Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Η μαρτυρία του Συνοδικού Τόμου και η δικαίωση των ησυχαστών

Παράθεση χωρίων του Συνοδικού Τόμου που επιβεβαιώνουν την επίσημη καταδίκη του Βαρλαάμ, τη δικαίωση της ορθόδοξης διδασκαλίας και την ανασκευή των πατριαρχικών παραποιήσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 9

Φεῦ, οἷον κακὸν ἡ ἀπόνοια! Πῶς αὐτεπίβουλον ἡ κακία! Πῶς ἐξίστησι τὸν ἁλόντα καὶ τῶν οἰκείων αὐτοῦ φρενῶν! Ὁ γὰρ καταρράσσειν καὶ κατασπᾶν ἐπιθέμενος τὸν Παλαμᾶν τοῦτον, ἐκεῖνον μὲν καὶ τοὺς παρρησιαζομένους σὺν αὐτῷ τὴν εὐσέβειαν ἀνακηρύττει μᾶλλον καὶ περιφανεῖς τοῖς εὖ φρονοῦσι καθίστησι, καταρράττει δὲ καὶ κατασπᾷ ἑαυτὸν εἰς τὸ τῆς δυσσεβείας αἴσχιστον βάραθρον καὶ κατασείει καὶ διασπᾷ, τό γε εἰς αὐτὸν ἧκον, τὸν Συνοδικὸν τόμον καὶ τὴν ἐγγεγραμμένην τούτῳ προεξητασμένην ἀλήθειαν, ἣν τότε μὲν καὶ αὐτὸς πρὸ τῶν ἄλλων χερσὶν οἰκείαις ὑπεσημήνατο, νῦν δὲ τὰς ἐκεῖ κατὰ τῶν ἀθετούντων καὶ τοῖς προσεμένοις τηνικαῦτα τὴν βελτίω ψῆφον ἐγκαλεῖν αὖθις ἐπιχειρούντων ἀποκηρύξεις τε καὶ ἀρὰς ἐπὶ τὴν οἰκείαν ἕλκει καὶ καταρράσσει κεφαλὴν καὶ καθ’ ἑαυτοῦ τὰς ἀποκηρύξεις καὶ δυσφημίας συντιθεὶς οὐδ’ αἰσθάνεται. Καὶ γὰρ οὐδὲν ἕτερόν ἐστι τουτὶ τὸ καθ’ ἡμῶν γράμμα ἢ παρεκτροπή τις καὶ παρεξήγησις ἐκείνου τοῦ Τόμου τούτῳ σὺν δόλῳ διὰ πάντων ὑπάρχον ἀντίθετον, ὡς τὴν ἐν ἐκείνῳ κρατυνομένην ἀλήθειαν παραχαράττον καὶ πρὸς αὐτὴν ἀντικείμενον. «Ὁ Παλαμᾶς γάρ», φησί, «καὶ ὁ Βαρλαάμ, ἀλλήλοις διαμαχόμενοι καὶ ἀσεβείας ἀλλήλοις ἔγκλημα ἐπιγράφοντες ἐξετάσει συνοδικῇ παρεπέμφθησαν».

Ὁ δὲ προβὰς ἐπὶ ταῖς συνόδοις ἐκείναις Τόμος οὐχ οὕτως· «ἀλλ’ ὁ Βαρλαάμ», φησίν, «εἰς τὸ τῆς οἰήσεως πέλαγος ἐξ ἀφροσύνης καὶ ἰδιορρυθμίας καθεὶς ἑαυτόν, κατὰ τῆς ὑπερφυοῦς καὶ ὄντως φιλοσοφίας ἐχώρησεν, ἐπιστρατεύσας τῇ διδασκαλίᾳ τοῦ πνεύματος, τὴν μηδὲ χωρεῖν ὅλως τὰ τοῦ πνεύματος δυναμένην ψυχικὴν καὶ ἀποδεδοκιμασμένην φιλοσοφίαν. Τὸν μαθητιῶντα γὰρ οὗτος ὑποκριθεὶς προσῆλθέ ποτε σὺν δόλῳ τισὶ τῶν παρ’ ἡμῖν μοναχῶν, οἵ, τὸν ἡσύχιον προελόμενοι βίον, τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπόντες, θεῷ προσανέχουσι. Καὶ τούτων οὐδενὶ μὲν τῶν ἐλλογιμωτέρων, τοῖς ἁπλουστέροις δὲ μᾶλλον ἐφοίτησεν ἐξεπίτηδες· ἀκούσας γὰρ λεγόντων αὐτῶν κατὰ τὴν παράδοσιν τῶν ἁγίων πατέρων περὶ θείας ἐλλάμψεως καὶ τῆς μυστικῶς ἐγγινομένης χάριτος τοῖς διὰ τῶν ἐντολῶν τοῦ θεοῦ τὴν καρδίαν κεκαθαρμένοις καὶ ὡς οὐ περὶ θείας οὐσίας, ἀλλὰ περὶ τῆς ἀκτίστου καὶ θεοποιοῦ ἐνεργείας καὶ χάριτος αὐτοῖς ὁ λόγος, διθεΐας αὐτοῖς ἐντεῦθεν ἔγκλημα προστρίψασθαι ἐπεχείρησε. Καὶ εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ παρελθὼν καὶ τὰ περὶ τούτου ἀνενέγκας, κατηγορῶν μάλιστα τοῦ τιμιωτάτου ἐν ἱερομονάχοις κυρίου Γρηγορίου τοῦ Παλαμᾶ, ἐζήτησε μετακληθῆναι καὶ αὐτοὺς εἰς τὴν καθ’ ἡμᾶς ἱερὰν καὶ θείαν σύνοδον».

