ ἔστι τὸν ἐν τῷ πατρὶ ὄντα, καθώς φησιν ὁ κύριος, ἀπό τινος σημείου τοῦ ἐν αὐτῷ εἶναι ἄρξασθαι. εἰ δὲ ἄλλην τις ἀρχὴν παρ᾽ ἐκείνην λέγοι, εἰπάτω τὸ ὄνομα ᾧ σημειοῦται τὴν τοιαύτην ἀρχήν, μηδενὸς καταλαμβανομένου πρὸ τῆς τῶν αἰώνων συστάσεως. οὐκοῦν οὐδὲν ἡμᾶς παρακινήσει τῆς εὐσεβοῦς περὶ τὸν μονογενῆ θεὸν ὑπολήψεως ὁ τοιοῦτος λόγος, κἂν ἐπικροτῶσιν αἱ γρᾶες ὡς ἰσχυρῷ τῷ προβλήματι. μένομεν γὰρ ἐπὶ τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐρηρεισμένον ἔχοντες ἐπὶ τῆς ἀληθείας τὸν λόγον ὅτι, ὅσα περὶ τοῦ μονογενοῦς θεοῦ λέγειν ὁ τῆς εὐσεβείας ὑποτίθεται λόγος, οὐδεμίαν ἔχει πρὸς τὴν κτίσιν τὴν οἰκειότητα, ἀλλὰ πολλῷ τῷ μέσῳ διώρισται τοῦ τε πάντα πεποιηκότος καὶ τῶν ἔργων αὐτοῦ τὰ γνωρίσματα. εἰ μὲν οὖν ἐν ἑτέροις τισὶν εἶχέ τινα κοινωνίαν ὁ υἱὸς πρὸς τὴν κτίσιν, ἔδει πάντως μηδὲ κατὰ τὸν τῆς ὑπάρξεως τρόπον παρηλλάχθαι λέγειν· εἰ δὲ ἄμοιρος ἡ κτίσις τῶν τοιούτων ἐστὶ τῶν ὅσα περὶ τὸν υἱὸν μεμαθήκαμεν, ἀναγκαῖον πάντως μηδὲ κατὰ τοῦτο λέγειν τὴν κοινωνίαν ἔχειν.

οὐδὲ γὰρ ἐν ἀρχῇ ἦν ἡ κτίσις οὔτε πρὸς τὸν θεὸν ἦν οὔτε θεὸς ἦν, οὐ ζωή, οὐ φῶς, οὐκ ἀνάστασις, οὐ τὰ λοιπὰ τῶν θεοπρεπῶν ὀνομάτων οἷον ἀλήθεια, δικαιοσύνη, ἁγιασμός, κριτὴς δίκαιος, ποιητὴς τοῦ παντός, ὑπάρχων πρὸ τῶν αἰώνων, βασιλεύων τὸν αἰῶνα καὶ ἐπ᾽ αἰῶνα καὶ ἔτι, οὐκ ἀπαύγασμα δόξης ἡ κτίσις, οὐ χαρακτὴρ ὑποστάσεως, οὐκ ἀγαθότητος εἰκών, οὐ χάρις, οὐ δύναμις, οὐκ ἀλήθεια, οὐ σωτηρία, οὐκ ἀπολύτρωσις, οὐδέ τι τοιοῦτον ὅλως τῶν εἰς δόξαν τοῦ μονογενοῦς παρὰ τῆς γραφῆς λεγομένων οὐδὲν ἐπὶ τῆς κτίσεως οὔτε ἔστιν οὔτε λέγεται, ἵνα τὰς ὑψηλοτέρας παρῶμεν φωνάς, τὸ Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. εἰ μὲν οὖν εἶχε τὰ τοιαῦτα καὶ τηλικαῦτα προσμαρτυρεῖν ὁ λόγος τῇ κτίσει, καλῶς ἂν τὸ περὶ ταύτην θεωρούμενον καὶ ταῖς περὶ τοῦ μονογενοῦς ὑπολήψεσιν ἐφαρμόζειν ᾤετο δεῖν, ἐκ τῶν ὁμοφύλων πρὸς τὸ συγγενὲς γινομένης τῆς παραθέσεως· εἰ δὲ πάντα τὰ τοιαῦτα νοήματά τε καὶ ὀνόματα πρὸς μὲν τὸν πατέρα τὴν κοινωνίαν ἔχει, τῆς δὲ περὶ τὴν κτίσιν ὑπονοίας ὑπέρκειται, ἆρ᾽ οὐ καταδύσεται ὑπ᾽ αἰσχύνης ὁ σοφὸς καὶ ἀγχίνους διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων φυσιολογῶν τὸν τῆς κτίσεως κύριον, οὔπω συνιεὶς ὅτι ἄλλα 〈τῆς θείας φύσεως καὶ ἄλλα〉 τῆς κτίσεώς ἐστι τὰ γνωρίσματα.

Τῶν γὰρ ὄντων πάντων ἡ ἀνωτάτω διαίρεσις εἰς τὸ κτιστὸν καὶ ἄκτιστον τὴν τομὴν ἔχει, τὸ μὲν ὡς αἴτιον τοῦ γεγονότος, τὸ δὲ ὡς ἐκεῖθεν γενόμενον. διῃρημένης τοίνυν τῆς τε κτιστῆς φύσεως καὶ τῆς θείας οὐσίας καὶ οὐδεμίαν ἐπιμιξίαν ἐχούσης κατὰ τὰς γνωριστικὰς ἰδιότητας, ἀνάγκη πᾶσα μὴ διὰ τῶν ὁμοίων ἑκατέραν νοεῖν μηδὲ τὰ αὐτὰ γνωρίσματα τῶν διεστηκότων κατὰ τὸν τῆς φύσεως λόγον ἀναζητεῖν. τῆς τοίνυν ἐν τῇ κτίσει φύσεως, καθώς φησί που τῆς παναρέτου σοφίας ὁ λόγος, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων ἐφ᾽ ἑαυτῆς δεικνυούσης καὶ πᾶσι συμπαρατεινομένης τοῖς χρονικοῖς διαστήμασι, ταύτην τὴν ἰδιότητα οἷόν τινα χαρακτῆρα τοῦ ὑποκειμένου λαμβάνομεν ἐν τῷ πάντως καὶ ἀρχὴν αὐτοῦ τινα τῆς συστάσεως βλέπειν καὶ πρὸς τὸ μέσον ὁρᾶν καὶ πρὸς τὸ πέρας ταῖς ἐλπίσι συμπαρατείνεσθαι. μεμαθήκαμεν γὰρ ὅτι οὔτε ἐξ ἀϊδίου ἦν ὁ οὐρανὸς καὶ ἡ γῆ οὔτε εἰς τὸ ἀΐδιον ἔσται, ὡς ἐκ τούτου δῆλον εἶναι ὅτι καὶ ἀπὸ ἀρχῆς τινος τὰ ὄντα ἤρξατο καὶ εἴς τι πάντως καταλήξει πέρας. ἡ δὲ θεία φύσις κατ᾽ οὐδὲν μέρος περατουμένη, ἀλλὰ πανταχόθεν [ἐν] τῷ ἀορίστῳ πάντα περασμὸν διαβαίνουσα πόρρωθέν ἐστι τῶν ἐπὶ τῆς κτίσεως εὑρισκομένων σημείων.

ἡ γὰρ ἀδιάστατος καὶ ἄποσος καὶ ἀπερίγραπτος δύναμις ἐν ἑαυτῇ τοὺς αἰῶνας καὶ πᾶσαν τὴν ἐν τούτοις ἔχουσα κτίσιν καὶ πανταχόθεν τῆς τῶν αἰώνων ἀπειρίας τῇ ἀϊδιότητι τῆς ἰδίας ὑπερεκπίπτουσα φύσεως ἢ οὐδὲν ἔχει σημεῖον τὸ καταμηνύον τὴν φύσιν ἢ ἄλλο τι πάντως καὶ οὐχ ὅπερ ἡ κτίσις ἔχει. ἐπεὶ οὖν ἴδιον τῆς κτίσεως τὸ ἀρχὴν ἔχειν, ἀλλότριον ἂν εἴη τῆς ἀκτίστου φύσεως τὸ τῆς κτίσεως ἴδιον. εἰ γὰρ καθ᾽ ὁμοιότητα τῆς κτίσεως καὶ τὴν τοῦ μονογενοῦς ὕπαρξιν ἔκ τινος καταλαμβανομένης ἀρχῆς ὑποτίθεσθαί τις ἀξιώσειε, κατ᾽ ἀνάγκην πάντως καὶ τὴν τῶν λοιπῶν ἀκολουθίαν τῷ περὶ τοῦ υἱοῦ λόγῳ συνεφαρμόσει. οὐ γὰρ ἔστι τῆς ἀρχῆς δοθείσης μὴ συνομολογῆσαι καὶ τὸ ἑπόμενον. ὥσπερ γὰρ εἴ τις ἄνθρωπον εἶναι δοίη τινά, πάντα τὰ τῆς φύσεως ἴδια τῇ ὁμολογίᾳ ταύτῃ συνήρτησε, καὶ ζῷον αὐτὸν καὶ λογικὸν εἶναι λέγων καὶ εἴ τι ἄλλο νοεῖται περὶ τὸν ἄνθρωπον, κατὰ τὸν αὐτὸν λόγον εἰ ἕν τι τῶν περὶ τὴν κτίσιν ἰδιωμάτων ἐπὶ τῆς θείας οὐσίας κατανοήσαιμεν, οὐκέτ᾽ ἐφ᾽ ἡμῖν ἔσται τὸν λοιπὸν κατάλογον τῶν ἐπ᾽ αὐτῆς θεωρουμένων μὴ ἐφαρμόσαι τῇ ἀκηράτῳ φύσει· ἡ γὰρ ἀρχὴ βιαίως τε καὶ ἀναγκαίως τὸ μεθ᾽ ἑαυτὴν ἀκόλουθον ἑπιζητήσει. ἡ γὰρ οὕτω νοουμένη ἀρχὴ τῶν μετ᾽ αὐτήν ἐστιν ἀρχή, ὥστε εἰ ἐκεῖνα εἴη, καὶ ταύτην εἶναι, εἰ δὲ ἀναιροῖτο τὰ συνημμένα, μηδὲ τὸ προηγούμενον μένειν.

τῆς τοίνυν σοφίας καὶ μεσότητα καὶ τέλος τῇ ἀρχῇ προστιθείσης, εἰ λάβοιμεν ἐπὶ τῆς τοῦ μονογενοῦς φύσεως ἀρχήν τινα ἀπό τινος σημείου ὁριζομένην τῆς ὑποστάσεως, καθὼς δογματίζει ἡ αἵρεσις, οὐ συγχωρήσει πάντως ἡ σοφία μὴ καὶ τὸ πέρας καὶ τὸ μέσον τῇ ἀρχῇ συναρτῆσαι. εἰ δὲ τοῦτο γένοιτο, εὑρεθήσεται ἡμῖν ὁ θεολόγος θνητὸν τοῖς ἐπιχειρήμασιν ἀποδεικνύων τὸ θεῖον. εἰ γὰρ τῇ ἀρχῇ τὸ τέλος κατὰ τὸν τῆς σοφίας λόγον ἀναγκαίως ἐφέπεται καὶ τὸ μέσον ἐνθεωρεῖται τοῖς πέρασιν, ὁ τὸ ἓν δοὺς τῇ δυνάμει καὶ τὰ ἄλλα συγκατεσκεύασε, μέτρα καὶ πέρας ζωῆς ὁρίζων τῇ ἀορίστῳ φύσει. εἰ δὲ τοῦτο ἀσεβές τε καὶ ἄτοπον, τῆς ἴσης ἢ καὶ μείζονος ἄξιον κατηγορίας ἐστὶ τὸ ἀρχὴν δοῦναι τῷ λόγῳ τῷ εἰς ἀσέβειαν λήγοντι· ἀρχὴ δὲ τῆς τοιαύτης ἀτοπίας ἐφάνη τὸ ἐν ἀρχῇ τινι περιγεγραμμένην τοῦ υἱοῦ τὴν ζωὴν νομίσαι. ὥστε δυοῖν θάτερον, ἢ μεταθήσονται πρὸς τὸν ὑγιαίνοντα λόγον ὑπὸ τῶν εἰρημένων ἀναγκαζόμενοι καὶ τῇ τοῦ πατρὸς ἀϊδιότητι τὸν ἐξ ἐκείνου συνθεωρήσουσιν, ἢ εἰ μὴ τοῦτο βούλοιντο, καθ᾽ ἑκάτερον περατώσουσι τοῦ υἱοῦ τὸ ἀΐδιον, τῇ ἀρχῇ καὶ τῷ τέλει τὸ ἄπειρον αὐτοῦ τῆς ζωῆς εἰς τὸ ἀνύπαρκτον ἄγοντες.

