Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η πνευματική πτωχεία, το μακάριο πένθος και η κατάνυξη

Η σύνδεση της κατά Θεόν πτωχείας με το πένθος, ο φόβος της κολάσεως, η αυτομεμψία και η επίτευξη της εσωτερικής ειρήνης μέσω των δακρύων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 17

Ἡμεῖς δὲ δι’ ὀλίγων ὀλίγα τῆς πνευματικῆς ὑποδείξαντες περιτομῆς, καί τινα προθῶμεν ἤδη τῆς διὰ ταύτην εὐφορίας. Ἐφεξῆς τοίνυν τοῖς διὰ τὴν ἐν πνεύματι πτωχείαν τὸν ἀναφαίρετον πλοῦτον κτησαμένοις ὁ μόνος μακάριος τοὺς πενθοῦντας κοινωνοὺς ποιεῖται τῆς οἰκείας μακαριότητος, μακάριοι, λέγων, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Διατί δὲ συνῆψεν ὁ Χριστὸς τὸ πένθος τῇ πτωχείᾳ; Ἐπειδὴ καὶ ταύτῃ σύνεστιν ἀεί. Ἀλλ’ ἡ μὲν ἐπὶ τῇ κατὰ κόσμον πτωχείᾳ λύπη θάνατον ψυχῆς κατεργάζεται, φησὶν ὁ ἀπόστολος· ἡ δὲ ἐπὶ τῇ κατὰ Θεὸν πτωχείᾳ λύπη μετάνοιαν ἀμεταμέλητον εἰς ψυχῆς σωτηρίαν. Καὶ τῇ μέν, ἀκουσίῳ οὔσῃ, τὸ ἀκούσιον· τῇ δέ, ἑκουσίῳ, τὸ ἑκούσιον ἐξ ἀνάγκης ἕπεται πένθος. Ἐπεὶ δὲ τὸ μακαριζόμενον πένθος ἐνταυθοῖ τῇ κατὰ Θεὸν συνῆπται πτωχείᾳ δι’ ἐκείνην ἐξ ἀνάγκης τε γίνεται, κἀκείνης ὡς αἰτίας ὅλον ἐξῆπται καὶ ἀπὸ ταύτης ἔχει συνυπακουόμενον τὸ πνευματικὸν καὶ ἑκούσιον.

Ἀλλὰ γὰρ ἴδωμεν, πῶς ἡ μακαριστὴ πτωχεία τὸ μακάριον ἀπογεννᾷ πένθος. Τεττάρων οὖν εἰδῶν τῆς πνευματικῆς πτωχείας ὑπὸ τοῦ λόγου μικρὸν ἀνωτέρω πεφηνότων, τῆς ἐν τῷ φρονήματι, τῆς ἐν τῷ σώματι, τῆς ἐν τῇ κατὰ τὸν βίον περιουσίᾳ καὶ τῆς ἐν τοῖς ἔξωθεν ἐπερχομένοις πειρασμοῖς (μηδεὶς δὲ ἡμῶν ἀκούων μεμερισμένως ταῦτα προτιθέντων καὶ τὴν κατὰ ταῦτα πρᾶξιν μεμερισμένην ὑπολάβῃ, σὺν ἀλλήλοις γὰρ πεφύκασι τελεῖσθαι· διὸ καὶ μακαρισμῷ περιεκλείσθησαν ἑνί, ἅμα θαυμασίως ὑποδείξαντι, καὶ ποῖόν ἐστιν ὡσανεὶ ῥίζα καὶ πρόξενον τῶν ἄλλων, δηλαδὴ τὸ πνεῦμα τὸ ἡμέτερον· τοῦτο γὰρ τὴν τοῦ εὐαγγελικοῦ κηρύγματος ἐγκολπωσάμενον, ὡς εἴρηται, χάριν πηγὴν πτωχείας ἀναδίδωσιν ἀφ’ ἑαυτοῦ, ποτίζουσαν πᾶν τὸ πρόσωπον τῆς γῆς ἡμῶν, τὸν ἔξω δηλονότι ἄνθρωπον, καὶ παράδεισον ἀρετῶν ἀποτελῶν αὐτόν)· τεττάρων οὖν εἰδῶν τῆς πνευματικῆς πτωχείας ὑπαρχόντων, ἀφ’ ἑκάστου τούτων τὸ κατάλληλον γεννᾶται πένθος, μετὰ τῆς προσηκούσης παρακλήσεως.

