Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Βίος τῆς ὁσίας Μακρίνης

Γρηγόριος ὁ Νύσσης

Θεολογική διδασκαλία και τελικές νουθεσίες

Ο διάλογος της Μακρίνης με τον Γρηγόριο περί της ψυχής και του θανάτου, η πνευματική της αγαλλίαση, η αναδρομή στους προγόνους και οι νουθεσίες προς τον αδελφό της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

Ἡ δὲ προτείνασα τῷ θεῷ τὴν χεῖρα· «Καὶ ταύτην ἐπλήρωσάς μοι, φησί, τὴν χάριν ὁ θεός, καὶ οὐκ ἐστέρησάς με ἀπὸ τῆς ἐπιθυμίας μου, ὅτι ἐκίνησας τὸν σὸν οἰκέτην εἰς ἐπίσκεψιν τῆς παιδίσκης σου.» Καὶ ὡς ἂν μηδεμίαν ἐπαγάγοι τῇ ἐμῇ ψυχῇ δυσθυμίαν, τὸν στεναγμὸν κατεπράϋνε καὶ τὴν συνοχὴν τοῦ ἄσθματος κρύπτειν πως ἐβιάζετο, διὰ πάντων τε πρὸς τὸ φαιδρότερον μεθηρμόζετο, τῶν καταθυμίων λόγων αὐτή τε κατάρχουσα καὶ ἡμῖν τὰς ἀφορμὰς δι᾽ ὧν ἠρώτα παρασκευάζουσα. Τῆς δὲ περὶ τοῦ μεγάλου Βασιλείου μνήμης τῇ ἀκολουθίᾳ τοῦ λόγου παρεμπεσούσης, ἐμοὶ μὲν ἐπώκλαζεν ἡ ψυχὴ καὶ συνέπιπτεν ἐν κατηφείᾳ τὸ πρόσωπον καὶ ἐξεχεῖτο τῶν βλεφάρων τὰ δάκρυα· ἡ δὲ τοσοῦτον ἀπέσχε τῷ ἡμετέρῳ συνταπεινωθῆναι πάθει, ὥστε ἀφορμὴν ποιησαμένη τῆς ὑψηλοτέρας φιλοσοφίας τὴν περὶ τοῦ ἁγίου μνήμην τοιούτους διεξῆλθε λόγους φυσιολογοῦσά τε τὸ ἀνθρώπινον καὶ τὴν θείαν οἰκονομίαν τὴν διὰ τῶν σκυθρωπῶν κεκρυμμένην τῷ λόγῳ διακαλύπτουσα τά τε περὶ τῆς μελλούσης ζωῆς καθάπερ θεοφορουμένη τῷ ἁγίῳ πνεύματι διεξιοῦσα· ὥστε μοι τὴν ψυχὴν ἔξω μικροῦ δεῖν τῆς ἀνθρωπίνης φύσεως εἶναι δοκεῖν συνεπαρθεῖσαν τοῖς λεγομένοις καὶ ἐντὸς τῶν οὐρανίων ἀδύτων τῇ χειραγωγίᾳ τοῦ λόγου καθισταμένην.

Καὶ ὥσπερ ἐπὶ τῆς τοῦ Ἰὼβ ἱστορίας ἀκούομεν, ὅτι πανταχόθεν τῇ σηπεδόνι τῶν τραυμάτων ὅλῳ τῷ σώματι διὰ ἰχώρων ὁ ἀνὴρ συντηκόμενος οὐ πρὸς τὸ ἀλγύνον τὴν αἴσθησιν τοῖς λογισμοῖς ἐπεκλίνετο, ἀλλ᾽ ἐν μὲν τῷ σώματι τὸ ἀλγοῦν εἶχεν, ὁ δὲ πρὸς τὴν ἰδίαν ἐνέργειαν οὐκ ἠμβλύνετο οὐδὲ διέκοπτε τὸν λόγον τοῖς ὑψηλοτέροις ἐμβατεύοντα· τοιοῦτόν τι καὶ ἐπὶ τῆς μεγάλης ἑώρων ἐκείνης, τοῦ πυρετοῦ πᾶσαν τὴν δύναμιν αὐτῆς καταφρύγοντος καὶ πρὸς τὸν θάνατον συνελαύνοντος, καθάπερ δρόσῳ τινὶ τὸ σῶμα ἑαυτῆς ἀναψύχουσα, οὕτως ἀπαραπόδιστον εἶχεν ἐν τῇ περὶ τῶν ὑψηλῶν θεωρίᾳ τὸν νοῦν, οὐδὲν ὑπὸ τῆς τοσαύτης ἀρρωστίας παραβλαπτόμενον.