εἰ δὲ ἀτελεύτητος καὶ τῶν ψυχῶν καὶ τῶν ἀγγέλων ἡ φύσις καὶ οὐδὲν κωλύεται εἰς τὸ ἀΐδιον προϊέναι διὰ τοῦ καὶ κτιστὴ εἶναι καὶ ἀπό τινος τὴν ἀρχὴν τῆς συστάσεως ἐσχηκέναι, ὡς διὰ τούτου δύνασθαι ἂν καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ ἴσον τοὺς ὑπεναντίους εἰπεῖν, ὡς μήτε ἐξ ἀϊδίου ὄντος καὶ εἰς τὸ ἀτελεύτητον παρατείνοντος, ὁ ταῦτα προφέρων κἀκεῖνο λογιζέσθω, ὅσῳ 〈τῷ〉 μεταξὺ τῆς κτίσεως ἡ θεότης διέστηκε τοῖς ἰδιώμασι. τῆς μὲν γὰρ θεότητος ἴδιον τὸ ἀνενδεὲς παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν θεωρουμένου νοήματος, ἡ δὲ κτίσις ἐκ μετοχῆς τοῦ βελτίονος ἐν τῷ καλῷ γίνεται, ἥτις οὐ μόνον τοῦ εἶναι ἤρξατο, ἀλλὰ καὶ τοῦ ἐν τῷ καλῷ εἶναι πάντοτε διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπαυξήσεως ἐν τῷ ἄρχεσθαι καταλαμβάνεται. διότι οὐδέποτε ἐπὶ τοῦ κατειλημμένου ἵσταται, ἀλλὰ πᾶν τὸ κτισθὲν διὰ τῆς μετουσίας ἀρχὴ τῆς πρὸς τὸ μεῖζον ἀνόδου γίνεται καὶ κατὰ τὴν Παύλου φωνὴν οὐδέποτε παύεται τοῖς ἔμπροσθεν ἐπεκτεινομένη καὶ λήθην ποιουμένη τῶν ὄπισθεν.

Ἐπεὶ οὖν ἡ μὲν θεότης αὐτοζωή ἐστι, θεὸς δὲ ὁ μονογενὴς θεὸς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πᾶν εἴ τι ὑψηλὸν καὶ θεοπρεπές ἐστι νόημα, ἡ δὲ κτίσις ἐκεῖθεν τῶν ἀγαθῶν λαμβάνει τὴν χορηγίαν, φανερὸν ἐκ τούτων ἂν εἴη ὅτι εἴπερ μετέχουσα τῆς ζωῆς ἐν τῷ ζῆν ἐστι, καὶ εἰ παύσαιτο τῆς μετουσίας, καὶ τοῦ ἐν τῷ ζῆν εἶναι παύσεται πάντως. εἰ μὲν οὖν καὶ περὶ τοῦ μονογενοῦς θεοῦ ταῦτα λέγειν τολμῶσιν, ὅσα περὶ τῆς κτίσεως ἀληθές ἐστι λέγειν, καὶ τοῦτο μετὰ πάντων λεγέτωσαν, ὅτι ὁμοίως τῇ κτίσει καὶ τοῦ εἶναι ἄρχεται καὶ ἐν τῷ ζῆν καθ᾽ ὁμοιότητα τῶν ψυχῶν διαμένει. εἰ δὲ ὁ μὲν αὐτοζωή ἐστι καὶ τοῦ ἐπείσακτον ἔχειν ἐν ἑαυτῷ τὴν ζωὴν οὐ προσδέεται, τὰ δὲ ἄλλα πάντα οὐχὶ ζωή ἐστιν, ἀλλὰ μεθεκτικὰ τῆς ζωῆς γίνεται, τίς ἀνάγκη διὰ τῶν ἐν τῇ κτίσει βλεπομένων παραγράφεσθαι τοῦ υἱοῦ τὸ ἀΐδιον; τὸ μὲν γὰρ ἀεὶ ὡσαύτως κατὰ τὴν φύσιν ἔχον ἀπαράδεκτόν ἐστι τοῦ ἐναντίου καὶ τῆς πρὸς τὸ ἕτερον μεταβολῆς ἀνεπίδεκτον· οἷς δὲ ἡ φύσις μεθόριος, τούτοις ἐπαμφοτερίζει πρὸς ἑκάτερον ἡ ῥοπή, κατ᾽ ἐξουσίαν τοῖς κατὰ γνώμην προσκλινομένη. εἰ οὖν ἡ ὄντως ζωὴ ἐν τῇ θείᾳ τε καὶ ὑπερκειμένῃ θεωρεῖται φύσει, ἡ ἀπόπτωσις ταύτης πρὸς τὸ ἀντικείμενον πάντως κατὰ τὸ εἰκὸς καταλήξει. πολύσημος δὲ τῆς ζωῆς καὶ τοῦ θανάτου ἡ ἔννοια καὶ οὐ κατὰ τὸν αὐτὸν νοουμένη τρόπον.

ἐπὶ μὲν γὰρ τῆς σαρκὸς ἡ τῶν σωματικῶν αἰσθήσεων ἐνέργειά τε καὶ κίνησις ζωὴ λέγεται καὶ τὸ ἔμπαλιν ἡ σβέσις αὐτῶν καὶ διάλυσις θάνατος ὀνομάζεται· ἐπὶ δὲ τῆς νοερᾶς φύσεως ἡ πρὸς τὸ θεῖον οἰκείωσις ἡ ἀληθής ἐστι ζωὴ καὶ ἡ τούτου ἀπόπτωσις θάνατον ἔχει τὸ ὄνομα. διὸ καὶ τὸ ἀρχέγονον κακὸν ὁ διάβολος καὶ θάνατος λέγεται καὶ εὑρετὴς θανάτου, ἀλλὰ καὶ κράτος ἔχειν θανάτου παρὰ τοῦ ἀποστόλου λέγεται. οὐκοῦν διπλῆς, καθὼς εἴρηται, τῆς τοῦ θανάτου σημασίας ἐκ τῶν γραφῶν νοουμένης, ὁ μὲν ἀληθῶς ἄτρεπτός τε καὶ ἀναλλοίωτος μόνος ἔχει τὴν ἀθανασίαν καὶ φῶς οἰκεῖ τῷ ζόφῳ τῆς κακίας ἀπρόσιτόν τε καὶ ἀπροσπέλαστον· ὅσα δὲ τοῦ θανάτου μετέχει, τῆς ἀθανασίας διὰ τῆς ἐπὶ τὸ ἐναντίον ῥοπῆς πόρρω γινόμενα *** εἰ δὲ ἀπορρυείη τῆς τοῦ ἀγαθοῦ μετουσίας, δέξαιτο ἂν τῷ τρεπτῷ τῆς φύσεως τὴν κοινωνίαν τοῦ χείρονος, ὅπερ οὐδὲν ἕτερόν ἐστιν ἢ θάνατος, ἀναλογίαν τινὰ πρὸς τὸν σωματικὸν θάνατον ἔχων. ὡς γὰρ ἐνταῦθα τῶν τῆς φύσεως ἐνεργημάτων ἡ σβέσις θάνατος κέκληται, οὕτως καὶ ἐπὶ τῆς νοερᾶς οὐσίας ἡ πρὸς τὸ ἀγαθὸν ἀκινησία θάνατός ἐστι καὶ ζωῆς ἀναχώρησις· ὡς μὴ ἀντιπίπτειν τῷ λόγῳ τῷ τὴν αἱρετικὴν ἀτοπίαν ἐλέγχοντι τὸ περὶ τὴν ἀσώματον κτίσιν νοούμενον. ὁ γὰρ κατάλληλος τῇ νοερᾷ φύσει θάνατος τουτέστιν ὁ χωρισμὸς τοῦ θεοῦ, ὃν ζωὴν ὀνομάζομεν, οὐδὲ ταύτης τῆς φύσεως τῇ δυνάμει κεχώρισται.

ἡ γὰρ ἐκ τοῦ μὴ ὄντος πάροδος τὸ τρεπτὸν καταμηνύει τῆς φύσεως. ᾧ δὲ συγγενὴς ἡ ἀλλοίωσις, τοῦτο χάριτι τοῦ ἐνισχύοντος τῆς τοῦ ἐναντίου μετουσίας ἀπείργεται, οὐχὶ δυνάμει τῆς ἰδίας φύσεως ἐν τῷ ἀγαθῷ μένει· τὸ δὲ τοιοῦτον οὐκ ἀΐδιον. εἰ οὖν καὶ ἀληθεύει λέγων μὴ δεῖν διὰ τῶν αὐτῶν τὴν θείαν οὐσίαν καὶ τὴν κτιστὴν φύσιν ἀναλογίζεσθαι μηδὲ διά τινος ἀρχῆς περιγράφειν τοῦ υἱοῦ τὸ εἶναι, ὡς ἂν μὴ τούτου δοθέντος καὶ τὰ λοιπὰ τῆς κτίσεως ἴδια τῇ τοῦ ἑνὸς ὁμολογίᾳ συμπαρεισέλθοι, ἐλέγχεται προδήλως ἡ ἀτοπία τοῦ τὸν μονογενῆ θεὸν διὰ τῶν περὶ τῆς κτίσεως λεγομένων τῆς τοῦ πατρὸς ἀϊδιότητος ἀποσχίζοντος. ὡς γὰρ οὐδὲν ἄλλο τῶν χαρακτηριζόντων τὴν κτίσιν περὶ τὸν ποιητὴν καθορᾶται τῆς κτίσεως, οὕτως οὐδὲ τὸ ἀπ᾽ ἀρχῆς τινος εἶναι ταύτην ἀπόδειξις γίνεται μὴ πάντοτε εἶναι ἐν τῷ πατρὶ τὸν υἱόν, ὅς ἐστι σοφία τε καὶ δύναμις καὶ φῶς καὶ ζωὴ καὶ πάντα ὅσα ἐν τῷ πατρικῷ θεωρεῖται κόλπῳ.

Ἀλλ᾽ ἐπὶ τοὺς ὑψηλοτέρους μετέρχεται λόγους καὶ μετεωρίσας ἑαυτὸν καὶ ὀγκώσας ἐν διακένῳ φυσήματι λέγειν ἐπιχειρεῖ τι τῆς τοῦ θεοῦ μεγαλοπρεπείας ἐπάξιον. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. 〈θεὸς γὰρ ὤν〉, φησί, 〈τὸ πάντων ἐξοχώτατον ἀγαθὸν καὶ πάντων κράτιστον καὶ πάσης ἀνάγκης ἐλεύθερον〉. καλῶς ὁ γεννάδας καθάπερ τι πλοῖον ἀνερμάτιστον αὐτομάτως ὑπὸ τῶν τῆς ἀπάτης κυμάτων τῷ λιμένι τῆς ἀληθείας ἐγκαθορμίζει τὸν λόγον. 〈πάντων τῶν ἀγαθῶν ἐξοχώτατόν〉 ἐστιν ὁ θεός. ὑπέρευγε τῆς ὁμολογίας. πάντως δὲ τὸν μέγαν Ἰωάννην οὐκ ἂν γράψαιτο παρανόμων γραφήν, παρ᾽ οὗ θεὸς ὁ μονογενὴς ἐν ὑψηλῷ τῷ κηρύγματι διαγγέλλεται ὁ καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν. οὐκοῦν εἰ ἀξιόπιστος τῆς τοῦ μονογενοῦς θεότητος κήρυξ ἐκεῖνος, 〈ὁ δὲ θεὸς τὸ ἐξοχώτατόν ἐστιν ἀγαθόν〉, ὁ υἱὸς ἄρα τὸ ἐξοχώτατον ἀγαθὸν παρὰ τοῦ ἐχθροῦ τῆς δόξης αὐτοῦ μεμαρτύρηται. τῆς δὲ τοιαύτης φωνῆς καὶ ἐπὶ τοῦ πατρὸς ἁρμοζούσης, τὸ ὑπερθετικὸν τῆς τοῦ ἐξοχωτάτου ἐμφάσεως οὐδεμίαν ἐκ συγκρίσεως παραδέχεται μείωσιν ἢ ὑπέρθεσιν. τούτων δὲ ἡμῖν παρὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας πρὸς ἀπόδειξιν τῆς τοῦ μονογενοῦς δόξης παρειλημμένων, προσθετέον εἰς συμμαχίαν τοῦ ὑγιαίνοντος λόγου καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον.

