Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Αναίρεση των δογματικών πλανών του «Αντιτόμου» και τελική καταδίκη των πολεμίων

Υπεράσπιση της άκτιστης φύσεως του φωτός της Μεταμορφώσεως, απόρριψη των αιτιάσεων περί διθεΐας, έλεγχος της παραποίησης της ησυχαστικής προσευχής και επισήμανση των αναθεματισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 9

Ἐπεὶ δὲ τὸ μῆκος φεύγων ὁ λόγος τὰ πλείω τῶν δυσσεβῶς ἅμα καὶ συκοφαντικῶς εἰρημένων καθ’ ἡμῶν τε καὶ τῆς εὐσεβείας καὶ τοῦ τῶν εὐσεβῶν βασιλέως τῷ Ἀντιτόμῳ τούτῳ παρῆκε, τῶν δὲ κατὰ τῆς μιᾶς καὶ μόνης ἀκτίστου θεότητος κατά τε τοῦ θείου φωτὸς καὶ τῆς ἱερᾶς προσευχῆς ἐσκαιωρημένων καὶ ἁπλῶς τῶν μετὰ τὸ ἐνεχθῆναι τὰ τοῦ Βαρλαὰμ συγγράμματα μέχρι τῶν ἀποφάσεων δογματικῶς ἐν τῷ Συνοδικῷ τόμῳ προτεθειμένων καὶ τῶν ἐπ’ αὐτὰ τῷ τοῦ Ἀκινδύνου προστάτῃ τούτῳ συνεσκευασμένων οὐδενός πω σχεδὸν ἐμνήσθη, φέρε δι’ ὀλίγων καὶ ταῦθ’ ὑποδείξωμεν.

Φησὶ τοίνυν ὁ Ἀντίτομος οὗτος καὶ ὁ τοῦτον συνθείς, «οὐκ ἐξ ἀνουσίων καὶ οὐσίας εἷς ἐστι θεός». Τίνα λέγων ἀνούσια; Τὰς θείας ἐνεργείας, ἅτε μὴ οὐσίας οὔσας. Ἆρ’ οὖν οὐχὶ καὶ τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως φανερῶς ἐκτέμνει καὶ ὑπερορίζει τοῦ ἑνὸς θεοῦ καὶ τὰ περὶ τούτου τοῦ φωτὸς ἐν τῷ Τόμῳ καὶ παρὰ τῶν ἀπ’ αἰῶνος ἁγίων εἰρημένα καὶ παρὰ τοῦ συνῳδὰ τούτοις ἐκεῖ θεολογοῦντος βασιλέως ἅπαντα διὰ μιᾶς ταύτης ἀνασκευάζει τῆς φωνῆς; Τοῦτο γὰρ τὸ φῶς ἐκεῖ θεῖον ὡς ἀληθῶς εἶναι τεθεολόγηται καὶ οὐκ οὐσία. «Εἰ γὰρ καὶ πρὸς τοσοῦτο», φησί, «θεωρίας ὕψος ἀνέδραμον ἐν Θαβὼρ οἱ τοῦ κυρίου μύσται, χάριν καὶ δόξαν εἶδον θείαν, ἀλλ’ οὐ τὴν φύσιν αὐτὴν τὴν χορηγοῦσαν τὴν χάριν». Οὗτος δὲ διὰ τῆς ἐνταυθοῖ ταύτης ἀποφάσεως ἢ οὐσίαν εἶναι θείαν τὸ φῶς ἐκεῖνο καὶ κατὰ μεσσαλιανοὺς θεατὴν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ, ἢ μὴ θεῖον ὡς ἀληθῶς εἶναι, μηδ’ ἄκτιστον ἀποφαίνεται, τὸν συνοδικὸν ἐκεῖνον Τόμον καταλύων δ’ ἀμφοτέρων καὶ πρὸς τῷ θεοσεβεστάτῳ βασιλεῖ καὶ τοὺς ἀπ’ αἰῶνος ἁγίους κατ’ ἀμφότερα σφαλῆναι λέγων, αὐτὸς οὐ τὴν εὐσέβειαν μόνον, ἀλλὰ καὶ τὰς οἰκείας φρένας ὁ τάλας σφαλείς.

