Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Απόρριψη των ετεροδιδασκαλιών περί της θείας χάριτος και των ακτίστων ενεργειών

Δογματική καταδίκη των αιρετικών δοξασιών που αρνούνται τη διάκριση ουσίας και άκτιστης ενέργειας και υποβιβάζουν το θείο φως και τη χάρη του Αγίου Πνεύματος σε κτιστά μεγέθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 9

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΚΘΕΣΙΣ ΤΗΣ ΤΩΝ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΥ ΔΥΣΣΕΒΗΜΑΤΩΝ ΑΛΛΟΚΟΤΟΥ ΠΛΗΘΥΟΣ Ἀποβαλλόμεθα τὴν ἀσεβεστάτην καὶ ἀλλόκοτον πληθὺν τῶν τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κακοδόξων δογμάτων, ὡς ἂν δὲ καὶ κατὰ μέρος ἕκαστον τούτων ποιήσωμεν ἀπόβλητον.

Ἀποβαλλόμεθα τοὺς κατὰ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον λέγοντας δύο τοῦ θεοῦ θεότητας, κτιστὴν καὶ ἄκτιστον, ἢ πολλὰς ὅλως, καὶ οὕτως ὑπερκειμένας τε καὶ ὑφειμένας· ἀλλὰ καὶ εἴ τις αὐθυποστάτους, ἀκτίστους, ἀνίσους καὶ ἀνομοίους ἀλλήλαις κατὰ φύσιν λέγει θεότητας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας κτίσμα καθ’ οἱονδήτινα τρόπον τὸ λάμψαν ἀπὸ τοῦ σωτῆρος ἐν τῷ Θαβωρίῳ καὶ τοῖς συναναβᾶσι τούτῳ μαθηταῖς ἑωραμένον ἀπορρήτως φῶς. Ἀποβαλλόμεθα τοὺς μὴ λέγοντας τοῦτο καὶ δοξάζοντας θείαν καὶ ἄκτιστον ἔλλαμψιν καὶ χάριν καὶ ἐνέργειαν, ἀλλ’ αὐτὴν εἶναι τὴν ὑπὲρ πᾶσαν ἔκφανσιν οὐσίαν τοῦ Θεοῦ καὶ κατηγοροῦντας τῶν μετὰ τῆς ὑπὲρ πᾶσαν ἔκφανσιν οὐσίας καὶ τὴν ἀπ’ ἐκείνης ἐπὶ τοὺς ἀξίους ταύτην ἔλλαμψιν ἄκτιστον φρονούντων ὡς δύο λεγόντων ἐντεῦθεν θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην, ἀγνοοῦντας ὅτι ἐπὶ τῶν ἀκτίστων ἐνεργειῶν καὶ τῆς οὐσίας ἡ τοιαύτη διάκρισις καὶ ἡ κατ’ αὐτὴν ὑπέρθεσις τὸ μίαν εἶναι θεότητα οὐκ ἐμποδίζει, μᾶλλον μὲν οὖν καὶ μάλιστα συντείνει, ὡς χωρὶς αὐτῆς μὴ δύνασθαι συνάγεσθαι εἰς μίαν θεότητα τὰ διακεκριμένα εὐσεβῶς.