φησὶ γὰρ ὅτι 〈τὸ ἐξοχώτατον ἀγαθόν, ὁ θεός, ἅτε μήτε φύσεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζούσης μήτε χρείας κατεπειγούσης, γεννᾷ τε καὶ δημιουργεῖ κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βούλησιν ἀρκοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν. εἰ τοίνυν πᾶν καλὸν κατὰ τὴν τούτου βούλησιν, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν, εἴπερ ἄρα ἀσθενείας τὸ ποιεῖν ὃ μὴ βούλεται〉. μέχρι τούτου παραληπτέος ἡμῖν πρὸς σύστασιν τῶν εὐσεβῶν δογμάτων ὁ ἐκ ῥυπαρῶν τε καὶ παρακεκομμένων λεξειδίων † διαπεπορπημένος τῶν ἐναντίων λόγος. ὁ γὰρ 〈κατὰ τὴν τῆς ἰδίας ἐξουσίας ὑπεροχὴν τὴν βούλησιν ἀρκοῦσαν ἔχων δύναμιν πρὸς τὴν τῶν γινομένων σύστασιν〉, ὁ τὰ πάντα κτίσας 〈μήτε φύσεως ἐμποδιζούσης μήτε αἰτίας ἀναγκαζούσης, οὐ μόνον τὸ γενόμενον ὁρίζει καλόν, ἀλλὰ καὶ ὅτε γενέσθαι καλόν〉. ὁ δὲ πάντα ποιῶν ὁ μονογενής ἐστι θεός, καθὼς κηρύσσει τὸ εὐαγγέλιον. οὗτος ὅτε ἠθέλησε, τότε καὶ τὴν κτίσιν ἐποίησεν, τότε περιέσχε τῷ οὐρανίῳ σώματι διὰ τῆς κυκλοφορουμένης οὐσίας πάντα τὸν ἐντὸς τοῦ σχήματος ἀπειλημμένον κόσμον· ὅτε καλῶς ἔχειν ᾠήθη τοῦτο γενέσθαι, τότε ἀνέδειξε τὴν ξηράν, τότε τὰ ὕδατα τοῖς κοίλοις ἐγκατέκλεισε χώροις· τότε βλαστήματα, τότε καρποί, τότε ζῴων γένεσις, τότε ἀνθρώπου πλάσις, ὅτε τούτων ἕκαστον εὔκαιρον ἐδόκει τῇ σοφίᾳ τοῦ κτίσαντος.

ὁ δὲ τὰ πάντα ποιήσας (πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον) ὁ μονογενής ἐστι θεὸς ὁ τοὺς αἰῶνας ποιήσας. τοῦ γὰρ διαστήματος τῶν αἰώνων προκαταβεβλημένου τῶν ὄντων, εὔκαιρόν ἐστιν εἰπεῖν τὸ χρονικὸν τοῦτο ἐπίρρημα, ὅτι 〈τότε〉 ἐβουλήθη καὶ 〈τότε〉 ἐποίησεν. αἰῶνος δὲ οὐκ ὄντος οὐδέ τινος διαστηματικῆς ἐννοίας περὶ τὴν θείαν φύσιν τὴν ἄποσόν τε καὶ ἀδιάστατον θεωρουμένης, ἀργεῖν ἀνάγκη πάντως τὰς τῶν χρονικῶν ἐπιρρημάτων ἐμφάσεις. ὥστε τῇ μὲν κτίσει τὴν χρονικὴν ἀρχὴν κατὰ τὸ ἀρέσαν τῇ σοφίᾳ τοῦ τὰ πάντα πεποιηκότος δεδόσθαι λέγειν οὐκ ἔξω τοῦ εἰκότος ἐστίν· αὐτὴν δὲ τὴν θείαν φύσιν ἐν παρατάσει τινὶ διαστηματικῇ θεωρεῖν μόνων τῶν τὴν νέαν σοφίαν πεπαιδευμένων ἐστίν. οἷον γὰρ κἀκεῖνο τοῖς εἰρημένοις ἐγκείμενον ὑπερέβην ἑκών, πρὸς τὸ προκείμενον σπεύδων, ὃ νῦν εἰς ἀπόδειξιν τῆς ἀγχινοίας τοῦ λογογράφου ἐπαναλαβὼν ἀναγνώσομαι. 〈Ὁ〉 γὰρ 〈ἐξοχώτατος〉 αὐτοῦ 〈θεὸς πρὸ τῶν ἄλλων〉, φησίν, 〈ὅσα γεννητά, τῆς αὑτοῦ κρατεῖ δυνάμεως〉. ὁ μὲν λόγος ἐπ᾽ αὐτῆς τῆς λέξεως ἀπὸ τοῦ Φίλωνος τοῦ Ἑβραίου μετενήνεκται παρὰ τοῦ λογογράφου ἐπὶ τὸν ἴδιον λόγον, καὶ ὅτῳ φίλον, ἐξ αὐτῶν τῶν πεπονημένων τῷ Φίλωνι κατάφωρος ἡ κλοπὴ τοῦ Εὐνομίου γενήσεται.

ἐγὼ δὲ τοῦτο παρεσημηνάμην ἐπὶ τοῦ παρόντος οὐ τοσοῦτον τὴν πτωχείαν τῶν ἰδίων λόγων τε καὶ νοημάτων τῷ λογογράφῳ ἐπονειδίζων, ὅσον δεῖξαι τοῖς ἐντυγχάνουσι θέλων τὴν οἰκειότητα πρὸς τοὺς Ἰουδαίων λόγους τῶν Εὐνομίου δογμάτων. οὐ γὰρ ἂν ἐπ᾽ αὐτῆς τῆς λέξεως τοῖς τούτου νοήμασιν ὁ τοῦ Φίλωνος ἐνηρμόσθη λόγος, εἰ μή τις ἦν καὶ τῆς διανοίας τούτου πρὸς τὴν ἐκείνου συγγένεια. οὕτω γὰρ ἔστιν εὑρεῖν κείμενον παρὰ τῷ Ἑβραίῳ τὸν λόγον τὸ 〈ὁ θεὸς πρὸ τῶν ἄλλων ὅσα γεννητά〉, τὸ δὲ ἐφεξῆς ἐκ τῆς νέας Ἰουδαϊκῆς προσερρίφη τὸ 〈τῆς ἰδίας κατακρατεῖ δυνάμεως〉. τοῦτο δὲ ὅσην τὴν ἀτοπίαν ἔχει, δείξει σαφῶς ὁ λόγος ἐξεταζόμενος. 〈ὁ θεός〉, φησί, 〈κρατεῖ τῆς ἰδίας δυνάμεως〉. τί ὤν, εἰπέ μοι, τίνος κρατεῖ; ἄλλο τι παρὰ τὴν δύναμιν ὢν αὐτὸς ἄλλο τι οὔσης κατακρατεῖ τῆς δυνάμεως; οὐκοῦν ἡττᾶται τῆς ἀδυναμίας ἡ δύναμις. τὸ γὰρ ἄλλο τι παρὰ τὴν δύναμιν ὂν δύναμις πάντως οὐκ ἔστιν· καὶ οὕτως εὑρίσκεται καθὸ δύναμις οὐκ ἔστιν, κατ᾽ ἐκεῖνο κρατῶν τῆς δυνάμεως. ἀλλὰ δύναμις ὢν ὁ θεὸς πάλιν ἄλλην ἐν ἑαυτῷ δύναμιν ἔχει καὶ ταύτῃ κατακρατεῖ τῆς ἑτέρας. καὶ τίς ἡ μάχη καὶ ἡ διάστασις, ὥστε μερίσαντα τὸν θεὸν τὴν ἐνυπάρχουσαν ἰσχὺν ἑαυτῷ τῷ ἑνὶ τμήματι τῆς δυνάμεως καταπαλαίειν τὸ ἕτερον; οὐ γὰρ ἂν κρατήσειε τῆς δυνάμεως ἑαυτοῦ, μὴ συμμαχούσης αὐτῷ πρὸς τοῦτο μείζονός τινος καὶ βιαιοτέρας δυνάμεως.

τοιοῦτος ὁ Εὐνομίου θεός, διφυής τις ἢ πολυσύνθετος, αὐτὸς πρὸς ἑαυτὸν μεριζόμενος, ἀσύμφωνον ἔχων τῇ δυνάμει τὴν δύναμιν, ὡς ταύτῃ μὲν πρὸς ἀταξίαν ἐκφέρεσθαι, τῇ δὲ ἑτέρᾳ κωλύειν τὸ πλημμελὲς τῆς κινήσεως. τί δὲ καὶ βουλόμενος κρατεῖ πρὸς γέννησιν ὁρμῶσαν τὴν δύναμιν, μὴ τί γένηται κακὸν ἐκ τοῦ μὴ κωλυθῆναι τὴν γέννησιν, μᾶλλον δὲ πρὸ τούτου τί τῇ φύσει τὸ κρατούμενόν ἐστιν, ἑρμηνευσάτω. τὸ γὰρ λεγόμενον ὁρμητικήν τινα καὶ προαιρετικὴν ὑποδείκνυσι κίνησιν ἐφ᾽ ἑαυτῆς ἰδιαζόντως θεωρουμένην. ἄλλο γάρ τι τὸ κρατοῦν καὶ ἕτερον ἐξ ἀνάγκης ἐστὶ τὸ κρατούμενον. κρατεῖ τοίνυν ὁ θεὸς τῆς δυνάμεως τί οὔσης, αὐτοπροαιρέτου τινὸς φύσεως ἢ ἄλλο τι παρὰ τοῦτο; ὁρμώσης πρὸς ἐνέργειαν ἢ ἀτρεμούσης; εἰ μὲν γὰρ ἠρεμεῖν ὑποτίθεται, τὸ ἡσυχάζον τοῦ κρατοῦντος οὐκ ἐπιδέεται· εἰ δὲ κρατεῖν φησι, δηλονότι κινουμένου τε καὶ ὁρμῶντος κρατεῖ. τοῦτο δὲ ἄλλο τι τῇ φύσει παρὰ τὸν ἐπικρατοῦντα πάντως ἐρεῖ. τί οὖν νοεῖ τοῦτο, φανερωσάτω τῷ λόγῳ. ἄλλο τι παρὰ τὸν θεὸν ἐν ὑποστάσει θεωρούμενον; καὶ πῶς ἂν εἴη ἐν τῷ θεῷ τὸ ἀλλότριον; ἢ ἕξιν τινὰ κατὰ τὸ ἀνυπόστατον ἐν τῇ θείᾳ φύσει θεωρουμένην; ἀλλ᾽ οὐκ ἂν εἴποι τοῦτο. τὸ γὰρ μὴ ὑφεστὼς οὐκ ἔστι, τὸ δὲ μὴ ὂν οὔτε κρατεῖται οὔτε ἀφίεται.

