Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀπολογητικοί λόγοι

Γρηγόριος Παλαμᾶς

Θεολογική θεμελίωση της διάκρισης θείας ουσίας και ενεργειών

Δογματική απάντηση στις κατηγορίες περί πολυθεΐας και ανισότητας εντός της Αγίας Τριάδος, επιβεβαιώνοντας το αμέθεκτο της θείας ουσίας και το καταληπτό των άκτιστων ενεργειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 9

Τίς γὰρ οὐκ οἶδε τὴν ἡμῶν πρὸς τὸν Βαρλαὰμ ἐκεῖνον ἔνστασιν, ἐπὶ τῷ δεῖξαι τὴν τοῦ θεοῦ οὐσίαν ὑπὲρ πᾶσαν ἔκφανσίν τε καὶ μέθεξιν καὶ πάντα μερισμὸν γεγενημένην, ὡς τῆς θείας ἐνεργείας, ἀλλ’ οὐ τῆς οὐσίας οὔσης, τῆς ἐκχεομένης ἐπὶ τοὺς ἀξίους καὶ μετεχομένης καὶ μεριζομένης, ὡς καὶ ὁ Χρυσόστομός φησι πατήρ; Ἀλλὰ καὶ αὐτὸς οὗτος ὁ καθ’ ἡμῶν μεμηνώς, ἀρτίως τοῦτο μαρτυρῶν ἡμῖν ἐνταῦθα, δῆλός ἐστι τοῖς μετὰ νοῦ σκοποῦσιν. Εἶτ’ αὐτὸς αὖθις μόνην εἶναι δογματίζων ἄκτιστον θεότητα τὴν οὐσίαν τοῦ θεοῦ, εἰς μεθεκτά τε καὶ ἀμέθεκτα, ὁρατά τε καὶ ἀόρατα, νοούμενά τε καὶ ἀπερινόητα, διαιρεῖν ταύτην ἡμᾶς συκοφαντεῖ, σαφῶς αὐτὸς ἐντεῦθεν, νῦν μὲν ἀθέως συναλείφων καὶ δι’ ἀλλήλων ἀναιρῶν τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν τῷ μηδεμίαν εἶναι λέγειν αὐτῶν διαφοράν, διὸ καὶ ἀπαναίνεται «νοεῖσθαί τε καὶ μετέχεσθαι καὶ ἀπερινόητον καὶ ἀμέθεκτον εἶναι τὸν θεόν, τὸ μὲν κατὰ τὴν πᾶσι παντάπασιν ἀνέπαφόν τε καὶ ἀνέκφαντον οὐσίαν, τὸ δὲ κατὰ τὴν πρόνοιαν καὶ τὸ αἴτιον καὶ τὴν ἁπλότητα» καὶ τὰ τοιαῦτα, καὶ σαφέστερον ἔτι καὶ περιεκτικώτερον, ἅμα δὲ καὶ δυσσεβέστερόν φησιν, ὡς «οὐ τὸ μὲν αὐτοῦ οὐσία, τὸ δὲ μὴ οὐσία»—, νῦν δὲ κατατέμνων ἀσεβῶς εἰς κτιστά τε καὶ ἄκτιστα τὴν μίαν θεότητα.

Τὴν γὰρ τοῦ θεοῦ οὐσίαν μόνην λέγων ἄκτιστον θεότητα, τὴν δημιουργικὴν δύναμιν αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα, ἣν ἀπὸ τῶν κτισμάτων νοοῦμεν, κατὰ τὸν εἰπόντα, «σοφίας καὶ τέχνης καὶ δυνάμεως, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ παρίστησι τὴν δύναμιν» καὶ τὴν πρόνοιαν, ἧς μετέχομεν· «πάντα γάρ», φησί, «μετέχει προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης», καὶ τὴν θεουργὸν ἔλλαμψιν, ἣ μόνοις τοῖς ἁγίοις, ἐκφαίνεται, «κάλλος γάρ», φησί, «μόνοις τοῖς ἀπὸ κακίας κεκαθαρμένοις θεωρητόν, τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστί», ταῦτα πάντα τῆς ἀκτίστου θεότητος ἀποτεμνόμενος ὡς διαφοράν τινα πρὸς τὴν θείαν φύσιν ἔχοντα, εἰς κτίσμα κατασπᾷ φρενοβλαβῶς.

