Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Σιμπλίκιον περὶ πίστεως

Γρηγόριος ὁ Νύσσης

Αναίρεση της κακοδοξίας περί της κτιστής φύσεως του Υιού

Απόδειξη ότι η θεώρηση του Υιού ως κτίσματος τον καθιστά αλλότριο Θεό και οδηγεί την προσκύνησή του στην ειδωλολατρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΣΙΜΠΛΙΚΙΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ Σιμπλικίῳ τριβούνῳ Γρηγόριος περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος Κελεύει ὁ θεὸς διὰ τοῦ προφήτου μηδένα πρόσφατον θεὸν εἶναι νομίζειν μηδὲ προσκυνεῖν θεῷ ἀλλοτρίῳ. οὐκοῦν δῆλόν ἐστιν, ὅτι πρόσφατον λέγεται ὃ μὴ ἐξ ἀϊδίου ἐστίν. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἀΐδιον λέγεται ὃ μὴ πρόσφατόν ἐστιν. ὁ τοίνυν μὴ ἐξ ἀϊδίου τὸν μονογενῆ θεὸν ἐκ τοῦ πατρὸς εἶναι πιστεύων πρόσφατον εἶναι αὐτὸν οὐκ ἀρνεῖται· τὸ γὰρ μὴ ἀΐδιον πρόσφατον πάντως. πᾶν δὲ τὸ πρόσφατον θεὸς οὐκ ἔστιν, καθὼς εἶπεν ἡ γραφὴ ὅτι Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος. ἄρα ὁ λέγων ὅτι ποτὲ οὐκ ἦν ὁ υἱὸς ἀρνεῖται αὐτοῦ τὴν θεότητα. πάλιν ἀλλότριον θεὸν προσκυνεῖν κωλύει ὁ λέγων Οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ὁ δὲ ἀλλότριος τῇ πρὸς τὸν ἴδιον ἡμῶν θεὸν ἀντιδιαστολῇ θεωρεῖται. τίς οὖν ὁ ἴδιος ἡμῶν ἐστι θεός; δῆλον ὅτι ὁ ἀληθινὸς θεός. τίς δὲ ὁ ἀλλότριος; πάντως ὁ τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως ἀλλοτρίως ἔχων. εἰ οὖν ἴδιος ἡμῶν θεὸς ὁ ἀληθινός ἐστι θεός, ἐὰν μὴ ᾖ τῆς τοῦ ἀληθινοῦ φύσεως ὁ μονογενὴς θεός, καθὼς λέγουσιν οἱ αἱρετικοί, ἀλλότριός ἐστι καὶ οὐχ ἡμέτερος. λέγει δὲ τὸ εὐαγγέλιον ὅτι τὰ πρόβατα ἀλλοτρίῳ οὐ μὴ ὑπακούσῃ. ὁ λέγων κτιστὸν αὐτὸν εἶναι ἀλλότριον τῆς τοῦ ἀληθινοῦ θεοῦ φύσεως εἶναι κατασκευάζει. τί οὖν ποιήσουσιν οἱ λέγοντες ὅτι κτιστός ἐστιν;

προσκυνοῦσι τὸν κτιστὸν αὐτῶν θεὸν ἢ οὐχί; εἰ μὲν γὰρ οὐ προσκυνοῦσιν, ἰουδαΐζουσιν ἀρνούμενοι τοῦ Χριστοῦ τὴν προσκύνησιν· εἰ δὲ προσκυνοῦσιν, εἰδωλολατροῦσι· τὸν γὰρ ἀλλότριον τοῦ ἀληθινοῦ θεοῦ προσκυνοῦσιν. ἀλλὰ μὴν ἐπίσης ἀσεβὲς καὶ μὴ προσκυνεῖν τὸν υἱὸν καὶ προσκυνεῖν τὸν ἀλλότριον θεόν. χρὴ ἄρα τοῦ ἀληθινοῦ πατρὸς ἀληθινὸν τὸν υἱὸν λέγειν, ἵνα καὶ προσκυνῶμεν αὐτὸν καὶ μὴ κατακριθῶμεν ὡς ἀλλότριον προσκυνοῦντες θεόν.