Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Θεογνωσία

Γρηγόριος ὁ Νύσσης

Παλαιοδιαθηκικές μαρτυρίες περί της Αγίας Τριάδος και της αϊδίου γεννήσεως του Υιού

Ερμηνεία χωρίων της Πεντατεύχου, των Ψαλμών και των προφητών που θεμελιώνουν το τριαδικό δόγμα, με έμφαση στη δημιουργία του ανθρώπου, τις θεοφάνειες και την υποστατική φύση του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 7

Ὁ νόμος μὲν, καὶ οἱ προφῆται, ὧν ἦν Χριστὸς πλήρωμα, τὰ περὶ τούτου πάντα λεπτομερῶς ἀνεγράψαντο, καὶ μὴν καὶ περὶ τῆς ἁγίας Τριάδος. Παρεντέθεινται δὲ σποράδην, καὶ ἀσαφείᾳ συνεσκιάσθησαν τὰ πολλὰ κατὰ θείαν πρόνοιαν, ἵνα μὴ νηπιόφρονες ἔτι ὄντες Ἰουδαῖοι, καὶ μήπω νοεῖν ὑψηλότερα δυνάμενοι, εἰς ἀναξίας ὑπολήψεις ἐκκλίνωσι, καὶ πάθεσι τὸ ἀπαθὲς ἀπαγάγωσι. Καὶ γὰρ ἐν Χωρὴβ τοῦ Θεοῦ λαλεῖν πρὸς αὐτοὺς ἀρξαμένου, παρῃτήσαντο τὴν τοιαύτην φωνὴν δι᾽ οἰκείαν ἀσθένειαν, εἰπόντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα οὐκ ὀψόμεθα ἔτι, οὐδ᾽ οὐ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με, φησὶν ὁ ταῦτα γράψας Μωσῆς· Ὀρθῶς πάντα ὅσα ἐλάλησα Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥημά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς, καθότι ἂν ἐντείλωμαι αὐτῷ. Ταῦτα μὲν οὕτως· ὁ δὲ νοῦς τῶν ῥημάτων, ὅτι Ἐπειδήπερ οὐ δύνανται νῦν ἀκούειν, προφήτην ἀναστήσω αὐτοῖς, καὶ τὰ ἑξῆς, ὃς ἀναγγελεῖ αὐτοῖς ὅσα τό γε νῦν ἔχον οὐκ ἰσχύουσι παραδέξασθαι. Ἐκ τούτων οὖν εἰσι τὰ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὰ περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἁπλῶς ὅσα διὰ τοῦ Εὐαγγελίου νενομοθέτηται. Τὸ γὰρ ὥσπερ σὲ, τὴν ὁμοίωσιν κατὰ τὸ νομοθετεῖν ἐμφαίνει μᾶλλον.

Ἀλλ᾽ Ἰησοῦς μὲν ὁ τοῦ Ναυῆ οὔτε τοιαύτης οἵας ὁ Μωϋσῆς ἠξιώθη θεοφανείας, οὔτε νομοθέτης, ὡς ἐκεῖνος, ἐγένετο, οὔτε χάριν εὗρεν ὅσην ἐκεῖνος.

