Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Αναίρεση του νέου πατριαρχικού γράμματος και προάσπιση της ορθόδοξης ομολογίας

Απόρριψη της νέας πατριαρχικής επιστολής, έλεγχος των αντιφάσεων των κατηγόρων, παραλληλισμός της πολεμικής τους με την αίρεση του Αρείου και υπεράσπιση των άκτιστων ενεργειών του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 9

Τὸ δὲ νῦν ἐπὶ τούτοις κατά τε τοῦ Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν πατριαρχικὸν γράμμα τί; «Ἄδεκτος», φησίν, «ὁ Βαρλαὰμ ἐκρίθη πρὸς κατηγορίαν» τοῦ Παλαμᾶ τηνικαῦτα. Τούτου δὲ ἀδέκτου πρὸς τὴν κατηγορίαν κριθέντος, οὐκ ἠκούσθη οὐδ’ ἠξητάσθη τὸ παρ’ αὐτοῦ κατὰ τοῦ Παλαμᾶ καὶ τῶν μοναχῶν προφερόμενον ἔγκλημα. Τούτου δὲ μὴ συνοδικῶς ἀκουσθέντος μηδ’ ἐξετασθέντος, οὔτε ἀπολελόγηται ὁ Παλαμᾶς οὔτε δεδικαίωται. Ταύτῃ τοι καὶ κατὰ τὴν σύνοδον εὐθὺς ἐκείνην «ἀμφίβολος περὶ τὸ σέβας» μετὰ τῶν αὐτῷ συμφωνούντων ὁ Παλαμᾶς ἀναπέφηνεν οὗτος.

Ἆρ’ οὐκ ἀντιφατικῶς ἔχει φανερῶς πρὸς τὸν Τόμον ἐκεῖνον τουτὶ τὸ γράμμα, ὡς μὴ ἂν εἶναι συμψεύδεσθαι ἢ συναληθεύειν ἐκείνῳ; Καὶ τοίνυν, ἵνα τοῦτο γένηται τοῖς πᾶσι καταφανές, παράλληλα ταυτὶ προτεθείκαμεν ἄρτι. Τοιγαροῦν εἴπερ ἐκεῖνος ἀληθὴς ὁ Τόμος—ὥσπερ οὖν μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων καὶ αὐτὸς ὁ πατριάρχης διὰ τῆς ὑπογραφῆς μαρτυρεῖ καὶ μηδὲ νῦν ἑτέρως λέγειν διὰ γλώττης τολμᾷ, προσέτι γε μὴν καὶ διὰ τοῦ παρόντος οἰκείου γράμματος—, εἴπερ οὖν ἀληθὴς ὁ ἐπὶ ταῖς συνόδοις ἐκείναις Τόμος, ψευδὲς ἄρα τὸ γράμμα τοῦτο, μᾶλλον δὲ τὰ τοιαῦτα γράμματα καὶ τὸ πλῆθος ὧν ὀνομάζει Τόμων. Πολυσχιδὲς γὰρ τὸ ψεῦδος καὶ θεοσεβὴς ὡς ἀληθῶς ὁ Παλαμᾶς καὶ τῆς εὐσεβείας συνήγορος ἀνεπαίσχυντος, οἱ δὲ τούτου πάλιν κατηγοροῦντες, κἀντεῦθεν τοὺς θορύβους ἀνακινοῦντες, πρὸς τῷ ψευδηγορεῖν ὑπόκεινται καὶ τοῖς ἐπὶ τοῦ τέλους τοῦ Τόμου φρικώδεσιν ἐκείνοις ἀφορισμοῖς καὶ ταῖς δεινοτάταις ἀποκηρύξεσιν. Ὁ δὲ καὶ τοῖς ἄλλοις τὸ τοιοῦτο ψεῦδος ἐμποιεῖν σπεύδων καὶ πρὸς τὴν οὕτως ὑπεύθυνον ἐπαίρων κατηγορίαν, πῶς οὐκ ἂν εἴη τῶν ἄλλων μᾶλλον ὑπεύθυνος;

Ἀλλὰ γὰρ οὕτω συνάγειν αἱρούμενος εἰς ἀπώλειαν οὗτος, εἶθ’ ἡμᾶς ὡς μὴ συνάγειν ἢ συνάγεσθαι μετ’ αὐτοῦ βουλομένους, ‘ξένους’ ὀνομάζει καὶ ‘ἀλλοτρίους τῆς ἐκκλησίας’. Ἀλλὰ καὶ «κανονικῶς», φησὶν ὁ ψευδογράφος, «ἄδεκτος ὁ Βαρλαὰμ ἐκρίθη πρὸς κατηγορίαν, ὡς τηνικαῦτα καταψηφισθείς.

Ἐπεὶ δὲ ἀμφιγνοοῦντες εὐθὺς ἦμεν καὶ περὶ τοῦ Παλαμᾶ ὡς ἐν ἄλλοις ἴσως καὶ αὐτοῦ ἁλισκομένου, πειθόμενοι κἀνταῦθα τοῖς ἱεροῖς καὶ θείοις κανόσι ‘μὴ δεῖν ἄνευ κατηγόρων καὶ ἐλέγχων καταγινώσκειν τινὸς’ ὁρίζουσι, θεραπεῦσαι τρόπον ἕτερον ἐκρίναμεν τὰ τοῦ πράγματος».

Εὖγε τῆς σῆς κανονικῆς ἀκριβείας! Ὑπέρευγε τῆς πρὸς αὐτοὺς πειθοῦς καὶ τῆς ἐν τούτοις ἀσφαλοῦς διαγνώσεως! Οὕτω κανονικῶς ἔναγχος καὶ τὸν βαρλααμίτην Ἀκίνδυνον εἰς ἱερωσύνην προήγαγες· οὐδὲ τὰ συστατικά σοι τῶν ὑπὲρ ἐκείνου γραμμάτων ἕτερον ἔχει τρόπον. Ἀκανονίστως γάρ, ἵν’ οὕτως εἴπω, καὶ λίαν ἀκαταλλήλως τοῖς ἱεροῖς χρώμενος κανόσι καὶ κατ’ αὐτῶν αὐτοὺς προβαλλόμενος, κατ’ ἀλλήλων, μᾶλλον δὲ κατὰ τῶν θεμένων καὶ τῆς ἀνωμολογημένης αὐτοῖς εὐσεβείας τούτοις ἐπανιστάς, ὥσπερ Ἑλλήνων παῖδες τὴν κτίσιν κατὰ τοῦ κτίσαντος. Τἀναντία γὰρ ὧν αὐτὸς καὶ πράττεις καὶ γράφεις φύσει τε δίκαιά ἐστι, καὶ παρὰ τῶν ἱερῶν κανόνων ὁρίζεται, τὸν μὲν πολλάκις συγκαταθέμενον εὐσεβεῖν καὶ πολλάκις αὖ ἠρνημένον «ἀβέβαιον εἶναι περὶ τὸ σέβας», εἰ δὲ καὶ τὴν συγκατάθεσιν τῆς κατ’ εὐσέβειαν ὁμολογίας ἐγγράφως ποιησάμενος οὗτος, εἶτ’ ἔξαρνος ταύτης πάλιν γένοιτο, πόσῳ μᾶλλον, εἰ δὲ καὶ συνοδικῶς ἐπὶ τούτοις κακόδοξος ἐξελεγχθείς, εἶτα πάλιν τῆς αὐτῆς κακοφροσύνης ἀνερυθριάστως ἔχοιτο, καὶ καταλογογραφεῖ τῆς εὐσεβείας χώραν λαβών, ὁποῖός ἐστιν Ἀκίνδυνος, ἔνοχος πᾶσι τοῖς εἰρημένοις δεικνύμενος, παρὰ τίνων ἱερῶν κανόνων ἱερωσύνης ἐπειλῆφθαι δικαιωθήσεται;