Πῶς οὖν ὡς ἀντεγκαλοῦντας ἀλλήλοις παραπεμφθῆναι φῂς τῇ τηνικαῦτα συγκεκροτημένῃ συνόδῳ καὶ «ἀμφοτέρους ἀσεβείας ἐγκλήματι περιπεσεῖν» διατείνῃ καὶ τὸ ἴσον ἀμφοτέροις, καὶ ταῦτ’ ἐπὶ τῇ χείρονι μοίρᾳ νέμεις, ὧν τοῦ μὲν ὁ Τόμος ὡς ἀφρόνως μέμνηται καὶ δυσσεβῶς ἐγκαλοῦντος, τὸν δὲ Παλαμᾶν ὡς εὐσεβῆ καὶ τιμιώτατον ἐν ἱερομονάχοις ἀνακηρύττει, κἂν ἐγκαλῆται; Πῶς δ’ ἀντὶ «τῆς διδασκαλίας τοῦ πνεύματος», καθ’ ἧς ὁ Βαρλαάμ, ὡς ὁ Τόμος φησίν, «ἐχώρησε» καὶ δι’ ἣν τῶν αὐτῇ στοιχούντων κατεῖπε, τὸν Παλαμᾶν αὐτὸς ἐκλαμβάνων, εἶτα τοῦτον τάττεις μετὰ τῶν «ἀπειθῶν τῇ ἐκκλησίᾳ καὶ ἀμφιβόλων τὸ σέβας»; Εἰ γὰρ καὶ τοῦ Παλαμᾶ κατηγόρησε τῶν ἄλλων μᾶλλον, ἀλλὰ δι’ οὐδὲν ἕτερον—εἷς γὰρ τῷ Βαρλαὰμ κατ’ αὐτοῦ τε καὶ τῶν ἄλλων ὁ λόγος—· ὡς οὖν καὶ τούτου στοιχοῦντος οὐχ ἧττον «τῇ διδασκαλίᾳ τοῦ πνεύματος» κατεφέρετο καὶ μᾶλλον τῶν ἄλλων, ὡς καὶ ταύτης οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ἔργοις τε καὶ λόγοις προκινδυνεύοντος. Ἀλλὰ καὶ τὸν Βαρλαὰμ ἄρξαι τῆς ὑποθέσεως ἐκ τῆς πρὸς τοὺς μοναχούς, πρῶτον μὲν ὑπούλου καὶ δολερᾶς ὑποκρίσεως, εἶτ’ ἀναισχύντου τε καὶ βδελυρᾶς ἀντιθέσεως, ἀλλ’ οὐκ ἐκ τῆς πρὸς τὸν Παλαμᾶν μάχης, λέγοντος τοῦ Τόμου σαφῶς· «προσῆλθε γάρ», φησί, «σὺν δόλῳ τισὶ τῶν παρ’ ἡμῖν μοναχῶν καὶ τούτων οὐδενὶ μὲν τῶν ἐλλογιμωτέρων».

Ὁ νῦν τὸν Τόμον παραχαράττων ἐκ τῆς πρὸς τὸν Παλαμᾶν τοῦ Βαρλαὰμ μάχης, τὴν ἀρχήν φησι γεγενῆσθαι, μᾶλλον δὲ ἐκ τῆς πρὸς ἀλλήλους φανερᾶς ἀντιρρήσεως, ἅμα τε σπεύδων ὑπαιτίους ἀμφοτέρους ἐπίσης ἐξ ἀρχῆς καθιστάναι καὶ τοῦ Παλαμᾶ τὸν ἔπαινον ὑφαιρούμενος, ὡς οὐχ ὑπὲρ ἑτέρων, οὐδ’ ὑπὲρ τῆς κοινῆς εὐσεβείας, ἀλλ’ ἐνστάσεως οἰκείας χάριν ἀποδυσαμένου πρὸς τὸν ἀγῶνα. Τίνα δὲ καὶ τούτου χείρω δόλον ἕτερον μετὰ τοῦ παραχαράττειν τὸν Τόμον, ἐντεῦθεν ἤδη συρράπτειν ἄρχεται διασαφῆσαι χρεών.

Τοῦ γὰρ Συνοδικοῦ τόμου τὸν Βαρλαὰμ μόνον ἐνάγοντα δείξαντος καὶ δι’ ὧν τοῦ τε Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ κατηγόρησεν ἐξεληλέγχθαι δυσσεβῆ παραστήσαντος—οὐ γὰρ μόνον φησὶ τελευτῶν, ὡς «ἀνεφάνη καὶ ἀπηλέγχθη ὁ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως λαλῶν», ἀλλὰ καὶ προστίθησιν· «οἱ δὲ μοναχοὶ ἀπεδείχθησαν ἀνώτεροι τῆς κατηγορίας αὐτοῦ»—, ταῦτα προδιειληφότος τοῦ Τόμου σαφῶς, ὁ νῦν ἐκεῖνα διηγούμενος οὗτος, οὐχ οὕτω φησίν, ἀλλ’ ὡς «ὁ Παλαμᾶς καὶ ὁ Βαρλαὰμ ἀλλήλοις ἀσεβείας ἔγκλημα ἐπιγράφοντες, παρεπέμφθησαν τῇ συνόδῳ». Κυροῦν ἐντεῦθεν δοκῶν τὸ κατάδηλον καὶ αὐτέλεγκτον καὶ παντάπασιν ἀσύστατον ψεῦδος, ὡς ἑτέρου ὄντος καὶ οὐ τοῦ αὐτοῦ πράγματος, καθ’ ὃ πρὸς ἀλλήλους τὴν ἀντίθεσιν εἶχον, ἵν’ ἔχῃ χώραν καὶ τὸν Παλαμᾶν ὑπαίτιον λέγειν, εἰ καὶ ὁ Βαρλαὰμ ἐξελήλεγκται κακῶς φρονῶν. Εἰσαγαγὼν τοίνυν ὡς ἐγκεκλημένους ἀμφοτέρους δολίως—καθ’ ἕτερον γὰρ ἑκάτερον ὡς καὶ σαφέστερον ποιεῖται τὸ δρᾶμα προϊόντος τοῦ γράμματος—, εἶτα τί φησιν; «Οἴδατε σχεδὸν ἁπαξάπαντες καὶ οὐκ ἀγνοεῖτε τὴν μεγάλην ἐκείνην ἐπ’ ἐκκλησίας συνέλευσιν, ἐφ’ ἧς προλάμπων ἦν φωστῆρος δίκην ὁ τῆς εὐσεβείας προαγωνιστὴς ἡμῶν βασιλεύς, ὁ πατὴρ τοῦ κρατίστου καὶ ἁγίου μου αὐτοκράτορος ὁ ἀοίδιμος καὶ μακαρίτης, συνάμα τοῖς ἄρχουσι τῆς συγκλήτου».