Καὶ εἰ μὴ πρὸς ἄπειρον ἐξετείνετο μῆκος ἡ συγγραφή, πάντα ἂν καθεξῆς διηγησάμην, ὅπως ἐπήρθη τῷ λόγῳ περί τε τῆς ψυχῆς ἡμῖν φιλοσοφοῦσα καὶ τῆς διὰ σαρκὸς ζωῆς τὴν αἰτίαν διεξιοῦσα, καὶ ὅτου χάριν ὁ ἄνθρωπος καὶ ὅπως θνητὸς καὶ ὅθεν ὁ θάνατος καὶ τίς ἡ ἀπὸ τούτου πρὸς τὴν ζωὴν πάλιν ἀνάλυσις. Ἐν οἷς ἅπασιν ὥσπερ ἐμπνευσθεῖσα τῇ δυνάμει τοῦ ἁγίου πνεύματος πάντα διεξῄει σαφῶς τε καὶ ἀκολούθως, ἐν εὐκολίᾳ πάσῃ τοῦ λόγου ῥέοντος καθάπερ ἐκ πηγῆς τινος ἀπαραποδίστως πρὸς τὸ πρανὲς φερομένου τοῦ ὕδατος.

Ἐπεὶ δὲ συνεπεράνθη ὁ λόγος· «Ὥρα σοι, φησίν, ἀδελφέ, πολλῷ τῷ κόπῳ τῆς ὁδοιπορίας πεπονηκότι βραχύ τι διαναπαῦσαι τὸ σῶμα.» Κἀμοὶ μεγάλη μὲν καὶ ἀληθὴς ἄνεσις ἦν τὸ προσορᾶν τε αὐτὴν καὶ τῶν μεγάλων ἐπακροᾶσθαι λόγων· ἐπεὶ δὲ τοῦτο κεχαρισμένον ἦν καὶ φίλον αὐτῇ, ὡς ἂν διὰ πάντων πείθεσθαι τῇ διδασκάλῳ δοκοίην, ἔν τινι τῶν παρακειμένων κηπίων χαρίεσσάν τινα καταγωγὴν παρεσκευασμένην εὑρὼν ὑπὸ τὴν τῶν ἀναδενδράδων σκιὰν ἀνεπαυόμην. Ἀλλ᾽ οὐκ ἦν δυνατὸν τῶν εὐφραινόντων τὴν αἴσθησιν ἔχειν τῆς ψυχῆς ἔνδοθεν τῇ τῶν σκυθρωπῶν ἐλπίδι συγχεομένης· τοῦ γὰρ ἐνυπνίου ἡ ὄψις ἐκκαλύπτειν μοι διὰ τῶν φαινομένων ἐδόκει τὸ αἴνιγμα.

Ἦν γὰρ ὡς ἀληθῶς τὸ προκείμενον θέαμα μάρτυρος ἁγίου λείψανον, ὃ τῇ μὲν ἁμαρτίᾳ νενέκρωτο, τῇ δὲ ἐνοικούσῃ τοῦ πνεύματος χάριτι κατελάμπετο. Καὶ ταῦτα πρός τινα διεξῄειν τῶν προακηκοότων μου τὸ ἐνύπνιον· κατηφέστερον δὲ κατὰ τὸ εἰκὸς ἡμῶν ἐν τῇ προσδοκίᾳ τῶν λυπούντων διακειμένων οὐκ οἶδ᾽ ὅπως στοχασαμένη τῆς ἐν ἡμῖν διανοίας ἀγγελίαν τινὰ τῶν εὐθυμοτέρων πρὸς ἡμᾶς διαπεμψαμένη θαρρεῖν ἐνεκελεύετο καὶ τὰς ἀμείνους ὑπὲρ αὐτῆς ἔχειν ἐλπίδας· ἐπῃσθῆσθαι γὰρ τῆς πρὸς τὸ κρεῖττον ῥοπῆς. Ταῦτα δὲ οὐ πρὸς ἀπάτην ἐλέγετο, ἀλλ᾽ ἐξ αὐτῆς τῆς ἀληθείας ὁ λόγος ἦν, κἂν ἡμεῖς πρὸς τὸ παρὸν ἠγνοήσαμεν.