Αὐτίκα διὰ μὲν τῆς ἑκουσίου σωματικῆς πτωχείας καὶ ταπεινώσεως, ἥτις ἐστὶ πεῖνα καὶ δίψα καὶ ἀγρυπνία καὶ ἁπλῶς κακουχία καὶ κακοπάθεια σώματος, καὶ πρὸς τούτοις ἡ σὺν λόγῳ συστολὴ τῶν αἰσθήσεων· ἐκ τούτων τοίνυν, οὐ πένθος ἁπλῶς μόνον, ἀλλὰ καὶ δάκρυα τίκτονται. Καθάπερ γὰρ ἀναλγησία καὶ πώρωσις καὶ σκληρότης καρδίας ἐξ ἀνέσεως καὶ τρυφῆς καὶ εὐπαθείας τίκτεσθαι πεφύκασιν, οὕτως ἐξ ἐγκρατοῦς καὶ συνεσταλμένης διαίτης συντριβὴ καρδίας καὶ κατάνυξις, πικρίας πάσης ἀποτρεπτικὴ καὶ γλυκείας ἱλαρότητος παρεκτική· καὶ γὰρ ἄνευ συντριμμοῦ καρδίας ἀδύνατον, φησίν, ἀπαλλαγῆναι κακίας. Συντρίβει δὲ καρδίαν ἡ τριμερὴς ἐγκράτεια ὕπνου καὶ τροφῆς καὶ σωματικῆς ἀνέσεως. Ἀπαλλαγεῖσα δὲ ψυχὴ διὰ τῆς συντριβῆς ταύτης κακίας καὶ πικρίας, ἀντιλαμβάνει πάντως τὴν πνευματικὴν θυμηδίαν. Καὶ τοῦτό ἐστιν ἡ παράκλησις, δι’ ἣν τοὺς πενθοῦντας μακαρίζει ὁ κύριος. Φησὶ δὲ καὶ Ἰωάννης ὁ τὴν διὰ λόγων πνευματικὴν ἡμῖν δειμάμενος Κλίμακα, δίψα καὶ ἀγρυπνία ἐξέθλιψαν καρδίαν, καρδίας δὲ θλιβείσης ἐξεπήδησαν δάκρυα· ὁ δὲ δοκιμάσας, φησί, γελάσει ἐν τούτοις, τὸν μακάριον δηλονότι γέλωτα, παρακληθείς, ὡς ὁ κύριος ἐπηγγείλατο. Καὶ ἀπὸ μὲν τῆς ἐν σώματι θεοφιλοῦς πτωχείας τὸ μακαριστῶς παρακαλοῦν τοὺς κεκτημένους πένθος οὕτως ἔχει τὴν γένεσιν.

Ἀπὸ δὲ τοῦ κατεπτηχότος φρονήματος καὶ τῆς κατὰ ψυχὴν ἐνθέου ταπεινώσεως πῶς;

Ἡ αὐτομεμψία σύνεστιν ἀεὶ τῇ ταπεινώσει τῆς ψυχῆς· αὕτη δὲ τὸν τῆς κολάσεως φόβον τὴν ἀρχὴν ἐπανατείνεται σφοδρῶς πρὸ ὀφθαλμῶν ποιοῦσα τὴν ἐξ ἐναντίων ἐκείνην εἰς ἑνὸς κολαστηρίου φρικωδεστάτην συνδρομὴν καὶ ἔτι προσθήκην τοῦ δέους ἐμποιοῦσα ἐκ τοῦ μανθάνειν ἄρρητον ἐκείνην οὖσαν ὡς καὶ τῶν εἰρημένων δεινοτέραν. Τὸ δὲ ἀτελεύτητον ἐκείνης αὖθις, ὅση προσθήκη τοῖς δεινοῖς. Καύσων γὰρ καὶ ψύχος καὶ σκότος καὶ πῦρ καὶ φορὰ καὶ στάσις δεσμά τε καὶ δείματα καὶ θηρίων ἀειζώων δήγματα κατ’ ἐκείνην εἰς ἓν συνάγεται τὴν καταδίκην καὶ οὐδ’ οὕτως οἷον ἐκεῖνο τὸ δεινὸν παρίσταται, κατὰ τὸ γεγραμμένον ἐπὶ νοῦν οὐκ ἀναβεβηκὸς ἀνθρώπου.