τίς οὖν ἡ κρατουμένη δύναμις ἐκείνη καὶ κωλυομένη πρὸς τὴν ἰδίαν ἐνέργειαν, ἕως ἔμελλεν ὁ καιρὸς τῆς τοῦ υἱοῦ γεννήσεως ἐπιστὰς ἀκώλυτον ἀφιέναι τὴν δύναμιν πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν φέρεσθαι; τίς δὲ ἡ ἐν τῷ μέσῳ τῆς ἀναβολῆς αἰτία, δι᾽ ἣν ὁ θεὸς τὴν τοῦ μονογενοῦς ὑπερέθετο γέννησιν, οὔπω καλὸν εἶναι οἰόμενος τὸ γενέσθαι πατήρ; τί δὲ τὸ μέσον τοῦτο ὃ μεταξὺ τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ζωῆς παρενείρεται; οὐ χρόνος, οὐ τόπος, οὐ διαστηματικόν τι νόημα, οὐκ ἄλλο τοιοῦτον οὐδέν. πρὸς τί τοίνυν ὁ ὀξὺς καὶ διορατικὸς ὀφθαλμὸς ἀτενίζων ἐνορᾷ τῆς ζωῆς τοῦ υἱοῦ πρὸς τὴν τοῦ πατρὸς ζωὴν τὴν διάστασιν; ἀλλὰ πανταχόθεν συνελαυνόμενος οὐδὲν μὲν εἶναι τὸ μεταξὺ καὶ αὐτὸς ἐξ ἀνάγκης συντίθεται. μηδενὸς δὲ ὄντος τοῦ μεσιτεύοντος, ἄμεσον καὶ συναφῆ τὴν κοινωνίαν εἶναι οὐ καταδέχεται;

Ἀλλ᾽ ὑποκαταβαίνει πρὸς τὰ ἡμέτερα τῆς γνώσεως μέτρα καὶ ἀνθρωπικῶς ἡμῖν ὡς εἷς ἡμῶν καὶ αὐτὸς διαλέγεται ὑφομολογῶν ἠρέμα τῶν λογισμῶν τὴν ἀσθένειαν καὶ καταφεύγων ἐπὶ τὸν λόγον ὃν Ἀριστοτέλης τε καὶ οἱ κατ᾽ αὐτὸν οὐκ ἐδίδαξαν. 〈τότε γάρ〉, φησί, 〈καλὸν καὶ πρέπον γεννῆσαι τὸν υἱόν, ὅτε ἐβούλετο, μηδεμιᾶς ἐκ τούτου ζητήσεως ἐγγινομένης τοῖς σώφροσιν τοῦ διὰ τί μὴ πρότερον〉. τί ταῦτα, Εὐνόμιε; καὶ σὺ πεζεύεις κατὰ τοὺς ἰδιώτας ἡμᾶς καὶ καταλιπὼν τὰς τεχνικὰς περιόδους ἐπὶ τὴν ἄλογον συγκατάθεσιν καὶ αὐτὸς καταφεύγεις ὁ πολλὰ τοῖς ἄνευ λογικῆς ἐντρεχείας ἐπιχειροῦσι τῷ γράφειν ἐπονειδίσας, ὁ πρὸς Βασίλειον λέγων ὅτι 〈δι᾽ ὧν ἀδύνατον τοῖς ἀνθρώποις εἶναι λέγεις τὰς ὑπὲρ τῶν πνευματικῶν λόγων εὐθύνας, τὴν ἰδίαν ἐλέγχεις ἄγνοιαν〉, καὶ πάλιν ἑτέρωθι τὸ ἴσον προφέρων ὅτι 〈τὴν ἰδίαν ἀσθένειαν κοινοποιεῖς, τὸ σοὶ〉 μὴ 〈δυνατὸν πᾶσιν ἀδύνατον ἀποφαινόμενος〉; ὁ ταῦτα καὶ τὰ τοιαῦτα λέγων οὕτω προσάγεις τὴν ἀκοὴν τοῦ ἐπιζητοῦντος τὴν αἰτίαν καθ᾽ ἣν ἀναβάλλεται τοιούτου γενέσθαι πατὴρ ὁ πατήρ; ἀρκεῖν οἴει πρὸς ἀπόδειξιν τὸ εἰπεῖν ὅτι τότε ἐγέννησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; οὕτως σοι πρὸς τὴν κατασκευὴν τῶν δογμάτων ἠσθένησεν ἡ καταληπτικὴ φαντασία; ποῦ αἱ διλήμματοι προτάσεις; ποῦ αἱ βίαιοι κατασκευαί;

πῶς σοι φροῦδα καὶ ἀνυπόστατα διαρρυέντα τῆς τέχνης οἴχεται τὰ φοβερά τε καὶ ἄφυκτα τῶν συλλογισμῶν συμπεράσματα; 〈τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις〉. ταῦτα τῶν πολλῶν ἱδρώτων, ταῦτα τῶν ὑπερόγκων ἐπαγγελμάτων 〈τὰ〉 ἀποτελέσματα; τί τὸ ἐρώτημα ἦν; εἰ καλὸν καὶ πρέπον θεῷ τοιοῦτον ἔχειν υἱόν, διὰ τί μὴ ἀεὶ τὸ καλὸν μετ᾽ αὐτοῦ εἶναι πιστεύεται; τίς ἡ ἀπόκρισις ἣν ἐξ αὐτῶν ἡμῖν τῶν ἀδύτων τῆς φιλοσοφίας πεποίηται, ταῖς ἀλύτοις ἀνάγκαις διασφίγξας τὸν λόγον; τότε ἐποίησε τὸν υἱὸν ὅτε ἐβούλετο, μηδεμία δὲ περὶ τούτου ζήτησις ἔστω, διὰ τί μὴ πρότερον. εἰ δὲ περὶ τῶν ἀλόγων τινὸς ἡ σκέψις προέκειτο τῶν κατά τινα φυσικὴν ὁρμὴν ἐνεργούντων, διὰ τί μὴ πρότερον τὸ δοκοῦν κατειργάσατο ἢ ὁ ἀράχνης τὰ νήματα ἢ τὸ κηρίον ἡ μέλιττα ἢ τὴν καλιὰν ἡ τρυγών, τί ἂν ἕτερον εἰπεῖν ἔσχες; ἢ οὐκ αὐτὴ πρόχειρος ἂν ἦν ἡ ἀπόκρισις ὅτι τότε ἐποίησεν ὅτε ἐβούλετο, καὶ μηδεμία ἔστω περὶ τούτου ζήτησις; ἀλλὰ καὶ περὶ πλάστου τινὸς ἢ ζωγράφου τὸ δοκοῦν διὰ τῆς μιμητικῆς ἐνεργοῦντος τέχνης ἢ ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, ὅταν μὴ ὑποχείριος ὢν ἐξουσίᾳ τινὶ πρὸς ἐνέργειαν ἄγῃ τὴν τέχνην, ἁρμόζειν οἶμαι τὴν τοιαύτην φωνὴν ἐπὶ τοῦ μαθεῖν ἐθέλοντος, διὰ τί μὴ πρότερον ἐνεργὸν τὴν τέχνην ἐποίησεν, ὅτι οὐκ ἔχων ἀνάγκην καιρὸν τῆς ἐνεργείας πεποίηται τὴν προαίρεσιν.

ἄνθρωποι γὰρ διὰ τὸ μήτε ἀεὶ ταὐτὰ βούλεσθαι μήτε συνεργοῦσαν ἔχειν ὡς τὰ πολλὰ τῇ βουλήσει τὴν δύναμιν τότε ποιοῦσί τι τῶν κατὰ γνώμην, ὅταν αὐτοῖς ἥ τε προαίρεσις πρὸς τὸ ἔργον ῥέψῃ καὶ μηδὲν κωλύῃ τῶν ἔξωθεν. τὸ δὲ ἀεὶ ὡσαύτως ἔχον, ᾧ ἐπίκτητον τῶν ἀγαθῶν ἐστιν οὐδέν, ἐν ᾧ πᾶσα διαφορὰ βουλευμάτων ἡ κατὰ τὸ ἐναντίον κατά τινα πλάνην καὶ ἄγνοιαν ἐγγινομένη χώραν οὐκ ἔχει, ὃ οὐδὲν ἐκ μεταβολῆς γίνεται ὃ μὴ πρότερον ἦν, μηδὲ αἱρεῖταί τι μετὰ ταῦτα ὃ μὴ ἐξ ἀρχῆς ὡς ἀγαθὸν κατενόησε—περὶ τούτου λέγειν μὴ ἀεὶ τὸ καλὸν ἔχειν, ἀλλ᾽ ὕστερον ἑλέσθαι τι ἔχειν ὃ μὴ πρότερον εἵλετο, ταῦτα τῆς ὑπερβαλλούσης ἡμᾶς σοφίας ἐστίν. ἡμεῖς γὰρ ἐμάθομεν ὅτι τὸ θεῖον ἀεὶ παντὸς ἀγαθοῦ πλῆρές ἐστιν, μᾶλλον δὲ αὐτὸ τῶν ἀγαθῶν ἐστι τὸ πλήρωμα 〈ἀ〉εὶ καὶ οὐδεμιᾶς προσθήκης εἰς τελείωσιν δέεται, ἀλλ᾽ αὐτὸ τῇ ἑαυτοῦ φύσει ἡ τοῦ ἀγαθοῦ τελειότης ἐστί· τὸ δὲ τέλειον ἐπίσης αὐξήσεώς τε καὶ μειώσεως ἠλλοτρίωται· καὶ διὰ τοῦτο τὴν ἐπιθεωρουμένην τῇ θείᾳ φύσει τῶν ἀγαθῶν τελειότητα πάντοτέ φαμεν τὴν αὐτὴν εἶναι, καθ᾽ ὅπερ ἂν τὴν διάνοιαν ἑαυτῶν ἐπεκτείνωμεν, ἐκεῖ τοιαύτην καταλαμβάνοντες. οὐκοῦν οὐδέποτε κενὸν ἀγαθοῦ τὸ θεῖον. ἀλλὰ μὴν ἀγαθοῦ παντὸς πλήρωμα ὁ υἱός· πάντοτε ἄρα ἐν τῷ πατρὶ θεωρεῖται, ᾧ φύσις ἡ ἐν παντὶ ἀγαθῷ τελειότης. ἀλλά, φησί, μηδεμία ἔστω ζήτησις, διὰ τί μὴ πρότερον.

πρὸς ὃν ἐροῦμεν ἡμεῖς ὅτι ἄλλο ἐστίν, ὦ σοφώτατε, 〈τὸ〉 νομοθετεῖν τι τῶν κατὰ γνώμην ἐξ ἐπιτάγματος καὶ ἕτερον τὸ λόγῳ περὶ τῶν ἀμφιβαλλομένων προσάγεσθαι. ἕως ἂν τοίνυν μηδεμίαν ἔχῃς αἰτίαν εἰπεῖν, καθ᾽ ἣν εὐσεβές ἐστιν ὕστερον τῷ πατρὶ τὸν υἱὸν προσγεγενῆσθαι λέγειν, ἀργήσει σοι τὸ ἐπίταγμα παρὰ τοῖς σωφρονοῦσιν.

Οὕτω μὲν οὖν ἡμῖν ἐκ τῆς τεχνικῆς ἐφόδου τὴν ἀλήθειαν Εὐνόμιος εἰς τὸ ἐμφανὲς ἄγει. ἡμεῖς δὲ κατὰ τὸ σύνηθες ἡμῖν τὸν ἐκείνου λόγον πρὸς κατασκευὴν τῶν τῆς ἀληθείας δογμάτων οἰκειωσώμεθα, ὡς ἂν καὶ διὰ τούτου γένοιτο δῆλον ὅτι πανταχοῦ κατὰ τὸ ἀκούσιον ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι τῷ καθ᾽ ἡμᾶς συναγορεύουσι λόγῳ. εἰ γὰρ 〈τότε ἐγέννησε τὸν υἱὸν ὅτε ἐβούλετο〉, καθώς φησιν ὁ ἀντίπαλος, ἐβούλετο δὲ τὸ ἀγαθὸν ἀεί, σύνδρομος δὲ τῇ βουλήσει ἡ δύναμις, ἀεὶ ἄρα ὁ υἱὸς μετὰ τοῦ πατρὸς νοηθήσεται τοῦ ἀεὶ καὶ βουλομένου τὸ καλὸν καὶ δυναμένου ἔχειν ὃ βούλεται. εἰ δὲ χρὴ καὶ τὸν ἐφεξῆς αὐτοῦ λόγον προσαγαγεῖν τῇ ἀληθείᾳ, ῥᾴδιόν ἐστι καὶ τοῦτον τῷ καθ᾽ ἡμᾶς συναρμόσαι δόγματι ὅτι 〈μηδεμία περὶ τούτου ζήτησις ἔστω τοῖς σώφροσιν, διὰ τί μὴ πρότερον〉. ἡ γὰρ τοῦ 〈πρότερον〉 λέξις χρονικήν τινα τὴν ἔνδειξιν ἔχει, ἀντιδιαστελλομένη πρὸς τὸ μετὰ ταῦτα καὶ ὕστερον· ὅταν δὲ χρόνος μὴ ᾖ, συναναιρεῖται πάντως καὶ τῆς χρονικῆς διαστάσεως τὰ ὀνόματα. ἀλλὰ μὴν πρὸ χρόνων καὶ πρὸ αἰώνων ὁ κύριος· ἄχρηστος ἄρα τοῖς νοῦν ἔχουσιν ἐπὶ τοῦ ποιητοῦ τῶν αἰώνων ἡ τοῦ πρότερον καὶ ὕστερον ζήτησις· κενὰ γὰρ πάσης διανοίας ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων μὴ ἐπὶ χρόνου λεγόμενα. ἐπεὶ οὖν πρὸ τῶν χρόνων ὁ κύριος, τὸ πρότερον πάντως καὶ τὸ ὕστερον ἐπ᾽ αὐτοῦ χώραν οὐκ ἔχει.

