Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Εὐστάθιον περὶ τῆς ἁγίας τριάδος

Γρηγόριος ὁ Νύσσης

Η ταυτότητα των θείων ενεργειών και η ενότητα της φύσης

Θεολογική απόδειξη ότι η ταύτιση της ενέργειας μεταξύ των τριών προσώπων της Αγίας Τριάδας καταδεικνύει το απαράλλακτο της θείας φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς πατέρα καὶ υἱὸν τὴν τοῦ πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ᾽ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλότριον διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητούντων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν στοχαστικῶς ἀναλογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐνεργουμένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι (οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπ᾽ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι.

ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι. ἁγιάζει καὶ ζωοποιεῖ καὶ παρακαλεῖ καὶ πάντα τὰ τοιαῦτα ὁμοίως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μηδεὶς κατ᾽ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν ἀκούσας τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, [πᾶσα χάρις καὶ δύναμις,] ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθὸν ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία ἔν τε τῇ νοητῇ κτίσει καὶ ἐν τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντος.

εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπ᾽ ἐκείνων τὴν τοῦ πνεύματος δύναμιν ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν· ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ πατρὸς καὶ υἱοῦ τῇ δυνάμει τοῦ πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. τῆς γὰρ ἀνθρωπίνης φύσεως ἐκ ψυχῆς τε καὶ σώματος συγκεκραμένης, τῆς δὲ ἀγγελικῆς ἀσώματον τὴν ζωὴν κεκληρωμένης, εἰ μὲν ἐπὶ μόνων τῶν σωμάτων ἐνεργὸν ἦν τὸ πνεῦμα τὸ ἅγιον, ἡ δὲ ψυχὴ τῆς παρ᾽ αὐτοῦ χάριτος ἀνεπίδεκτος ἦν, ἴσως ἄν τις ἐκ τούτου συνελογίσατο—τῆς ἐν ἡμῖν νοερᾶς τε καὶ ἀσωμάτου φύσεως ὑπὲρ τὴν τοῦ πνεύματος δύναμιν οὔσης—μηδὲ τὴν ἀγγελικὴν ζωὴν ἐπιδεᾶ τῆς ἐκείνου χάριτος εἶναι. εἰ δὲ κατὰ τὸ προηγούμενον ἡ τοῦ ἁγίου πνεύματος δωρεὰ τῆς ψυχῆς χάρις ἐστί, τῷ δὲ νοερῷ τε καὶ ἀειδεῖ συνῆπταί πως πρὸς τὴν ἀγγελικήν τε καὶ ἀσώματον ζωὴν ἡ τῆς ψυχῆς ἡμῶν κατασκευή, τίς οὐκ ἂν σύνθοιτο τῶν τὸ ἀκόλουθον βλέπειν ἐπισταμένων, ὅτι πᾶσα νοερὰ φύσις τῇ τοῦ ἁγίου πνεύματος οἰκονομεῖται διαταγῇ;

ἐπειδὴ γὰρ εἴρηται Ὅτι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς οἱ ἄγγελοι, οὐκ ἔστι δὲ ἄλλως ἰδεῖν τὴν τοῦ πατρὸς ὑπόστασιν μὴ διὰ τοῦ χαρακτῆρος εἰς αὐτὴν ἀτενίσαντα, ὁ δὲ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως ὁ μονογενής ἐστι, τούτῳ δὲ πάλιν οὐκ ἄν τις προσεγγίσειε μὴ τῷ ἁγίῳ πνεύματι καταυγασθεὶς τὴν διάνοιαν, τί ἐκ τούτων ἀποδείκνυται; ὅτι οὐδὲ μιᾶς ἐνεργείας τῆς παρὰ πατρὸς ἐνεργουμένης τὸ ἅγιον πνεῦμα διακεχώρισται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον· ὥστε, κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας. κοινότης συνθήσεται.