Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Πρὸς τοὺς βραδύνοντας εἰς τὸ βάπτισμα

Γρηγόριος ὁ Νύσσης

Έλεγχος των χρονιζόντων κατηχουμένων και οι συνέπειες της αναβολής

Στηλίτευση της πνευματικής νηπιότητας όσων αναβάλλουν τη μύηση και παράθεση παραδειγμάτων για την κατάδειξη των κινδύνων του αιφνίδιου θανάτου χωρίς τη σφραγίδα του μυστηρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἐρυθριῶ ὑπὲρ σοῦ, ὅτι γηράσας λοιπὸν μετὰ τῶν κατηχουμένων ἐκβάλλῃ, ὡς παιδάριον ἄνουν καὶ οὐκ ἐχέμυθον, μέλλοντος μυστηρίου λαλεῖσθαι. Ἑνώθητι τῷ μυστικῷ λαῷ καὶ μάθε λόγους ἀποῤῥήτους. Φθέγξαι μεθ᾽ ἡμῶν ἐκεῖνα, ἃ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ μετὰ τῶν τελείων Χριστιανῶν ὑμνοῦντα λέγει. Ἐπιθύμησον τροφῆς ἐνδυναμούσης ψυχήν· γεῦσαι πόματος καρδίαν εὐφραίνοντος· ἐράσθητι μυστηρίου εἰς νεότητα τοὺς παλαιοὺς ἀοράτως ἀμείβοντος.

Μίμησαι τὸν Αἰθίοπα τὸν εὐνοῦχον τῆς ζεούσης ἐπιθυμίας. Καὶ γὰρ ἐκεῖνος ἐπειδὴ τὸν Φίλιππον προσαχθέντα παρὰ τοῦ Πνεύματος σύνεδρον ἐπὶ τοῦ ἅρματος ἔλαβεν, ὁδοῦ δὲ πάρεργον ἔμαθε μὴ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ γινώσκειν τὸν σοφὸν Ἡσαΐαν· ἐγεύσατο δὲ διὰ τῆς ἑρμηνείας ὡς ἀγαθὸς σκύλαξ τοῦ αἵματος καὶ τοῦ σφαγέντος ἀμνοῦ· σφοδρῶς τοῦ Φιλίππου καθυλάκτησεν, μέχρις οὗ πρὸς τὴν τελείαν αὐτὸν θήραν τῆς ἐν χερσὶ προφητείας ὡδήγησεν· αὐτοσχέδιον δὲ τὸ βάπτισμα ζητήσας ἔλαβεν, οὔτε καταγωγίαν ἀναμείνας, οὔτε πόλιν ἢ κώμην, ἢ τὸν τόπον ἁγιάσματος ἐκδεξάμενος, λογισάμενος δὲ σωφρόνως, ὅτι πᾶς τόπος τοῦ κοινοῦ Δεσπότου, καὶ πᾶν ὕδωρ ἐπιτήδειον εἰς τὴν τοῦ βαπτίσματος χρείαν, μόνον ἐὰν εὕρῃ πίστιν τοῦ λαμβάνοντος, καὶ εὐλογίαν τοῦ ἁγιάζοντος ἱερέως. Μὴ παροξύνῃς τὸν βαπτιστὴν βραδύνων, μηδὲ παροργίσῃς αὐτὸν ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, καὶ δαπανῶν ἐν ὑποσχέσεσι τὸν ῥέοντα χρόνον, μήποτέ σου ταῖς ὁμοίαις φωναῖς Ἰωάννου καθίκηται, γέννημά σε ὀνομάζων ἐχίδνης, ἢ ἀσπίδα κωφὴν, πρὸς τὴν φωνὴν τοῦ ἐπᾴδοντος ἀγριαίνουσαν, ἢ τὴν ἀξίνην σοι δείξῃ τεθηγμένην καὶ στίλβουσαν, παρακειμένην τῷ δένδρῳ, καὶ τὴν τομὴν ἀπειλοῦσαν. Αἱρετώτερον ἐν κακῶν ἐκλογῇ ἀξιωθέντα τινὰ τοῦ σωτηρίου λουτροῦ, γενέσθαι πάλιν ἐν ἁμαρτήματι, ἢ τῆς χάριτος ἀμέτοχον τελευτῆσαι τὸν βίον.