τάχα μὲν ἀπόχρη καὶ ταῦτα πρὸς ἀνατροπὴν τῶν οὐ δεομένων τοῦ προσπαλαίοντος, ἀλλ᾽ ὑπὸ τῆς ἰδίας αὐτῶν ἀτονίας καταπιπτόντων. τίς γὰρ τοσοῦτον εὔσχολος ἐκ τῶν τοῦ βίου φροντίδων ὡς ἐπὶ τοσοῦτον ἑαυτὸν δοῦναι τῇ ἀκροάσει τῆς τε ματαιότητος τῶν ὑπεναντίων λόγων καὶ τῆς ἡμετέρας πρὸς τὰ μάταια πράγματα μάχης; ἀλλ᾽ ἐπειδὴ τοῖς προειλημμένοις τῇ ἀσεβείᾳ καθάπερ τις δευσοποιὸς βαφὴ καὶ δυσέκνιπτος ἡ ἀπάτη καὶ διὰ βάθους ταῖς καρδίαις ἐγκέκαυται, μικρὸν ἔτι τῷ λόγῳ προσδιατρίψωμεν, εἴ πως δυνηθείημεν τῆς πονηρᾶς αὐτῶν ταύτης κηλῖδος τὰς ψυχὰς ἀπορρύψαι. εἰπὼν γὰρ τὰ εἰρημένα καὶ ἐπαγαγὼν τούτοις κατὰ τὸν παιδευτὴν αὐτοῦ Προύνικον ἀσυναρτήτους τινὰς καὶ ἀναρμόστους ὕβρεών τε καὶ λοιδορημάτων ὀκτάδας ἐπὶ τὸν κολοφῶνα τῶν ἐπιχειρημάτων μετέρχεται καὶ καταλιπὼν τὴν ἀσυλλόγιστον τῆς ματαιότητος ἔκθεσιν πάλιν τοῖς κέντροις τῆς διαλεκτικῆς καθοπλίσας τὸν λόγον συλλογιστικῶς ὡς οἴεται καθ᾽ ἡμῶν κατασκευάζει τὸ ἄτοπον.

Ἔχει δὲ οὕτως ἡ λέξις· 〈πάσης γεννήσεως οὐκ ἐπ᾽ ἄπειρον ἐκτεινομένης, ἀλλ᾽ εἴς τι τέλος καταληγούσης, ἀνάγκη πᾶσα καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴν γέννησιν **** ποτὲ πεπαῦσθαι τοῦτον γεννώμενον μηδὲ πρὸς τὴν ἀρχὴν ἀπίστως ἔχειν, τῶν παυσαμένων τοῦ γεννᾶσθαι καὶ ἀρξαμένων πάντως· ἡ γὰρ τοῦ γεννᾶσθαι παῦλα πιστοῦται τῆς τε γεννήσεως καὶ τοῦ γεννᾶσθαι τὴν ἀρχήν, καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστιν ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων〉. ἐπειδὴ τοίνυν κατὰ τὴν σοφίαν τῶν τὰ τοιαῦτα δεινῶν τὸ καθόλου προθεὶς ἐπαγωγικῶς κατασκευάζειν ἐπιχειρεῖ τὸ προκείμενον, ἐμπεριλαμβάνων τῇ γενικῇ προτάσει τὴν ἐπὶ μέρους ἀπόδειξιν, πρότερον τὸ καθόλου κατανοήσωμεν, εἶθ᾽ οὕτως τὴν τῶν ἐπαγομένων ἐξετάσωμεν δύναμιν. ἆρ᾽ εὐσεβές ἐστιν ἐκ πάσης γεννήσεως καὶ τοῦ υἱοῦ τεκμήρασθαι τὴν προαιώνιον γέννησιν, καὶ τὴν κοινὴν φύσιν διδάσκαλον τῆς τοῦ μονογενοῦς ὑπάρξεως προβάλλεσθαι χρή; ἐγὼ μὲν οὐκ ἂν ἐπὶ τοσοῦτον ἐλθεῖν τινα μανίας ἐλπίσαιμι, ὡς τοιοῦτό τι κατὰ τῆς θείας καὶ ἀκηράτου φαντασθῆναι γεννήσεως. 〈πᾶσα〉, φησί, 〈γέννησις οὐκ ἐπ᾽ ἄπειρον ἐκτείνεται〉. τί τὸ τῆς γεννήσεώς ἐστι σημαινόμενον; τὴν σαρκώδη καὶ σωματικὴν ἀποκύησιν λέγει ἢ τὴν κατασκευὴν τῶν ἀψύχων; ἀλλὰ τῶν μὲν σωματικῶν γεννήσεων φανερὰ τὰ πάθη, ἅπερ οὐκ ἄν τις ἐπὶ τὴν θείαν γέννησιν μεταφέροι.

καὶ ὡς ἂν μὴ τὰ τῆς φύσεως ἔργα διαγράφων ὁ λόγος παρέλκειν δοκοίη, σιωπῇ τὰ τοιαῦτα παρελευσόμεθα, παντὸς οἶμαι τοῦ γε νοῦν ἔχοντος ἀφ᾽ ἑαυτοῦ γινώσκοντος τὰς αἰτίας καθ᾽ ἃς ἡ γέννησις παρατείνεται καὶ ἀρχομένη καὶ λήγουσα· μακρὸν γὰρ ἂν εἴη καὶ περιττὸν ἅμα πάντα δι᾽ ἀκριβείας ἐκτίθεσθαι, τὴν σύνοδον τῶν γεννώντων, τὴν ἐν τοῖς σπλάγχνοις τοῦ γεννωμένου διάπλασιν, τὴν ὠδῖνα, τὸν τόκον, τὸν χρόνον, ὧν ἄνευ οὐκ ἔστι συστῆναι σώματος γέννησιν· ἅπερ ἐπίσης πάντα τῆς θείας γεννήσεως τοῦ μονογενοῦς ἠλλοτρίωται. εἰ γὰρ ἕν τι τούτων δοθείη, καὶ τὰ λοιπὰ πάντα κατ᾽ ἀνάγκην συνεισελεύσεται. ὡς ἂν οὖν καθαρεύοι πάσης ἐμπαθοῦς διανοίας ἡ θεία γέννησις, οὐδὲ τὴν διαστηματικὴν παράτασιν ἐπ᾽ ἐκείνης νοήσομεν. τὸ γὰρ ἀρχόμενον καὶ παυόμενον ἐν παρατάσει τινὶ θεωρεῖται πάντως. πᾶσα δὲ παράτασις χρόνῳ διαμετρεῖται· χρόνου δὲ μὴ ὄντος, ᾧ καὶ τέλος τοῦ τόκου καὶ ἀρχὴν σημειούμεθα, μάταιον ἂν εἴη τέλος καὶ ἀρχὴν ἐπὶ τῆς ἀδιαστάτου γεννήσεως ἐννοεῖν, οὐδενὸς εὑρισκομένου σημειωτικοῦ νοήματος οὔτε ἐν ᾧ ἄρχεται οὔτε εἰς ὃ καταλήγει. εἰ δὲ πρὸς τὰ ἄψυχα τῶν κτισμάτων ὁρᾷ, καὶ ἐπ᾽ ἐκείνων ὡσαύτως καὶ τόπος καὶ χρόνος καὶ ὕλη καὶ παρασκευὴ καὶ δύναμις τοῦ τεχνιτεύοντος καὶ πολλὰ τοιαῦτα συνδραμόντα τελεσιουργεῖ τὸ γινόμενον.

καὶ ἐπειδὴ πᾶσι τοῖς γινομένοις συμπαρατείνεται πάντως ὁ χρόνος καὶ αἱ κατασκευαστικαὶ πρὸς τὸ γινόμενον ἀφορμαὶ συνεπινοοῦνται παντὶ τῷ κτιζομένῳ, κἂν ἔμψυχόν τι κἂν ἄψυχον ᾖ, φανερὰς ἔστιν εὑρεῖν ἐπὶ τούτων καὶ τὰς ἀρχὰς καὶ τὰς τελευτὰς τῆς συστάσεως· καὶ γὰρ καὶ ὕλης πορισμὸς ἀρχὴ τοῦ κατασκευάσματος γίνεται καὶ τοπικόν τι σημεῖον καὶ ἀκολουθία χρόνου. πάντα ταῦτα τὰς ἀρχὰς καὶ τὰ τέλη τοῖς γινομένοις ὁρίζει, καὶ οὐκ ἄν τις εἴποι κοινωνίαν ἔχειν τινὰ ταῦτα πρὸς τὴν προαιώνιον τοῦ μονογενοῦς θεοῦ ὕπαρξιν, ὥστε διὰ τῶν ὧδε θεωρουμένων ἀρχήν τινα καὶ τέλος ἐπὶ τῆς γεννήσεως ἐκείνης ἀναλογίζεσθαι.

Τούτων οὖν ἡμῖν οὕτω διῃρημένων πάλιν τὸν λόγον τῶν ἐναντίων κατανοήσωμεν. 〈πάσης〉, φησί, 〈γεννήσεως οὐκ ἐπ᾽ ἄπειρον ἐκτεινομένης, ἀλλ᾽ εἴς τι τέλος καταληγούσης〉. ἐπειδὴ τοίνυν νενόηται τὸ τῆς γεννήσεως σημαινόμενον καθ᾽ ἑκατέραν ἔννοιαν, εἴτε τὴν ἀποκύησιν τῶν σωματικῶν εἴτε τὴν κατασκευὴν ἐθέλοι τῶν κτισμάτων τῷ τοιούτῳ σημαίνειν ὀνόματι, ὧν οὐδέτερον ἐπὶ τῆς ἀκηράτου φύσεως τὴν κοινωνίαν ἔχει, ἀλλοτρία δέδεικται τοῦ προκειμένου ἡ πρότασις. οὐ γάρ, ἐπειδὴ πᾶσα ποίησίς τε καὶ γέννησις εἴς τι καταλήγει πέρας, ἀνάγκη πᾶσα, καθὼς ἐκεῖνος κατασκευάζει, καὶ τοὺς παραδεξαμένους τοῦ υἱοῦ τὴν γέννησιν διπλοῖς αὐτὴν πέρασι περιγράφειν, ἀρχὴν καὶ τέλος ἐπ᾽ αὐτῆς ἐννοοῦντας. μόνα γὰρ τὰ πηλικότητι περιγεγραμμένα τινὶ καὶ ἄρχεται γινόμενα καὶ εἰς πέρας λήγει, καὶ τὸ ἐκ τοῦ χρόνου μέτρον τῷ ποσῷ τοῦ γεννωμένου παρατεινόμενον τὴν ἀρχὴν τοῦ τέλους διΐστησι τῷ μεταξὺ διαστήματι. τὸ δὲ ἄποσον καὶ ἀδιάστατον πῶς ἄν τις ἢ μετρήσειεν ἢ διαστήσειεν; ποῖον ἐπὶ τοῦ ἀπόσου μέτρον εὑρὼν ἢ ποῖον ἐπὶ τοῦ ἀδιαστάτου διάστημα; πῶς δέ τις τὸ ἀόριστον τέλει καὶ ἀρχῇ διαλήψεται; ἀρχὴ γὰρ καὶ τέλος τῶν διαστηματικῶν περάτων ἐστὶν ὀνόματα. διαστάσεως δὲ μὴ οὔσης οὐδὲ τὸ πέρας ἔστιν. ἀλλὰ μὴν ἀδιάστατος ἡ θεία φύσις, ἀδιάστατος δὲ οὖσα πέρας οὐκ ἔχει, τὸ δὲ ἀπεράτωτον ἄπειρόν ἐστί τε καὶ λέγεται.