Ναὶ οἴδαμεν· καὶ ὡς παρὰ τούτων πάντων ἁπάσαις ψήφοις ὁ Παλαμᾶς δεδικαίωται, καὶ μὴ μόνον εὐσεβής, ἀλλὰ καὶ τῆς εὐσεβείας συνήγορος ἀνηγόρευται κατὰ τῶν διαστρέφειν ἐπικεχειρηκότων αὐτήν, παρρησίᾳ τὸ κράτος ἀνῃρημένος.

Ἴσμεν καὶ τὸν ἡμέτερον βασιλέα ἐκεῖνον τὸν πάντων θαυμασιώτατον, ὃς ἐφ’ ἡμῶν ὑπὲρ ἡμῶν τῆς κοινῆς ἁπάντων χριστιανῶν εὐσεβείας ὑπὸ τοῦ Παλαμᾶ συνηγορουμένης παρρησίᾳ προηγωνίσατο καὶ ταύτῃ τὸ κράτος τῆς νίκης ἐπεψηφίσατο, παρ’ ἧς ἐνεδύσατο τοῦ στέφους τὸ κράτος. Σὺ δὲ τοῦτον ἐγκωμιάζειν ὑποκρινόμενος τὸ κορυφαῖον τῶν ἐκείνου καλῶν ἐγχειρεῖς καθαιρεῖν τῇ στηριχθείσῃ παρ’ ἐκείνου πολεμῶν εὐσεβείᾳ. Καὶ τοίνυν «εἰ φωστῆρος ἐκεῖνος δίκην ἐπὶ τῆς μεγάλης ἐκείνης συνόδου περιφανῶς ἔλαμψεν», ὥσπερ οὖν ἔλαμψε, πῶς αὐτὸς τὴν ὑπ’ ἐκείνου φανερὰν καταστᾶσαν τῆς εὐσεβείας ἀλήθειαν ἀφανίζειν ἐγχειρεῖς αὖθις;

Ἡμεῖς γὰρ ἴσμεν καὶ τὰς τοῦ θαυμασίου βασιλέως ἡμῶν ἐκείνου φωνάς, ἃς παρρησιασάμενος τὴν εὐσέβειαν ὑπὲρ τοῦ θειοτάτου φωτὸς ἀφῆκεν, «ὑπ’ αὐτοῦ πάντως», ὡς καὶ ὁ Τόμος φησί, «καταυγασθεὶς τὴν διάνοιαν». Οὐδὲ τοῦτ’ ἀγνοοῦμεν, ὡς ἡ σὴ μὲν ἀρτίως κατὰ τῆς εὐσεβείας σπουδὴ διὰ τοῦ ἀντιοχικοῦ σοι κληθέντος γράμματος, ὁ δέ σοι μὲν εἴπερ τις νῦν ὁμόφρων, τῆς δὲ τοῦ Βαρλαὰμ κακοδοξίας μύστης καὶ διάδοχος καὶ ὀπαδὸς Ἀκίνδυνος, τὰς φωνὰς ταύτας γεγραμμένας ἐν τῷ Συνοδικῷ τόμῳ διατελούσας, διὰ τῶν οἰκείων λόγων καὶ συγγραμμάτων βλασφήμους ἀποδεικνύειν πειρᾶσθε καὶ δυσσεβεῖς· ᾧ δὴ καὶ τὸν Ἀκίνδυνον τοῦτον ἐπὶ διαβολῇ πάντως ἡμῶν τε καὶ τῆς συγκλήτου πάσης, ἔτι δὲ καὶ τῆς φωτὸς δίκην εἴπερ ποτὲ τηνικαῦτα διαυγασάσης βασιλικῆς εὐσεβείας, σεαυτῷ νῦν ἐπ’ αὐτοῦ τοῦ θείου συνήψας βήματος, βεβαιωτὴς αὐτοῦ καὶ προστάτης γενόμενος, μᾶλλον δὲ καὶ προστάτην αὐτὸν καταστῆσαι τῆς ἐκκλησίας φιλονεικῶν, καὶ κατέλεξας ἐν ἱερεῦσι τὸν μὴ τὸν βίον μόνον ἀλλὰ καὶ τὸ σέβας ἀνίερον.

Ὁρῶμεν νῦν καὶ τὸν τοῦ ἀοιδίμου καὶ μακαρίτου βασιλέως ἡμῶν ἐκείνου «θεοδώρητον» ὡς ἀληθῶς καὶ «κοσμοπόθητον παῖδα» καὶ βασιλέα ἡμέτερον, ὃν τὸ θεῖον πνεῦμα σοφίσαν πάντως ἀρτίως καὶ τὸ πρεσβεῖον αὐτῷ χαρισάμενον κατὰ τὸν Δανιήλ, κριτὴν ποιεῖ καὶ παρ’ ἡλικίαν οὐ πρεσβυτέρων ἁπλῶς ἀνόμων, ἀλλὰ καὶ ἀρχιερέων ἀθέσμως «δικαιούντων τὸν ἀσεβῆ καὶ τὸ δίκαιον ἀπὸ τοῦ δεδικαιωμένου αἰρόντων». Ὃς μετὰ τῆς ἀνδρείας ὄντως τὴν ἀρετὴν καὶ τὴν σύνεσιν αὐτοῦ μητρός, τῆς ἡμῶν κρατίστης καὶ θειοτάτης δεσποίνης, Ἀκίνδυνον καὶ τοὺς ὁμόφρονας αὐτῷ καταισχύνει πάντας, καὶ βουλῇ καὶ ψήφῳ συγκλήτου δικαιοτάτῃ, συναινούντων καὶ τῶν ἐν ἀρχιερεῦσιν ἐκκρίτων, τοῦτον μὲν ἐκβάλλει τοῦ καταλόγου τῶν ἱερέων, ὁρισμῷ δ’ εὖ κεκριμένῳ τοὺς κατὰ τῶν εὐσεβῶν ἀκρίτους ἀφορισμοὺς λύει καὶ καταστέλλει τοὺς διωγμούς.