Τῷ ὄντι γὰρ καθάπερ τις δρομεὺς παραδραμὼν τὸν ἀντίπαλον καὶ ἤδη πρὸς τὸ τέρματι τοῦ σταδίου γενόμενος, προσεγγίζων τε τῷ βραβείῳ καὶ τὸν ἐπινίκιον στέφανον βλέπων, ὡς ἤδη τετυχηκὼς τοῦ προκειμένου ἐπαγάλλεταί τε αὐτὸς ἑαυτῷ καὶ τοῖς εὐνουστέροις τῶν θεατῶν τὴν νίκην εὐαγγελίζεται, ἀπὸ τοιαύτης ἡμῖν διαθέσεως κἀκείνη τὰ χρηστότερα περὶ ἑαυτῆς ἐλπίζειν ἐδίδου, ἤδη πρὸς «τὸ βραβεῖον τῆς ἄνω κλήσεως» βλέπουσα καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου καὶ ἐφ᾽ ἑαυτῆς φθεγγομένη, ὅτι «Ἀποκειταί μοι λοιπὸν ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής», ἐπειδὴ «Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι καὶ τὸν δρόμον τετέλεκα καὶ τὴν πίστιν τετήρηκα».

Ἡμεῖς μὲν οὖν πρὸς τὴν τῶν ἀγαθῶν ἀγγελίαν εὔθυμοι καταστάντες τῆς τῶν προκειμένων ἀπολαύσεως ἦμεν: ποικίλα δὲ ἦν ταῦτα καὶ πάσης πεπλήρωτο θυμηδίας ἡ παρασκευὴ οὕτω τῆς μεγάλης ἐκείνης καὶ μέχρι τούτων τῇ σπουδῇ κατιούσης.

Ἐπεὶ δὲ πάλιν ἐν ὀφθαλμοῖς ἦμεν αὐτῆς, οὐ γὰρ εἴα τὴν εὔσχολον ὥραν ἐφ᾽ ἑαυτῶν διάγειν, ἀναλαβοῦσα τῶν ἐκ νεότητος αὐτῇ βεβιωμένων τὴν μνήμην καθάπερ ἐπὶ συγγραφῆς πάντα κατεξῆς διεξήρχετο καὶ ὅσα τῆς τῶν πατέρων ζωῆς διὰ μνήμης εἶχε καὶ τὰ πρὸ τῆς ἐμῆς γενέσεως καὶ τὸν μετὰ ταῦτα βίον· σκοπὸς δὲ αὐτῇ τοῦ διηγήματος ἦν ἡ πρὸς τὸν θεὸν εὐχαριστία. Τῶν τε γὰρ γονέων ἀπεδείκνυ τὸν βίον οὐ τοσοῦτον ἐκ περιουσίας λαμπρὸν τοῖς τότε καὶ περίβλεπτον ὄντα, ὅσον ἐκ θείας φιλανθρωπίας ἐπαυξηθέντα, τῶν μὲν τοῦ πατρὸς γονέων διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν δεδημευμένων, τοῦ δὲ κατὰ μητέρα προπάτορος ἐκ βασιλικῆς ἀγανακτήσεως ἀνῃρημένου καὶ πάντων τῶν προσόντων εἰς ἑτέρους μετακεχωρηκότων δεσπότας· καὶ ὅμως εἰς τοσοῦτον αὐτοῖς διὰ πίστεως τὴν ζωὴν αὐξηθῆναι, ὡς μὴ εἶναι τὸν ὑπὲρ αὐτοὺς ἐν τοῖς τότε χρόνοις ὀνομαζόμενον· πάλιν δὲ τῆς περιουσίας αὐτῶν κατὰ τὸν ἀριθμὸν τῶν τέκνων ἐννεαχῇ διατμηθείσης, οὕτως ἑκάστῳ δι᾽ εὐλογίας πληθυνθῆναι τὴν μοῖραν, ὡς ὑπὲρ τὴν τῶν γονέων εὐκληρίαν τὴν ἑκάστου τῶν τέκνων εἶναι ζωήν.