Τὸ μὲν γὰρ πλημμέλημα τυχὸν καὶ συγγνώμης ἢ φιλανθρωπίας ἀξιωθήσεται, ἧς πολλὴ παρὰ τῶν ἀγαθῶν ἐλπίς· τὸ δὲ παντάπασιν ἀπηγορευμένην ἔχειν τὴν σωτηρίαν ἐξ ἀποφάσεως ὡρισμένης· ὅταν γὰρ ἀκούσω τῆς ἀψευδοῦς φωνῆς λεγούσης, «Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ,» οὐδὲν δύναμαι τοῖς ἀμυήτοις προσδοκῆσαι χρηστόν. Τίνος γὰρ ὄντως συγγνώμης δίκαιον τοῖς τοιούτοις μεταδιδόναι, οἳ τὴν βασιλικὴν χάριν ἐνύβρισαν, μὴ δεξάμενοι τὰς ἀποκοπὰς τῶν χρεῶν, μηδὲ προσκυνήσαντες τὴν ἐλευθερίαν καὶ ἀσπασάμενοι, αὐτεπάγγελτον πρὸς αὐτοὺς ἐλθοῦσαν ἐξ οὐρανῶν· διὰ δὲ τῆς καταφρονήσεως τοῦ δώρου, τὸν δωρησάμενον ἀτιμάσαντες; Ψυχὴν ἀφώτιστον καὶ τῇ χάριτι τῆς παλιγγενεσίας μὴ κοσμηθεῖσαν, οὐκ οἶδα οὐδὲ εἰ ἄγγελοι μετὰ τὸν χωρισμὸν τοῦ σώματος ὑποδέχονται. Πῶς γὰρ τὴν ἀσφράγιστον, τὴν μηδὲν τῆς δεσποτείας ἐπίσημον φέρουσαν; Ἦ εἰκὸς ἐμφέρεσθαι τῷ ἀέρι πλανωμένην καὶ ἀλητεύουσαν, καὶ ἀζήτητον, ὡς ἀδέσποτον· ἐπιθυμοῦσαν ἀναπαύσεως καὶ μονῆς, καὶ μὴ εὑρίσκουσαν ὀδυρομένην ἀνόνητα, καὶ μεταμελομένην ἄπρακτα· ὁμοίαν τῷ πλουσίῳ, ὃν πορφύρα, καὶ βύσσος ἠμφίαζεν, τρυφὴ δὲ παντοία καὶ ἀπόλαυσις ἁβροδίαιτος ἔτρεφεν, ὕλην τοῦ ἀσβέστου πυρός.