Ἐπεὶ δὲ καὶ οἱ κακῶς συνάπτοντες καὶ οἱ κακῶς τὸ θεῖον διαιροῦντες, ταὐτὸ δ’ εἰπεῖν τελέως ἑκάτερον ποιοῦντες, πολυθέους τοὺς ὀρθῶς φρονοῦντας οἴονταί τε καὶ περιαγγέλλουσιν, οἱ μὲν ὡς ἀδιαιρέτως διαιροῦντας, οἱ δὲ ὡς συνάπτοντας διῃρημένως, οὗτος δὲ καὶ ὅσοι κατὰ τοῦτον ἀμφοτέραις ταύταις ταῖς ἐκ διαμέτρου δυσσεβείαις περιπίπτουσιν, ἀκολούθως τῇ σφῶν αὐτῶν κακοδοξίᾳ, πολυπλασίως ἡμῶν τὴν πολυθεΐαν καταψεύδονται, καὶ ὡς μὴ ἀνεχομένων ἀποστερεῖν καταλλήλου χάριτος καὶ λαμπρότητος καὶ ἐνεργείας τὴν οὐσίαν τοῦ θεοῦ ἢ τὴν ἐνέργειαν οὐσίας καὶ οὕτω δι’ ἀλλήλων ἀλλήλας ἀναιρεῖν καὶ τὸ εἶναι θεὸν τελέως ἀθετεῖν καὶ ὡς μὴ ἀνεχομένων τὴν θείαν χάριν καὶ δύναμιν καὶ ἐνέργειαν, ταὐτὸ δ’ εἰπεῖν τὴν θείαν πρόνοιαν καὶ τὴν θείαν θέλησιν καὶ τὴν θεουργὸν ἔλλαμψιν καὶ τὰ τοιαῦτα τοῖς κτίσμασι συναριθμεῖν, εἰ καὶ τῆς θείας φύσεως ἔστιν ὡς διενηνόχασι καὶ δι’ αὐτῶν καὶ αὐτὴν τὴν θείαν φύσιν εἰς κτίσμα κατασπᾶν, καὶ ἔτι σαφέστερον εἰπεῖν, ὡς μὴ τρισυπόστατον μόνον, ἀλλὰ καὶ παντοδύναμον εἶναι τὸν θεὸν φρονούντων, καὶ ὡς μὴ κατὰ τὴν οὐσίαν μόνον ἄκτιστον, ἀλλὰ καὶ κατὰ τὰς θείας δυνάμεις τε καὶ ἐνεργείας.

Ἔτι δὲ καὶ πολλούς φησι λέγειν ἡμᾶς δημιουργοὺς ὁ καθ’ ἡμῶν οὗτος γεγονὼς λογοποιός, μᾶλλον δὲ ὁ τὰς τῶν κακοφρόνων λογολεσχίας ἀφρόνως καθ’ ἡμῶν σφετερισάμενος· πολλοὺς τοίνυν ἡμᾶς φησι λέγειν δημιουργούς, ἅτε μετὰ τοῦ θείου Κυρίλλου καὶ τῶν ἄλλων θεοφόρων λέγοντας, ἐκ μὲν τῆς οὐσίας τοῦ θεοῦ τὸν υἱὸν εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐκ δὲ τῆς κοινῆς τῶν τριῶν θείας θελήσεως καὶ ἐνεργείας τὰ ποιήματα, αὐτός, ἐκ τῆς οὐσίας εἶναι λέγων τὰ ποιήματα καὶ τὴν θείαν θέλησιν καὶ ἐνέργειαν ἀδιάφορον εἶναι τῇ θείᾳ οὐσίᾳ διατεινόμενος, ὡς εἶναι κατ’ αὐτὸν ἢ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον κτίσματα ἢ καὶ τὰ κτίσματα πάντα τοῦ θεοῦ γεννήματά τε καὶ προβλήματα. Καὶ οὕτως ὁ τάλας τὰ κτίσματα θεοποιῶν καὶ κτίσμα τὸν θεὸν ποιῶν, οἴεται τῷ ἑνιαίῳ τοῦ θεοῦ συνίστασθαι καὶ τοὺς μὴ οὕτω φρονοῦντας πολυθέους ἀποφαίνεται, καταστρέφεται δ’ ἀφρόνως εἰς πάντα τὰ τοιαῦτα τὸ τοῦ θεοῦ παντοδύναμον τελέως ἀθετῶν.