Αὐτῆς δὲ ἐκείνης τῶν μὲν ἐπονομασθέντων αὐτῇ κατὰ τὴν πρὸς τοὺς ἀδελφοὺς ἰσομοιρίαν ὑπολειφθῆναι μηδέν, ἀλλὰ πάντα ταῖς χερσὶ τοῦ ἱερέως κατὰ τὴν θείαν ἐντολὴν οἰκονομηθῆναι· τὸν δὲ βίον αὐτῇ τοιοῦτον ἐκ τῆς τοῦ θεοῦ χορηγίας γενέσθαι, ὡς μηδέποτε λῆξαι τὰς χεῖρας εἰς ἐντολὴν ἐνεργούσας μηδὲ πρὸς ἄνθρωπον ἀποβλέψαι ποτὲ μηδὲ διά τινος ἀνθρωπίνης εὐεργεσίας γενέσθαι αὐτῇ τὰς πρὸς τὴν εὐσχήμονα διαγωγὴν ἀφορμάς, ἀλλὰ μήτε τοὺς αἰτοῦντας ἀποστραφῆναι μήτε τοὺς διδόντας ἐπιζητῆσαι, λεληθότως τοῦ θεοῦ καθάπερ τινὰ σπέρματα τὰς βραχείας ἐκ τῶν ἔργων ἀφορμὰς εἰς πολύχουν καρπὸν ταῖς εὐλογίαις ἐπαύξοντος.

Ἐμοῦ δὲ τοὺς ἰδίους πόνους ἐν οἷς ἤμην διεξιόντος, πρότερον μὲν τοῦ βασιλέως Οὐαλέντος διὰ τὴν πίστιν ἐλαύνοντος, μετὰ ταῦτα δὲ τῆς ἐν ταῖς ἐκκλησίαις συγχύσεως πρὸς ἄθλους ἡμᾶς καὶ καμάτους ἐκκαλουμένης· «Οὐ παύσῃ, φησίν, ἀγνωμόνως ἐπὶ τοῖς θείοις ἀγαθοῖς διακείμενος; οὐ θεραπεύσεις τῆς ψυχῆς τὸ ἀχάριστον; οὐκ ἀντιπαραθήσεις τοῖς τῶν πατέρων τὰ σά; καίτοι γε κατὰ τὸν κόσμον τοῦτον ἐν τούτῳ δὴ μάλιστα μεγαλαυχοῦμεν, ἐν τῷ εὖ γεγονέναι καὶ ἀπὸ εὐγενῶν φῦναι δοκεῖν. Πολύς, φησί, κατὰ τὴν παίδευσιν ἐν τοῖς τότε χρόνοις ὁ πατὴρ ἐνομίζετο, ἀλλὰ μέχρι τῶν ἐγχωρίων δικαστηρίων ἡ κατ᾽ αὐτὸν ἵστατο δόξα. Μετὰ ταῦτα δὲ τῶν λοιπῶν διὰ τῆς σοφιστικῆς αὐτοῦ καθηγουμένου οὐκ ἐξῆλθε τὸν Πόντον ἡ φήμη, ἀλλ᾽ ἀγαπητὸν ἦν ἐκείνῳ τὸ ἐν τῇ πατρίδι περίβλεπτον. Σὺ δέ, φησί, πόλεσι καὶ δήμοις καὶ ἔθνεσιν ὀνομαστὸς εἶ καὶ σὲ πρὸς συμμαχίαν τε καὶ διόρθωσιν ἐκκλησίαι πέμπουσι καὶ ἐκκλησίαι καλοῦσι, καὶ οὐχ ὁρᾷς τὴν χάριν; οὐδὲ ἐπιγινώσκεις τῶν τηλικούτων ἀγαθῶν τὴν αἰτίαν, ὅτι σε τῶν γονέων αἱ εὐχαὶ πρὸς ὕψος αἴρουσιν, οὐδεμίαν ἢ ὀλίγην οἴκοθεν ἔχοντα πρὸς τοῦτο παρασκευήν;»