Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς ἀώρως τετελευτηκότας νήπια

Γρηγόριος ὁ Νύσσης

Ανακεφαλαίωση και τελικά συμπεράσματα

Επιγραμματική σύνοψη των θεολογικών επιχειρημάτων της πραγματείας σχετικά με την πρόνοια του Θεού για τα νήπια και τη διαχείριση της ανθρώπινης προαίρεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 6

Συναπτέον τοίνυν ἐπὶ κεφαλαίῳ τὸν λόγον, ὡς ἂν εὐμνημόνευτα γένοιτο τὰ ἐξητασμένα νοήματα. ἡ γὰρ ἄωρος τελευτὴ τῶν νηπίων οὔτε ἐν ἀλγεινοῖς εἶναι τὸν οὕτω τοῦ ζῆν παυσάμενον νοεῖν ὑποτίθεται οὔτε κατὰ τὸ ἴσον τοῖς διὰ πάσης ἀρετῆς κατὰ τὸν τῇδε βίον κεκαθαρμένοις γίνεται, προμηθείᾳ κρείττονι τοῦ θεοῦ τὴν τῶν κακῶν ἀμετρίαν κωλύοντος ἐπὶ τῶν μελλόντων οὕτω βιώσεσθαι. τὸ δὲ ἐπιβιῶναί τινας τῶν κακῶν οὐκ ἀνατρέπει τὴν ἀποδοθεῖσαν διάνοιαν· τῇ γὰρ πρὸς τοὺς γεννησαμένους χάριτι τὸ κακὸν ἐπ᾽ ἐκείνων ἐνεποδίσθη· οἷς δὲ οὐκ ἦν τις ἐκ γονέων πρὸς τὸν θεὸν παρρησία οὐδὲ τοῖς ἐξ ἐκείνων τὸ τοιοῦτον ἔτι τῆς εὐεργεσίας εἶδος συμπαρεπέμφθη· ἢ πολλῷ χαλεπώτερος τῶν ἐπὶ κακίᾳ γνωρίμων ὁ κωλυθεὶς διὰ τοῦ θανάτου γενέσθαι κακὸς ἐφάνη ἄν, εἴπερ ἀκώλυτον ἔσχε τὴν πονηρίαν, ἢ εἴ τινες καὶ εἰς τὸ ἀκρότατον τῆς πονηρίας μέτρον προεληλύθασιν, ἡ ἀποστολικὴ θεωρία παραμυθεῖται τὸ ζήτημα, ὡς εἰδότος τοῦ πάντα ἐν σοφίᾳ ποιοῦντος καὶ διὰ τοῦ κακοῦ τι τῶν ἀγαθῶν κατεργάσασθαι. εἰ δέ τις καὶ ἐν πονηρίᾳ τὸ ἄκρον ἔχει καὶ ἐπ᾽ οὐδενὶ χρησίμῳ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα παρὰ τῆς τοῦ θεοῦ τέχνης κατεχαλκεύθη, τοῦτο προσθήκη τῆς εὐφροσύνης τῶν εὖ βεβιωκότων γίνεται, καθὼς ἡ προφητεία νοεῖν ὑποτίθεται, ὅπερ οὐ μικρὸν ἐν ἀγαθοῖς ἄν τις λογίσαιτο οὐδὲ τῆς τοῦ θεοῦ προμηθείας ἀνάξιον.