Ὁ δὲ πατριάρχης οὐκ ἔχων ὅ,τι πράξει πρὸς τοὺς κρατοῦντας, μᾶλλον δὲ κατ’ ἐκείνων ἅπαντα καὶ λέγων καὶ πράττων ὡς ἀληθῶς—ἐκείνων γὰρ ἀντιστάντων τουτὶ τὸ γράμμα συνέταξε—, κατ’ ἐκείνων γοῦν γράφων, ὡς προσωπείῳ καθὰ καὶ τὴν ἀρχὴν ἔφην, χρῆται τῷ Παλαμᾷ, καὶ κατὰ τοῦ μὴ δυνηθέντος ἄν, εἴ γε δὴ καὶ προείλετο, κινεῖ τοὺς θυμοὺς καὶ τὰς μηχανὰς συσκευάζει ταύτας καὶ τὰ σκολιὰ ταυτὶ συντίθησι γράμματα καὶ τοὺς ὑπὸ χεῖρα πάντας ἐπιβοᾶται καὶ σὺν δόλῳ πειρᾶται πείθειν, ὡς ἀνωμολογημένην ἀλήθειαν τὸ κατὰ τοῦ Παλαμᾶ προσίεσθαι ψεῦδος. «Οἴδατε» λέγων «πάντες τὴν μεγάλην ἐκείνην ἐπ’ ἐκκλησίας συνέλευσιν, ἐφ’ ἧς πρῶτος μὲν ὁ Βαρλαὰμ καταψηφισθείς, οἷα κακοδόξως καὶ φρονῶν καὶ λέγων περί τε τοῦ ἀπροσίτου φωτὸς τῆς μεταμορφώσεως καὶ περὶ τῆς εὐχῆς τῆς ‘κύριε Ἰησοῦ Χριστὲ ὁ θεὸς ἡμῶν ἐλέησον ἡμᾶς, ἀμήν’, ἐντεῦθεν καὶ εἰς κατηγορίαν ἄδεκτος ἐκρίθη κανονικῶς».

Συνήκατε πόσον τοῦ Τόμου τελέως διέγραψε; Καὶ οὐ διέγραψε μόνον, ἀλλὰ καὶ τἀναντιώτατα τῶν ὑπ’ αὐτοῦ διαγεγραμμένων προήνεγκε. Τὸ γὰρ ἐκ τοῦ τὴν ἄκτιστον χάριν τοῦ πνεύματος μὴ οὐσίαν ἀλλ’ ἐνέργειαν εἶναι τοῦ πνεύματος συναγόμενον καὶ ὡς ἔγκλημα δῆθεν παρὰ τοῦ Βαρλαὰμ τῷ τε Παλαμᾷ καὶ τοῖς ἄλλοις μοναχοῖς ἐπαγόμενον, δηλονότι τὴν διθεΐαν οἷον ὑποκλέψας ἐκ τοῦ μέσου, παρῆκεν εἰπεῖν, ἵνα μὴ καὶ αὐτὸς ἄλλος Βαρλαὰμ ὤν, ἐντεῦθεν φανερὸς καταστῇ. Καὶ γὰρ τὰ αὐτὰ καὶ αὐτὸς ἀπὸ τῶν αὐτῶν τε συνάγων καὶ κατ’ αὐτῶν διατελεῖ προάγων, ὡς ἅπαντες ἴσασιν, ἀλλὰ καὶ τὰς ἀναγνωσθείσας εἰς ἐπήκοον πάντων τοῦ Βαρλαὰμ ἐγγράφους ἀναφορὰς περὶ τοῦ δῆθεν ἐγκλήματος τούτου παρεσιώπησε. Καὶ ὡς ὁ Παλαμᾶς διὰ στόματος ἀπελογήσατο, καὶ τὰ εἰκότα ἀπελογήσατο, ἐξ ὧν «ἐνεφράγη τὸ στόμα» τηνικαῦτα τοῦ Βαρλαὰμ «λαλοῦν ἄδικα».

Τότε γε μὴν ἀνωμολογημένον ὑπάρχον τῇ ἐκκλησίᾳ τὸ διαφέρειν τῆς οὐσίας τοῦ θεοῦ τὴν ἐνέργειαν, οὐ πολλῶν ἐδέησε τῷ Παλαμᾷ λόγων, ἀλλὰ δείξας ὡς περὶ τῆς θείας ἐνεργείας, ἀλλ’ οὐ περὶ τῆς θείας οὐσίας ποιεῖται τὸν λόγον, καὶ ὡς ἑνός εἰσιν αὗται καὶ τοῦ αὐτοῦ θεοῦ, μίαν ἔχοντος ἐν ἀκτίστῳ καὶ οὐσίᾳ καὶ ἐνεργείᾳ θεότητα, αἰσχύνῃ λαμπρᾷ τὸν Βαρλαὰμ περιέβαλε. Νῦν δ’ ὁ πατριάρχης τἀναντία φρονήσας καὶ τοὺς ἀνθρώπους διδάσκειν ἐπιχειρήσας, ἐκεῖνα πάντα λήθῃ παραδοῦναι σπεύδει τελέᾳ καὶ πρὸς τούτοις, ὡς τοῦ Βαρλαὰμ κινήσαντος καὶ πρώτου κατηγορήσαντος, εὐλόγως καὶ δικαίως καὶ ἀναγκαίως, ἐγγράφως καὶ ἀγράφως ὁ Παλαμᾶς ἐποιήσατο τὴν ἀπολογίαν. Καὶ τοῦτο γὰρ ἐκεῖ πολλάκις καὶ σαφῶς κείμενον ὁ τοῦ Ἀκινδύνου βεβαιωτὴς ἐπίτηδες καταλέλοιπεν, ὡς τοῖς κατὰ τοῦ Παλαμᾶ νῦν γραφομένοις τούτοις ἐναντιώτατον· εὐλόγως γὰρ καὶ δικαίως καὶ ἀναγκαίως καὶ νῦν τοῦτον ἀπολογούμενον δείκνυσι.