Ἀποβαλλόμεθα τοὺς πᾶν τὸν διαφέρον ὁπωσδήποτε τῆς τοῦ θεοῦ οὐσίας κτίσμα λέγοντας, ὡς τὸ παντοδύναμον τοῦ θεοῦ εἰς κτίσμα κατασπῶντας καὶ οὕτω κτίσμα τὸν θεὸν ποιοῦντας καὶ κτιστὴν εἶναι φρονοῦντας τὴν θείαν πρόνοιαν καὶ τὴν θείαν θέλησιν καὶ τὴν θείαν πρόγνωσιν, αὐτήν τε τὴν θεοποιὸν ἔλλαμψιν καὶ τὰ τοιαῦτα.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ὅτι, ὥσπερ ὤφθη ὁ θεὸς τῶν πάλαι τισὶν ἀνθρωπόμορφος καὶ πρεσβύτης ἢ νέος καὶ οὐκ ἔστι ταῦτα οὐδὲν τοιοῦτον τὸ θεῖον, οὕτω καὶ «φῶς ἡ παραδειχθεῖσα θεότης τοῖς μαθηταῖς» ἐν τῷ ὄρει, ὡς φάσμα μηδαμῇ μηδαμῶς ὂν τὸ φῶς τῆς θεότητος λέγοντας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ὅτι τοιοῦτον ὂν τοῦτο τὸ φῶς, κτίσας ἐπὶ τοῦ Θαβωρίου ὄρους ὁ θεὸς προσελάβετο, ἵν’ ἔχῃ τοῦτο δι’ αἰῶνος εἰς ἀπόλαυσιν τῶν δικαίων, ὡς τρεῖς φύσεις λέγοντας ἔχειν νῦν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὴν τῆς θεότητος, τὴν τῆς ἀνθρωπότητος καὶ τὴν τοῦ φωτὸς ἐκείνου, ὃ μήτε τῆς ἀνθρωπότητός ἐστι, καὶ κατ’ αὐτοὺς οὐδὲ τῆς θεότητός ἐστιν, ἀλλὰ καὶ ὡς δύο θεότητας λέγοντας ἐντεῦθεν ἔχειν τὸν Χριστόν, τὴν μὲν ἀληθινήν, τὴν δὲ κτιστὴν καὶ φασματώδη καὶ ψευδώνυμον καὶ δυσσεβῶς ὄντως ὑπερκειμένην καὶ ὑφειμένην.

Ἀποβαλλόμεθα τοὺς τὸ φῶς τοῦτο καὶ τὴν θείαν καὶ θεοποιὸν ἔλλαμψιν καὶ χάριν, μήτε κτιστὴν μήτε ἄκτιστον εἶναι λέγοντας, ὡς καὶ τὸ εἶναι ὅλως ταύτην ἀναιροῦντας —τὸ γὰρ μήτε κτιστὸν μήτε ἄκτιστον οὐκ ἔστιν ὅλως—, ἀλλὰ καὶ ὡς τὸν θεὸν ἐντεῦθεν ἀνελόντας καὶ ἑαυτοὺς ἀθέους εἶναι παραστήσαντας· τὸ γὰρ τοιαύτην χάριν ἔχον μηδαμῇ οὖσαν μηδαμῶς καὶ αὐτὸ ψευδωνύμως εἶναι λέγεται.

Ἀποβαλλόμεθα τοὺς τὸ φῶς τοῦτο ἀτιμότερον καὶ κατώτερον λέγοντας τῶν ἀγγέλων καὶ αὐτῶν τῶν ἀνθρωπίνων ψυχῶν, ὡς δῆθεν ὑπὲρ ὅρασιν τούτων ὄντων. Ἀποβαλλόμεθα τοὺς λέγοντας ψεύδεσθαι τοὺς θείους ἡμῶν πατέρας ἐν τοῖς εἰς τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως ὕμνοις, καὶ ἐγκώμια τοὺς ὕμνους τούτους ὀνομάζοντας, ὡς ὑπερβαίνοντας δῆθεν τοὺς τῆς ἀληθείας ὅρους καὶ παραινοῦντας μὴ ἐκλαμβάνειν τὰ εἰς τὸ φῶς τοῦτο ῥηθέντα τοῖς ἁγίοις ἐγκώμια, ὡς ἀναγκάζοντα πρεσβεύειν ἡμᾶς δύο θεότητας, ὑπερκειμένην καὶ ὑφειμένην.