Τί δὴ τὸ ἀνόνητον καὶ ἀπαράκλητον καὶ ἄληκτον ἐκεῖνο πένθος; τοῖς γὰρ εἰς Θεὸν ἁμαρτοῦσιν ἐκ τῆς τῶν ἐπταισμένων ἐπιγνώσεως κινεῖται πένθος. Ἐκεῖ τοίνυν ἐληλεγμένοις, καὶ τῆς χρηστοτέρας ἐλπίδος ἀνῃρημένης καὶ τῆς σωτηρίας ἀπεγνωσμένης, ὁ τοῦ συνειδότος τότ’ ἀκούσιος ἔλεγχος ἑκάστῳ πολυπλασιάζει τῷ πένθει τὴν ἐπικειμένην ὀδύνην· καὶ τοῦτ’ αὖθις καὶ ἀεὶ τὸ πένθος, ὡς μηκέτι παυσόμενον, ἑτέρου πένθους ἀφορμὴ γίνεται· καὶ σκότος ἄλλο δεινὸν καὶ καύσων ἀψυχαγώγητος καὶ βυθὸς ἀθυμίας ἀμήχανος. Ἐνταῦθα δὴ τὸ πένθος τοῦτο λυσιτελέστατον· ἵλεως γὰρ ἐπακούει Θεός· ὃς καὶ μέχρις ἡμῶν κατῆλθεν ἐπισκεψόμενος καὶ τοῖς οὕτω πενθοῦσιν ἐπηγγείλατο τὴν παράκλησιν, ἥπερ ἐστὶν αὐτός, Παράκλητός τε ὢν καὶ καλούμενος.

Εἶδες καὶ τὸ παρὰ τῆς τεταπεινωμένης ψυχῆς πένθος καὶ τὴν ἐπιγινομένην παράκλησιν; Ἀλλὰ γὰρ καὶ ἡ αὐτομεμψία μόνη καθ’ αὑτήν, ὥσπερ τι βάρος νοητὸν τῷ λογιζομένῳ τῆς ψυχῆς ἐπιτεθεῖσα καὶ χρονίσασα, συνθλίβει καὶ πιέζει καὶ τὸν οἶνον ἐκθλίβει τὸν σωτήριον, τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου, τοὐτέστι τὸν ἐντὸς ἡμῶν ἄνθρωπον.

Οἶνος δὲ τοιοῦτός ἐστιν ἡ κατάνυξις· συνεκθλίβει γὰρ τῷ πένθει καὶ τὰ πάθη καὶ χαρᾶς τὴν ψυχὴν πληροῖ μακαριστῆς, τοῦ κατὰ ταῦτα δεινοῦ βάρους ἀπαλλάξασα. Διὰ τοῦτο μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Παρὰ δὲ τῆς ἀκτημοσύνης, ταὐτὸν δ’ εἰπεῖν τῆς κατὰ τὴν περιουσίαν καὶ τὰ περὶ ἡμᾶς ὑπάρχοντα πτωχείας, συνημμένης μέντοι τῇ πτωχείᾳ τοῦ πνεύματος, ὡς ἀνωτέρω ἔφημεν, σὺν ἀλλήλοις γὰρ ταῦθ’ ἅπαντα τελούμενα, τέλειά τε καὶ εὐάρεστα Θεῷ· παρὰ τῆς τοιαύτης τοιγαροῦν πτωχείας, ὅπως ἡμῖν ἐγγίνεται τὸ πένθος καὶ ἡ ἐν αὐτῷ παράκλησις, συνετῶς ἀκούων εἴσῃ. Καὶ γάρ, ἐπειδὰν ὁ ἄνθρωπος πᾶσι χαίρειν εἰπὼν τοῖς τε χρήμασι καὶ τοῖς κτήμασιν ἀποτάξηται, ταῦτα ῥίψας ἢ σκορπίσας κατὰ τὴν ἐντολήν, τῆς περὶ αὐτὰ μερίμνης τὴν ψυχὴν ἀπαναστήσας, ἐπεστράφθαι πρὸς τὴν ἑαυτῆς ἐπισκοπὴν ἐφίησιν ἐλευθέραν τῶν πραγματικῶς περισπώντων ἔξωθεν αὐτήν.