Ὁ δὲ Χριστὸς κατὰ τὸ νομοθετεῖν ὅμοιος ἐκείνῳ γενόμενος, τἄλλα πάντα διαφερόντως ὡς Δεσπότης ὑπέρκειται. Ὅτι δὲ οὐχ ὁ τοῦ Ναυῆ υἱὸς ἦν ὁ ἀναστησόμενος προφήτης, ἄκουσον. Εἴρηκε Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ πρὸς τὸν λαὸν, ὅτι Προφήτην ἀναστήσει Κύριος ὁ Θεός σου ἐκ τῶν ἀδελφῶν ἡμῶν, καὶ τὰ ἑξῆς. Ὁ δὲ τοῦ Ναυῆ πρὸ πολλοῦ ἦν κεχειροτονημένος ὑπὸ τοῦ Θεοῦ διὰ τῶν χειρῶν Μωϋσέως, ὡς τὸ Λευϊτικὸν ἱστορεῖ. Λοιπὸν οὖν ἕτερος ὁ ἀναστησόμενος παρὰ τὸν ἀναστάντα. Ἀλλ᾽, ὡς ἔοικεν, ἀγνοοῦσιν οἱ Ἰουδαῖοι τὸ γεγραμμένον κατὰ τὸ συμπέρασμα τοῦ Δευτερονομίου μετὰ τὸν θάνατον τοῦ Μωϋσέως, ὅτι καὶ Οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃν ἔγνω Κύριος πρόσωπον κατὰ πρόσωπον. Ἔδει μὲν οὖν ὅτε πρὸς τὸν Μωϋσῆν εἶπεν ὁ Θεὸς, ὅτι Προφήτην ἀναστήσω αὐτοῖς, τότε τοῦτο καὶ τὸν Μωϋσῆν εἰπεῖν πρὸς τὸν λαόν. Ἀλλ᾽ αὐτὸς ἐν Χωρὴβ τοῦτο μαθὼν, ὕστερον εἶπεν αὐτὸ πρὸς τὸν λαὸν κατὰ τὸ Δευτερονόμιον, οἰκονομικῶς ἀναμένων τὴν Ἰησοῦ τοῦ Ναυῆ προχείρισιν, ἵνα μὴ τοῦτον εἶναι τὸν εἰκότα προφήτην ὑπολαμβάνωσι· μετὰ μέντοι τὴν αὐτοῦ χειροθεσίαν τότε τοῦτο κατεμήνυσε τῷ λαῷ. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον.

Μυρίων δὲ χρήσεων οὐσῶν τῶν τε προκαταγγελουσῶν τὰ περὶ Χριστοῦ, καὶ τῶν ἀπαγγελουσῶν περὶ τῆς ἁγίας Τριάδος, τὰ πολλὰ μὲν ἐάσομεν, καὶ μᾶλλον ὅσα παρερμηνεύειν οὗτοι κακοήθως ἐπιχειροῦσιν, ἵνα μὴ δῶμεν θύραν καὶ διατριβὴν ταῖς πονηραῖς ἀντιῤῥήσεσιν· Πᾶς γὰρ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι, φησὶν Ἰεζεκιήλ· Ὀλίγα δὲ προχειρισόμεθα σαφῆ τε καὶ ἀναντίῤῥητα, καὶ ὅσα τούτους ἢ πάντως ἐθελοκωφοῦντας, ἢ ἀνοηταίνοντας ἀπελέγξουσι.

Βίβλου Γενέσεως. Καὶ εἶπεν ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Ὁ Πατὴρ δηλονότι πρὸς τοὺς ἐκ τῆς οὐσίας αὐτοῦ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ δημιουργικοῦ καὶ δεσποτικοῦ ἀξιώματος.

Οὐκ ἔχει γὰρ ἐνταῦθα χώραν τὸ τῆς Ἑβραΐδος διαλέκτου ἰδίωμα, τὸ χρώμενον ἔστιν ὅτε τοῖς ἑνικοῖς πληθυντικῶς. Ἢ γὰρ ἂν, καὶ ἐφ᾽ ἃ μὴ χρὴ τῷ τοιούτῳ ἰδιώματι καταχρώμενοι, πολλῆς ἐμπλήσομεν τοὺς ἀντιλέγοντας ταραχῆς.

Ἐκ τῆς αὐτῆς. Καὶ εἶπεν ὁ Θεὸς, Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, ἤγουν ὡς ἕκαστος ἡμῶν τῶν ἐν τῇ μιᾷ θεότητι προσώπων. Εἰ γὰρ καὶ εἰρωνικῶς εἴρηται, ἀλλ᾽ οὖν ἑνὸς προσώπου σημαντικὸν ὅλως εἶναι οὐ δύναται.