Ἀποβαλλόμεθα τοὺς λέγοντας αὐτοθεότητα καὶ θεαρχίαν καὶ ἀγαθαρχίαν κτιστὴν καὶ ἄκτιστον, ὡς ὄντας διθεΐτας. Ἐπεὶ δὲ καὶ αὐτὴν τὴν τοῦ θεοῦ θεαρχίαν καὶ ἀγαθαρχίαν λέγουσι κτιστήν, ἀποβαλλόμεθα τούτους καὶ ὡς ἐντεῦθεν κτίσμα τὸν θεὸν ποιοῦντας καὶ ὄντως ἀθέους ὄντας διθεΐτας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας διὰ τῆς τοῦ θείου πνεύματος δυνάμεως μὴ δύνασθαι ὁρᾶν ἄκτιστόν τι τοὺς ἐν πνεύματι ὁρῶντας, ὡς εἰς αὐτὴν τὴν τοῦ θείου πνεύματος δύναμιν ὑβρίζοντας. Ἀποβαλλόμεθα τοὺς λέγοντας μηδ’ αὐτὰ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ δύνασθαι ὁρᾶν τι ἄκτιστον, ὡς κἀντεῦθεν κτίσμα ποιοῦντας τὸν θεόν· «ὃ γὰρ τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς θεὸς» καὶ τοῖς ἀϊδίοις ἀγγέλοις, δηλονότι τοῖς θεοειδέσιν, αὐτός ἐστι φῶς καὶ οὐκ ἄλλο.

Ἀποβαλλόμεθα τοὺς λέγοντας διὰ τὸ ἁπλοῦν εἶναι τὸν θεόν, μὴ τὸ μὲν αὐτοῦ ληπτὸν εἶναι, τὸ δὲ ἄληπτον, ὡς τῷ Εὐνομίῳ συμφωνοῦντας. Ἀποβαλλόμεθα τοὺς λέγοντας μόνην εἶναι ἄκτιστον τὴν οὐσίαν τοῦ θεοῦ, πᾶν δὲ ὅ,τι ἕτερον παρὰ τῶν ἁγίων θεότης ὀνομάζεται κτιστὴν εἶναι θεότητα φρονοῦντας καὶ διθεΐαν κατηγοροῦντας τῶν μὴ μόνον τὴν ὑπερώνυμον παντάπασιν οὐσίαν, ἀλλὰ καὶ τὴν θεατικὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν θεοποιὸν καὶ τὴν ἐποπτικήν τε καὶ προνοητικήν, ὧν θεότης ἡ ἐπωνυμία, ἄκτιστα φρονούντων.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ἀπὸ τῶν κτισμάτων τὴν οὐσίαν τοῦ θεοῦ νοεῖσθαι, ἀλλὰ μὴ τὴν θείαν μόνην ἀγαθότητα καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, καὶ ταῦτα ἀμυδρῶς, ὡς τῷ Εὐνομίῳ συμφωνοῦντας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας κτιστὴν τὴν ἀπὸ τῶν κτισμάτων τοῦ θεοῦ νοουμένην τοῦ θεοῦ δύναμιν καὶ ἐνέργειαν, ἐπειδήπερ μὴ οὐσία ἐστίν. Ἀποβαλλόμεθα τοὺς λέγοντας «τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα» κατὰ τὸν θεῖον Μάξιμον, «τὴν ἀτρεψίαν, τὴν ἀπειρίαν, τὴν ἁπλότητα, τὴν ἀγαθότητα, τὴν σοφίαν, τὴν ἁγιότητα καὶ πάντα τὰ τοιαῦτα» οὐσίας καὶ ὑποστάσεις πρὸ τῶν ἀγγέλων, ἐν αἰῶνι κτισθείσας καὶ περὶ τὸν θεὸν θεωρουμένας, ὡς κἀντεῦθεν καὶ πολλαπλῶς κτίσμα τὸν θεὸν ποιοῦντας.