Τὸν μὲν οὖν τοιοῦτον οὐκ «ἀμφίβολον μόνον περὶ τὸ σέβας», ἀλλ’ ἀναμφιβόλως εἶναι δυσσεβῆ νομίζειν χρεών, τὸν δὲ τοὺς ἐπαναστάντας τῇ εὐσεβείᾳ καὶ διὰ ταύτην αὐτοῦ κατειπόντας κατὰ πρόσωπον συνοδικῶς ἀπελέγξαντά τε καὶ καταισχύναντα, καὶ ταῦτ’ οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δίς, λόγοις δὲ καὶ γράμμασι καὶ πολλάκις, ὥσπερ ὁ τοῦ θεοῦ ἱερεὺς Γρηγόριος ὁ Παλαμᾶς. Τοῦτον δὲ μὴ μόνον ἀνεπίληπτον κατ’ εὐσέβειαν κἂν ἐρεσχελῆται παρὰ τῶν ἐλεγχθέντων, ἀλλὰ καὶ προαγωνιστὴν καὶ συνήγορον τῆς εὐσεβείας, πᾶς τις εὖ φρονῶν ἡγήσαιτο. Κατὰ δὲ τὴν ἐν τοῖς κανόσι τοῦ πατριάρχου ταυτηνὶ διάγνωσιν, οὐδεὶς τῶν ἐκ τοῦ παντὸς αἰῶνος τοῖς πονηροῖς αἱρεσιάρχαις ἀντιστάντων, βεβαίως ἐστὶν εὐσεβής, ἀλλὰ «περὶ τὸ φρόνημα καὶ τὸ σέβας ἀμφίβολος» καὶ δὴ δι’ ἑνὸς τῶν προβόλων τῆς εὐσεβείας ποιησόμεθα τοῦτο δῆλον, τοὺς ἄλλους ἀφέντες διὰ τὸ μῆκος.

Ἐπεγράψατό ποτε διθεΐας ἔγκλημα ὁ Ἄρειος τῷ μεγάλῳ Ἀθανασίῳ, λέγοντι κατὰ τὰς γραφὰς θεὸν ἄκτιστον καὶ τὸν υἱόν. Ἐπεγράψατο νῦν ὁ Βαρλαὰμ διθεΐας ἔγκλημα τῷ Παλαμᾷ, λέγοντι κατὰ τὰς γραφὰς ἄκτιστον θεότητα καὶ τὸ τοῖς ἀποστόλοις ἐν Θαβὼρ ἑωραμένον ἀπορρήτως φῶς· παρεπέμφθησαν ἑκάτεροι τῶν ἀντεγκαλούντων ταῖς κατὰ καιρὸν συνόδοις, κατεδικάσθη καθάπερ Ἄρειος κτίσμα λέγων τηνικαῦτα τὸν υἱόν, οὕτω νῦν ὁ Βαρλαάμ, κτίσμα λέγων τὸ θειότατον ἐκεῖνο φῶς. Εἰ τοίνυν «ἄδεκτος ὁ Βαρλαὰμ κανονικῶς ἐντεῦθεν εἰς κατηγορίαν», ὡς ἤδη καταψηφισθείς, καὶ διὰ τοῦτο ὁ Παλαμᾶς «ἀμφίβολος περὶ τὸ σέβας», ἄδεκτος κανονικῶς ἐντεῦθεν πρὸς κατηγορίαν καὶ ὁ Ἄρειος, ὡς ἤδη καταψηφισθείς, καὶ διὰ τοῦτο ὁ μέγας Ἀθανάσιος «ἀμφίβολος περὶ τὸ σέβας». Φαίη δ’ ἄν τις πρὸς τὸν «προφασιζόμενον» τοιαύτας «προφάσεις ἐν ἁμαρτίαις», μᾶλλον δὲ δυσσεβείαις, καὶ διὰ ταύτας τοὺς εὐσεβεῖς ἀποκηρύττοντα· γενοῦ ποτε σαυτοῦ, καὶ σύνες ὅ,τι λέγεις, ἄνθρωπε· τὴν γὰρ κατ’ εὐσέβειαν τῶν εὐσεβῶν ἀπόδειξιν, δυσσεβείας ἀπόδειξιν ποιούμενος λέληθας σαυτόν. Πρὸ γὰρ τοῦ καταψηφισθῆναι Ἄρειός τε καὶ ὁ Βαρλαὰμ κατηγόρησαν ὧν κατηγόρησαν, καὶ συνοδικῇ παραπεμφθέντες κρίσει διὰ τοῦτο κατεκρίθησαν, ἐπειδὴ τοιαῦτα τούτων κατηγόρησαν· ἡ τοίνυν κατάκρισις αὐτῶν, ἀνακήρυξίς ἐστι τῶν κατηγορηθέντων ὑπ’ αὐτῶν.

Καὶ Ἀρείῳ μὲν ἐπίσης ἀναμφιλέκτως δυσσεβὴς ὁ Βαρλαάμ, Ἀθανασίῳ δὲ τῷ μεγάλῳ, οὐ κατὰ τὸ μεγαλεῖον, ἀλλὰ περὶ τὸ σέβας, ἐπίσης ὁ Παλαμᾶς ἀναμφίβολος. Ἀλλ’ ὁ μὲν μέγας ἐκεῖνος τοῖς ἀρειανοῖς ἀμφισβητήσιμος, μᾶλλον δὲ καὶ δυσσεβὴς ἐδόκει τηνικαῦτα, ὁ δὲ Παλαμᾶς ἀρτίως τοῖς βαρλααμίταις.