Ἐκ τῆς αὐτῆς. Καὶ εἶπεν ὁ Θεὸς, Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τὸ γὰρ δεῦτε πρὸς δύο τοὐλάχιστον ὁ λέγων λέγει, καὶ Τριὰς ἐντεῦθεν συναπαρτίζεται. Πρὸς ἰσοδυνάμους δὲ, καὶ ὁμοουσίους τὸ δεῦτε, ποιήσωμεν τόδε, καὶ οὐ πρὸς ἀγγέλους ἐρεῖς, ὅπερ ἐστὶν ἄτοπον. Ἢ οἵους ἂν, καὶ ὅσους ἐρεῖς, παραγραψόμεθα διὰ τὸ ἀμάρτυρον.

Πῶς Θεὸς διαλέγεται; Ἆρα τὸν ἡμέτερον τρόπον; εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα, καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ. Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ Γραφὴ, ἵνα δείξῃ, ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γένεσιν. Ἠδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἶτα ἐποίησε τὸ φῶς, εἶτα ἐποίησε τὸ στερέωμα. Νῦν δὲ τὸν Θεὸν οἱονεὶ προστάσσοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ᾽ ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, δι᾽ ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑποβάλλει τοῦ ἀποῤῥήτου. Τὸ γὰρ πόνῳ κτηθὲν περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη.

Ὦν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτίσις εὐκαταφρόνητος. Διὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν ἐμβιβάζει, καίτοι γε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδίδοσθαι δυναμένων τῷ συνεργοῦντι. Ὥστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοινωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; φωνὴ μὲν γὰρ ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν. Ὅπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐδὲ οὖς, οὐ πόρος σκολιὸς, ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ᾽ ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετάδοσις.

Ὅπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου, πρὸς ὃν οἱ λόγοι σοφῶς καὶ ἐντέχνως, τοῦτο τῆς διαλέκτου παρείληπται.

Ἐκ τῆς αὐτῆς. Ὤφθη δὲ τῷ Ἀβραὰμ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε, Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Εἶπε δὲ πρὸς αὐτὸν, Ποῦ Σάῤῥα ἡ γυνή σου; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἰδοὺ, ἐν τῇ σκηνῇ. Καὶ εἶπεν, Ἐπαναστρέφων ἥξω πρὸς σὲ, καὶ τὰ ἑξῆς. Ἰδοὺ γέγραπται, ὀφθῆναι μὲν τῷ Ἀβραὰμ τὸν Θεὸν, εἶναι δὲ τρεῖς τοῦ ὀφθέντας, καὶ τριῶν ὄντων πρὸς ἕνα τὴν διάλεξιν γίνεσθαι, εἰς ἔμφασιν πάντως τοῦ τρισυποστάτου τῆς μιᾶς θεότητος.

Εἰ δὲ τὸν ἕνα μὲν ἐρεῖς εἶναι Θεὸν, τοὺς ἄλλους δὲ ἀγγέλους, πῶς ἠνέσχοντο συγκαθίσαι τῷ Δεσπότῃ;

Ἐκ τῆς αὐτῆς. Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Τῶν δύο μὲν τοῦτο προσώπων ἐμφαντικὸν, καὶ τῆς αὐτοβουλίας, ἰσοδυναμίας δηλωτικὸν, τοῖς δυσὶ δὲ καὶ τὸ τρίτον συνεισάγεται, διὰ τὸ ἀχώριστον καὶ φεράλληλον.

Τῆς Ἐξόδου. Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Τὸ μὲν γὰρ Κύριος, καὶ Θεὸς, καὶ Κύριος τὰς τρεῖς ὑποστάσεις ὑπεμφαίνει, τὸ δὲ εἶς ἐστι τὴν ἐν τρισὶ μίαν θεότητα καὶ φύσιν.

Τοῦ Δαβίδ. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος. Καὶ πάλιν· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἡμέρᾳ θλίψεώς σου.