Ἀποβαλλόμεθα καὶ ὡς λήρους ἡγούμεθα τοὺς διθεΐτας καὶ πολυθέους λέγοντας, εἴ τις λέγει τῆς τοῦ θεοῦ θείας ἐλλάμψεως καὶ ἐνεργείας μετέχειν καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους τε καὶ ἀνθρώπους, ἀλλ’ οὐ τῆς τοῦ θεοῦ οὐσίας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ἐκ τοῦ Χριστοῦ δι’ ἐμφυσήματος τὴν ὑπόστασιν ἢ τὴν οὐσίαν τοῦ πνεύματος δεδόσθαι τοῖς ἀποστόλοις καὶ κατηγοροῦντας ἀφρόνως διθεΐαν τῶν εὐσεβῶς λεγόντων μὴ τὴν οὐσίαν, ἀλλὰ τὴν ἄκτιστον αὐτοῖς δεδόσθαι χάριν τοῦ θείου πνεύματος, ὡς μετὰ τῆς ἄλλης δυσσεβείας καὶ λατινόφρονας ὄντας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ἐκχεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον καθ’ ὑπόστασίν τε καὶ οὐσίαν ἐπὶ τοὺς ἀξίους, ἀλλὰ μὴ κατὰ τὴν θείαν δωρεὰν καὶ χάριν καὶ ἐνέργειαν αὐτοῦ, ὡς μετὰ τῆς ἄλλης δυσσεβείας καὶ τὰ λατίνων ἐντεῦθεν φανερῶς φρονοῦντας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας τὴν ἐπὶ τοὺς ἁγίους ἐκχεομένην χάριν καὶ ἐνέργειαν τοῦ πνεύματος κτιστήν, ὅτι μὴ οὐσία τοῦ πνεύματός ἐστιν. Ἀποβαλλόμεθα τοὺς λέγοντας ἐκχεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐπὶ τοὺς ἁγίους μόνον ἀλλὰ καὶ ἐπὶ τοὺς ἀσεβεῖς, καὶ οὐκ ἐπὶ τούτους μόνον ἀλλὰ καὶ ἐπὶ τὰ ἄλογα τῶν ζώντων καὶ ἐπὶ τὰ ἄψυχα τῶν ὄντων, καὶ οὐκ ἐπὶ ταῦτα πάλιν μόνον ἀλλ’, ὢ τῆς δαιμονιώδους φρενοβλαβείας, καὶ ἐπ’ αὐτὰ τὰ πνεύματα τῆς πονηρίας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας πᾶσιν ἐγκατοικεῖν ἐξίσου τὸν θεόν, ἐν μόνοις τοῖς ἁγίοις κατοικεῖν τοῦτον μεμυημένοι. Ἀποβαλλόμεθα τοὺς λέγοντας, ὥσπερ ἐν τῷ Χριστῷ, οὕτω καὶ ἐν ἡμῖν κατοικεῖν τὸν θεόν, ἀλλὰ μὴ ἐνεργείᾳ καὶ χάριτι, ὡς ὁμοτίμους τῷ Χριστῷ καὶ ὁμοθέους ἅπαντας ποιοῦντας.

Ἀποβαλλόμεθα τοὺς λέγοντας τὴν θέωσιν τοῦ δεσποτικοῦ προσλήμματος κτιστήν. Ἀποβαλλόμεθα τοὺς λέγοντας κτίσματα τὰ κατὰ τὴν προφητείαν ἐπαναπεπαυμένα ἐπὶ τὸ δεσποτικὸν πρόσλημμα ἑπτὰ πνεύματα· τὰς γὰρ ἐνεργείας τοῦ πνεύματος, πνεύματα ὁ Ἠσαΐας εἶπε, διὸ καὶ φύσει ταύτας ἔχειν ὡς θεοῦ υἱὸν τὸν κύριον ὁ μακάριος ἔφη Μάξιμος.