Ὅτι δὲ τοῦτο τελέως ἀναιρεῖ, σαφὲς τοῖς καὶ μικρὸν ἐπιστήσασιν· οὐδὲν γάρ φησιν ἐν τῷ θεῷ παρηλλαγμένον εἶναι τῶν φυσικῶν τε καὶ οὐσιωδῶν. Τοιγαροῦν κατὰ τοῦτον οὐδὲν διαφέρει τῆς θείας προγνώσεως ἡ θέλησις, ὥστ’ ἢ μὴ πάντα προγινώσκειν τὸν θεόν—οὐδὲ γὰρ πάντα θέλει τὰ γινόμενα—ἢ θελητὴν εἶναι καὶ τῶν πονηρῶν, ἐπειδὴ πάντα προγινώσκει· καὶ εἶναι κατ’ αὐτὸν ἢ μὴ πάντ’ εἰδότα, ταὐτὸ δ’ εἰπεῖν οὐδὲ θεόν, ἢ θεὸν οὐκ ἀγαθόν, ταὐτὸ δ’ ἂν εἰπεῖν οὐδὲ θεόν. Εἰ δὲ καὶ τὸ δημιουργεῖν φυσικῶς ὑπάρχει τῷ θεῷ, τοῦτο δὲ κατ’ αὐτὸν ἀδιάφορον ἔσται τῇ προγνώσει τοῦ θεοῦ, καὶ ὁ θεὸς ἔσται κατ’ αὐτὸν ἢ πρὸ τοῦ δημιουργῆσαι μὴ εἰδώς, ταὐτὸ δ’ εἰπεῖν οὐδὲ θεός, ἢ τῇ προγνώσει τὰ δημιουργήματα κεκτημένος σύνδρομα, καὶ οὐδ’ οὕτως αὖ θεὸς τῶν ποιημάτων, αὐτοῦ μηδαμῶς ὑστέρων ὄντων, ἀλλ’ οὐδὲ τὸ δημιουργεῖν ὑποκείσεται θελήσει, ὥσπερ οὐδ’ ἡ πρόγνωσις.

Καὶ πῶς θεὸς ὁ θελήσεως δημιουργῶν χωρίς; Καὶ παρίημι τὸν ἑπόμενον ἀτόπων ἔτι τὸν ἐσμὸν μηκύνειν οὐκ ἐθέλων· ἀλλ’ οὕτω μετὰ τῆς τοῦ παντοδυνάμου ἀναιρέσεως καὶ τὸ ὅλως θεὸν εἶναι ἀναιρεῖται τοῖς μηδεμίαν διαφορὰν λέγουσι τῶν φυσικῶς προσόντων τῷ θεῷ. Τὸ γὰρ πᾶς, ἐπὶ τῶν πολλῶν καὶ κατά τι διαφόρων.

Οὗτος δὲ ὁ γενέσθαι σπεύσας τῶν εὐσεβῶν κατήγορος καὶ τῶν ἀσεβῶν προστάτης καὶ βεβαιωτὴς καὶ ἀπαράλλακτόν φησιν εἶναι τὸν θεόν, χωρὶς τῶν κατὰ τὰς ὑποστάσεις διαφορῶν, τουτέστι μηδεμίαν ἔχειν πρὸς ἄλληλα διαφοράν, ὅσα κοινὰ ταῖς θείαις ὑποστάσεσίν ἐστιν, ὡς κατ’ αὐτὸν τὴν ἀτρεψίαν τοῦ θεοῦ μὴ διαφέρειν τῆς φιλανθρωπίας, μηδὲ τὴν ἁπλότητα τῆς δικαιοκρισίας, μηδὲ τῆς ἀϊδιότητος τὴν πρόνοιαν, ἐπειδήπερ οὐχ ὑποστατικῶς ταῦτα πρὸς ἄλληλα διαφέρουσιν. Ἐπεὶ δ’ οὗτος τὸ τοῦ θεοῦ παντοδύναμον ἀνεῖλε φανερῶς, ἀθετήσας τὴν τῶν φυσικῶς προσόντων τῷ θεῷ πρὸς ἄλληλα διαφοράν, φανερὸν καὶ τοῦτ’ ἔστιν, ὡς διὰ τοῦθ’ ἡμᾶς εἶναι λέγει πολυθέους, ὅτι μὴ τρισυπόστατον μόνον, ἀλλὰ καὶ παντοδύναμον εἶναι τὸν θεὸν πιστεύομεν.