Ταῦτ’ ἄρα καὶ ὁ νῦν τῶν βαρλααμιτῶν προστάτης, «εὐθὺς ἐπὶ τῆς συνόδου», φησίν, «ἀμφιγνοοῦντες ἦμεν καὶ περὶ τοῦ Παλαμᾶ, ὡς ἐν ἄλλοις ἴσως καὶ αὐτοῦ ἁλισκομένου»· ἀλλ’ ὁ κατηγορῶν οὐχ ὑπῆρχεν, οὐδ’ ὁ Ἀκίνδυνος ἦν μετὰ τὸν Βαρλαάμ, ὃς τοῖς ἴσοις ἐγχειρήσας καὶ τῶν ἴσων ἔτυχεν, εἰ καὶ σοῦ συνηγοροῦντος ἔτυχε νῦν, ἢ σαυτὸν ἀντ’ ἐκείνου προβαλλόμενος, ὡς ὁμόφρων αὐτοῦ γεγενημένος ἀρτίως, εἶτα λήσειν ἤλπισας τοιοῦτος ὤν. Καὶ μήν, εἰ μηδεὶς ἔτι τοῦ Παλαμᾶ κατηγορῶν ὑπῆρχε, πᾶν τοὐναντίον ἐχρῆν ὑμᾶς ἐννοεῖν. Εἰ γὰρ ἀνέγκλητος καὶ ἀνάλωτος ὁ Παλαμᾶς ἀναπέφηνε, κατηγόρου παρόντος—καὶ ταῦτα τοσούτου τὴν περὶ λόγους ἰσχὺν καὶ μὴ γλώττῃ μόνον, ἀλλὰ καὶ διὰ μακρῶν συγγραμμάτων ἐπιτιθεμένου δεινῶς—, εἰ τοίνυν τοσούτου καὶ διὰ τοσούτων ἐπικεχειρηκότος, ἄληπτος ὁ Παλαμᾶς ἀνεφάνη, πῶς μηδενὸς ὄντος τοῦ κατηγοροῦντος, «ἁλώσιμος» ἂν ἐνομίσθη τοῖς κρίνειν ὀρθῶς εἰδόσι καὶ κανονικῶς; Καὶ ταῦτα ἐν ἄλλοις. Τίνα γὰρ καὶ τἆλλα ταῦτα, καθ’ ἅ φησιν «ἀμφιγνοεῖσθαι τὸν Παλαμᾶν»; Εἰ μὲν γὰρ τῶν ἐμπεριειλημμένων τοῖς τοῦ Βαρλαὰμ λόγοις, ἀλλὰ τῶν περιεχόντων ἐξεληλεγμένων συνεξηλέγχθη καὶ τὰ περιεχόμενα, καὶ μάλισθ’ ὅτι τῶν ὑπ’ ἐκείνου καὶ λελεγμένων καὶ γεγραμμένων πάντων περιληπτικὸν ὑπῆρχε τὸ φῶς, καθ’ ὃ κακοδόξως ἐκεῖνος ἐξηλέγχθη φρονῶν.

Εἰ δὲ μὴ τῶν ἐν τοῖς ὑπὸ τοῦ Βαρλαὰμ εἰρημένοις τἆλλα ταῦτ’ ἦν, τίς ἀμφισβήτησις, καὶ ταῦτα τοῖς κρίνειν λαχοῦσι περὶ ὧν οὐδ’ αὐτὸς ὁ κατηγορεῖν σπεύδων ἀμφισβητεῖν ἠδυνήθη;

Ἀλλ’ ἐνταῦθα μέν, εἰ καὶ μὴ λανθάνει τοὺς εἰδότας ἀκροᾶσθαι, σὺν νῷ ὅμως οὐδὲν σαφὲς λέγει περὶ δογμάτων. Ἐν δ’ ἐκείνῳ τῷ Ἀντιτόμῳ, ὃν τὸν Ἀντιοχείας ὑποκριθεὶς οὗτος καθ’ ἡμῶν καὶ τῆς κοινῆς εὐσεβείας συνέγραψεν—οὐ γὰρ εἶχεν ἐκεῖνος χώραν ὅλως ἐνταῦθα τομογραφεῖν—, ἐν ἐκείνῳ τοίνυν τῷ Ἀντιτόμῳ, «γυμνῇ» τὸ τοῦ λόγου «τῇ κεφαλῇ» καὶ τὴν τοῦ Βαρλαὰμ οὗτος δυσσέβειαν κηρύττει τε καὶ στηρίζει καὶ τὴν συνοδικῶς κεκυρωμένην εὐσέβειαν ἀποβάλλεται.

Φησὶ γὰρ «μὴ ἔχειν τὸν θεὸν ἐμφύτους ἀκτίστους δυνάμεις καὶ ἐνεργείας διαφερούσας ὁπωσοῦν ἀλλήλων», ἀναιρῶν προδήλως τὸ τοῦ θεοῦ παντοδύναμον. Μηδὲ τὸ μὲν εἶναι τοῦ θεοῦ οὐσίαν, τὸ δὲ μὴ οὐσίαν, καὶ τὸ μὲν ὑπὲρ νοῦν τὸ δὲ νοούμενον, ἄντικρυς τὰ Εὐνομίου λέγων.

Μηδὲ τὸ μὲν εἶναι τοῦ θεοῦ μεθεκτόν, τὸ δὲ ἀμέθεκτον, καὶ τὸ μὲν ὁρατὸν ὁπωσδήποτε, τὸ δὲ ἀόρατον, καὶ ὅτι μόνον ἄκτιστόν ἐστι τὸ πᾶσι παντάπασιν ἀόρατον καὶ οὕτως ἀπρόσιτον, ἀθετῶν διὰ τούτων τὴν ἐπιφαινομένην τοῖς ἁγίοις θείαν ἔλλαμψιν καὶ κτιστὸν εἶναι δεικνὺς τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως. Κατηγορεῖ δὲ καὶ τοῦ Παλαμᾶ φανερῶς, ὡς πρὸς ταῦτα ἐναντιουμένου καὶ μάλισθ’ ὅτι φῶς λέγει θεῖον μόνοις τοῖς ἁγίοις ὁρώμενόν τε καὶ μετεχόμενον καὶ φωτίζον τούτους καὶ θεοποιοῦν, ἄκτιστον εἶναι τὸ αὐτὸ δεικνὺς καὶ ὁρατόν, εἰ καὶ ἀπορρήτῳ τινὶ δυνάμει. Τὴν γὰρ πληθὺν τῶν ἐκεῖ κειμένων συκοφαντιῶν οὐκ ἔνεστιν ἐνταῦθα προθεῖναι δι’ ὀλίγων.

