Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας

Γρηγόριος ὁ Νύσσης

Οι θείες υποσχέσεις έναντι της επίγειας μέριμνας του δανειστή

Αντιπαραβολή της εκατονταπλασίονος θείας ανταπόδοσης με την αγωνιώδη προσπάθεια του τοκιστή να εξασφαλίσει τα κεφάλαιά του, απαιτώντας το αδύνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 6

Τούτου δὲ τίς ἡ αἰτία; ἡ ἐν τῷ χάρτῃ γραφή, ἡ ὁμολογία τοῦ στενωθέντος· δώσω μετὰ τῆς ἐργασίας, ὑποτελέσω μετὰ τοῦ γινομένου. εἶτα, παρακαλῶ, ὁ μὲν χρεώστης καὶ ἄπορος ὢν διὰ τὴν συγγραφὴν πιστεύεται, ὁ δὲ θεὸς πλούσιος ὢν καὶ ἐπαγγελλόμενος οὐκ ἀκούεται. δὸς καὶ ἐγὼ ἀποδώσω, βοᾷ γράψας ἐν εὐαγγελίοις, ἐν χειρογράφῳ δημοσίῳ τῆς οἰκουμένης. ὃ τέσσαρες ἔγραψαν εὐαγγελισταὶ ἀνθ᾽ ἑνὸς συμβολαιογράφου, οὗ μάρτυρες πάντες οἱ ἐκ τῶν χρόνων τῆς σωτηρίας Χριστιανοί. ἔχεις ὑποθήκην τὸν παράδεισον, ἐνέχυρον ἀξιόπιστον. εἰ δὲ καὶ ἐνταῦθα ζητεῖς· ὅλος ὁ κόσμος τοῦ εὐγνώμονος χρεώστου κτῆμα. περιέργασαι σοφῶς τὴν εὐπορίαν τοῦ ζητοῦντος τὴν ἐργασίαν καὶ εὑρήσεις τὸν πλοῦτον· πᾶσα γῆ χρυσῖτις τοῦ χρεώστου σου κτῆμα, πᾶν μέταλλον ἀργυρίου καὶ χαλκοῦ καὶ τῶν ἑξῆς ὑλῶν τῆς ἐκείνου δεσποτείας μέρος. ἀπόβλεψον εἰς τὸν μέγαν οὐρανόν, κατάμαθε τὴν ἄπειρον θάλασσαν, ἱστόρησον τὸ πλάτος τῆς γῆς, ἀρίθμησον τὰ ἐπ᾽ αὐτῆς τρεφόμενα ζῷα· πάντα δοῦλα καὶ κτήματα, οὗ σὺ ὡς ἀπόρου καταφρονεῖς. σωφρόνησον, ἄνθρωπε· μὴ καθυβρίσῃς τὸν θεὸν μηδὲ ἡγήσῃ τῶν τραπεζιτῶν ἀτιμότερον, οἷς ἐγγυωμένοις ἀναμφιβόλως πιστεύεις. δὸς ἐγγυητῇ μὴ ἀποθνῄσκοντι, πίστευσον χειρογράφῳ μὴ κλεπτομένῳ μηδὲ σπαρασσομένῳ.

μὴ ἐπερωτήσῃς τὴν ἐργασίαν, ἀλλὰ δὸς ἀκαπήλευτον τὴν εὐεργεσίαν, καὶ ὄψει σοι τὸν θεὸν μετὰ προσθήκης ἀποδιδόντα τὴν χάριν.

Ἂν δὲ ξενίζῃ σου τὴν ἀκοὴν ὡς παράδοξος ὁ λόγος, πρόχειρον ἔχω τὴν μαρτυρίαν, ὅτι τοῖς εὐσεβῶς δαπανῶσι καὶ εὐεργετοῦσι πολυπλασιάζων ὁ θεὸς τὴν ἀμοιβὴν ἀποδίδωσι. Πέτρου γὰρ ἐρωτῶντος καὶ λέγοντος· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ἀμὴν λέγω ὑμῖν, φησί, Πᾶς, ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγρούς, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. ὁρᾷς τὴν φιλοτιμίαν; βλέπεις τὴν ἀγαθότητα; ὁ σφόδρα ἀναίσχυντος δανειστὴς κάμνει, ἵνα διπλασιάσῃ τὸ κεφάλαιον, ὁ θεὸς δὲ αὐθαιρέτως τῷ μὴ θλίβοντι τὸν ἀδελφὸν τὸ ἑκατονταπλάσιον δίδωσι. πείσθητι οὖν τῷ θεῷ συμβουλεύοντι καὶ λήψῃ τόκους ἀναμαρτήτους. ἵνα τί μετὰ ἁμαρτίας μερίμναις σαυτὸν ἐκτήκεις τὰς ἡμέρας ἀριθμῶν, τοὺς μῆνας ψηφίζων, τὸ κεφάλαιον ἐννοῶν, τὰς προσθήκας ὀνειροπολῶν, φοβούμενος τὴν προθεσμίαν, μὴ ἄκαρπος παραγένηται ὡς θέρος χαλαζωθέν; περιεργάζεται ὁ δανειστὴς τοῦ χρεώστου τὰς πράξεις, τὰς ἐκδημίας, τὰ κινήματα, τὰς μεταβάσεις, τὰς ἐμπορίας.