μάταιον ἄρα τὸ ἄπειρον ἀρχῇ καὶ τελευτῇ περιγράφειν· τὸ γὰρ περιγεγραμμένον ἄπειρον εἶναι οὐ δύναται. πόθεν οὖν ὁ Πλατωνικὸς οὗτος Φαῖδρος τὰ περὶ ψυχῆς ἐκεῖ φιλοσοφηθέντα τῷ Πλάτωνι τοῖς ἰδίοις δόγμασιν ἀσυναρτήτως ἐρράπτει; ὡς γὰρ ἐκεῖνος ἐκεῖ παῦλαν εἶπε κινήσεως, οὕτω 〈παῦλαν γεννήσεως〉 καὶ οὗτος εἰπεῖν ἐπεθύμησεν, ὡς ἂν τοὺς ἀπείρους τούτων ταῖς Πλατωνικαῖς καλλιφωνίαις περικομπήσειε. 〈καὶ τούτοις ἀπιστεῖν οὐκ ἔστι〉, φησί, 〈ἔκ τε τῆς φύσεως αὐτῆς, ἔτι δὲ καὶ τῶν θείων νόμων〉. ἀλλ᾽ ἡ μὲν 〈φύσις〉 ἐκ τῶν εἰρημένων οὐκ ἀξιόπιστος εἰς διδασκαλίαν τῆς θείας γεννήσεως ἡμῖν ἀναπέφηνεν, οὐδὲ εἰ τὸν κόσμον τις αὐτὸν εἰς ὑπόδειγμα φέροι τοῦ λόγου, ἐπεὶ καὶ τῇ τούτου κτίσει, καθὼς ἐν τῇ κοσμογενείᾳ παρὰ τοῦ Μωϋσέως ἐμάθομεν, συνδιεξῄει τὸ ἐκ τοῦ χρόνου μέτρον, ῥηταῖς ἡμέραις τε καὶ νυξὶν ἑκάστῳ τῶν γινομένων κατά τινα τάξιν καὶ ἀκολουθίαν παραμετρούμενον. ὅπερ ἐπὶ τῆς τοῦ μονογενοῦς ὑποστάσεως οὐδὲ αὐτὸς ὁ τῶν ἐναντίων δέχεται λόγος, ὁμολογῶν πρὸ χρόνων αἰωνίων εἶναι τὸν κύριον.

ὑπόλοιπον δ᾽ ἂν εἴη τὴν 〈ἐκ τῶν θείων νόμων〉 συνηγορίαν τοῦ προκειμένου κατανοῆσαι, δι᾽ ἧς ἐπαγγέλλεται καὶ τέλος καὶ ἀρχὴν τῆς τοῦ υἱοῦ γεννήσεως ἀποδεικνύειν. 〈βουληθείς〉, φησίν, 〈ὁ θεὸς τοῖς Ἑβραίοις τὸν περὶ τῆς δημιουργίας ἐντυπωθῆναι νόμον, [οὐ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν] τῷ τέλει τῆς δημιουργίας ἐναπέθετο καὶ τῆς ἀρχῆς τὴν πίστιν· οὐ γὰρ τὴν πρώτην τῆς γεννήσεως ἡμέραν, ἀλλὰ τὴν ἑβδόμην, ἐν ᾗ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ἔδωκε *** τὴν ὑπόμνησιν τῆς δημιουργίας〉. ἆρά τις πεισθήσεται παρ᾽ ἐκείνου ταῦτα γεγράφθαι καὶ οὐχὶ παρ᾽ ἡμῶν ἐπὶ διαβολῇ τοῦ συγγράμματος παρεντεθεῖσθαι τὰ εἰρημένα, ὡς ἂν καταγέλαστος δοκοίη τοῖς ἐντυγχάνουσιν, τὰ μηδὲν κοινωνοῦντα τοῖς ζητουμένοις εἰς ἀπόδειξιν τῶν προκειμένων ἐπισυρόμενος; τὸ γὰρ ζητούμενον ἦν δεῖξαι, καθὼς ἐπηγγείλατο, μὴ ὄντα τὸν υἱὸν γεγεννῆσθαι, ἀλλ᾽ ἀρχήν τε λαβεῖν γεννήσεως καὶ λῆξαι γεννώμενον, οἷόν τινος ὠδῖνος ἐν χρόνῳ παρατεινούσης τὴν γέννησιν. ἡ δὲ εἰς τοῦτο κατασκευὴ τίς; τὸ σαββατίζειν ἐκ νόμου κατὰ τὴν ἑβδόμην ἡμέραν τὸν Ἑβραίων λαόν. ὢ πόση συμφωνία τῆς μαρτυρίας πρὸς τὸ προκείμενον. ἐπειδὴ τιμᾶται τῇ ἀργίᾳ παρὰ τοῦ Ἰουδαίου τὸ σάββατον, ἀποδέδεικται τὸ τὸν κύριον, καθὼς οὗτος λέγει, ἀρχήν τε λαβεῖν τοῦ τόκου καὶ τικτόμενον παύσασθαι.

πόσαι καὶ ἄλλαι πρὸς τοῦτο μαρτυρίαι τῷ λογογράφῳ παρείθησαν οὐδὲν τῆς εἰρημένης πρὸς σύστασιν τοῦ ζητουμένου λειπόμεναι; ἡ κατὰ τὴν ὀγδόην περιτομή, ἡ τῶν ἀζύμων ἑβδομάς, τὸ ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ σεληναίου δρόμου μυστήριον, αἱ τοῦ καθαρισμοῦ θυσίαι, ἡ περὶ τῶν λεπρῶν παρατήρησις, ὁ κριός, ὁ μόσχος, ἡ δάμαλις, ὁ ἀποπομπαῖος χίμαρος. εἰ δὲ ταῦτα πόρρω τῶν προκειμένων ἐστίν, πῶς ἐντὸς ἐκεῖνο τοῦ ζητουμένου, λεγέτωσαν οἱ ζηλωταὶ τῶν Ἰουδαϊκῶν μυστηρίων. ἡμεῖς γὰρ μικροπρεπές τε καὶ ἄνανδρον τὸ τοῖς κειμένοις ἐπεμβαίνειν νομίζοντες ἀναζητήσομεν ἐκ τῆς τῶν γεγραμμένων ἀκολουθίας εἴ τι τοιοῦτόν ἐστιν οἷον ἱδρῶτα κινῆσαι τῷ προσπαλαίοντι. ὅσα τοίνυν ἐν τοῖς ἐφεξῆς περὶ τοῦ μὴ δεῖν μέσον τι τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἐννοεῖν κατασκευάζων διέξεισιν, ὡς συμβαίνοντά πως τῷ καθ᾽ ἡμᾶς δόγματι παρελεύσομαι. ἀδιακρισίας γὰρ ἂν εἴη καὶ ἀγνωμοσύνης ἅμα μὴ διακρίνειν ἐν τοῖς λεγομένοις τὸ ἀνεύθυνόν τε καὶ τὸ ὑπαίτιον, ἐπειδὴ τοῖς ἰδίοις μαχόμενος οὐκ ἀκολουθεῖ τοῖς ὁμολογουμένοις, καὶ τὸ ἄμεσον λέγων καὶ τὸ συναφὲς οὐ δεχόμενος, καὶ τὸ μὴ εἶναί τι πρὸ τοῦ μονογενοῦς ἐννοῶν καὶ τὸ εἶναι υἱὸν ὑπονοῶν, ἀλλὰ περὶ τοῦ μὴ ὄντα γεγεννῆσθαι διαμαχόμενος. μικρὸν 〈οὖν〉 ἐν τούτοις ἀσχοληθέντες διὰ τὸ τοῖς φθάσασιν ἱκανῶς ἤδη προκατεσκευάσθαι τὸν λόγον τῶν προκειμένων ἑξόμεθα.

Οὐκ ἔστι τοῦ αὐτοῦ καὶ μηδὲν ὑπερτιθέναι τῆς τοῦ μονογενοῦς ὑποστάσεως καὶ μὴ εἶναι λέγειν πρὸ τῆς γεννήσεως, ἀλλὰ τότε γεγεννῆσθαι ὅτε ὁ πατὴρ ἠβουλήθη· τὸ γὰρ “τότε„ καὶ “ὅτε„ κυρίως καὶ προσφυῶς ἐπὶ τὴν χρονικὴν δεῖξιν τὴν σημασίαν φέρει κατά τε τὴν κοινὴν τῶν ὑγιῶς φθεγγομένων συνήθειαν καὶ κατὰ τὴν ἐν τῇ γραφῇ σημασίαν.

Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσι, καὶ Ὅτε ἀπέστειλα ὑμᾶς, καὶ Τότε ὁμοιωθήσεται ἡ βασιλεία, καὶ μυρία τοιαῦτα διὰ πάσης ἔστι τῆς γραφῆς εἰς ἀπόδειξιν τοῦ προκειμένου λαβεῖν, ὅτι τοῖς τοιούτοις τοῦ λόγου μορίοις τὸν χρόνον ἐπισημειοῦται τῆς γραφῆς ἡ συνήθεια. εἰ οὖν χρόνος οὐκ ἦν, καθὼς ὁ ἀντιλέγων συντίθεται, συνανῄρηται πάντως καὶ ἡ χρονικὴ σημασία· ταύτης δὲ μὴ οὔσης τὸ ἀΐδιον τῆς ἐννοίας κατὰ πᾶσαν ἀνάγκην ἀντεισελεύσεται. τῇ γὰρ τοῦ μὴ εἶναι φωνῇ καὶ τὸ ποτὲ πάντως συνυπακούεται. εἰ γὰρ χωρὶς τοῦ ποτὲ τὸ μὴ εἶναι λέγοι, οὐδὲ νῦν εἶναι δώσει· εἰ δὲ τὸ νῦν διδοὺς πρὸς τὸ ἀΐδιον μάχεται, πάντως οὐ τὸ καθόλου μὴ εἶναι, ἀλλὰ τὸ ποτὲ μὴ εἶναι διανενόηται. τῆς δὲ φωνῆς ταύτης ἀνυποστάτου παντάπασιν οὔσης, εἰ μὴ πρὸς τὴν τοῦ χρόνου σημασίαν ἐρείδοιτο, ἀνόητον ἂν εἴη καὶ μάταιον τὸ μήτε τι πρὸ τοῦ υἱοῦ εἶναι λέγειν μήτε πάντοτε τὸν υἱὸν εἶναι κατασκευάζειν. εἰ γὰρ μήτε τόπος μήτε χρόνος μήτε τις ἑτέρα κτίσις ἐστὶν ἐν ᾗ οὐκ ἔστιν ὁ ἐν ἀρχῇ ὢν λόγος, πανταχόθεν τοῦ δόγματος τῆς εὐσεβείας ἐξῄρηται τὸ ποτὲ μὴ εἶναι τὸν κύριον. οὐκοῦν οὐχ ἡμῖν, ἀλλ᾽ ἑαυτῷ διαμάχεται ὁ καὶ εἶναι καὶ μὴ εἶναι τὸν μονογενῆ δογματίζων. ἐν γὰρ τῷ ὁμολογεῖν μηδενὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα διαιρεῖσθαι συνάφειαν τὸ ἀΐδιον αὐτῷ πάντως προσμεμαρτύρηκεν.

εἰ δὲ ἐν τῷ πατρὶ λέγοι μὴ εἶναι τὸν υἱόν, τῷ τοιούτῳ λόγῳ οὐκ ἀντεροῦμεν αὐτοί, ἀλλὰ τὴν γραφὴν ἀντιθήσομεν, ἥ φησιν ἐν τῷ πατρί τε εἶναι τὸν υἱὸν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα, τὸ πότε ἢ ὅτε ἢ τότε μὴ προστιθεῖσα τῷ λόγῳ, ἀλλὰ τῇ ἀποφατικῇ ταύτῃ καὶ ἀπολύτῳ φωνῇ τὸ ἀΐδιον αὐτῷ μαρτυρήσασα.

