Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς τοκίζοντας

Γρηγόριος ὁ Νύσσης

Η τελική κρίση και το παράδειγμα του φιλάργυρου

Προειδοποίηση για την επικείμενη λογοδοσία ενώπιον του Χριστού και παράθεση της διήγησης ενός τοκογλύφου που απέκρυψε τον πλούτο του και υπέστη αιφνίδιο θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 6

τί δὲ λέξεις ἐγκαλούμενος τῷ ἀδεκάστῳ κριτῇ, ὅταν σοι λέγηται· εἶχες νόμον προφήτας εὐαγγελικὰ παραγγέλματα· πάντων ἤκουες ὁμοῦ βοώντων μιᾷ φωνῇ τὴν ἀγάπην, τὴν φιλανθρωπίαν καὶ τῶν μὲν λεγόντων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου, τῶν δέ· Τὸ ἀργύριον οὐκ ἔδωκεν ἐπὶ τόκῳ, ἄλλων· Ἐὰν δανείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων;

Ματθαῖος δὲ ἐν παραβολαῖς ἔκραξε λέγων δεσποτικὸν λόγον ἀπαγγέλλων· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφείλην ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. τότε σε καταλήψεται ἡ ἀνόνητος μεταμέλεια, στεναγμοὶ δὲ καταλήψονται βαρεῖς καὶ κόλασις ἀπαραίτητος· οὐδαμοῦ δὲ χρυσὸς βοηθῶν, οὐκ ἄργυρος ἐπαμύνων, πικροτέρα δὲ χολῆς ἡ τῶν τόκων ἀνάδοσις. ταῦτα οὐ ῥήματα φοβοῦντα, ἀλλὰ πράγματα ἀληθῆ πρὸ τῆς πείρας τὸ κριτήριον διαμαρτυρόμενα, ἃ φυλάξασθαι τῷ σωφρονοῦντι καλὸν καὶ ᾧ τοῦ μέλλοντος πρόνοια.

Ἵνα δὲ μεταξὺ τῶν τοῦ θεοῦ κριμάτων καί τι τῶν ἐν τοῖς καθ᾽ ἡμᾶς χρόνοις διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας, ἀκούσατε τοῦ λόγου, καὶ τάχα οἱ πολλοὶ τὴν ὑπόθεσιν ὡς γνώριμον ἐπιγνώσεσθε. Ἀνήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ τοὔνομα κωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυλαττόμενος) τέχνην ἔχων τὰ δανείσματα καὶ τὴν ἐκ τῶν μιαρῶν τόκων ἐπικαρπίαν. τῷ πάθει δὲ συνεχόμενος τῆς φιλαργυρίας φειδωλὸς ἦν καὶ περὶ τὴν ἰδίαν δαπάνην (τοιοῦτοι γὰρ οἱ φιλάργυροι) οὐ τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐχ ἱμάτιον συνεχῶς ἢ κατὰ χρείαν ἀμείβων, οὐ τέκνοις παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγήν, οὐ λουτρὸν ταχέως καταλαμβάνων φόβῳ τοῦ μισθοῦ καὶ τῶν τριῶν ὀβολῶν, πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν ἐπὶ τὸ πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων, οὔτε μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν, οὐ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὐ σφραγῖδα, ταῖς δὲ τῶν τοίχων ὀπαῖς τὸ χρυσίον ἐμβάλλων καὶ τὸν πηλὸν ἔξωθεν ἐπαλείφων ἄγνωστον πᾶσιν εἶχεν τὸν θησαυρὸν τόπους ἐκ τόπων ἀμείβων καὶ τοίχους ἐκ τοίχων καὶ τὸ λανθάνειν πάντας σοφιζόμενος εὐμηχάνως. ἀθρόον ἀπῆλθε τοῦ βίου οὐδενὶ τῶν οἰκείων ἐξαγορεύσας, ἔνθα ὁ χρυσὸς κατ〈ωρ〉ώρυκτο.

κατωρύχθη μὲν οὖν κἀκεῖνος τὸ κρύψαι κερδάνας· οἱ δὲ παῖδες αὐτοῦ πάντων ἔσεσθαι τῶν ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες ἠρεύνων πανταχοῦ, παρ᾽ ἀλλήλων διεπυνθάνοντο, τοὺς οἰκέτας ἀνέκρινον, τὰ ἐδάφη τῶν οἴκων ἀνώρυττον, τοὺς τοίχους ὑπεκένουν, τὰς τῶν γειτόνων καὶ γνωρίμων οἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον, τὸ τοῦ λόγου, κινήσαντες εὗρον οὐδ᾽ ὀβολόν, διάγουσι δὲ τὸν βίον ἄοικον ἀνέστιοι, πένητες, ἐπαρώμενοι πολλὰ καθ᾽ ἑκάστην τῇ τοῦ πατρὸς ματαιότητι.