Τούτοις δὲ πᾶσιν ἐφεξῆς ἀποκηρύττειν καὶ ἀποβάλλεσθαί φησι τὰ τοῦ Παλαμᾶ καὶ τῶν ὁμοφρονούντων τούτῳ δόγματα, κατὰ τούτων ὡς δυσσεβῶν ἀποφαινόμενος, αὐτὸς ὢν κατήγορος, αὐτὸς μάρτυς, αὐτὸς κριτής, αὐτὸς ὁ κρινόμενος καὶ δικαιῶν ἑαυτὸν καὶ καταδικάζων οὓς βούλεται. Πάντως δὲ καὶ τὸν τῆς συνόδου καταδικάζων Τόμον ἐκεῖνον, ἐπεὶ καὶ πάνθ’ ὅσα δι’ ἐκείνου τοῦ γράμματος κρατύνει καὶ βεβαιοῖ, κατάλυσίς ἐστι τοῦ Τόμου σαφής, καὶ οὐ κατάλυσις μόνον, ἀλλὰ καὶ ἀποκήρυξις. Οὗτος δὲ καὶ ἀποδέχεσθαί φησιν ἐκεῖ καὶ μὴ μόνον εὐσεβεῖς εἶναι ἀλλὰ καὶ τῆς εὐσεβείας ἀγωνιστὰς τοὺς ἐν τοῖς δόγμασιν ἐναντιουμένους καὶ μαχομένους τῷ Παλαμᾷ, τὸν Βαρλαὰμ δηλονότι καὶ τὸν Ἀκίνδυνον καὶ εἴ τις σύμπνους αὐτοῖς. Ἐκεῖ μὲν οὖν ὁ θέμενος οὗτος ψεῦδος τὴν ἐλπίδα αὐτοῦ καὶ γενέσθαι σπεύσας ἀντὶ δικαστοῦ κατήγορος, μᾶλλον δὲ συκοφάντης καὶ μάρτυς ἄδικος, οὕτως ἀναφανδὸν κατὰ τῆς εὐσεβείας ἐχώρησεν.

Ἐνταῦθα δ’ ἑξῆς, «καί γε», φησί, «τὴν μὲν περὶ τοῦ Παλαμᾶ ἐξέτασιν ὑπερεθέμεθα, πλὴν οὐχ ὥστε καὶ ἐλεύθερον αὐτὸν εἶναι χρῆσθαι τοῖς αὐτοῖς». Ὁρᾶτε τοῦ ψεύδους τὸ αὐτεπίβουλον καὶ ἀνακόλουθον καὶ ἀσύστατον καὶ μεθ’ ὅσης τῆς ἀναισχυντίας προβέβληται, καθάπερ μηδενὸς ἑτέρου παρόντος συμψηφιζομένου καὶ συνεδρεύοντος τηνικαῦτα, μηδὲ γραφαῖς καὶ ὑπογραφαῖς ἀλήστων καὶ τοῖς ἔπειτ’ ἐσομένοις κειμένων τῶν ἀποφάσεων;

Ἆρα δὲ οὐκ ἐναντιώτατα σαφῶς τοῦτ’ ἔχει πρὸς τὸν Τόμον ἐκεῖνον καὶ τῆς ἐν αὐτῷ ἀποφάσεως περιφανεστάτη διατελεῖ κατάλυσις καὶ ἀντίθεσις, γράφοντι μετὰ τὸ πάντα διεξελθεῖν, ὡς «ἀπεδείχθησαν οἱ μετὰ τοῦ Παλαμᾶ μοναχοὶ τῆς τοῦ Βαρλαὰμ κατηγορίας ἀνώτεροι, καὶ ἀποκήρυκτος καὶ ἀποτετμημένος χριστιανῶν ὁ τολμήσων αὖθις τούτων κατηγορεῖν»;

Πῶς δ’ ἐν ἄλλοις εἰπὼν ὡς ἐν ἀγνοουμένοις τισὶν ἀμφισβητήσιμον εἶναι μικρὸν ἀνωτέρω τὸν Παλαμᾶν, νῦν οὐ συγκεχωρῆσθαι χρῆσθαι τοῖς αὐτοῖς φησιν, ὡς ἐγνωσμένοις τε καὶ ἀνωμολογημένοις; Ποίοις ὅμως οὖν αὐτοῖς;

Ἀλλ’ οὐδὲν θαρρεῖ φανερῶς εἰπεῖν δι’ ὅλου τοῦ γράμματος, ἀλλὰ τούτοις, φησίν, αὐτοῖς ἐκείνοις, «ἀμφίβολος περὶ τὸ σέβας», «ἐπίβουλος», «ἀμφιγνοούμενος», κἀν τοῖς ἑξῆς αὖ, «φιλοῦσι», φησί, «διδάσκειν καὶ ἀναπείθειν φιλονεικοῦσιν, ἃ δὴ καὶ φιλονεικοῦσι», κατὰ τί δὲ καὶ τίνος ἕνεκεν, οὐδαμῶς θαρρεῖ φάναι, «αὐτοκατάγνωστος ὢν» καὶ «κεκαυτηριασμένην ἔχων τὴν συνείδησιν» κατὰ Παῦλον εἰπεῖν. Ὃς καὶ τἀναντία ἑαυτῷ λέγων ἅμα κἀν τούτοις καὶ συνείρων, οὐδ’ αἰσχύνεται, καθάπερ καὶ προϊόντος αὐτῷ τοῦ γράμματος, «εἰ γὰρ καὶ μὴ τοιοῦτοι ἦσαν», φησί, «τὸ σέβας, δηλονότι ἀμφίβολοι καὶ προδήλως ἐχθροὶ καὶ πολέμιοι καὶ τῆς ἐκκλησίας ἀπόβλητοι»· πῶς γὰρ οἱ αὐτοὶ «καὶ προδήλως ἐχθροὶ καὶ ἀμφίβολοι καὶ τῆς ἐκκλησίας ἀπόβλητοι» καὶ πάλιν «ἀμφιγνοούμενοι»;

Ὥσπερ κἀν τοῖς μικρὸν ἀνωτέρω καὶ τὴν ἀρχὴν προτεθειμένοις εὐθύς· «εἰ γὰρ ἐπίβουλοι τὸ φρόνημα», πῶς «ἀμφίβολοι τὸ σέβας»; Οὕτως οὐ μόνον οὐδὲν σαφὲς λέγει, ἀλλὰ καὶ ἀνασκευάζει σαφῶς ἃ λέγει. Προϊὼν δὲ νῦν καὶ τὸ αἴτιον δῆθεν τῶν καθ’ ἡμῶν εἰρημένων ἐπιφέρων, «οὐδὲ γὰρ καλόν, οὐδὲ συμφέρον τοῦτ’ ἐδόκει», φησί, «τῷ παντὶ τῆς ἐκκλησίας πληρώματι», πάλιν οὐδὲν σαφὲς λέγων· «ἀλλ’ ἐπέτεινε», φησί, «τοῦτο καὶ πλέον, γραφαῖς πάλιν ταῖς αὐταῖς καὶ διαλέξεσι χρώμενος».