Καὶ οὐδὲ τὴν ἐκεῖ γεγραμμένην ἀρχὴν τῶν περὶ φωτὸς λόγων ὁ τοῦ Τόμου καταλύτης οὗτος ἐδυσωπήθη τοὺς αὐτοῦ δόλους φανερῶς ἐλέγχουσαν. Ἔχει γὰρ οὕτως· «ἔπειτα ἠνέχθη τὰ τοῦ Βαρλαὰμ συγγράμματα, ἐν οἷς ἔλεγε καὶ περὶ τοῦ ἀπροσίτου φωτὸς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ τῶν τῆς τοῦ φωτὸς τούτου θέας ἠξιωμένων προκρίτων μαθητῶν αὐτοῦ τάδε»· τὸ γὰρ ἔπειτα προκείμενον καὶ τὸ μεταξὺ γεγραμμένον, ὡς ἔλεγεν ὁ Βαρλαὰμ καὶ περὶ τοῦ φωτὸς τῆς μεταμορφώσεως, ἐναργῶς παρίστησιν ὡς ἦν ἑτεράττα πρότερον, ἃ λέγων κακῶς ὁ Βαρλαὰμ ἐξηλέγχθη, μὴ μόνον ἄδεκτος εἰς κατηγορίαν κριθείς, ὃ τερατεύεται νῦν ἀκανονίστως ὄντως καὶ παρὰ πάντα λόγον ὁ καινὸς ἡμῶν οὗτος ἀρτίως κατήγορος. Πῶς γὰρ ὁ μετὰ τῶν παρ’ αὐτοῦ κατηγορηθέντων τηνικαῦτα κρινόμενος, ἀλλὰ καὶ τὰς παραστάσεις τῶν κατηγορημάτων παρὰ τῶν κρινόντων νομίμως ὄντως καὶ κανονικῶς ἀπαιτούμενος; Τὸ μὲν οὖν προοίμιον τοῦ Τόμου δι’ ἀντιθέτου προοιμίου σαφῶς κατέλυσεν ὁ νῦν τοῖς βαρλααμίταις πατριάρχης προσκείμενος, τὴν δὲ μετὰ τὸ προοίμιον ἀρχὴν τῆς ἐν αὐτῷ ὑποθέσεως δι’ ἑτέρας ἐναντιώσεως παραπλησίως ἀνέτρεψε, τὰ δ’ ἐκεῖθεν μέχρι τῶν περὶ φωτὸς λόγων ἐγγεγραμμένα τελέως ἀπήλειψε, καὶ αὐτῶν δὲ τῶν περὶ φωτὸς μνησθεὶς λόγων πολὺν παρ’ αὐτὰ συγκατέμιξε δόλον.

Τὸ γὰρ ‘ἀπρόσιτον’ εἶναι μόνον εἰπών, οὐ προσέθηκε καὶ τοὺς ἐπιτυχόντας τῆς αὐτοῦ θέας, ὡς ἐκεῖ γέγραπται, ἵν’ ἔχῃ κατὰ τὸν βαρλααμίτην Ἀκίνδυνον τὴν θείαν καὶ πᾶσιν ἀόρατον οὐσίαν ἐννοεῖν, ἄκτιστον αὐτὸ λέγων, καὶ οὕτω λανθάνῃ τοὺς ἀκροωμένους κτιστὸν εἶναι φρονῶν τὸ ἐν Θαβὼρ ἑωραμένον τοῖς ὀφθαλμοῖς τῶν ἀποστόλων φῶς. Τοῦτο δὴ καὶ προϊόντος τοῦ λόγου φανερώτερον ἔσται. Προενεγκὼν δ’ οὗτος ἐνταῦθα καὶ τὰ περὶ τῆς ἱερᾶς προσευχῆς ἐξεῖλεν εὐθὺς ἐκεῖνο καὶ μετεποίησε, καθ’ ὃ κακοῦργος ὁ Βαρλαὰμ ἐξηλέγχθη· καὶ γὰρ ἐκεῖνος ἐπὶ τὸ υἱὸν θεοῦ καλεῖσθαι παρ’ ἡμῶν τὸν Χριστόν, πᾶσαν αὐτοῦ τὴν βδελυρὰν σοφιστείαν ἐκένωσε. Ταῦτ’ ἄρα καὶ ὁ Τόμος καὶ ἡ τοῦ βασιλέως ἡδίστη καὶ μεγαλόνους φωνὴ τοῦτο διὰ πλειόνων εὐσεβέστατον εἶναι παρίστησιν. Ὁ δὲ νῦν οὗτος τὸν ἀντικείμενον ἐκείνῳ συντιθεὶς Τόμον, τὸ περὶ οὗ ὁ λόγος ἐξελών, συνεξεῖλε πάντως ἐκεῖνα πάντα, λυμηνάμενος δὲ καὶ τῷ περὶ τῆς προσευχῆς ἐκεῖ λόγῳ τοῦτον τὸν τρόπον. Ἆρα τί τῶν δογμάτων ἢ τῶν ῥημάτων ἐκείνου τοῦ Τόμου παρῆκεν, ὃ μὴ διέστρεψε καὶ ἀνέτρεψεν;

Οὔμενουν· πάντα δὲ πράττει θέλων ὑποκατασκευάζειν Ἀκινδύνου τὴν πρόθεσιν, ἡ δέ ἐστιν ἀκρίτως φανῆναι καταδικασθέντα τὸν Βαρλαάμ, διὸ καὶ τὸ ἄδεκτον ἐκεῖνον κριθῆναι πρὸς τὴν κατηγορίαν, δι’ ἣν ἡ δίκη φανερῶς ἦν, προήχθη ψευδῶς εἰπεῖν, καὶ γὰρ εἴπερ ἄδεκτος ἐκρίθη πρὸς τὸ τῇ κρίσει τότε προκείμενον, οὐδ’ ἐκρίθη λοιπὸν ἀλλ’ ἀκρίτως ἐξώσθη.