Τὸ δὲ κατασκευάζειν αὐτὸν ἀγέννητον παρ᾽ ἡμῶν λέγεσθαι τὸν μονογενῆ θεὸν ἴσον ἐστὶ τῷ λέγειν ὅτι καὶ γεννητὸν εἶναι τὸν πατέρα διοριζόμεθα. τῆς γὰρ αὐτῆς ἀτοπίας, μᾶλλον δὲ βλασφημίας ἑκάτερον· ὥστε εἰ μὲν συκοφαντεῖν ἔγνωκε, προστιθέτω καὶ τὸ ἕτερον ἔγκλημα, μηδενὸς φειδόμενος δι᾽ ὧν ἂν ᾖ δυνατὸν χαλεπώτερον ἐκτραχύνειν καθ᾽ ἡμῶν τοὺς ἀκούοντας. εἰ δὲ τὸ ἕτερον τούτων διὰ τὸ περιφανὲς τῆς συκοφαντίας οὐκ αἰτιᾶται, ἀφιέτω καὶ τὸ λειπόμενον· ἴσον γὰρ εἰς ἀσέβειαν, καθὼς εἴρηται, καὶ τὸν υἱὸν ἀγέννητον λέγειν καὶ γεννητὸν τὸν πατέρα. εἰ μὲν οὖν εὑρίσκεταί τις ἐν τοῖς παρ᾽ ἡμῶν γεγραμμένοις φωνὴ τοιαύτη, δι᾽ ἧς ἀγέννητος ὁ υἱὸς ὀνομάζεται, καθ᾽ ἡμῶν αὐτῶν τὴν ἐσχάτην ψῆφον ἐξοίσομεν· εἰ δὲ ψευδεῖς αἰτίας τε καὶ συκοφαντίας κατ᾽ ἐξουσίαν συμπλάσσει, τὸ δοκοῦν ἐπὶ διαβολῇ τῶν καθ᾽ ἡμᾶς δογμάτων λογοποιῶν, γένοιτ᾽ ἂν ἴσως τοῖς γε νοῦν ἔχουσι καὶ αὕτη τῆς ἐν ἡμῖν εὐσεβείας ἀπόδειξις, ὅτι τῆς ἀληθείας ἡμῶν ὑπερμαχούσης τὸ ψεῦδος εἰς κατηγορίαν τοῦ δόγματος ἡμῶν προεστήσατο, ἀλλοτρίαν τοῦ ἡμετέρου λόγου κατασκευάζων τὴν τῆς ἀσεβείας γραφήν. ἀλλ᾽ ἔστιν ἐν συντόμῳ πρὸς τὰς αἰτίας ταύτας ἀπολογήσασθαι. ὡς γὰρ ἡμεῖς τὸν ἀγεννήτως εἶναι λέγοντα τὸν μονογενῆ θεὸν ἐπάρατον κρίνομεν, οὕτω κἀκεῖνος ἐπαράσθω τὸν μὴ εἶναί ποτε τὸν ἐν ἀρχῇ ὄντα διοριζόμενον.

ἐκ γὰρ τοῦ τοιούτου δειχθήσεται τρόπου ὅ τε κατὰ ἀλήθειαν καὶ ὁ συκοφαντικῶς τὰς αἰτίας ἐπάγων. εἰ δὲ ἡμεῖς ἀρνούμεθα τὰ ἐγκλήματα, καὶ πατέρα λέγοντες τῇ φωνῇ υἱὸν συνεπινοοῦμεν, καὶ υἱὸν ὀνομάσαντες ἀληθῶς εἶναί φαμεν ὃ λέγεται, γεννητῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπαυγασθέντα, πῶς οὐ πρόδηλος ἡ συκοφαντία τῶν ἀγέννητον λέγειν ἡμᾶς τὸν μονογενῆ θρυλούντων; οὐ μὴν ἐπειδὴ γεννητῶς αὐτὸν εἶναί φαμεν, τὸ μὴ εἶναι αὐτόν ποτε διὰ τούτου παραδεξόμεθα. τίς γὰρ οὐκ οἶδεν ὅτι ἄμεσός ἐστιν ἡ κατὰ τὸ σημαινόμενον ἐναντίωσις τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος, ὥστε τὴν τοῦ ἑτέρου τῶν εἰρημένων θέσιν ἀναίρεσιν τοῦ ἐναντίου γίνεσθαι πάντως, καὶ ὅτι καθάπερ τὸ εἶναι κατὰ πάντα χρόνον ταὐτόν ἐστιν, ἐν ᾧπερ ἄν τις ὑφεστάναι τι τῶν ὄντων ὑπόθηται (οὐ γὰρ μᾶλλον νῦν ἔστιν οὐρανὸς καὶ ἄστρα καὶ ἥλιος καὶ τὰ λοιπὰ τῶν ὄντων ἢ χθὲς καὶ πρώην καὶ ἐν παντὶ τῷ προάγοντι χρόνῳ), τὸν αὐτὸν τρόπον καὶ τοῦ μὴ εἶναι τὸ σημαινόμενον ἐπίσης ἐν παντὶ τὸ ἀνύπαρκτον ἔχει, εἴτε κατὰ τὸ πρότερόν τις εἴτε κατὰ τὸ ὕστερον λέγοι. οὐ γὰρ μᾶλλον νῦν τι τῶν ὑφεστώτων οὐκ ἔστιν ἢ εἰ πρότερον ἀνύπαρκτον ἦν, ἀλλὰ εἷς ὁ τοῦ μὴ εἶναι λόγος ἐπὶ τοῦ μὴ ὄντος ἐν παντὶ χρονικῷ διαστήματι.

διὸ καὶ ἐπὶ τῶν ζῴων τήν τε τοῦ γεγονότος εἰς τὸ μὴ ὂν ἀνάλυσιν καὶ τοῦ μηδέπω τὴν εἰς τὸ γενέσθαι πάροδον ἐσχηκότος ὀνόμασι μὲν διαφόροις τὴν ἀνυπαρξίαν σημαίνομεν, ἢ μὴ γεγενῆσθαι τὴν ἀρχὴν ἢ τεθνάναι τὸ γενόμενον λέγοντες, ἐπίσης δὲ δι᾽ ἑκατέρας φωνῆς τὸ ἀνύπαρκτον παριστῶμεν τῷ λόγῳ. ὥσπερ γὰρ ἡ ἡμέρα νυκτὶ περιέχεται καθ᾽ ἑκάτερον μέρος, λέγεται δὲ οὐχ ὡσαύτως τὰ περιέχοντα, ἀλλὰ τὸ μὲν μετὰ τὴν ἑσπέραν, τὸ δὲ πρὸ τοῦ ὄρθρου, νὺξ δὲ τὸ δηλούμενόν ἐστι κατ᾽ ἀμφότερα, τὸν αὐτὸν τρόπον εἰ ἐκ τοῦ παραλλήλου πρὸς τὸ ὂν ἀντιθεωροίη τις τὸ μὴ ὄν, κατονομάσει μὲν διαφόρως τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν, ἓν δὲ νοήσει δι᾽ ἀμφοτέρων τὸ σημαινόμενον [τό τε πρὸ τῆς συστάσεως καὶ τὸ μετὰ τὴν τοῦ συστάντος διάλυσιν]. τὸ γὰρ μὴ εἶναι τοῦ τε μὴ γεννηθέντος καὶ τοῦ τεθνηκότος πλὴν τῆς διαφορᾶς τῶν ὀνομάτων ἴσον ἐστὶν ὑπεξῃρημένου τοῦ κατὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως λόγου.

ἐπειδὴ τοίνυν ἀρχηγὸν ζωῆς καὶ αὐτοζωὴν τὸν μονογενῆ θεὸν παρὰ τῆς γραφῆς μεμαθήκαμεν καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ὅτιπέρ ἐστιν ἐν ὀνόματι καὶ νοήματι τίμιον, ἄτοπον καὶ δυσσεβὲς εἶναί φαμεν τῷ ὄντως ὄντι συνθεωρεῖν καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ἢ διάλυσιν εἰς φθορὰν ἢ ἀνυπαρξίαν πρὸ τῆς συστάσεως, ἀλλὰ πανταχόθεν πρὸς τὸ ἐφεξῆς καὶ πρὸς τὸ προαιώνιον ἐπεκτείνοντες ἑαυτῶν τὴν διάνοιαν οὐδαμοῦ πρὸς τὸ μὴ ὂν ταῖς ἐννοίαις λήγομεν, ἴσον εἰς ἀσέβειαν κρίνοντες οἱῳδήποτε χρόνῳ δι᾽ ἀνυπαρξίας περικόπτειν τὸ θεῖον. ταὐτὸν γάρ ἐστιν καὶ θνητὴν εἰπεῖν τὴν ἀθάνατον ζωὴν καὶ ψευδῆ τὴν ἀλήθειαν καὶ σκοτεινὸν τὸ φῶς καὶ μὴ εἶναι τὸ ὄν. ὁ τοίνυν τὸ μὴ ἔσεσθαί ποτε μὴ διδοὺς οὐδὲ τὸ μὴ εἶναί ποτε συνθήσεται κατὰ τὸν ἡμέτερον λόγον, τὴν αὐτὴν ἀτοπίαν φεύγων καθ᾽ ἑκάτερον μέρος· ὡς γὰρ τὸ ἀτελεύτητον τῆς ζωῆς τοῦ μονογενοῦς οὐκ ἐπικόπτει θάνατος, οὕτως οὐδὲ κατὰ τὸ ἄνω ἡ ἀνυπαρξία στήσει πρὸς τὸ ἀΐδιον αὐτοῦ τὴν ζωὴν προϊοῦσαν, ὡς ἂν πανταχόθεν καθαρεύοι τὸ ὄντως ὂν τῆς πρὸς τὸ μὴ ὂν κοινωνίας. διὰ τοῦτο πόρρω γίνεσθαι τῆς τοιαύτης πλάνης τοὺς μαθητὰς θέλων ὁ κύριος, ὡς ἂν μή ποτε καὶ αὐτοὶ τὸ πρεσβύτερον τῆς τοῦ μονογενοῦς ὑποστάσεως ἀναζητοῦντες πρὸς τὸ ἀνύπαρκτον τοῖς λογισμοῖς ἀπενεχθεῖεν.

Ἐγώ, φησίν, ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, ὡς οὔτε τοῦ μὴ ὄντος ἐν τῷ ὄντι νοουμένου οὔτε τοῦ ὄντος ἐν τῷ μὴ ὄντι. καὶ αὐτὴ δὲ ἡ τοῦ λόγου τάξις τὸ εὐσεβὲς ἑρμηνεύει τοῦ δόγματος. ἐπειδὴ γὰρ οὐκ ἐκ τοῦ υἱοῦ ὁ πατήρ, ἀλλ᾽ ἐκ τοῦ πατρὸς ὁ υἱός, διὰ τοῦτο πρῶτόν φησιν Ἐγὼ ἐν τῷ πατρί, δεικνὺς τὸ μὴ ἄλλως ἀλλ᾽ ἐξ ἐκείνου εἶναι, εἶτα ἀναστρέφει τὸν λόγον ὅτι Καὶ ὁ πατὴρ ἐν ἐμοί, σημαίνων ὅτι ὁ ὑπερβὰς τὸν υἱὸν τῇ πολυπραγμοσύνῃ καὶ τὴν περὶ τοῦ πατρὸς ἔννοιαν συμπαρέρχεται. ὁ γὰρ ἔν τινι ὢν ἔξω τοῦ ἐν ᾧ ἐστιν εὑρεθῆναι οὐ δύναται· ὥστε μάταιος ὁ ἐν τῷ υἱῷ μὲν εἶναι τὸν πατέρα μὴ ἀντιλέγων, ἔξω δὲ τοῦ υἱοῦ κατειληφέναι τι τοῦ πατρὸς φανταζόμενος, καὶ μάτην διαπλανᾶται τῶν πολεμούντων ἡμῖν ἡ περὶ τὸ ῥῆμα τῆς 〈ἀγεννησίας〉 σκιαμαχία διὰ τῶν ἀνυπάρκτων κενεμβατοῦσα.