Λέγει μὲν οὖν οὐδὲν ἐν τούτοις, οὐδ’ ἐν τοῖς ἑξῆς δι’ ὅλου τούτου τοῦ γράμματος. Μαρτυρεῖ δ’ ἄκων ἡμῖν ὅτι μηδὲν ἕτερον τῶν ἐξ ἀρχῆς ἡμῖν εἰρημένων λέγομέν τε καὶ γράφομεν· «γραφαῖς γάρ», φησί, «πάλιν ταῖς αὐταῖς καὶ διαλέξεσι χρώμεθα». Τοιγαροῦν ὅταν αὐτὸς πάλιν ἀλλαχοῦ γράφῃ καὶ ἰσχυρίζηται πολεμεῖν ἡμῖν, ὡς ἄλλα λέγουσί τε καὶ γράφουσι νῦν, συκοφάντης ἐστὶ περιφανὴς καὶ αὐτέλεγκτος.

Ἔροιτο δ’ ἄν τις τὸν ὡς ἀπὸ τῆς μεγάλης ἐκείνης συνόδου λέγοντα· ὡς ἀμφιγνοοῦντες ἦσαν περὶ ἡμῶν, ὡς ὑπερέθεντο τὴν ἡμετέραν ἐξέτασιν, ὡς οὐκ ἐλευθέρους ἡμᾶς ἀφῆκαν χρῆσθαι τοῖς αὐτοῖς; Ἔροιτ’ ἂν οὖν τις τὸν ὡς ἀπὸ τῆς συνόδου τοιαῦτά τε καὶ τοσαῦτα λέγοντα καὶ συνείροντα ψεύδη καὶ σὺ μόνος ἡ μεγάλη καὶ πολυάνθρωπος ἐκείνη σύνοδος ᾖς, ἢ καί τις ἄλλος παρῆν; Ἀλλ’ οἶμαι τὸν οὕτως ἀνερυθριάστως τοσαῦτα ψεύδη γράφοντα καὶ περιαγγέλλοντα πᾶσιν ἀνέδην, ῥᾳδίως καὶ τοῦτ’ ἂν εἰπεῖν, ὡς μόνος αὐτὸς ὑπῆρχεν ἡ σύνοδος, ἐπεὶ καὶ μόνον ἑαυτὸν πολλάκις καὶ τὴν ἐκκλησίαν εἶναί φησι καὶ ὅ,τι ἂν αὐτῷ δόξῃ καὶ ὅ,τι ἂν αὐτὸς εἴπῃ, τῇ ἐκκλησίᾳ φησὶ δοκεῖν καὶ τὴν ἐκκλησίαν ἀποφαίνεσθαι πᾶσαν. Κἄν τις μὴ ταχὺ κατανεύσῃ πρὸς ὅ,τιοῦν καὶ τὸ λίαν ἀλυσιτελὲς αὐτῷ καὶ ἀπίθανον, οὗτος εὐθὺς ὁ τῇ ἐκκλησίᾳ πάσῃ παντάπασιν ἀπειθὴς καὶ ἀνήκοος.

Οὕτω γὰρ καὶ ἡμᾶς ἀνυποτάκτους καὶ ἀλλοτρίους τῆς ἐκκλησίας ἀξιοῖ καλεῖν, ὡς ἀπαναινομένους τὸ δυσσεβεῖν, αὐτοῦ τοῦτο λέγοντος, καὶ παρεξηγεῖσθαι τὸν προβάντα Τόμον ὑπὲρ ἡμῶν καὶ ἡμῖν εἰς δικαίωμα καὶ γεγενημένον καὶ δεδομένον, ὅτι τοῦτ’ αὐτὸ λέγομεν, ὡς ὑπὲρ ἡμῶν ἐγεγόνει· ταῦτ’ ἄρα καὶ ἡμῖν δεδομένος ἐστίν. Ὁ τοιοῦτος τοίνυν, πῶς οὐκ ἂν ῥᾳδίως εἴποι μόνον αὐτὸν εἶναι καὶ τὴν μεγίστην ἐκείνην σύνοδον, ὡς ἀνεξέλεγκτος εἶναι, ὅ,τι ἂν ὡς ἀπ’ ἐκείνης πλάττηταί τε καὶ συγγράφηται καθ’ ἡμῶν; Ἀλλ’ οἵ γε συνεδριάζοντες καὶ περιεστῶτες οὐ συγχωρήσουσιν, οὔμενουν οὐδὲ συγχωροῦσιν, ἀλλ’ ἔργῳ καὶ λόγῳ τὴν πρὸς αὐτὸν ἀντιπαράταξιν ἐπιδείκνυνται καταψευδόμενον ἡμῶν ἀπελέγχοντες, ἐξαρχούσης θεοκινήτως τοῦ θεοφιλοῦς ὑπὲρ ἡμῶν ζήλου τῆς κρατίστης ἡμῶν δεσποίνης, εἰ μηδὲ ταύτης ᾐδέσθη καταψεύσασθαι διὰ τοῦδε τοῦ γράμματος, πᾶν τοὐναντίον ὁ «σκεπασθήσεσθαι νῦν τῷ ψεύδει» κατὰ τὸ γεγραμμένον εἰπών.

Ὅτι δὲ μὴ μόνον ἡμῶν τε καὶ τῶν ἄλλων ἁπάντων οὗτος, ἀλλὰ καὶ ἑαυτοῦ καταψεύδεται, λέγων ἀμφιγνοεῖν ἡμᾶς εὐθὺς ἐπ’ ἐκείνης τῆς πρώτης συνόδου καὶ προϊὼν ἔτι πλέον ἀμφιβόλους ἡγεῖσθαι περὶ τὸ σέβας, αὐτὸς ὁ Τόμος τρανῶς παρίστησι καὶ γεγραμμένος καὶ ὑπογεγραμμένος αὐτῷ μετὰ τὴν ὕστερον γεγονυῖαν Ἀκινδύνου συνοδικὴν καταδίκην. Διὸ οὐδ’ αὐτῆς μνησθῆναι τῆς συνόδου τετόλμηκεν, ἵν’ ὁμοῦ, καὶ τὴν ἡμῶν ἀνάρρησιν καὶ κατ’ ἐκείνην τὴν σύνοδον ἐπ’ εὐσεβείᾳ, καὶ τὴν Ἀκινδύνου καταδίκην τοῦ μετὰ τὸν Βαρλαὰμ ἡμῖν κατ’ ἐκεῖνον ἐγκαλοῦντος ἐν τῇ τῶν ὑπολοίπων σκήψει, παραπέμψοι τῇ λήθῃ. Καὶ τοῦτον γὰρ ἄδεκτον εἰπεῖν οὐκ εἶχεν εἰς κατηγορίαν, ἅτε καταψηφισθέντα καὶ διὰ τοῦτο διαβεβλημένον· ὡς γὰρ ἀδιάβλητον εἰς ἱερωσύνην προαγαγεῖν ἐπεχείρησε νῦν· ὅτι δὲ μηδὲ μεταμεμελημένον, ἐναργέστατον δεῖγμα τὸ τῶν αὐτῶν ἡμῶν αὖθις ἐπὶ τοῖς αὐτοῖς κατηγορεῖν.