Δικαίως τοιγαροῦν φαῖεν ἂν οἱ μηδὲν πρὸ τῆς ἀληθείας τιθέμενοι πρὸς τὸν προτιθέντα τὸ ψεῦδος ὡς ἀνωμολογημένην ἀλήθειαν, καὶ οἷον μαρτυρουμένους τούτους ὑπ’ ἀναιδείας καὶ «πάντες οἴδατε» λέγοντα, ὧν τἀναντία πάντες γινώσκουσι· φαῖεν ἂν τοιγαροῦν πρὸς αὐτὸν αὖ δικαίως, τὴν μὲν ἐπὶ τῆς μεγίστης ἐκκλησίας μεγάλην ἐκείνην συνέλευσιν πάντες οἴδαμεν καὶ ὡς ὁ Βαρλαὰμ κατεψηφίσθη, κακόδοξος ἐξελεγχθεὶς ἐπ’ αὐτῆς καὶ ὅτι πρῶτος μὲν ἐπὶ ταύτης ὁ Βαρλαάμ, ἐπὶ δὲ τῆς δευτέρας δεύτερος ὁ Ἀκίνδυνος τὴν τοῦ κακοδόξως λέγειν ἀπηνέγκατο ψῆφον, ἣν σὺ νῦν σύνοδον ἑκὼν λιπὼν ὡς τἀναντία πράττων τοῖς ἐκεῖ ψηφίσμασιν, εἶτα λήσειν ἤλπισας, ὑπεύθυνος ὤν. Ἀλλ’ ὡς μὲν ἐπὶ τῆς πρώτης ὁ Βαρλαὰμ κατεψηφίσθη συνόδου, πάντες ἀκριβῶς ἴσμεν, ὅτι δὲ καὶ ὅπως ὁ Βαρλαὰμ ἄδεκτος εἰς κατηγορίαν ἐκρίθη τοῦ Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ τοσοῦτον οὐκ οἴδαμεν, ὡς καὶ πᾶν ἐξεπίστασθαι τοὐναντίον. Ὁ γὰρ Παλαμᾶς οὐκ αὐτόκλητος ἦλθεν, ἀλλ’ ὡς ἐγκληθεὶς ὑπὸ τοῦ Βαρλαὰμ μετεπέμφθη πόρρωθεν. Τοιγαροῦν οὐκ ἄδεκτος ἐκρίθη πρὸς κατηγορίαν ὁ Βαρλαάμ.

Ἀφιγμένου μέντοι τοῦ Παλαμᾶ καὶ τῆς συνοδικῆς ὁμηγύρεως συγκροτηθείσης, αὐτῶν ἀμφοτέρων ἐπὶ τοῦ μέσου καθεστηκότων καὶ τοῦ Βαρλαὰμ ἐνάγοντος ὄντος, πῶς οὐκ ἂν συνήθως τε καὶ νομίμως καὶ κανονικῶς τὴν ὑπ’ αὐτοῦ κατὰ τοῦ Παλαμᾶ προφερομένην κατηγορίαν παρ’ αὐτοῦ ῥηθῆναι πρώτου παρῆκαν, μᾶλλον δὲ ἀπῄτησαν οἱ τῆς ψήφου κύριοι ταύτης, ἀλλὰ προτέρου παρὰ πᾶν ἔθος τε καὶ πάντα νόμον τοῦ ἐγκληθέντος εἰρηκότος ἀκηκοότες, πρώτου κατεψηφίσαντο τοῦ Βαρλαάμ; Τί δ’ ὅμως ταῦτα μηκύνω λέγων, ἐξὸν ἀξιοπιστοτέραν ὡς παρὰ τοῦ νῦν ἀπεχθῶς πρὸς ἡμᾶς διακειμένου τούτου κομίσασθαι τὴν μαρτυρίαν;

Ὁ γὰρ νῦν κατὰ τοῦ Παλαμᾶ καὶ τῶν αὐτῷ συνᾳδόντων κατ’ εὐσέβειαν μοναχῶν χωρήσας, μετὰ τὴν σύνοδον εὐθὺς ἐκείνην ταῖς ὑπ’ αὐτὸν ἁπανταχοῦ γῆς ἱεραῖς ἐκκλησίαις καὶ μοναῖς ἐπιστείλας παρακελεύεται, τὴν τοῦ ἀφορισμοῦ προσεπιθεὶς ἀνάγκην, ἀφανισμῷ παραπεμφθῆναι δημοσίᾳ, συναχθέντα ὁπουδήποτε εὑρίσκονται τὰ τοῦ Βαρλαὰμ συγγράμματα.

Καὶ τὸ αἴτιον· «ἐπειδή», φησίν, «ἀπηλέγχθη ὁ Βαρλαὰμ ἐπὶ τῆς συγκροτηθείσης ἱερᾶς καὶ θείας συνόδου, χάριν τῶν λαληθέντων παρ’ αὐτοῦ κατὰ τῶν ἱερῶς ἡσυχαζόντων, βλάσφημα λαλῶν καὶ ἄντικρυς ἐναντία τοῖς θείοις τῶν πατέρων λόγοις». Νῦν δὲ κατὰ τῶν ἱερῶς ἡσυχαζόντων τὸ γράμμα τοῦτο συντιθείς, ὧν εἷς ἦν ὁ Παλαμᾶς καὶ δι’ οὓς καθῆκεν ἑαυτὸν εἰς τὴν πρὸς τὸν Βαρλαὰμ ἀντίθεσιν, ὡς ἂν οὗτος διακρούσηται τὴν ἐπ’ αὐτῇ περιφανῆ νίκην, «ἄδεκτον», φησί, «τὸν Βαρλαὰμ κριθῆναι πρὸς κατηγορίαν».