Μᾶλλον δὲ εἰ χρὴ πᾶσαν εἰς τὸ ἐμφανὲς ἀγαγεῖν τὴν ἀτοπίαν τοῦ λόγου, μικρὸν ἔτι συγχωρηθήτω προσδιατρίψαι τῷ θεωρήματι. τοῦ γὰρ μονογενοῦς θεοῦ ὕστερον μετὰ τὸν πατέρα γεγεννῆσθαι παρ᾽ αὐτῶν λεγομένου, εὑρίσκεται κατ᾽ ἀνάγκην τὸ ἀγέννητον αὐτῶν, ὅ τι ποτὲ καὶ εἶναι φαντάζονται, τῶν κακῶν τὴν ἔννοιαν συνεμφαῖνον. τίς γὰρ οὐκ οἶδεν ὅτι ὥσπερ τῷ ὄντι τὸ μὴ ὂν ἀντιδιαιρεῖται, οὕτω καὶ παντὶ ἀγαθῷ πράγματί τε καὶ ὀνόματι τὸ ἐξ ἐναντίου νοούμενον, οἷον τῷ καλῷ τὸ κακὸν καὶ τῇ ἀληθείᾳ τὸ ψεῦδος, τῷ φωτὶ τὸ σκότος καὶ πάντα ὅσα τούτοις ὁμοιοτρόπως πρὸς τὸ ἐναντίον ἀλλήλοις ἀντικαθίσταται, ἐφ᾽ ὧν ἄμεσός ἐστιν ἡ ἐναντίωσις καὶ οὐκ ἐνδέχεται κατὰ ταὐτὸν τὰ δύο μετ᾽ ἀλλήλων εἶναι, ἀλλ᾽ ἥ τε παρουσία τοῦ ἑνὸς ὑπεξαιρεῖ τὸ ἀντίθετον καὶ ἐν τῇ τοῦ ἑτέρου ὑποχωρήσει γίνεται τοῦ ἐναντίου ἡ γένεσις. τούτων δὲ ἡμῖν οὕτω διωμολογημένων κἀκεῖνο παντὶ δῆλόν ἐστιν, ὅτι ὥσπερ φησὶ Μωϋσῆς σκότος εἶναι πρὸ τῆς τοῦ φωτὸς κτίσεως, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ, εἰ κατὰ τὸν λόγον τῆς αἱρέσεως τότε ἐποίησεν αὐτὸν ὁ πατὴρ ὅτε ἠθέλησε, πρὶν ποιῆσαι αὐτὸν οὐκ ἦν ἐκεῖνο τὸ φῶς, ὅπερ ἐστὶν ὁ υἱός. φωτὸς δὲ μήπω ὄντος οὐκ ἐνδέχεται μὴ τὸ ἀντικείμενον εἶναι. καὶ γὰρ διὰ τῶν ἄλλων ἐμάθομεν ὅτι οὐδὲν εἰκῇ τῶν παρὰ τοῦ δημιουργοῦ γεγονότων ἐστίν, ἀλλὰ τὸ λεῖπον ἐπεισάγεται τοῖς οὖσι διὰ τῆς κτίσεως.

δῆλον οὖν ἐστι πάντως ὅτι εἴπερ ἐποίησε τὸν υἱὸν ὁ θεός, διὰ τὸ λείπειν τῇ φύσει τῶν ὄντων ἐποίησεν. ὥσπερ οὖν τοῦ αἰσθητοῦ φωτὸς λείποντος σκότος ἦν καί, εἰ μὴ ἐγεγόνει τὸ φῶς, ἐπεκράτει πάντως τὸ σκότος, οὕτως καὶ τοῦ υἱοῦ μήπω ὄντος αὐτό τε τὸ ἀληθινὸν φῶς καὶ πάντα ὅσα ἐστὶν ὁ υἱὸς οὔπω ἦν. τὸ γὰρ ὂν καὶ κατὰ τὴν τῆς αἱρέσεως μαρτυρίαν τοῦ γενέσθαι οὐ δέεται. οὐκοῦν εἰ ἐποίησε, τὸ μὴ ὂν πάντως ἐποίησε. πρὶν οὖν γενέσθαι κατ᾽ αὐτοὺς τὸν υἱὸν οὐδὲ ἡ ἀλήθεια δηλονότι ἐγεγόνει οὔτε τὸ νοητὸν φῶς οὔτε ἡ πηγὴ τῆς ζωῆς οὔτε τινὸς καθόλου καλοῦ τε καὶ ἀγαθοῦ φύσις. ἀλλὰ μὴν τούτων ἑκάστου τῇ ὑπεξαιρέσει τὸ ἐξ ἐναντίου νοούμενον παρυφίσταται, καὶ φωτὸς μὴ ὄντος οὐκ ἔστι μὴ σκότος εἶναι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἀνθ᾽ ἑκάστου τῶν πρὸς τὸ κρεῖττον νοουμένων, ὅταν μὴ παρῇ τι τούτων, οὐκ ἐνδέχεται μὴ τὸ ἐναντίον πάντως εἶναι ἀντὶ τοῦ λείποντος. ἀνάγκη οὖν πᾶσα, ὡς ἔμελλε θέλειν ὁ πατὴρ τὸν υἱὸν “ποιῆσαι„ κατὰ τὸν τῆς αἱρέσεως λόγον, μηδενὸς ὄντος τῶν ὅσα ὁ υἱός ἐστιν, πάντα τὰ ἐναντία περὶ αὐτὸν εἶναι λέγειν, ἀντὶ τοῦ φωτὸς τὸ σκότος, ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος, ἀντὶ τῆς ζωῆς τὸν θάνατον, ἀντὶ τοῦ καλοῦ τὸ κακόν. ὁ γὰρ κτίζων τὰ μὴ ὄντα κτίζει· 〈τῷ γὰρ ὄντι〉, καθώς φησιν ὁ Εὐνόμιος, 〈οὐ δεῖ γεννήσεως〉.

τῶν δὲ κατὰ ἀντίθεσιν θεωρουμένων οὐκ ἔστιν ἄλλως τὰ κρείττω μὴ εἶναι ἢ ἐκ τοῦ τὰ χείρονα εἶναι. ταῦτα τοίνυν ἡ σοφία τῆς αἱρέσεως δωροφορεῖ τῷ πατρὶ δι᾽ ὧν ἀτιμάζει τοῦ υἱοῦ τὸ ἀΐδιον, τὸν τῶν κακῶν κατάλογον πρὸ τῆς τοῦ υἱοῦ ἀναδείξεως προσάγουσα τῷ θεῷ καὶ πατρί.

Καὶ μηδεὶς ἐκ τῆς ἄλλης κτίσεως ἀνατρέπειν οἰέσθω τὴν ἐκ τῆς ἀκολουθίας ταύτης ἀναδειχθεῖσαν ἀτοπίαν τοῦ δόγματος. ἐρεῖ γάρ τις ἴσως ὅτι ὥσπερ τοῦ οὐρανοῦ μὴ ὄντος οὐδὲν ἐναντίον τούτῳ, οὕτως καὶ τοῦ υἱοῦ μήπω γενομένου, ὅς ἐστιν ἀλήθεια, οὐ πάντως ἀναγκαζόμεθα τὸ ἐναντίον εἶναι συντίθεσθαι. πρὸς ὃν ἔστιν εἰπεῖν ὅτι οὐρανῷ μὲν τὸ ἀντικείμενον ἔστιν οὐδέν, εἰ μὴ ἄρα τῷ εἶναι αὐτὸν τὸ μὴ εἶναί τις λέγοι ἀντίθετον. τῇ δὲ ἀρετῇ τὸ κατὰ κακίαν πάντως ἀντικαθέστηκεν, ἀρετὴ δὲ ὁ κύριος, ὥστε οὐρανοῦ μὲν μὴ ὄντος οὐδὲν ἦν, ἀγαθοῦ δὲ μὴ ὄντος τὸ ἐναντίον ἦν. ὁ οὖν τὸ ἀγαθὸν λέγων μὴ εἶναι τὸ κακὸν εἶναι καὶ μὴ βουλόμενος πάντως συνθήσεται. 〈ἀλλὰ καὶ ὁ πατήρ〉, φησί, 〈καὶ παντελής ἐστιν ἀρετὴ καὶ ζωὴ καὶ ἀπρόσιτον φῶς καὶ πάντα τὰ ὑψηλὰ νοήματά τε καὶ ὀνόματα· ὡς μὴ εἶναι ἀνάγκην, ὅτε τὸ μονογενὲς φῶς οὔπω ἦν, τὸ κατάλληλον ἐκ τοῦ ἐναντίου νοεῖσθαι σκότος〉. ἀλλ᾽ οὗτος ὁ ἐμός ἐστι λόγος, ὅτι οὐδέποτε σκότος ἦν. οὐδὲ γὰρ ἦν ποτε ὅτε τὸ φῶς οὐκ ἦν· ἀεὶ γὰρ ἐν τῷ φωτὶ πάντως ἐστὶ τὸ φῶς, καθὼς ἡ προφητεία λέγει.

εἰ δὲ κατὰ τὸν λόγον τῆς αἱρέσεως ἄλλο τὸ ἀγέννητον καὶ ἕτερον τὸ γεννητόν ἐστι φῶς καὶ τὸ μὲν ἐξ ἀϊδίου τοῦτο δὲ μετὰ ταῦτα γενόμενον, ἀνάγκη πᾶσα τῷ μὲν ἀϊδίῳ φωτὶ μηδέποτε χώραν εὑρεῖν ἀντικαταστῆναι τὸ ἀντικείμενον· ἀεὶ γὰρ λάμποντος τοῦ φωτὸς ἡ ἐνέργεια τοῦ σκότους ἐπ᾽ αὐτοῦ χώραν οὐκ ἔχει· ἐπὶ δὲ τοῦ μετὰ ταῦτα, καθὼς ἐκεῖνοί φασι, γεγονότος ἀμήχανον εἶναι μὴ ἐκ σκότους τὸ φῶς λάμψαι, ἀλλὰ πάντῃ καὶ πάντως τοῦ τε ἀϊδίου φωτὸς καὶ τοῦ ὕστερον γενομένου σκότος τὸ μέσον διαληφθήσεται. οὐ γὰρ ἂν τῆς κατασκευῆς τοῦ μετὰ ταῦτα φωτὸς χρεία ἐγίνετο, εἰ μὴ πρός τι χρήσιμον ἦν τὸ κτιζόμενον. μία δὲ φωτὸς χρῆσις τοῦ λύεσθαι δι᾽ αὐτοῦ τὸν ἐπικρατοῦντα ζόφον. τὸ μὲν οὖν ἀκτίστως ὂν φῶς αὐτὸ δι᾽ ἑαυτό ἐστιν ὅπερ ἐστὶν τῇ φύσει, τὸ δὲ κτιζόμενον διά τι γίνεται πάντως. οὐκοῦν προϋπάρχειν ἀνάγκη τὸ σκότος, οὗ χάριν ἀναγκαίως δημιουργεῖται τὸ φέγγος, καὶ οὐκ ἔστιν οὐδενὶ λόγῳ παραμυθήσασθαι τὸ μὴ προτερεύειν τῆς τοῦ γεννητοῦ φωτὸς ἀναδείξεως τὸ σκότος, ὅταν μετὰ ταῦτα κατεσκευάσθαι πιστεύηται. ἀλλὰ μὴν πάσης ἀσεβείας τὸ τοιοῦτόν ἐστιν ἐπέκεινα.

ἄρα σαφῶς πεφανέρωται ὅτι οὐχὶ μὴ οὖσαν τὴν ἀλήθειαν ὁ πατὴρ τῆς ἀληθείας ἐποίησεν, ἀλλὰ πηγὴ ὢν φωτὸς καὶ ἀληθείας καὶ παντὸς ἀγαθοῦ ἐξ ἑαυτοῦ τὸ μονογενὲς φῶς τῆς ἀληθείας ἀπηύγασε, δι᾽ οὗ πάντοτε ἡ τῆς ὑποστάσεως αὐτοῦ δόξα χαρακτηρίζεται, ὡς πανταχόθεν τῶν ὕστερον τῷ θεῷ διὰ κτίσεως τὸν υἱὸν προγεγενῆσθαι λεγόντων τὴν βλασφημίαν ἐλέγχεσθαι.