Καὶ αὖθις, Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεὸς, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Καὶ προσέτι, Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ σου γνωσόμεθα τὸ Πνεῦμα τὸ ἅγιον. Δι᾽ αὐτοῦ γὰρ ὥσπερ τὰ περὶ τοῦ Πατρὸς, οὕτω καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος ἀριδηλότερον ἐμυσταγωγήθημεν. Καὶ πολλὰ τοιαῦτα τῆς ἁγίας Τριάδος εὑρίσκομεν καταγγελτικά.

Καὶ ὁ ἀγγελικὸς δὲ ὕμνος, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, διὰ μὲν τοῦ τρισαγίου τὸ τρισυπόστατον, διὰ δὲ τοῦ Κύριος ἑνιαῖον ἐδήλωσε τῆς θεότητος. Ἐκφαντικώτερον δὲ περὶ Πατρὸς καὶ Υἱοῦ φησιν ὁ Δαβὶδ ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, γαστρὸς θεοπρεπῶς νοουμένης τῆς πατρικῆς οὐσίας καὶ φύσεως.

Τίνα γὰρ ἄλλον ἐρεῖν ἰσχύσεις ἀχρόνως γεγεννημένον; ἐκ δὲ προσώπου τοῦ Υἱοῦ· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, τὴν χρονικὴν αὐτοῦ δηλοῖ γέννησιν, τὴν ἐκ τῆς Παρθένου. Γεγέννηκα γὰρ, ἀντὶ τοῦ γεννηθῆναι εὐδόκησα, ἢ ἔκτισα. Εἴρηκε δὲ συμφώνως τούτῳ καὶ Σολομὼν προσώπῳ τοῦ υἱοῦ, Κύριος ἔκτισέ με, καὶ τὰ ἑξῆς.

Εἶτα ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Τὸ μὲν γὰρ ἔκτισε τῆς κάτω καὶ χρονικῆς αὐτοῦ γεννήσεως, τὸ δὲ πρὸ πάντων βουνῶν γεννᾷ με τῆς ἄνω, καὶ ἀχρόνου, καὶ προαιωνίου. Καὶ πάλιν ὁ Δαβὶδ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Κύριον μὲν τὸν Πατέρα λέγων, Λόγον δὲ τὸν Υἱὸν αὐτοῦ, ὅτι ὅπως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος, οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς, καὶ τὸ ἐξαγγελτικόν· Πνεῦμα δὲ, τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν περὶ μὲν τοῦ Λόγου καὶ Υἱοῦ, Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, ὁ Πατὴρ δηλονότι τὸν Υἱὸν, νοσοῦντας ἐν πλάνῃ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, Ἐξαποστελεῖς τὸ Πνεῦμα σου καὶ κτισθήσονται, οἱ τῆς καινῆς δηλαδὴ κτίσεως, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τῆς παλαιωθείσης ἐν ἁμαρτίαις. Οὔτε δὲ Λόγος προφητικὸς ἀποστέλλεται διὰ τῶν φωνητικῶν ὀργάνων εἰς τὸν ἀέρα χεόμενος, καὶ λυόμενος. Λέγει γὰρ ἐν ἄλλοις· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Οὔτε Πνεῦμα δι᾽ ἀναπνευστικῶν ὁμοίως ὀργάνων ἐξωθούμενον, καὶ λυόμενον, καὶ χεόμενον. Ταῦτα γὰρ σωμάτων. Φανερὸν οὖν, ὅτι Λόγος, καὶ Πνεῦμα, ἐνυπόστατα, καὶ ἀΐδια, καὶ δημιουργά.

Καὶ ὁ Ἰὼβ δέ φησι, Ζῇ Κύριος, ὁ οὕτω με κρίνας, καὶ ὁ παντοκράτωρ, ὁ παραπικράνας μου τὴν ψυχὴν, καὶ Πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. Καὶ ὁ Ζαχαρίας ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, Ἐγὼ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου, καὶ τὸ Πνεῦμά μου. Καὶ ὁ Ἠσαΐας, Νῦν Κύριος ἐξαπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.