Πάρεστί γε μὴν τῷ βουλομένῳ δι’ αὐτοῦ τοῦ Τόμου καὶ ταῦτα διδαχθῆναι διεξοδικώτερόν τε καὶ σαφέστερον. Κἀν τούτοις γὰρ ὁ Συνοδικὸς τόμος ἡμῖν ἐς τὰ μάλιστα συμμαρτυρήσειεν ἄν, καταμαρτυρῶν ἑτοίμως τῶν ἡμῖν ἐπικαλούντων ἀδίκως. «Ἐγγράφως γάρ», φησίν, «ὁ Βαρλαὰμ τῶν μοναχῶν ἀποτρόπαιον κατηγόρησε φρόνημα»· καὶ πάλιν, «διθεΐας ὁ Βαρλαὰμ τοῖς μοναχοῖς ἔγκλημα προστρίψασθαι ἐπεχείρησε, διὰ τὸ λέγειν αὐτοὺς τοῖς ἀξίοις μεθεκτὴν οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν ἄκτιστον καὶ ἀΐδιον καὶ θεοποιὸν χάριν τοῦ πνεύματος. Καὶ εἰς τὴν ἐκκλησίαν παρελθὼν καὶ τὰ περὶ τούτου ἀνενέγκας, κατηγορῶν μάλιστα τοῦ τιμιωτάτου ἱερομονάχου κυρίου Γρηγορίου τοῦ Παλαμᾶ, ἐζήτησε μετακληθῆναι καὶ αὐτούς, διὸ καὶ μετεκλήθησαν». Καὶ πάλιν, «πρόφασιν ὁ Βαρλαὰμ τηνικαῦτα ποιούμενος τὴν βασιλικὴν ἀποδημίαν, φεύγων ἦν καὶ μὴ καταπειθὴς ὅλος γινόμενος εἰς τὴν σύνοδον ἀπαντῆσαι καὶ τοῖς κατηγορηθεῖσι παρ’ αὐτοῦ μοναχοῖς ἐς λόγους ἐλθεῖν καὶ ἀντικαταστῆναι αὐτοῖς, ἐφ’ οἷς κατ’ αὐτῶν συνεγράψατο».

Ἆρ’ οὐ φανερὸν ὡς ἑτέρου μὲν ἕνεκεν οὐδενός, τῶν δὲ κατηγορημάτων χάριν, ὧν τοῖς τε ἄλλοις καὶ τῷ Παλαμᾷ ὁ Βαρλαὰμ ἐπήνεγκεν, ἐνεκαλεῖτο καὶ φευγοδικῶν ἔπειτα μετεκαλεῖτο πρὸς τὴν σύνοδον ταύτην; Πῶς οὖν ἐκείνου καταδικασθέντος ὁ Παλαμᾶς οὐκ ἔστι τῆς κατηγορίας ἀνώτερος;

Πῶς δ’ ὁ τοῦ Παλαμᾶ διθεΐαν κατηγορῶν, ὡς ἄκτιστον θεότητα κατὰ τοὺς θεολόγους λέγοντος καὶ τὸ τῆς θείας μεταμορφώσεως φῶς, εἶτα καταδικασθεὶς ὡς κτιστὸν αὐτὸ φρονῶν αὐτός, καὶ οὕτω διχοτομῶν αὐτὸς εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, τὸν Παλαμᾶν οὐκ ἀπέδειξεν ἄκτιστον εὐσεβῶς δοξάζοντα καὶ τὴν θείαν φύσιν καὶ τὴν τοῖς ἀξίοις ἀπορρήτως ὁρωμένην καὶ μετεχομένην κατὰ τοὺς θεολόγους λαμπρότητα τῆς θείας φύσεως, ἥτις ἐστὶ τὸ φῶς ἐκεῖνο, καθ’ ὃ καὶ «οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος»;

Οὕτω γὰρ καὶ μίαν σέβομεν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐκ ἐν οὐσίᾳ μόνον, ἀλλὰ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀκτίστῳ καὶ πᾶσι τοῖς περὶ τὴν οὐσίαν θεωρουμένοις καὶ θεολογουμένοις, ὡς καὶ ὁ μέγας Ἀθανάσιός φησιν. Ὁ τοίνυν λέγων μὴ ἀνεύθυνον ἀναπεφηνέναι τὸν Παλαμᾶν ἐπὶ τῆς συνόδου ταύτης, μηδὲ τὴν ὑπὸ Βαρλαὰμ ἐπαγομένην ἐξητάσθαι κατηγορίαν, δῆλός ἐστιν αὐτὸς ἀμφίβολος περὶ τὸ σέβας ὢν πρὸς τῷ καὶ λαμπρότατος εἶναι ψεύστης καὶ συκοφάντης ἀριδηλότατος. Καὶ ταῦτ’ οὐ τοῦ Παλαμᾶ μόνον, ἀλλὰ καὶ τοῦ βασιλέως αὐτοῦ πρὸ πάντων καὶ τῶν ἐπὶ τῆς μεγίστης ἐκείνης συνόδου προκαθημένων τε καὶ περιισταμένων ἁπάντων. «Τῆς γὰρ συνόδου συγκροτηθείσης», φησὶν αὖ ὁ Τόμος, «παρουσίᾳ καὶ τοῦ ἐκ θεοῦ βασιλέως, ὁ Βαρλαὰμ ὡσπερεὶ τοῦ προκειμένου λήθην παθών, οὐκ ἐπείθετο λέγειν περὶ τῆς τῶν προκειμένων ἐξετάσεως, τῆς κατὰ τῶν μοναχῶν δηλαδὴ ἐγγράφου παρ’ αὐτοῦ κατηγορίας». Ὁρᾷς ὡς ἡ παρὰ τοῦ Βαρλαὰμ κατηγορία τῶν μοναχῶν ἡ προκειμένη τηνικαῦτα τῇ συνόδῳ ἐξέτασις ἦν; Νῦν δ’ ὁ τἀναντία γράφων κοινωνεῖ τῷ Βαρλαὰμ τοῦ κατὰ τὴν λήθην ἐκείνου πάθους, ὡς ἔοικεν, εἰκότως, ἐπεὶ καὶ τῆς κακονοίας ἄρτι μετέσχε τῆς αὐτῆς.