Ἀκούσατε γὰρ τί πάλιν διὰ τοῦ Ἀντιτόμου τούτου δυσσεβῶς ἅμα καὶ φρενοβλαβῶς ἀπερεύγεται· «ὥσπερ ἔξοικοι γῆς εἰσι καὶ μηδενὶ τῶν τοῦ Τόμου προσεσχηκότες οἱ τὸν Τόμον ἀνατρέπεσθαι λέγοντες, εἰ μὴ τὰ τοῦ Παλαμᾶ δόγματα τῇ ἐκκλησίᾳ θεοῦ προσδεχθείη καὶ ὁ τῶν ἀνουσίων θεοτήτων ὄχλος χώραν ἐπ’ ἐκκλησίας λάβοι».

Τίνα τὰ τοῦ Παλαμᾶ δόγματα καὶ τίνες αἱ βλασφημούμεναι καὶ «ὄχλος» καλούμεναι παρὰ τοῦ ἀντιθέτου τούτῳ θεότητες; Ἡ θεία πρόνοια θεότης παρὰ τῶν ἁγίων ὀνομαζομένη κατὰ τὸν εἰπόντα, «θεότης ἐστὶν ἡ πάντα θεωμένη πρόνοια», ἡ θεία πρόγνωσις, θεότης καὶ αὕτη ὀνομαζομένη κατὰ τὸν εἰπόντα, «πᾶσαν ἡ θεία φύσις ὑπερβαίνει τὴν διὰ φωνῆς σημασίαν, ἡ δὲ θεότης τῆς θεατικῆς δυνάμεως τοῦ πνεύματος προσηγορία καθέστηκεν», ἡ θεοποιὸς λαμπρότης τοῦ θεοῦ, καθ’ ἣν καὶ ὁ Χριστὸς ἐπ’ ὄρους ἔλαμψε κατὰ τὸν εἰπόντα περὶ Ἰωάννου τοῦ υἱοῦ τῆς βροντῆς, «ὡς αὐτὴν τὴν τοῦ λόγου θεότητα παραγυμνωθεῖσαν ἐπ’ ὄρους εἶδε». Τὰ τοιαῦτα δὲ πάντα οὐ μόνον τῇ τῆς θεότητος προσηγορίᾳ καλεῖται παρὰ τῶν ἁγίων, ἀλλὰ καὶ τῆς οὐσίας εἶναι καὶ ἐκ τῆς οὐσίας προϊέναι λέγεται, ἀλλ’ οὐκ οὐσία εἶναι. Πῶς γὰρ ἂν εἶεν καὶ οὐσία τῶν πρός τι ὄντα καὶ οὐκ ἄφετα; Σχέσις γὰρ καὶ ἐπιστροφὴ τοῦ θεοῦ ἐστιν ἡ πρόνοια πρὸς τὰ προνοούμενα καὶ ἡ θεατικὴ δύναμις πρὸς τὰ ὁρώμενά τε καὶ προγινωσκόμενα καὶ ἡ θεοποιὸς χάρις πρὸς τὰ θεοποιούμενα.

Ταύτας δὴ τὰς ἐκ τῆς θεότητος προσαγορευομένας δυνάμεις καὶ ἐνεργείας τοῦ θεοῦ, ὡς πολλὰς καὶ μὴ οὐσίας οὔσας—ἐν γὰρ μιᾷ οὐσίᾳ παντοδύναμόν ἐστι τὸ θεῖον—, ταύτας τοίνυν τὰς θείας δυνάμεις βλασφήμως «ὄχλον» καλέσας ὁ τοῦ Ἀκινδύνου προστάτης καὶ βεβαιωτὴς ἐκβάλλει, βαβαί, τῆς ἱερᾶς ἐκκλησίας καὶ ἀποπέμπεται.

Τί δ’ ἂν οὗτος εἴποι περὶ τῶν ἑπτὰ πνευμάτων, ἃ κατὰ τὸν Ἠσαΐαν ἐπὶ τὸ ἄνθος ἀναπέπαυται τὸ ἐκ τῆς ῥάβδου τῆς ἀπὸ τῆς ῥίζης Ἰεσσαί; Τί δὲ περὶ τῶν ἑπτὰ τοῦ κυρίου ὀφθαλμῶν, δι’ ὧν κατὰ τὸν ἐντυγχάνοντα τῷ προφήτῃ Ζαχαρίᾳ θεῖον ἄγγελον ἐπιβλέπει πᾶσαν τὴν γῆς;

