Εἶτα ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Τὸ μὲν γὰρ ἔκτισε τῆς κάτω καὶ χρονικῆς αὐτοῦ γεννήσεως, τὸ δὲ πρὸ πάντων βουνῶν γεννᾷ με τῆς ἄνω, καὶ ἀχρόνου, καὶ προαιωνίου. Καὶ πάλιν ὁ Δαβὶδ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Κύριον μὲν τὸν Πατέρα λέγων, Λόγον δὲ τὸν Υἱὸν αὐτοῦ, ὅτι ὅπως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος, οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς, καὶ τὸ ἐξαγγελτικόν· Πνεῦμα δὲ, τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν περὶ μὲν τοῦ Λόγου καὶ Υἱοῦ, Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, ὁ Πατὴρ δηλονότι τὸν Υἱὸν, νοσοῦντας ἐν πλάνῃ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, Ἐξαποστελεῖς τὸ Πνεῦμα σου καὶ κτισθήσονται, οἱ τῆς καινῆς δηλαδὴ κτίσεως, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τῆς παλαιωθείσης ἐν ἁμαρτίαις. Οὔτε δὲ Λόγος προφητικὸς ἀποστέλλεται διὰ τῶν φωνητικῶν ὀργάνων εἰς τὸν ἀέρα χεόμενος, καὶ λυόμενος. Λέγει γὰρ ἐν ἄλλοις· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Οὔτε Πνεῦμα δι᾽ ἀναπνευστικῶν ὁμοίως ὀργάνων ἐξωθούμενον, καὶ λυόμενον, καὶ χεόμενον. Ταῦτα γὰρ σωμάτων. Φανερὸν οὖν, ὅτι Λόγος, καὶ Πνεῦμα, ἐνυπόστατα, καὶ ἀΐδια, καὶ δημιουργά.