Ὁ δὲ Τόμος, «ἐπεί», φησίν, «ὁ Βαρλαὰμ οὐκ ἐπείθετο λέγειν περὶ τῆς τῶν προκειμένων ἐξετάσεως, τῆς κατὰ τῶν μοναχῶν δηλαδὴ ἐγγράφου παρ’ αὐτοῦ κατηγορίας, μετὰ τὴν ἀνάγνωσιν τῶν τηνικαῦτα προτεθειμένων ἱερῶν κανόνων, προεκομίσθησαν ἐπὶ τοῦ μέσου, ἃς ὁ Βαρλαὰμ φθάσας ἐποιήσατο ἀναφορὰς κατὰ τῶν μοναχῶν, καὶ ἀναγνωσθεισῶν τῶν τοιούτων ἀναφορῶν προετράπη ὁ διαληφθεὶς ἱερομόναχος κύριος Γρηγόριος ὁ Παλαμᾶς τὴν ἐπ’ αὐταῖς ποιήσασθαι ἀπολογίαν, ὡς αὐτοῦ μάλιστα καθαπτομέναις.

Ὅστις καὶ εἰπὼν ἐν προοιμίου λόγῳ καὶ ἀπολογησάμενος ὅσα εἰκός, ἔπειτα διηγήσατο καὶ ὡς ἐπισυνέβη τὰ τῆς αὐτῶν διαφορᾶς, προτέρου τοῦ αὐτοῦ Βαρλαὰμ συγγραψαμένου καὶ κατηγορήσαντος αὐτῶν, ἅπερ ἀνωτέρω εἴρηται, καὶ ἐναντία τοῖς τῶν πατέρων θείοις λόγοις, ὡς ἀπεδείχθη, ἐκθεμένου, καὶ ὡς ἐξ ἀνάγκης καὶ αὐτὸς πρὸς τὴν ἀπολογίαν καὶ ἀντίρρησιν κεκίνηται».

Ταῦτα μὲν ὁ Τόμος ἀποφαίνεται μεταξὺ γράφων, πρὶν ἐνεχθῆναι τὰ τοῦ Βαρλαὰμ συγγράμματα, τούτων δὲ προενεχθέντων καὶ εἰς ἐπήκοον τῇ συνόδῳ ἀναγνωσθέντων καὶ καταδικασθέντων ἄρδην ὡς δυσσεβῶν, τελευτῶν πάλιν ὁ Τόμος, συλληπτικῶς περὶ πάντων ἀποφαίνεται τελεώτερον γράφων· «ἀνεφάνη καὶ ἀπηλέγχθη ὁ Βαρλαὰμ βλασφήμως καὶ κακοδόξως λαλῶν, οἱ δὲ μοναχοὶ ἀπεδείχθησαν ἀνώτεροι τῆς κατηγορίας αὐτοῦ. Καὶ γοῦν ἀποφαινόμεθα, ὡς, εἰ μὴ ἐνδείξεται ἀληθῶς μετάνοιαν, ἀποκήρυκτος ἔσται καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος. Ἀλλὰ καὶ εἴ τις ἕτερός τι τῶν ὑπ’ ἐκείνου βλασφήμως καὶ κακοδόξως κατὰ τῶν μοναχῶν, μᾶλλον δὲ τῆς ἐκκλησίας αὐτῆς λαληθέντων ἢ συγγραφέντων, φανείη πάλιν τῶν μοναχῶν κατηγορῶν, ἢ ὅλως τούτων ἐν τοῖς τοιούτοις καθαπτόμενος ἀποκήρυκτος ἔσται καὶ αὐτὸς καὶ ἀποτετμημένος τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας καὶ τοῦ ὀρθοδόξου τῶν χριστιανῶν συστήματος».

Τί τις ἂν εἴποι πρὸς τὸν ἀντωποῦντα πρὸς τοσαύτην καὶ οὕτω φανοτάτην ἀλήθειαν, καὶ ταῦθ’ οὕτω παγίως ἐστηριγμένην καὶ οἷον ἀλύτοις σφιγγομένην ἅμμασιν, ὡς ἀρραγῆ τε καὶ ἀκατάσειστον διατείνειν τὸν αἰεὶ χρόνον; «Προεκομίσθησαν ἐπὶ τοῦ μέσου», φησὶν ὁ Τόμος, «ἃς ὁ Βαρλαὰμ ἐποιήσατο ἀναφορὰς κατὰ τοῦ Παλαμᾶ καὶ τῶν ἄλλων μοναχῶν, ἀνεγνώσθησαν, προετράπη ὁ Παλαμᾶς τὴν ἐπ’ αὐταῖς ποιήσασθαι ἀπολογίαν, ὡς αὐτοῦ μάλιστα καθαπτομέναις».

Ἀλλὰ «καὶ ἀπελογήσατο ὁ Παλαμᾶς», φησί, «καὶ ὅσα εἰκὸς ἀπελογήσατο»· ἀλλὰ «καὶ κατεδικάσθη ὁ Βαρλαάμ», φησίν· «ἐγνωρίσθη γὰρ τἀναντία τοῖς τῶν πατέρων λόγοις ἐκθέμενος, ἐφ’ οἷς κατηγόρει, ἀλλὰ καὶ ἀνεφάνη βλασφήμως καὶ κακοδόξως λαλῶν, οἱ δὲ μοναχοὶ ἀνώτεροι τῆς κατηγορίας αὐτοῦ». Πρὸς δὲ τούτοις πᾶσιν ὅτι καὶ τοῦτ’ ἦν τὸ κινῆσαν τὸν Παλαμᾶν εἰς ἀντίρρησιν, τὸ τἀναντία τοῖς τῶν ἁγίων πατέρων λόγοις πρότερον συγγραψάμενον ἐκθέσθαι τὸν Βαρλαάμ, ἀποκηρύξεις ἐπὶ τούτοις αὖ ὑπὸ τῆς ἐκκλησίας καὶ παρὰ τοῦ χριστιανικοῦ πληρώματος ἐκκοπὴ τῶν τε κατηγορησάντων, εἰ μὴ μεταμεληθεῖεν, καὶ τῶν ἐσαῦθις κατηγορησόντων ἐπὶ τούτοις τοῦ τε Παλαμᾶ καὶ τῶν σὺν αὐτῷ μοναχῶν. Ταῦτα μὲν ὁ προβὰς ἐπὶ ταῖς συνόδοις ἐκείναις Τόμος.