Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς Σιμπλίκιον περὶ πίστεως

Γρηγόριος ὁ Νύσσης

Ανασκευή των σοφισμάτων περί γεννήσεως και διαφοράς της ουσίας

Αντίκρουση των αιρετικών επιχειρημάτων σχετικά με τον χρόνο γεννήσεως, την ιεραρχική υποβάθμιση και την υποτιθέμενη διαφορά ουσίας μεταξύ αγεννήτου και γεννητού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Ὅταν δὲ λέγωσιν ὅτι εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ εἰ ἐγεννήθη, οὐκ ἦν, διδαχθήτωσαν ὅτι οὐ χρὴ τὰ τῆς σαρκικῆς γεννήσεως ἰδιώματα ἐφαρμόζειν τῇ θείᾳ φύσει. σώματα μὲν γὰρ μὴ ὄντα γεννᾶται, ὁ δὲ θεὸς τὰ μὴ ὄντα εἶναι ποιεῖ, οὐκ αὐτὸς ἐκ τοῦ μὴ ὄντος γίνεται. διὸ καὶ ὁ Παῦλος ἀπαύγασμα δόξης αὐτὸν ὀνομάζει, ἵνα διδαχθῶμεν ὅτι, ὥσπερ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεώς ἐστι τοῦ ἀπαυγάζοντος καὶ μετ᾽ ἐκείνου ἐστίν (ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν), οὕτω κελεύει καὶ ἐνταῦθα νοεῖν ὁ ἀπόστολος, ὅτι καὶ ἐκ τοῦ πατρὸς ὁ υἱὸς καὶ οὐδέποτε χωρὶς τοῦ υἱοῦ ὁ πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ εἶναι τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος εἶναι τὸν λύχνον. δῆλον δὲ ὅτι, ὥσπερ τὸ εἶναι ἀπαύγασμα μαρτυρία ἐστὶ τοῦ καὶ τὴν δόξαν εἶναι (μὴ γὰρ οὔσης τῆς δόξης οὐκ ἂν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον), οὕτω τὸ λέγειν μὴ εἶναί ποτε ἀπαύγασμα ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν εἶναι, ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα· τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι εἰ ἦν, οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο, οὐκ ἦν, οὕτω μάταιόν ἐστι περὶ τοῦ υἱοῦ ταῦτα λέγειν, διότι ὁ υἱός ἐστι τὸ ἀπαύγασμα.

Οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς λέγοντες διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα· ὁ γὰρ ἀπόστολος τὸν υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι, ὅση ἂν ᾖ ἡ ὑπόστασις ἡ τοῦ πατρός, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον εἶναι τὸν χαρακτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης τὰ αὐτὰ διδάσκει λέγων ὅτι Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν. ἐκ γὰρ τοῦ εἰπεῖν ὅτι ἐν ἀρχῇ ἦν καὶ οὐχὶ μετὰ τὴν ἀρχήν, ἔδειξεν ὅτι οὐδέποτε ἄλογος ἦν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι, ὅτι καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, τὸ ἀνελλιπὲς τοῦ υἱοῦ ὡς πρὸς τὸν πατέρα ἐσήμανεν· ὅλῳ γὰρ τῷ θεῷ ὅλος συνθεωρεῖται ὁ λόγος. εἰ γὰρ ἐλλιπὴς ἦν ἐν τῷ ἰδίῳ μεγέθει ὁ λόγος, ὥστε μὴ δύνασθαι πρὸς ὅλον τὸν θεὸν εἶναι, ἀνάγκη πᾶσα ἄλογον εἶναι τοῦ θεοῦ νομίζειν τὸ ὑπερεκπίπτον τοῦ λόγου. ἀλλὰ μὴν πάσῃ τοῦ θεοῦ τῇ μεγαλειότητι ἡ τοῦ λόγου μεγαλειότης συνθεωρεῖται. ἄρα οὐκ ἔχει χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον.

Οἱ δὲ λέγοντες τὸ γεννητὸν τῷ ἀγεννήτῳ εἶναι κατὰ τὴν φύσιν ἀνόμοιον διδαχθήτωσαν μὴ μωραίνειν ἐκ τοῦ κατὰ τὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος· καὶ γὰρ καὶ ὁ Ἀδὰμ κατὰ τὴν φυσικὴν τῶν ἀνθρώπων γέννησιν οὐκ ἐγεννήθη, ὁ δὲ Ἄβελ ἐκ τοῦ Ἀδὰμ ἐγεννήθη. ἀλλὰ μὴν ὁ μὴ γεννηθεὶς ἀγέννητος λέγεται καὶ ὁ γεννηθεὶς γεννητός· οὐδὲν δὲ ἐκώλυσε τὸ μὴ γεγεννῆσθαι τὸν Ἀδὰμ πρὸς τὸ ἄνθρωπον εἶναι. οὐδὲ ἡ γέννησις τὸν Ἄβελ ἄλλο τι παρὰ τὴν ἀνθρωπίνην φύσιν ἐποίησεν, ἀλλὰ καὶ οὗτος ἄνθρωπος κἀκεῖνος, εἰ καὶ ὁ μὲν γεννηθεὶς ἦν, ὁ δὲ δίχα γεννήσεως. ἄρα καὶ ἐπὶ τῶν θείων δογμάτων τὸ μὴ γεννηθῆναι καὶ τὸ γεννηθῆναι διαφορὰν οὐκ ἐξεργάζεται φύσεως, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ ἀνθρωπότης μία, οὕτω καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεότης μία.