Ἀλλὰ καὶ τὸν Παλαμᾶν ταῖς τοιαύταις θείαις ἐνεργείαις τῆς ἐκκλησίας συνεκβάλλων ὁ τῆς ἐν αὐτῇ ἀληθείας ἀναιρέτης οὗτος, οἴεται διεστάναι θεοῦ καὶ τῶν θεοσεβῶν, καὶ τοῖς μὴ ὡς αὐτὸς παραπαίειν αἱρουμένοις λοιδορεῖται, μὴ καλῶς τὸν νοῦν προσεσχηκέναι τῷ Συνοδικῷ τόμῳ διατεινόμενος· νοῦν δ’ αὐτὸς οὐκ ἔχων συνιδεῖν ὡς οὐκ ἐμποδίζουσιν αὗται, μᾶλλον μὲν οὖν καὶ τὰ μέγιστα συντείνουσι μίαν εἶναι τὴν θεότητα, πονηρῶς αὖ τὸν ἴσον τρόπον, «μὴ εἶναι», φησί, «κατὰ πᾶσαν ἐπίνοιαν δύο ἐπὶ τῆς ἁγίας τριάδος θεότητας πάντη καὶ πολλῷ τῷ μέτρῳ ἀνίσους καὶ ἀνομοίους».

Τί ποτ’ ἆρα τούτῳ βούλοιντ’ ἂν αἱ πολλαὶ καὶ συνεχεῖς αὗται προσθῆκαι καὶ ὑπερβολαί; «Κατὰ πᾶσαν γάρ», φησίν, «ἐπίνοιαν καὶ πάντη καὶ πολλῷ τῷ μέτρῳ»· οὐδὲ γὰρ κατὰ μίαν ἡντινοῦν ἐπίνοιαν δύο ἢ πλείους ἐπὶ τῆς ἁγίας τριάδος εἰσὶ θεότητες· μία γὰρ τῶν τριῶν προσώπων ἡ θεότης.

Οὐδὲ γοῦν κατὰ τὸ βραχύτατον, ἄπαγε, τὸ κατ’ αὐτὴν ἄνισον καὶ ἀνόμοιον ἐν τοῖς τρισίν, εἰ μὴ ἄρα καὶ τοῦθ’ οὗτος δυσσεβῶς φρονεῖ, μᾶλλον μὲν οὖν ἔοικε καὶ πρὸς τοῦτο νῦν ἐκκυλισθῆναι παντάπασιν ἀθλίως ἐκ τοῦ ἀκρατῶς συκοφαντεῖν ἡμᾶς. Οἴεται γὰρ σὺν δόλῳ κἀντεῦθεν ἐξελέγχειν, ὡς ἄνισον δῆθεν καὶ ἀνόμοιον τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν φρονοῦμεν. Ἡμεῖς δ’ οὐχ οὕτω λέγομέν τε καὶ φρονοῦμεν· ἄπαγε τοῦ ψεύδους. Οὐχ αὕτη μερὶς τῷ Ἰακώβ. Ἀλλ’ ὅτι μία μὲν καὶ ἡ αὐτὴ οὐσία καὶ δύναμις καὶ ἐνέργεια τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διαφέρει δὲ ἡ θεατικὴ τοῦ ἐν τρισὶν ὑποστάσεσιν ἑνὸς θεοῦ ἐνέργεια καὶ ἡ θεοποιὸς ἀλλήλων· οὐδὲ γὰρ πάνθ’ ὅσα ὁ θεὸς θεᾶται καὶ θεοποιεῖ. Ἀλλὰ καὶ ἡ θεία ὑπερουσιότης ἀμφοτέρων διενήνοχε· κατ’ αὐτὴν γὰρ ἀμέθεκτός ἐστι πάντη καὶ ἀνέκφαντος καὶ ἀνέκφραστος ὁ τρισυπόστατος κύριος. Καλεῖται δ’ ἑκάστη τούτων, ἰδίᾳ καὶ ὁμοῦ πᾶσαι, τῇ τῆς θεότητος προσηγορίᾳ καὶ ὡς ἑνὸς θεοῦ ὁμοτίμως πρὸς ἀλλήλας ἔχουσιν. Ἀλλ’ ἡ μὲν ὑπερουσιότης ἐκείνη τῆς ἐκ τῆς προσηγορίας σημασίας ὑπέρκειται κατὰ τοὺς ἱεροὺς πατέρας, τῶν δ’ ἄλλων ἑκατέρα πρὸς τὸ σημαινόμενον οἰκείως ἔχει, καὶ αἱ μὲν ἐνέργειαι ἐκ τῆς οὐσίας ὡς αἰτίας, ἡ δ’ οὐσία οὐκ ἐκ τῶν ἐνεργειῶν, διὸ καὶ ὑπέρκειται τῶν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τούτων, ὡς αἰτία τούτων κατὰ τοὺς θεολόγους.