Ἀποβαλλόμεθα τοὺς λέγοντας τῆς οὐσίας τοῦ θεοῦ μετόχους τοὺς κεκαθαρμένους γίνεσθαι, ὡς φανερῶς τὰ μασσαλιανῶν φρονοῦντας. Ἀποβαλλόμεθα τοὺς λέγοντας οὕτως ὅλῳ τῷ θεῷ ἑνοῦσθαι, ὡς εἶναι τούτῳ καὶ καθ’ ὑπόστασιν καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν ἡνωμένους· ὑπερτέρους γὰρ οὗτοι καὶ τῶν ἁγίων πάντων ἀγγέλων τε καὶ ἀνθρώπων καὶ αὐτοῦ τοῦ Χριστοῦ ποιοῦσιν ἑαυτοὺς οἱ τάλανες μετὰ τοῦ συναλείφειν κἀντεῦθεν τὰς θείας ὑποστάσεις κατὰ Σαβέλλιον.

Ἀποβαλλόμεθα τοὺς λέγοντας κτίσμα τὸ λαμβανόμενον τοῖς ἁγίοις ἐκ τοῦ «κατοικοῦντος ἐν τῷ Χριστῷ πληρώματος τῆς θεότητος», ὡς κτίσμα λέγοντας ἐντεῦθεν καὶ τὸ πλήρωμα ἐκεῖνο, ταὐτὸν δ’ εἰπεῖν, τὴν θείαν τοῦ Χριστοῦ καὶ ἐνέργειαν καὶ φύσιν καὶ ἀρειανοὺς ἐντεῦθεν ὄντας.

Ἀποβαλλόμεθα τοὺς τὴν φυσικὴν τάξιν ἐπὶ τοῦ θεοῦ, καθ’ ἣν κατὰ τὸν μέγαν Βασίλειον ὁ υἱὸς δευτερεύει τοῦ πατρός, ἅτε ἄκτιστον—πῶς γὰρ οὔ; —δοξάζοντας οὐσίαν εἶναι ἐκ τοῦ λέγειν πᾶν ἄκτιστον οὐσίαν, ὡς κἀντεῦθεν ἔστιν ὥς, συμφωνοῦντας τῷ Ἀρείῳ, κατ’ αὐτοὺς γὰρ οὕτω κατ’ οὐσίαν ὁ υἱὸς δευτερεύει τοῦ πατρός.

Ἀποβαλλόμεθα τοὺς λέγοντας τὴν θέλησιν τοῦ θεοῦ μηδὲν διαφέρειν τῆς οὐσίας τοῦ θεοῦ, ὡς μετὰ τοῦ ἀθέλητον θεὸν εἰσάγειν καὶ τὰ κτίσματα θεοὺς ποιοῦντας· ἐπεὶ γὰρ κατὰ θέλησιν θεοῦ γεγόναμέν τε καὶ ἐσμέν, κατὰ φύσιν θεοῦ γεγόναμέν τε καὶ ἐσμέν, εἴπερ μηδὲν διαφέρει τῆς θείας φύσεως ἡ θέλησις.

Ἀποβαλλόμεθα τοὺς λέγοντας κτιστὴν τὴν διαφέρουσαν τῆς θείας φύσεως θείαν θέλησιν, ὡς μετὰ τῆς ἄλλης δυσσεβείας καὶ μονοθελήτας ὄντας καὶ τῶν πώποτε ἐκείνων χείρους—κτιστὸν γὰρ μόνον ἐπὶ τοῦ Χριστοῦ θέλημα δοξάσουσιν, εἴπερ ἡ θεία φύσις κατ’ αὐτοὺς θέλημα ἄκτιστον οὐκ ἔχει—, ἀλλὰ καὶ ὡς μονοφυσίτας ὄντας καὶ τῶν πώποτε ἐκείνων χείρους· κτιστὴν γὰρ μόνην ἕξει κατ’ αὐτούς ποτε φύσιν ὁ Χριστός· καταλλήλου γὰρ θελήματος χωρίς, ἄκτιστος φύσις οὐκ ἔστιν.

