Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και προτροπή προς αποφυγή της πλεονεξίας

Εισαγωγικές σκέψεις για τον θείο νόμο, απολογία του συγγραφέα και άμεση έκκληση προς τους δανειστές να εγκαταλείψουν τον τοκισμό υπέρ της φιλοπτωχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 6

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΚΑΤΑ ΤΟΚΙΖΟΝΤΩΝ Τῶν φιλαρέτων ἀνθρώπων τῶν ζῆν κατὰ λόγον προαιρουμένων νόμοις ἀγαθοῖς ὁ βίος καὶ προστάγμασι κεκανόνισται, ἐν οἷς καθορᾶται τοῦ νομοθέτου ἡ γνώμη πρὸς δύο γενικῶς ἀποτεινομένη σκοπούς, ἕνα μὲν τῶν ἀπειρημένων τὴν ἀπαγόρευσιν ἔχοντα, ἕτερον δὲ [τῶν] πρὸς τὴν ἐνέργειαν τῶν καλῶν κατεπείγοντα· οὐ γὰρ ἔστιν ἄλλως εὐπολίτευτον βίον κατορθωθῆναι καὶ σώφρονα, εἰ μή τις φεύγων ὡς ἔχει δυνάμεως τὴν κακίαν διώξειεν ὡς υἱὸς μητέρα τὴν ἀρετήν. συναχθέντες τοίνυν καὶ σήμερον, ἵνα θεοῦ προσταγμάτων ἀκούσωμεν, ἠκροώμεθα τοῦ προφήτου φονεύοντος τὰ μοχθηρὰ τῶν δανεισμάτων τέκνα τοὺς τόκους, ἐξαιροῦντος δὲ τοῦ βίου τὴν ἐπ᾽ ἐργασίᾳ χρῆσιν τῶν νομισμάτων. δεξώμεθα δὲ εὐπειθῶς τὸ παράγγελμα, ἵνα μὴ ἡ πέτρα ἐκείνη γενώμεθα, ἐφ᾽ ἣν καταπεσὼν ὁ σπόρος ξηρὸς καὶ ἄγονος ἔμεινεν, μηδὲ λεχθῇ πρὸς ἡμᾶς, ἅ ποτε πρὸς τὸν δυσάγωγον Ἰσραήλ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. παραιτοῦμαι δὲ τοὺς ἀκουσομένους μηδαμῶς θρασύτητός μου ἢ ἀνοίας καταψηφίσασθαι, εἰ ἀνδρὸς λογάδος καὶ ὀνομαστοῦ κατὰ φιλοσοφίαν, πάντων δὲ λόγων ἀσκηθέντος παιδείαν, ἐπὶ τῆς ὑποθέσεως ταύτης εὐδοκιμήσαντος καὶ καταλιπόντος τὸν κατὰ τοκιστῶν λόγον κτῆμα τῷ βίῳ κἀγὼ πρὸς τὴν αὐτὴν ἅμιλλαν καθῆκα ὄνων ἢ βοῶν ἅρμα πρὸς τοὺς στεφανίτας ἵππους ζευξάμενος.

παραφαίνεται γὰρ ἀεὶ τὰ μικρὰ τοῖς μεγάλοις, καὶ λαμπομένη σελήνη ἡλίου φαίνοντος, πλεούσης δὲ μυριοφόρτου νηὸς καὶ τῇ σφοδρότητι τῶν ἀνέμων ἐλαυνομένης ἐπακολουθεῖ ἡ μικρὰ πορθμὶς τὸν αὐτὸν περαιουμένη βυθόν, ἀνδρῶν δὲ πάλιν ἀγωνιζομένων νόμοις ἀθλητικοῖς ἐγκονίζονται τῷ αὐτῷ καὶ παῖδες. ὧδε μὲν οὖν ἐχέτω τῆς συγγνώμης ἡ αἴτησις.

Σὺ δὲ, πρὸς ὃν ὁ λόγος, ὅστις ποτ᾽ ἂν ᾖς, μίσησον τρόπον καπηλικόν· ἄνθρωπος ὢν ἀγάπησον ἀνθρώπους καὶ μὴ ἀργύριον. στῆσον μέχρι τούτου τὴν ἁμαρτίαν. εἰπὲ τοῖς ποτέ σου φιλτάτοις τόκοις τὴν Ἰωάννου τοῦ βαπτιστοῦ φωνήν· Γεννήματα ἐχιδνῶν, πορεύεσθε ἀπ᾽ ἐμοῦ. ὄλεθροι τῶν ἐχόντων ὑμᾶς καὶ λαμβανόντων ἐστέ, τέρπετε πρὸς ὀλίγον, ἀλλὰ χρόνοις ὕστερον ὁ ἀφ᾽ ὑμῶν ἰὸς πικρὸν γίνεται δηλητήριον τῇ ψυχῇ, ἀποφράττετε ζωῆς ὁδόν, κλείετε τῆς βασιλείας τὰς θύρας, μικρὸν τέρψαντες τὴν ὄψιν καὶ τὴν ἀκοὴν περιηχήσαντες αἰωνίου λύπης γίνεσθε πρόξενοι. ταῦτα εἰπὼν ἀπόταξαι πλεονασμῷ καὶ τόκοις, σύνταξαι δὲ φιλοπτωχίᾳ.