Οὗτος δ’ ἀνίσους καὶ ἀνομοίους ταύτας εἶναι λέγων, εἴπερ οὕτως ἔχουσι, καὶ τὸν υἱὸν ἄνισον καὶ ἀνόμοιον εἶναι φήσει τῷ πατρί, ἐπειδήπερ οὐχ ὁ πατὴρ ἐκ τοῦ υἱοῦ, ἀλλ’ ὁ υἱός ἐστιν ἐκ τοῦ πατρός, ὁμοτίμου μὲν τὴν φύσιν, ὑπερκειμένου δὲ καὶ μείζονος ὄντος τῷ αἰτίῳ, καὶ μηδὲν διαφέρειν τὴν ὑπερουσιότητα ἐκείνην τῶν θείων ἐνεργειῶν ἀποφαινόμενος, πολλὰς καὶ ἀναριθμήτους οὐσίας θείας εἶναι δείκνυται πρεσβεύων. Αἱ γὰρ τοῦ πνεύματος ἐνέργειαι κατὰ τὸν μέγαν Βασίλειον «ἀνεξαρίθμητοι διὰ τὸ πλῆθος». Οὐ μεριστὴν δὲ μόνον ἐντεῦθεν ποιεῖται τὴν ὑπερουσιότητα ἐκείνην, ἐπειδήπερ καὶ ἡ θεία δύναμις καὶ ἡ ἐνέργεια μερίζεται—παντοδύναμον γάρ ἐστι τὸ θεῖον—, ἀλλὰ καὶ καταληπτὴν παραπλησίως ταῖς ἐξ αὐτῆς ἐνεργείαις ὑπὸ τοῦ ὀνόματος σημαινομένην, ἔτι δὲ καὶ μεθεκτὴν οὐ τοῖς κεκαθαρμένοις μόνοις, ὃ μεσσαλιανῶν ἐστι φρονεῖν, ἀλλὰ καὶ τοῖς πονηροῖς καὶ ἀκαθάρτοις, ὡς τὸ καινότατον χωρὶς προνοητικῆς τῆς ἐνεργείας ἐποπτικὴν οὖσαν καθ’ αὑτὴν ἐνέργειαν· «πάντα γάρ», κατὰ τὸν μέγαν Διονύσιον, «μετέχει προνοίας, ἀλλ’ ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης».

Εἰ οὖν κατὰ τὸν νέηλυν τοῦτον θεολόγον ἡ οὐσία τοῦ θεοῦ μηδὲν τῆς προνοίας διενήνοχε, πάντα μετέχει τῆς οὐσίας τοῦ θεοῦ καὶ ἐκ τῆς οὐσίας, ὢ καινῶν ἀκουσμάτων, ἡ αὐτὴ πάλιν ἐκβλύζεται οὐσία—ἡ γὰρ πρόνοια ἐκ τῆς οὐσίας—, ἀλλὰ καὶ ἢ ἐνέργειαν ἀνούσιον ἐντεῦθεν δείκνυσιν ὄντα τὸν θεὸν ἢ οὐσίαν ἀνενέργητον, ὡς ἐν ἄλλοις πολλάκις καὶ διὰ πολλῶν αὐτόν τε καὶ τοὺς κατ’ αὐτὸν ἀπηλέγξαμεν. Καὶ νῦν δὲ τὸν Ἀντίτομον συγγραψάμενος τοῦτον ἐμφανέστερον ἔδειξεν ἑαυτὸν δι’ ὧν ἐνταῦθ’ ἔγραψε καὶ τῇ τὸν λόγον τῆς ἀληθείας ὀρθοτομούσῃ χάριτι Χριστοῦ ἐκκλησίᾳ καὶ τοῖς τοῦ χριστωνύμου πληρώματος κατ’ εὐδοκίαν ἐκ θεοῦ βασιλεύουσι καὶ τῇ κατὰ φύσιν ἐκ θεοῦ προϊούσῃ δόξῃ καὶ ἀπορρήτως ἐπιφαινομένῃ τοῖς ἀξίοις πολεμιώτατον.