Ἀποβαλλόμεθα τοὺς κτιστὴν λέγοντας τὴν ἐνθεωρουμένην τῇ θείᾳ φύσει ἐνέργειαν, ὡς μονοθελήτας ὄντας τῶν παλαιῶν ἐκείνων χείρους, ἅτε καὶ κτίσμα τὸν θεὸν κἀντεῦθεν ποιοῦντας. Ἀποβαλλόμεθα τοὺς ἀδιάφορον εἶναι λέγοντας τῇ θείᾳ οὐσίᾳ τὴν θείαν ἐνέργειαν, καὶ τὴν ἐνέργειαν ταύτην τοῦ πατρὸς εἶναι τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὕτω συναλείφοντας εἰς μίαν τὰς τρεῖς ὑποστάσεις κατὰ Σαβέλλιον.

Ἀποβαλλόμεθα τοὺς λέγοντας τὴν ἐκ τοῦ θείου πνεύματος ἄκτιστον ἐνέργειαν ἀδιάφορον εἶναι τῇ τοῦ θεοῦ οὐσίᾳ, ὡς ἐκ τοῦ πνεύματος εἶναι λέγοντας τὴν οὐσίαν τοῦ θεοῦ. Ἀποβαλλόμεθα τοὺς λέγοντας «τὴν ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ χάριν» εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον· ἔσται γὰρ κατ’ αὐτοὺς καὶ ὁ πατὴρ αὐτὸς ἔκ τινος, καὶ ἁπλῶς ἡ ἀνωτάτω καὶ προσκυνητὴ τριὰς ἐξ ἄλλου τινός, οὐκ οἶδα τίνος θεοῦ.

Ἀποβαλλόμεθα τοὺς μὴ λέγοντας κοινὰς εἶναι οὐσιώδεις ἐνεργείας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἀλλὰ πρὸς ἀναίρεσιν τῶν κοινῶν τούτων οὐσιωδῶν ἐνεργειῶν μόνον τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐσιώδεις ἐνεργείας λέγοντας καὶ οὕτω τοῖς τοῦ Ἀπολιναρίου λόγοις συμφωνοῦντας.

Ἀποβαλλόμεθα τοὺς ἕκαστον τῶν φυσικῶς προσόντων τῷ θεῷ οὐσίαν λέγοντας, ὡς ἐκ πολλῶν καὶ διαφόρων οὐσιῶν σύνθετον εἶναι δεικνύντας τὸν θεόν. Ἀποβαλλόμεθα τοὺς λέγοντας μόνας τὰς θείας ὑποστάσεις πρὸς ἀλλήλας διαφέρειν, ἀλλ’ οὐχὶ καὶ τὰς θείας δυνάμεις τε καὶ ἐνεργείας, καὶ κατηγοροῦντας ὡς πολυθέων τῶν μὴ ἀνεχομένων ἀδιάφορον φάναι τῇ προγνωστικῇ δυνάμει τε καὶ ἐνεργείᾳ τὴν δημιουργικήν, ἢ ταύτῃ τὴν θεουργικήν, ἢ ταύταις πάλιν τὴν θελητικὴν καὶ ἐπὶ τῶν ἄλλων καταλλήλως, ὡς συγχέοντας τὸ θεῖον καὶ τὸ τοῦ θεοῦ παντοδύναμον τελέως ἀναιροῦντας, καὶ ἀδύναμον, μᾶλλον δὲ ἀνύπαρκτον θεὸν εἰσάγοντας· τὸ γὰρ ἀδύναμον, οὐκ ἔστιν ὅλως, καὶ τὸ πᾶς ἐπὶ τῶν ἀδιαφόρων παντάπασιν οὐκ ἂν λεχθείη.

Ἀποβαλλόμεθα τοὺς λέγοντας ἀδιάφορον εἶναι τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ὡς δι’ ἀλλήλων ἀναιροῦντας ἀμφοτέρας, καθάπερ καὶ τὰς ὑποστάσεις ὁ Σαβέλλιος, καὶ ἀθέους ἑαυτοὺς ποιοῦντας, ὡς κἀκεῖνος ἑαυτόν.