Ὅτι δὲ καὶ οὗτος νῦν τῆς αὐτῆς Ἀκινδύνῳ κακονοίας ἔχεται, τῶν συνοδικῶς ἐγνωσμένων καὶ διὰ τοῦ Τόμου κεκυρωμένων ἐκτραπείς, τεκμήριον ἐναργὲς τὸ μετ’ Ἀκινδύνου καθ’ ἡμῶν ἐπὶ τοῖς αὐτοῖς χωρεῖν, ὥστε προσποιεῖται μὲν ἐκβάλλειν τὸν Βαρλαάμ, εἰσποιεῖται δὲ τὸ τούτου δόγμα φανερῶς, τοὔνομα μόνον ἀποβαλλόμενος. Διὰ τοῦτο γὰρ καὶ τὸν Παλαμᾶν συνεκβάλλειν πειρᾶται, παρέχων Ἀκινδύνῳ μετὰ πάσης ἀδείας ἀντιποιεῖσθαί τε καὶ πρὸς ἐπίδοσιν ἄγειν τὴν βαρλααμίτιδα πλάνην. Διὰ ταῦτα τοίνυν ἐκφῆναι τὸ καὶ κατὰ τούτου κράτος ἡμέτερον ἐπὶ τῶν αὐτῶν τῆς εὐσεβείας δογμάτων ἀνεκτῶς οὐκ ἔχων, παρέπεμψεν ἀμνηστίᾳ τελέᾳ ταύτην τὴν σύνοδον.

Ἀλλὰ καὶ μετὰ τὰς συνόδους ἀμφοτέρας ἐκείνας καὶ τὸν ἐπ’ ἐκείναις Τόμον, ὕστερον οὐκ ὀλίγον χρόνον ὑποψηφίους Μονεμβασίας τόν τε Παλαμᾶν, καθ’ οὗ νῦν μαίνεται, καὶ τὸν αὐτῷ συνηγωνισμένον ἐν πᾶσιν ἱερὸν Ἰσίδωρον μετὰ πάσης ποιεῖται τῆς ἐκκλησίας αὐτὸς ὁ νῦν λέγων ἀμφιβόλους ἐξ ἀρχῆς αὐτοὺς εὐθὺς εἶναι περὶ τὸ σέβας καὶ ἔτι μᾶλλον προϊόντος τοῦ χρόνου. Πῶς οὖν τηλικαύτην ψῆφον σὺν πᾶσι τοῖς ἀρχιερεῦσιν ἐπ’ αὐτοὺς ἦγε καὶ προκαθηγεῖσθαι τῆς ἐκκλησίας ἠξίου καὶ πρὸς τοσοῦτον διδασκαλικὸν ἀνεβίβαζε θρόνον, εἰ μηδὲ τῆς εὐσεβείας ἀσφαλῶς ἔχειν ἡγεῖτο τούτους;

Ἀλλὰ τὸν μὲν Παλαμᾶν πολλὰ βιασάμενος καὶ δι’ ἑαυτοῦ καὶ δι’ ἑτέρων πλεῖστα παρακαλέσας, ὡς οὐκ εἶχε κατὰ τοῦτο πειθόμενον—καὶ μάρτυρες τούτου μετὰ πολλῶν ἑτέρων καὶ τῶν Μονεμβασιωτῶν οἱ τηνικαῦτα παρόντες—ὡς οὖν μὴ κατὰ τοῦτο πειθήνιον εἶχε, Θεσσαλονικεῦσιν ἐπιστήσειν ἰσχυρίζετο, βίᾳ μείζονι κεχρημένος. Τὸν δὲ τοῦ πνεύματος ὄντως ἄνθρωπον καὶ κατὰ πάντα ἱερόν τε καὶ χρηστὸν Ἰσίδωρον, ὡς πάντες ἂν συμφαῖεν οἱ τὸν ἄνδρα εἰδότες, πολλαῖς τῶν Μονεμβασιωτῶν παρακλήσεσι δέξασθαι πείθει τὴν τούτων ἱερὰν προστασίαν, καὶ τὸν εἰθισμένον ἐπὶ τοῖς τοιούτοις ἱεραρχικὸν ἀσπασμὸν ἐκτελέσαντα, συνεδρεύειν ἐντεῦθεν καὶ συλλειτουργεῖν ὁσημέραι τῷ νῦν ἐξ ἀρχῆς «ἀμφιβόλους ἡμᾶς εἶναι περὶ τὸ σέβας» ψευδογραφοῦντι.

Πῶς γὰρ ἀμφίβολον εἶχε περὶ τὸ σέβας ὃν συλλειτουργὸν εἶχε καὶ τῆς εὐσεβείας διδάσκαλον προὐχειρίσατο; «Ἀλλ’ ἐπεσπάσατο», φησί, «τὴν δίκην ἐφ’ ἑαυτὸν καὶ ὁ ὑποψήφιος Μονεμβασίας». Οὐκοῦν ὑποψήφιος ἦν· εἰ δ’ ὑποψήφιος, οὐκ ἀμφίβολος ἦν· καὶ ταῦτ’ ἐξ ἀρχῆς. Τίνος δὲ καὶ χάριν ὁ ὑποψήφιος οὗτος ἐπεσπάσατο τὴν δίκην ἐφ’ ἑαυτόν; «Ὡς τὰ αὐτά φησι τῷ Παλαμᾷ φρονῶν».