Ἐθέλω δὲ ὑμῖν εἰπεῖν τινα καὶ λόγον ἀνδρὸς ἀθλίου, ἀποτυχόντος τῆς μεγάλης ἐλπίδος, καὶ ζητοῦντος ὕδωρ ἐν ἀνύδρῳ καιρῷ. Πρώην γὰρ ἡνίκα ἡ καταδρομὴ τῶν νομάδων Σκυθῶν, πολλὴν σὺν τοῖς οἰκοῦσι χώραν ἠφάνισεν, ἐπὶ τῆς Κομαναίων πόλεως ταύτης ἀστυγείτονος τὰ προάστεια τῶν βαρβάρων ληϊζομένων, ἀνήρ τις νέος τῶν εὐπατριδῶν, Ἀρχίας τοὔνομα, ὃν καὶ αὐτὸς ἀκριβῶς ἠπιστάμην περιαλγεῖν τοῖς τε ἰδίοις καὶ κοινοῖς τῆς πατρίδος κακοῖς ἐξῆλθε τῆς πόλεως καὶ τοῦ φρουρίου, ὡς κατοπτεῦσαι ἀκριβῶς, πόσοι μὲν οἱ λῃοῦντες βάρβαροι, τίνα δὲ τὰ συμβαίνοντα πάθη· καὶ περιπεσὼν τοῖς πολεμίοις κατετοξεύθη. Πεσὼν δὲ καὶ πρὸς τὸν θάνατον ἐπειγόμενος, ὡς εἶχε δυνάμεως, ἀνεβόα (καὶ γὰρ ἦν τῶν ἀμυήτων)· Ὄρη καὶ νάπαι, βαπτίσατε· δένδρα, καὶ πέτραι, καὶ πηγαὶ, δότε τὴν χάριν. Καὶ ταῖς οἰκτραῖς φωναῖς ταύταις ἐπετελεύτησεν. Ἃς καὶ ἡ πόλις μαθοῦσα, πλέον τῆς συμφορᾶς τῆς κατὰ τὸν πόλεμον ἀπεθρήνησεν. Παραπλήσιοι δὲ τούτῳ καὶ οἱ παρὰ τῶν νόσων ἀθρόως πιεζόμενοι.

Ὅταν γὰρ ὁ χθὲς ὑγιαίνων καὶ μακροὺς ἑαυτῷ τοὺς χρόνους τῆς ζωῆς διαγράφων πάθῃ τὸ τοῦ παλαιοῦ ματαιόφρονος, καὶ λεχθῇ πρὸς αὐτὸν ἐκ τῆς ἀπογνώσεως, ὅτι ταύτῃ τῇ νυκτὶ ἡ ψυχή σου τοῦ σώματος λύεται, τότε θόρυβος καὶ κραυγή· καὶ πάντα ἐν ῥοπῇ καιροῦ ὀξέως ζητεῖται, τὰ σκεύη, τὸ ὕδωρ, ὁ ἱερεὺς, ὁ λόγος ὁ πρὸς τὴν χάριν προευτρεπίζων, ὃν ἀπαιτεῖ μὲν ἡ χρεία, ἐπισκοτεῖ δὲ ἡ νόσος, σφοδρὸν καὶ ἀνένδοτον ἐργαζομένη τὸ ἆσθμα. Καὶ ποιεῖ τὸν θόρυβον τῆς κατὰ πόλεμον συνοχῆς οὐκ ἐλάττονα· πάντες δὲ οἱ κατὰ τὴν οἰκίαν ἀλλήλοις ἀπαντῶντες ἐκρήγνυνται· καὶ ὠθισμός ἐστι, καὶ ταραχὴ, καὶ θρόος γοώδης καὶ ἄσημος, ὥσπερ ἐν νυκτομαχίᾳ ἀλλήλοις ἐμπλεκομένων, δούλων, συγγενῶν, φίλων, τῶν παίδων, τῆς γαμετῆς. Ὡς ἔτι τοίνυν καιρὸς εἰρήνης, τὰ καθ᾽ ἑαυτοὺς σωφρόνως διαθώμεθα. Ἐν σχολῇ καὶ γαλήνῃ τοῦ βίου δέξασθε τὴν τοῦ Χριστοῦ δωρεὰν, ὅτε καὶ ὁ λαμβάνων τὴν ὑψηλὴν καὶ ἀσύγκριτον εὐεργεσίαν μεθ᾽ ἡδονῆς τῷ καταλόγῳ τῶν υἱοθετουμένων συναριθμεῖται, καὶ οἱ γνώριμοι πάντες τὴν ἐκείνου πρὸς τὸ κρεῖττον μεταποίησιν ἐξαίρετον χαρὰν καὶ εὐφροσύνην ποιοῦνται.