κἂν φήμη τις παραγένηται σκυθρωπή, ὅτι λῃσταῖς ὁ δεῖνα περιέπεσεν ἢ ἔκ τινος περιστάσεως εἰς πενίαν αὐτῷ μετεβλήθη ἡ εὐπορία, κάθηται τὼ χεῖρε συνδήσας, στένει συνεχῶς, ὑποδακρύει πολλά, ἀνελίττει τὸ χειρόγραφον, θρηνεῖ ἐν τοῖς γράμμασι τὸν χρυσὸν προκομίζων τὸ συμβόλαιον ὡς ἱμάτιον υἱοῦ τελευτήσαντος· ἀπ᾽ ἐκείνου θερμότερον ἐγείρει τὸ πάθος. ἂν δὲ καὶ ναυτικὸν ᾖ τὸ δάνεισμα, τοῖς αἰγιαλοῖς προσκάθηται, τὰς κινήσεις μεριμνᾷ τῶν ἀνέμων, συνεχῶς διερωτᾷ τοὺς καταίροντας, μή που ναυάγιον ἠκούσθη, μή που πλέοντες ἐκινδύνευσαν· παχνοῦται τὴν ψυχήν, ὅταν ἀγριαίνουσαν ἴδῃ τὴν θάλασσαν, ὀνείρατα βλέπει, φαντασιοῦται τὴν ψυχὴν ἐκ τῶν λειψάνων τῆς μεθημερινῆς φροντίδος. πρὸς δὴ τὸν τοιοῦτον λεκτέον· παῦσαι, ἄνθρωπε, μερίμνης ἐπικινδύνου, ἀνάπαυσαι ἀπ᾽ ἐλπίδος τηκούσης, μὴ τόκους ζητῶν σαυτῷ τὸ κεφάλαιον διαφθείρῃς. παρὰ πένητος ζητεῖς προσόδους καὶ προσθήκας πλούτου παραπλήσιον ποιῶν, ὡς εἴ τις ἀπὸ χώρας αὐχμῷ θερμοτάτῳ ξηρανθείσης λαβεῖν θελήσειε σίτου θημωνιάς, ἢ πλῆθος βοτρύων ἐξ ἀμπέλου μετὰ νέφος χαλαζηφόρον, ἢ τέκνων τόκον ἀπὸ στείρας γαστρός, ἢ γάλακτος τροφὴν ἐξ ἀτόκων γυναικῶν. οὐδεὶς ἐγχειρεῖ τοῖς παρὰ φύσιν καὶ ἀδυνάτοις, ἐπεὶ πρὸς τῷ μηδὲν κατορθοῦν προσοφλισκάνει γέλωτα.

μόνος ὁ θεὸς παντοδύναμος, ὃς ἐκ τῶν ἀπόρων εὑρίσκει τοὺς πορισμοὺς καὶ τὰ παρ᾽ ἐλπίδα καὶ προσδοκίαν δημιουργεῖ, νῦν μὲν κελεύων πέτρας πηγὴν ἀπορρεῖν, αὖθις δὲ βρέχων ἐξ οὐρανοῦ ἄρτον ἀσυνήθη καὶ ξένον, καὶ πάλιν γλυκαίνων τὴν πικρὰν Μερρὰν ἐπαφῇ ξύλου, καὶ τῆς στείρας Ἐλισάβετ εὔτοκον ποιῶν τὴν γαστέρα καὶ διδοὺς τῇ Ἅννᾳ τὸν Σαμουὴλ καὶ τῇ Μαρίᾳ τὸν ἐν παρθενίᾳ πρωτότοκον. ταῦτα μόνης τῆς παντοδυνάμου χειρὸς ἔργα.