Καὶ μὴν οὗτος τῶν ἐκ Θετταλίας τῷ Παλαμᾷ συνεληλυθότων εἷς ἦν, καὶ φανερῶς ἐξ ἀρχῆς τοῦ αὐτοῦ φρονήματος ὑπῆρχεν αὐτῷ, κἀν ταῖς συνόδοις ἐκείναις παρρησίᾳ συνηγορῶν. Πῶς οὖν μετὰ τὰς συνόδους ἐκείνας ὑποψήφιος ὑμῖν ἐγεγόνει, μᾶλλον δὲ πῶς οὐκ ἐντεῦθεν δῆλον ὡς ἐκεῖνος μὲν ἐπὶ τῆς αὐτῆς ἔμεινεν εὐσεβείας ἧς καὶ πρότερον ἦν, καὶ δι’ ἣν ἐξεδήμησε τῆς πατρίδος καὶ ὑπὲρ ἧς ἠγωνίσατο καὶ τῆς ὑπὲρ εὐσεβείας ἀγωνίας ἆθλον τὴν ψῆφον ἀπενεγκάμενος τότ’ εὐθύς, νῦν ὕστερον ταύτης τῆς οἰκείας εὐσεβείας ἕνεκα καὶ τὴν τιμὴν τῆς ἀρχιερωσύνης καὶ τὴν ταύτης ἀφαίρεσιν ἔθετο παρ’ οὐδέν, ὑμεῖς δὲ τὸ σέβας ὅπερ ἐκέκτησθε ψηφιζόμενοι τοῦτον, ἐξομοσάμενοι νῦν, ἅτε τοῖς βαρλααμίταις προσθέμενοι, μὴ συμμεταθέμενον τὸ φρόνημα τοῦτον παραπλησίως ὑμῖν ἀπεψηφίσασθε νῦν; «Ἀλλ’ οὐδ’ ὁμολογίαν ἐπείσθη», φησί, «δοῦναι τοῦ οἰκείου φρονήματος ἀπαιτηθείς, ὥσπερ οὐδ’ ὁ Παλαμᾶς ἐπείσθη»·

Βαβαὶ τῆς ἀναιδοῦς καὶ ἀπροφασίστου ψευδορρημοσύνης! Ὄντως «σύνοδος ἀθετούντων» εἰσὶ κατὰ τὸν Ἰερεμίαν καὶ «ἀλήθειαν οὐ μὴ λαλήσωσι», προστιθέντες «δόλον ἐπὶ δόλῳ». «Μεμάθηκε γὰρ ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ» καὶ «ἐνέτειναν αὐτὴν ὡς τόξον εἰς ψεῦδος». Οὔτε γὰρ ἀπῃτήθημεν ὁμολογίαν οὔτε δεδώκαμεν. Εἰ δὲ μὴ παρίτω μάρτυς, ἀλλ’ οὐκ ἔστιν οὐδείς, μᾶλλον μὲν οὖν καὶ πολλοὶ μάρτυρες ὡς οὐδὲ λόγου τινὸς ἠξίωσαν, οὐδ’ αὐτὸν τὸν ὑποψήφιον παραιτούμενοι, ἀλλὰ καὶ τοὺς τῶν ἀρχιερέων εἰπόντας ἀξιοῦν λόγου τὸν ἄνδρα, κἂν εἴ τις κατηγοροίη παρέχειν τόπον ἀπολογίας αὐτῷ—τοῦτο γὰρ κανονικόν τε καὶ ἔνθεσμον—· τοὺς τοίνυν ταῦτ’ εἰπόντας πρὸς τὸν νῦν ψευδογράφον ἀποσυναγώγους ποιήσας οὗτος εἴργει προόδων, καὶ τὰς ἐκκλησίας αὐτῶν ἀφελόμενος, καρποῦσθαι παρέχει ἥκειν τοῖς ἑτοίμοις ταῖς ἀκρίτοις ὁρμαῖς. Πῶς δ’ ἂν καὶ ἀπῃτήθημεν ὁμολογίαν ἐν δυσὶ συνόδοις παρρησιασάμενοι τὴν εὐσέβειαν καὶ ταύτην ὑπὸ τῶν ἐπηρεαζόντων σαλευομένην στηρίξαντες καὶ πρὸ τούτου τῆς ἱερᾶς ἐκκλησίας, εἴπερ τινὲς ὄντες τρόφιμοι καὶ μηδαμόθεν ὡς προαποδέδεικται τὸ ἀμφίβολον ἔχοντες, ἀλλ’ ὡς ἐκεῖνο ψεῦδος ὂν σαφές, ὅμως ἐγράφη καθ’ ἡμῶν, οὕτω καὶ τοῦτο ψεῦδος ἑπόμενον. Τήν γε μὴν εἰθισμένην ὁμολογίαν πῶς οὐκ ἂν ἐδεδώκει τὴν χειροτονίαν λαμβάνων ὁ ὑποψήφιος; Ἆρ’ οὐ σαφὲς ὅτι ματαία πρόφασίς ἐστιν, ἥν φησι τῆς ὁμολογίας ἀπαίτησιν;

Καὶ μήν, εἰ μὲν τὴν κοινὴν χριστιανῶν ὁμολογίαν, φησί, τίς οὐκ οἶδεν ἡμᾶς τὸ σύμβολον τῆς εὐσεβείας ἐπὶ στόματος φέροντας· εἰ δὲ περὶ τῶν ὑπὸ Βαρλαὰμ καὶ Ἀκινδύνου κεκινημένων ἰδίαν, ἀνάγραπτον ἡμῖν ἐστιν ὁρᾶν τὴν ὁμολογίαν καὶ διεξοδικωτάτην καὶ διπλῆν ἀνθ’ ἁπλῆς, ὅ τε γὰρ Ἁγιορειτικὸς καὶ ὁ Συνοδικὸς τόμος ἡ ἡμετέρα ὁμολογία ἐστί. Τίς δ’ ὁ τὸν μὲν ἀθετῶν τελέως, τὸν δὲ παραχαράττων καὶ παρεξηγούμενος καὶ τίς ὁ τοῖς ἀφορισμοῖς ἔνοχος ὤν, εἶτα καὶ τούτων καταφρονήσας καὶ τῶν ἀποβλήτων πάλιν ἐχόμενος, καὶ τίς, μᾶλλον δὲ τίνες, οἱ τῆς ἀληθείας πολέμιοι καὶ τῆς εὐσεβείας ἐπίβουλοι, καὶ τίνες οἱ τῇ ἐκκλησίᾳ θορύβων τε καὶ στάσεων αἰτιώτατοι καὶ παρὰ τοῦτο τῆς τοῦ θεοῦ ἐκκλησίας ἀπόβλητοι κἂν ἐκκλησίαν ἑαυτοὺς ὀνομάζωσι; Δῆλοι πάντως ἐκ τῶν ἤδη προεξητασμένων γεγόνασι, κἂν ἡμῶν καταψεύδωνται.