Ἐπεὶ δὲ καὶ ἀπερινόητον εἶναι μόνον δογματίζει τὸν θεόν, ἀλλ’ οὐ ληπτόν τε καὶ ἄληπτον, «ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸν τῷ δὲ ἀλήπτῳ θαυμάζηται» κατὰ τὸν θεολόγον Γρηγόριον, ἄλλος Εὐνόμιος ἐφ’ ἡμᾶς ἀναπέφηνε, μὴ προσιέμενος δὲ τὸ μὲν εἶναι τοῦ θεοῦ μεθεκτὸν τὸ δὲ ἀμέθεκτον, καὶ τὸ μὲν ὁρατὸν τοῖς ἐν πνεύματι ὁρῶσι τὸ δὲ καὶ αὐτοῖς παντάπασιν ἀόρατον, ἀλλὰ καὶ ἀποφαινόμενος μόνον ἄκτιστον εἶναι τὸ πᾶσι παντάπασιν ἀόρατον, δῆλός ἐστιν ἀθετῶν τὴν ἐπιφαινομένην τοῖς ἀξίοις θείαν ἔλλαμψιν καὶ κτιστὸν εἶναι φρονῶν τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως. Ἐπεὶ καὶ περὶ τούτου φανερῶς γράφει δῆθεν καθ’ ἡμῶν, ὡς ἰδίως δοξάζομεν καὶ ἀποφαινόμεθα εἶναι ὁρατὴν θεότητα ἄκτιστον τὴν τοὺς ἁγίους φωτίζουσαν, ἄλλην παρὰ τὴν οὐσίαν τοῦ θεοῦ, συναΐδιον αὐτῇ φῶς οὖσαν καὶ ληπτὸν σωματικοῖς τῶν ἁγίων ὀφθαλμοῖς. Συσκιάζει δὲ πολυειδῶς καὶ τὴν οἰκείαν δόξαν καὶ τὴν ἡμετέραν ὁ χρήσας αὐτῷ τὴν ἀνεπιστήμονα τῆς κακονοίας ταύτης ἐπιστήμην, ἅτε «κεκαυτηριασμένην» ἔχων κατὰ Παῦλον φάναι «τὴν συνείδησιν». Καὶ αὐτὸς μὲν ἀλλότρια τῆς ἀνωμολογημένης τοῖς πᾶσιν εὐσεβείας φρονῶν οὐκ ἀγνοῶν, ἡμᾶς δὲ μηδέν τι μηδαμῇ ταύτης παρηλλαγμένον λέγοντάς τε καὶ φρονοῦντας, ἀλλὰ κἀν τοῖς πολυειδέσι δόλοις καὶ περικαλύμμασι καὶ πολυειδέσι δυσσεβείαις περιπείρεται, ὡς καὶ αὐτὸ τὸ τρισυπόστατον ἀναιρεῖν τῆς μιᾶς θεότητος.

Ἐπεὶ γὰρ ἡμῶν διαφέρειν τὴν θείαν θέλησιν τῆς θείας προγνώσεως λεγόντων καὶ τῆς δημιουργικῆς ἐνεργείας τὴν θεουργὸν χάριν καὶ ἐνέργειαν τοῦ πνεύματος καὶ ταῦτα καὶ τὰ τοιαῦτα πάντα τῆς οὐσίας ὡς ἐκείνης ἐνεργείας ὄντα, αὐτὸς ἄνισα καὶ ἀνόμοια πρὸς ἄλληλα ταῦτα λέγειν ἡμᾶς συκοφαντεῖ, τοῖς ἑαυτοῦ λόγοις ἀκολούθως καὶ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον ἄνισα καὶ ἀνόμοια πρὸς ἄλληλα παρίστησιν, ἐπειδήπερ διαφέρουσιν ἀλλήλων.