Ὁπηνίκα δ’ ἂν ὁ νοῦς αἰσθητοῦ παντὸς ἀπαναστῇ καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, πρῶτον μὲν ἐνιδὼν τὸ προσγεγενημένον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει· ἔπειτ’ ἐπειδὰν τὸ δυσειδὲς τοῦτο περιέλῃ κάλυμμα, τότε μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγεννῶς διασπωμένης εἴσω τῶν ὄντως ταμείων ἀταράχως χωρεῖ καὶ τῷ ἐν τῷ κρυπτῷ πατρὶ προσεύχεται, ὃς αὐτῷ καὶ τὸ χωρητικὸν τῶν χαρισμάτων δῶρον, τὴν τῶν λογισμῶν εἰρήνην, τὰ πρῶτα χορηγεῖ· μεθ’ ἧς τὴν γεννητικήν τε καὶ συνεκτικὴν ἁπάσης ἀρετῆς τελειοῖ ταπείνωσιν, οὐ τὴν ἀνυσίμοις εὐχερῶς τῷ βουλομένῳ ῥήμασί τε καὶ σχήμασι συνισταμένην, ἀλλὰ τὴν ὑπὸ τοῦ ἀγαθοῦ καὶ θείου πνεύματος μαρτυρουμένην, ἣν αὐτὸ κτίζει τὸ πνεῦμα τοῖς ἐγκάτοις ἐγκαινιζόμενον.

Ἐν δὴ ταύταις, ὥσπερ ἐν ἀσφαλεῖ περιτειχίσματι τοῦ κατὰ νοῦν παραδείσου, τὰ τῆς ἀληθοῦς ἀρετῆς παντοδαπῆ δένδρα φύεται· μεσαιτάτω δ’ ἀνεγείρεται τὰ τῆς ἀγάπης ἱερὰ βασίλεια, τούτων δ’ ἐν προθύροις τὸ προοίμιον τοῦ μέλλοντος αἰῶνος, ἡ ἀνεκλάλητός τε καὶ ἀναφαίρετος ἀνθεῖ χαρά. Μήτηρ γὰρ ἀκτημοσύνη μὲν ἀμεριμνίας, ἀμεριμνία δὲ προσοχῆς καὶ προσευχῆς, αἱ δὲ πένθους καὶ δακρύων· ταῦτα δὲ τὰς προλήψεις ἀπαλείφει· τούτων δὲ ἀποβεβλημένων, ῥάων ἡ κατ’ ἀρετὴν ὁδὸς τελεῖται τῶν προσισταμένων ἐκ μέσου γεγονότων καὶ συνειδὸς ἀκατάγνωστον προσγίνεται· ταῦτα δὲ πηγάζει τὴν χαρὰν καὶ τὸν τῆς ψυχῆς μακάριον γέλωτα.

Τότε δὴ καὶ τὸ κατώδυνον δάκρυον εἰς ἡδὺ μεταποιεῖται καὶ τὰ λόγια τοῦ Θεοῦ ὡς γλυκέα τῷ λάρυγγι καὶ ὑπὲρ μέλι τῷ στόματι γίνεται καὶ ἡ ἐν προσευχῇ δέησις εἰς εὐχαριστίαν μετασκευάζεται καὶ ἡ μελέτη τῶν θείων μαρτυρίων ἀγαλλίαμα τῆς καρδίας ἐστί, μετ’ ἐλπίδος ἀκαταισχύντου καὶ οἷον ὑφεστώσης ἐν προοιμίου μοίρᾳ τῇ τοῦ γεύματος ταύτῃ πείρᾳ προσομιλούσης αὐτοῖς καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος μανθανούσης ἐκ μέρους, κατὰ τὸν λέγοντα, «γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος», τὸ ἀγαλλίαμα τῶν δικαίων, ἡ χαρὰ τῶν εὐθέων, ἡ θυμηδία τῶν τεταπεινωμένων, ἡ τῶν δι’ αὐτὸν πενθούντων παράκλησις.