Δοκεῖ δέ μοι καὶ τῶν ἔπειτα λεχθέντων ἐκ τῶν ἤδη δειχθέντων εὐφώρατον ἤδη γεγενῆσθαι τὸ τοῦ προκειμένου γράμματος ψεῦδος, καὶ ἄλλως αὐτόθεν τούτων ἐλεγχομένων. Τίς γὰρ οὐκ οἶδεν ἀντίρρησιν εἶναι τοὺς ἡμετέρους λόγους πρὸς τοὺς αὖθις τὰ τοῦ Βαρλαὰμ δόγματα συνιστάντας καὶ ἀναγκαιοτάτην ἀπολογίαν, ἀλλ’ οὐ πρὸς ἐπίδειξιν διδασκαλίαν, καὶ τὴν αὐτὴν τῇ προτέρᾳ πρὸς τοὺς τὰ αὐτὰ πάλιν κατηγοροῦντας;

Ἀλλ’ ὁ ἡμέτερος συκοφάντης προσθήκην ταῦτά φησι καὶ διδασκαλίαν ὀνομάζει τὴν ἀπολογίαν καὶ ὡς δῆθεν ἀρχιερατικῷ ἔργῳ ἐπιτιθεμένοις, τρόπον ἕτερον ἡμῖν ἐπιτίθεται, μηδέ τί ποτέ ἐστιν ἀρχιερατικὸν ἔργον, ὡς ἔοικεν, εἰδώς, ἀλλὰ νομίζων ἀρχιερέων εἶναι μόνων ἀληθείας ὁπωσδήποτε ῥήματα καὶ πρὸς οἰκοδομὴν ψυχῶν ὁπηδήποτε λαλεῖν. Τίς δ’ οὐκ οἶδε τὴν τῶν ἁγιορειτῶν περὶ τοὺς προσιόντας εὐδιάκριτον ἀκρίβειαν; Ὁ δὲ προφέρει τούτοις τὰ κατά τινα παῖδα εὐγενῆ, μὴ συνορῶν μήτε τί λέγει μήτε περὶ τίνων διαβεβαιοῦται. Ὁ δὲ βουλόμενος ἴτω καὶ μανθανέτω τἀληθές. Πόσοι δ’ ἴσασι δι’ ἃ τὴν τηλικαύτην ἀπέχθειαν ἔσχε πρὸς ἡμᾶς; Ὁ δὲ λέγειν αἰσχυνόμενος ἐκεῖνα μηδὲν ἕτερον ὅτι μὴ τὰ δόγματα αἰτιᾶται καὶ τούτων ἕνεκεν ἀποκηρύττειν ἡμᾶς πειρᾶται, πολλοὺς κύκλους περιβαλλόμενος καὶ πάντα ἐφοδεύων καὶ «πάντα κάλων» τὸ τοῦ λόγου «κινῶν», ἵν’ ὁμοῦ τε θύραν ἀνοίξῃ ταῖς τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κακοδοξίαις—τοῦτο γὰρ ὁ σκοπὸς ἅπας καὶ τὸ συμπέρασμα πᾶν τῆς ἐξεληλεγμένης ἄρτι ψευδογραφίας—, καὶ πάντας ἁπαξαπλῶς τοὺς ἀνθρώπους ἀφορισμοῖς καθυποβάλῃ καὶ δεινοτάταις ἀποκηρύξεσι.

Πρότερον μὲν γὰρ καὶ διὰ τοῦ Συνοδικοῦ τόμου τοὺς κατηγοροῦντας ἡμῶν καὶ εἰσαῦθις κατηγορήσοντας, νῦν δὲ διὰ τοῦ καθ’ ἡμῶν αὐτοῦ τούτου γράμματος τοὺς μὴ κατηγοροῦντας ἡμῶν ἀφώρισέ τε καὶ ἀπεκήρυξεν. Ἆρ’ ἀφῆκέ τινα τῶν ἁπάντων κοινωνίαν ἔχειν μετὰ θεοῦ τό γε εἰς αὐτὸν ἧκον;

Οὕτω κατὰ τὸ γεγραμμένον ὡς «παγὶς ἐγενήθη τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον», φέρων μέντοι καὶ αὐτὸς ἑαυτὸν ἐπιρριπτεῖ τοῖς ὑπ’ αὐτοῦ πεπηγόσι βρόχοις καὶ περιβάλλει τῇ σαγήνῃ τῆς κοινῆς ἀπωλείας, εἰκότως· «πεσοῦνται γὰρ ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί», φησὶν ἕτερος προφήτης καὶ «ἐν τῇ παγίδι ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν». Οὗτος δὲ καὶ τούτοις ἁλίσκεται πολλαχῶς· ἑκατέρωθεν γάρ, μᾶλλον δὲ πανταχόθεν ὡς ὑπ’ αὐτοῦ τεθειμένοις ἀντικειμένοις ὑπόδικος τοῖς ἐγγράφοις τούτοις ἐπιτιμίοις ἐστὶ καὶ ἡ μετὰ τῶν καταδίκων προσθήκη τούτου, τῶν ὕστερον συνειλημμένων πάντων, ὡς καὶ παρ’ αὐτοῦ μόνου περιειλημμένων, ἀφαίρεσιν ποιεῖται δικαίαν τῆς ἀκρίτου δίκης καὶ τῶν ἀδίκων ἐνδίκως ἀπαλλάττουσα δεσμῶν. Ὡς εἰς καιρὸν εἶναι χαίροντας ἡμᾶς ᾄδειν ἐκεῖνο τὸ ψαλμικὸν «ἡ ψυχὴ ἡμῶν ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν».

Ἀλλ’ ὁ μὲν καθ’ ἡμῶν ἀνέδην ψευδογραφῆσαι ποθήσας, οὕτως αὐτόθεν καθάπερ συμπεφυκυῖαν ἔχει τὴν δίκην, καὶ σχεδὸν ἄφυκτόν τε καὶ ἀναπόδραστον, καὶ μάλιστα διὰ τὴν παρακεκινδυνευμένην ἔναγχος ἐπ’ Ἀκινδύνῳ χειροτονίαν, ἣν ἠκύρωσαν μὲν ὡς ἄθεσμον ἀρχιερέων οἱ τῶν ἱερῶν ἀπρὶξ ἀντεχόμενοι νόμων, ἐκ μέσου δὲ πεποιήκει τελέως χριστιανῶν ὡς ἄγος κοινὸν ἡ τῆς εὐσεβείας μᾶλλον ἢ τῆς ψυχῆς ἀντεχομένη κρατίστη βασιλίς. Ἡμεῖς δὲ τὸν βόρβορον τῶν αὐτοῦ ῥημάτων, οἷόν τινα κόπρον ἐκφοροῦντες καὶ διαρριπτοῦντες ἀπὸ τῆς αὐλῆς τοῦ Χριστοῦ καὶ λόγους εὐτολμίας τε καὶ ἀληθείας ταῖς τῶν φιλευσεβῶν καὶ φιλαλήθων ἀκοαῖς ἐνιέντες, οὐ μικρᾶς ὅμως οἷα βόρβορον ἀνακινοῦντες τῆς ἀηδίας ἀναπιμπλάμεθα. Ταύτῃ τοι καὶ παῦλαν τῷ λόγῳ δῶμεν.