Ἀλλὰ καὶ τῆς εἰθισμένης εὐχῆς τοῖς ἐν ἡσυχίᾳ διὰ βίου τῷ θεῷ προσανέχουσι κἀνταῦθα μνησθεὶς κακούργως ἐξεῖλε καὶ μετεσκεύασε, καθ’ ὃ κακοῦργος ὁ Βαρλαὰμ ἐξηλέγχθη. Καὶ γὰρ ἐκεῖνος ἐπὶ τὸ καλεῖσθαι παρ’ ἡμῶν υἱὸν θεοῦ τὸν Χριστὸν πᾶσαν αὐτοῦ τὴν βδελυρὰν σοφιστείαν ἐκένωσε. Ταῦτ’ ἄρα καὶ ὁ Τόμος καὶ ἡ τοῦ βασιλέως ἡδίστη καὶ μεγαλόνους φωνὴ διὰ τούτου βάλλει τὸν ἀλιτήριον, καὶ τοῦτο διὰ πλειόνων εὐσεβέστατον εἶναι παρίστησιν. Ὁ δὲ τοῦτο νῦν ἐξελὼν οὗτος, συνεξεῖλε πάντως ἐκεῖνα πάντα, τὸν μὲν Βαρλαὰμ καὶ τῆς ἐντεῦθεν μέμψεως ἐξαιρούμενος, τὸ δ’ ἑξῆς τοῦ Τόμου καταλύων καὶ ἀχρειῶν, καὶ τοὺς ἀναιτίους ὑπαιτίους καὶ κατὰ τοῦτο ποιούμενος. Ἆρ’ οὖν οὐκ ἄλλος Βαρλαὰμ οὗτος, κατὰ τῶν αὐτῶν μοναχῶν, κατὰ τῶν αὐτῶν δογμάτων, κατὰ τῶν αὐτῶν ἐθῶν τῆς ἐκκλησίας αὖθις χωρῶν;

Τί γὰρ τῶν δογμάτων τε καὶ ῥημάτων τοῦ κοινοῦ Τόμου τῆς ἐκκλησίας ἐκείνου παρῆκεν, ὃ μὴ μεθείλκυσεν εἰς πᾶν τοὐναντίον, διαστρέφων καὶ ἀνατρέπων καὶ παραχαράττων καὶ παρεξηγούμενος καὶ παραχρώμενος καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους πολυειδῶς ἀχρειῶν τε καὶ διασπῶν καὶ παντάπασι καταλύων;

Πάντως οὐδέν, οὐκοῦν καὶ πολυπλασίως καὶ πολυειδῶς ἐνέχεται καὶ τοῖς ἐν τούτῳ τεθειμένοις ἐνδίκως ἀφορισμοῖς τε καὶ ἀναθεματισμοῖς καὶ ταῖς φρικώδεσιν ἐκείναις ἀποκηρύξεσι, καὶ ὡς κινῶν αὖθις καὶ ὡς μηδ’ ἑαυτῷ ἀρκούμενος, ἀλλὰ καὶ πάντας ἐνάγων εἰς τὸ καθ’ ἡμῶν κινεῖν, καὶ ὡς οὐχ ἔν, ὧν ἐκεῖνος εἶπε καθ’ ἡμῶν τε καὶ τῆς ἀληθείας, ἀλλὰ πάντα καὶ μετὰ προσθήκης καθ’ ἡμῶν λέγων, καὶ ὡς τὰ τοῦ Βαρλαὰμ φρονῶν καὶ ταῦτ’ ἐκθύμως ἐπεκδικῶν, καὶ ταῦτα μεθ’ οὕτω περιφανεῖς τοὺς ἐλέγχους καὶ μετεγγράφους οὕτω τὰς ἀποφάσεις, ἃς χερσὶν οἰκείαις ὑπεσημήνατο καὶ αὐτός.

Τούτου τοίνυν οὕτω καὶ τοσαυτάκις παντὸς τοῦ τῶν ὀρθοδόξων πληρώματος ἐκκεκομμένου, λείπεται τῶν ἀδυνάτων εἶναι τελεῖν ἐν τοῖς εὐσεβέσι τὸν μὴ ἀφωρισμένον ἐκ τούτου, τοῦ καταλόγου δ’ εἶναι χριστιανῶν ἀληθῶς καὶ τῷ θεῷ ἡνωμένον κατ’ εὐσεβῆ πίστιν, ὅστις ἂν εἴη τούτων ἕνεκεν ἀφωρισμένος ἐκ τούτου.