Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας

Γρηγόριος ὁ Νύσσης

Η φύση του τοκισμού και η ψευδής φιλανθρωπία

Περιγραφή του τοκισμού ως επιτάσεως της δυστυχίας του δανειζομένου και έλεγχος του αργού και πλεονεκτικού βίου του τοκογλύφου, ο οποίος στηρίζεται σε χρεωστικά γραμμάτια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 6

Καὶ τὸν θέλοντα δανείσασθαι μὴ ἀποστραφῇς. διὰ πενίαν σε ἱκετεύει καὶ ταῖς θύραις προσκάθηται, ἀπορῶν καταφεύγει πρὸς τὸν σὸν πλοῦτον, ἵνα γένῃ αὐτῷ τῆς χρείας ἐπίκουρος. σὺ δὲ τοὐναντίον ποιεῖς· ὁ σύμμαχος γίνῃ πολέμιος· οὐ γὰρ αὐτῷ συμπράττεις, ὅπως ἂν καὶ τῆς ἀνάγκης ἐλευθερωθείη τῆς ἐπικειμένης καί σοι ἀποπληρώσῃ τὸ δάνεισμα, ἀλλὰ σπείρεις τῷ στενουμένῳ κακὰ τὸν γυμνὸν ἐπεκδύων, τὸν τετρωμένον ἐπιτραυματίζων, φροντίδας ἐπισυνάπτων ταῖς φροντίσι καὶ λύπας τῇ λύπῃ. ὁ γὰρ ἔντοκον χρυσίον ὑποδεχόμενος ἀρραβῶνα πενίας λαμβάνει ἐν προσχήματι εὐεργεσίας ὄλεθρον ἐπεισάγων τῇ οἰκίᾳ. ὥσπερ γὰρ ὁ πυρεταίνοντι, καιομένῳ παρὰ τῆς θέρμης, δίψῃ δὲ σφοδροτάτῃ συνεχομένῳ καὶ ἠναγκασμένης αἰτοῦντι τὸ πόμα διδοὺς οἶνον δῆθεν ὑπὸ φιλανθρωπίας εὐφραίνει μὲν πρὸς ὀλίγον 〈τὸν〉 τὴν κύλικα ἐφελκόμενον, ὀλίγου δὲ χρόνου παρελθόντος σφοδρὸν καὶ δεκαπλασίονα τῷ κάμνοντι τὸν πυρετὸν ἀπεργάζεται, οὕτως ὁ παρέχων πένητι γεννῶντα χρυσὸν οὐ παύει τὴν ἀνάγκην, ἀλλ᾽ ἐπιτείνει τὴν συμφοράν.

Μὴ τοίνυν ζήσῃς μισάνθρωπον βίον ἐν φιλανθρωπίας προσχήματι μηδὲ γένῃ ἰατρὸς ἀνδροφόνος, τὸ πρόσχημα μὲν τοῦ σῴζειν ἔχων διὰ τὸν πλοῦτον ὡς ἐκεῖνος διὰ τὴν τέχνην, τῇ προαιρέσει δὲ κεχρημένος εἰς ἀπώλειαν τοῦ ἑαυτόν σοι καταπιστεύσαντος. ἀργὸς καὶ πλεονεκτικὸς βίος ὁ τοῦ τοκίζοντος· οὐκ οἶδε πόνον γεωργίας, οὐκ ἐπίνοιαν ἐμπορίας, ἐφ᾽ ἑνὸς δὲ τόπου κάθηται τρέφων ἐπὶ τῆς ἑστίας θηρία. ἄσπαρτα αὐτῷ βούλεται τὰ πάντα καὶ ἀνήροτα φύεσθαι. ἄροτρον ἔχει τὸν κάλαμον, χώραν τὸν χάρτην, σπέρμα τὸ μέλαν, ὑετὸν τὸν χρόνον αὔξοντα αὐτῷ λανθανόντως τὴν τῶν χρημάτων ἐπικαρπίαν, δρέπανόν ἐστιν αὐτῷ ἡ ἀπαίτησις. ἅλων ἡ οἰκία, ἐφ᾽ ἧς λεπτύνει τὰς τῶν θλιβομένων οὐσίας, τὰ πάντων ἴδια βλέπει. εὔχεται τοῖς ἀνθρώποις ἀνάγκας καὶ συμφοράς, ἵνα πρὸς αὐτὸν ἠναγκασμένως ἀπέλθωσι. μισεῖ τοὺς ἑαυτοῖς ἀρκοῦντας καὶ τοὺς μὴ δεδανεισμένους ἐχθροὺς ἡγεῖται. προσεδρεύει τοῖς δικαστηρίοις, ἵνα εὕρῃ τὸν στενούμενον τοῖς ἀπαιτηταῖς, καὶ τοῖς πράκτορσιν ἀκολουθεῖ ὡς ταῖς παρατάξεσι καὶ τοῖς πολέμοις οἱ γῦπες. περιφέρει τὸ βαλάντιον καὶ δείκνυσι τοῖς πνιγομένοις τῆς θήρας δέλεαρ, ἵν᾽ ἐκείνῳ διὰ τὴν χρείαν περιχήναντες συγκαταπίωσι τῶν τόκων τὸ ἄγκιστρον. καθ᾽ ἡμέραν ἀριθμεῖ τὸ κέρδος καὶ τῆς ἐπιθυμίας [οὐκ] ἐμπίμπλαται. ἄχθεται πρὸς τὸν χρυσὸν τὸν ἐπὶ τῆς οἰκίας ἀποκείμενον, διότι κεῖται ἀργὸς καὶ ἄπρακτος.

μιμεῖται τοὺς γεωργοὺς τοὺς ἀπὸ τῶν σωρῶν τοῦ θέρους εὐθὺς σπείροντας· ἔλαβεν, ἔδωκεν. οὐκ ἀνίησι τὸν ἄθλιον χρυσόν, ἀλλ᾽ ἐκ χειρῶν εἰς χεῖρας μετάγει. βλέπεις γοῦν τὸν πλούσιον καὶ πολύχρυσον πολλάκις μηδὲ ἓν νόμισμα ἔχοντα ἐπὶ τῆς οἰκίας, ἀλλ᾽ ἐν χάρταις τὰς ἐλπίδας, ἐν ὁμολογίαις τὴν ὑπόστασιν, μηδὲν ἔχοντα καὶ πάντα κατέχοντα, πρὸς τοὐναντίον τοῦ ἀποστολικοῦ γράμματος κεχρημένον τῷ βίῳ, πάντα διδόντα τοῖς αἰτήσασιν οὐ διὰ φιλάνθρωπον γνώμην, ἀλλὰ διὰ φιλάργυρον τρόπον. αἱρεῖται γὰρ τὴν πρόσκαιρον πενίαν, ἵνα ὡς δοῦλος ἐπίμοχθος ὁ χρυσὸς ἐργασάμενος μετὰ τῶν μισθῶν ἐπανέλθῃ. ὁρᾷς, ὅπως ἡ τοῦ μέλλοντος ἐλπὶς κενοῖ τὴν οἰκίαν καὶ ποιεῖ τὸν πολύχρυσον ἀκτήμονα πρόσκαιρον.