Ἀλλὰ καὶ μετρήσει ταῦτα βαθμοῖς καὶ ὑποβάσεσιν, ἐπειδήπερ ὡς αἰτιατὰ δευτερεύει τοῦ πατρὸς ὁ υἱός τε καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καὶ γὰρ ἡμᾶς οὕτω μετρεῖν συκοφαντεῖ τὸ θεῖον, ἐπειδήπερ τὴν διαφορὰν δεικνύντες τῶν ἐνεργειῶν πρὸς τὴν οὐσίαν καὶ ὑπερκεῖσθαι ταύτην τῶν ἑαυτῆς ἐνεργειῶν ὡς αἰτίαν οὖσαν τούτων κατὰ τοὺς θεοφόρους ἔφημεν πατέρας.

Τί δ’ ὅτε καθ’ ἡμῶν φησι προφάσει τοῦ διαφορὰν ἡμᾶς δεικνύναι τῆς θείας οὐσίας πρὸς τὰς θείας ἐνεργείας, ὡς οὐ μίαν λέγομεν τῶν τριῶν προσώπων τὴν θεότητα, κλέπτων τοὺς ἀκούοντας, ὡς ἡμῶν δῆθεν οὐ τὴν αὐτὴν θεότητα λεγόντων εἶναι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος;

Ἆρ’ οὐ δῆλός ἐστιν αὐτὸς ἐντεῦθεν μὴ πάντα λέγων ἔχειν τὸν υἱὸν ὅσα καὶ ὁ πατήρ, ὡσδαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὴν οὐσίαν μόνην ἔχειν τὴν αὐτήν; Διὸ καὶ οἱ ὁμόφρονες αὐτοῦ φανερῶς ἀπαγορεύουσι κοινὰς ἀκτίστους ἐνεργείας εἶναι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Τί δ’ ὅτε πάλιν λέγει καθ’ ἡμῶν, ὡς οὐ λέγομεν πανταχοῦ παρεῖναι τὸν θεὸν οὐσιωδῶς, ἐπειδή φαμεν ἀμέθεκτον εἶναι τὴν οὐσίαν τοῦ θεοῦ; Ἆρ’ οὐχ ἑαυτὸν παρέστησε πάντα φρονοῦντα μετέχειν τῆς οὐσίας τοῦ θεοῦ καὶ τὰ λογικὰ καὶ τὰ ἄλογα καὶ τὰ ἄψυχα τῶν ὄντων καὶ αὐτὰ τὰ τῆς πονηρίας πνεύματα; Πανταχοῦ γὰρ τὸ θεῖον κατ’ οὐσίαν. Τὸ δὲ τὰ τῶν ἁγίων αὐτοῖς ῥήμασιν, ὡς ἡμῶν προφέρειν καὶ ἀποβάλλεσθαι, πόσον αὐτῷ πάλιν τὴν πληθὺν αὔξει τῶν δυσσεβημάτων;

Τὸ δὲ ταῦθ’ οὕτω νῦν μὲν φανερῶς νῦν δ’ ὑπὸ πολλοῖς καὶ δολεροῖς ἄγαν προκαλύμμασι λέγοντά τε καὶ κατασκευάζοντα διὰ πολλῶν, εἶτα διατείνεσθαι τὴν τοῦ θεοῦ ἐκκλησίαν οὕτω πρεσβεύειν καὶ τοὺς θείους πατέρας οὕτω παραδοῦναι, ποίαν ὑπερβολὴν οὐχ ὑπερβάλλει δυσσεβείας τε καὶ ἀναιδείας; Ἐμοὶ δ’ ἐν πολλοῖς καὶ πολλάκις ἐξελέγξαντι τὰ τοιαῦτα, τὸ νῦν εἶναι καὶ ταῦτ’ ἀρκέσει καὶ δὴ μετὰ τοῦ ψαλμῳδοῦ πρὸς τὸν θεὸν εἰπών, «ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου, ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία, τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν», καταπαύω τὸ λόγον.