Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η κάθαρση του νου, η θεία έλλαμψη και η άκτιστη χάρη

Η επιστροφή και άνοδος του νου προς τον Θεό, η μετοχή στο άκτιστο φως, οι καρποί του Αγίου Πνεύματος και η διάκριση της κατά Θεόν από την κοσμική λύπη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 17

Τί οὖν; μέχρι τούτου τὰ τῆς παρακλήσεως καὶ ταῦτα μόνα τὰ τῆς ἱερᾶς μνηστείας δῶρα, καὶ καθαρώτερον τούτων οὐδαμῶς ἐμφανίζει ἑαυτὸν τοῖς διὰ τοῦ μακαρίου πένθους λελουμένοις καὶ καθηραμένοις καὶ διὰ τῶν ἀρετῶν ἐσταλμένοις νυμφικῶς ὁ τῶν τοιούτων ψυχῶν νυμφίος; Οὔμενουν. Καὶ νῦν γὰρ ἡμεῖς τῶν ἑτοίμων εἰς κατηγορίαν ὑπὸ βασκανίας καὶ οἱονεὶ λεγόντων πρὸς ἡμᾶς, οὐ μὴ λαλήσῃς ἐπὶ τῷ ὀνόματι κυρίου, εἰ δὲ μὴ ἐκβαλοῦμέν σου τὸ ὄνομα ὡς πονηρόν, συκοφαντίας καὶ ψευδηγορίας κατὰ σοῦ συντιθέντες καὶ φημίζοντες· τούτων τοίνυν καὶ τὸ νῦν ἔχον ἀλογήσαντες ἡμεῖς περαιτέρω προαγάγωμεν τὸν λόγον, τὰ τῶν ἁγίων ἡμῶν πατέρων καὶ πιστεύοντες καὶ λέγοντες καὶ πρὸς ἐκεῖνα βλέποντες καὶ τοὺς ἄλλους πείθοντες. «Ἐπίστευσα» γάρ, φησί, «διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν».

Ὅταν γὰρ ἅπαν αἰσχρὸν πάθος ἔνοικον ἀπελαθῇ καὶ ὁ νοῦς, ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, αὐτός τε πρὸς ἑαυτὸν καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ἐπιστρέψας ὁλοκλήρως, τῇ γεωργία τῶν ἀρετῶν φιλοκαλήσῃ τὴν ψυχήν, προϊὼν ἐπὶ τὸν τελεώτερον καὶ πρακτικὰς ἔτ’ ἀναβάσεις διατιθέμενος, καὶ ἐπὶ πλέον Θεοῦ συναιρουμένου πλύνων ἑαυτόν, οὐ τὰ τοῦ πονηροῦ μόνον ἀποσμήχει κόμματος, ἀλλ’ ἅπαν ἐπίκτητον ἐκ μέσου ποιεῖται, κἂν τῆς χρηστοτέρας ᾖ μοίρας καὶ διανοίας.

Ἡνίκα δὴ νοητῶν καὶ τῶν οὐκ ἀφαντάστων περὶ ταῦτα νοημάτων ὑπεραναβὰς καὶ πάντα θεοφιλῶς ὁμοῦ καὶ φιλοθέως ἀποθέμενος, «κωφός τε καὶ ἄλαλος» κατὰ τὸ γεγραμμένον παραστῇ Θεῷ, τηνικαῦτα λόγον ὕλης ἴσχει καὶ πλάττεται τὴν ἀνωτάτω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς τῶν θύραθεν θυροκοποῦντος, τῆς ἐντὸς χάριτος ἐπὶ τὸ κρεῖττον μεταρρυθμιζούσης καὶ ἀπορρήτῳ, τὸ παραδοξότατον, φωτὶ καταλαμπούσης τὰ ἔνδον καὶ τελειούσης τὸν ἐντὸς ἄνθρωπον. Ἡμέρας δὲ διαυγασάσης καὶ φωσφόρου ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν κατὰ τὸν ἐν ἀποστόλοις κορυφαῖον, ἔξεισι κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον ὁ ὄντως ἄνθρωπος ἐπὶ τὴν ὄντως ἐργασίαν αὐτοῦ· καὶ τῷ φωτὶ χρώμενος ὁδῷ ἄνεισιν ᾗ ἀνάγεται ἐπ’ ὄρη αἰώνια. Καὶ τῶν ὑπερκοσμίων ἐν τούτῳ τῷ φωτὶ πραγμάτων, ὢ τοῦ θαύματος, ἐπόπτης καθίσταται· μὴ διαζευγνύμενος ἢ διαζευγνύμενος τῆς τὴν ἀρχὴν συμπροηγμένης ὕλης, ὡς οἶδεν ἡ ὁδός.

Οὐ γὰρ διανοίας φανταστικοῖς ἄνεισι πτεροῖς, ἣ πάντα καθάπερ τυφλὴ περιπολεῖ, μήτ’ ἐπὶ τῶν ἀπόντων αἰσθητῶν μήτ’ ἐπὶ τῶν ὑπεραναβεβηκότων νοητῶν τῆς ἀκριβοῦς καὶ ἀνενδοιάστου καταλήψεως ἀντιλαμβανομένη· ἀλλ’ ἐπ’ ἀληθείας ἄνεισιν ἀρρήτῳ πνεύματος δυνάμει, καὶ πνευματικῇ καὶ ἀρρήτῳ ἀντιλήψει τῶν ἀρρήτων ῥημάτων διακούει καὶ ὁρᾷ τὰ ἀθέατα· καὶ τοῦ θαύματος ὅλος τοὐντεῦθέν ἐστί τε καὶ γίνεται, κἂν ἐκεῖθεν ἀπῇ, καὶ τοῖς ἀκαμάτοις ὑμνῳδοῖς ἁμιλλᾶται, ἄγγελος ὡς ἀληθῶς ἄλλος ἐπὶ γῆς Θεοῦ γεγονὼς καὶ δι’ ἑαυτοῦ πᾶν εἶδος κτίσεως αὐτῷ προσαγαγών, ἐπεὶ καὶ αὐτὸς ἐν μετοχῇ τῶν πάντων, καὶ τοῦ ὑπὲρ τὰ πάντα δὲ μεταλαγχάνει νῦν, ἵνα καὶ τὸ τῆς εἰκόνος ἀπηκριβωμένον ᾖ.

Διό φησιν ὁ θεῖος Νεῖλος, ὅτι «νοῦ κατάστασίς ἐστιν ὕψος νοητόν, οὐρανίῳ χρώματι παρεμφερές· ᾧ καὶ τὸ τῆς Ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς». Καὶ πάλιν, «εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων καὶ τότε ὄψεται αὐτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ». Τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας τῶν ἀδυνάτων ἐστί· Θεοῦ γὰρ χρεία συνεργοῦντος καὶ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς. Καὶ ὁ ἅγιος Διάδοχος, «δύο», φησίν, «ἡμῖν ἡ χάρις ἡ ἁγία διὰ τοῦ βαπτίσματος περιποιεῖται, ὧν τὸ ἓν ἀπείρως τοῦ ἑνὸς ὑπερβάλλει· ἀνακαινίζει γὰρ ἡμᾶς ἐν τῷ ὕδατι καὶ τὸ κατ’ εἰκόνα λαμπρύνει, πᾶσαν τὴν ῥυτίδα τῆς ἁμαρτίας ἡμῶν ἀπορρύπτουσα· τὸ δὲ ἕτερον ἐκδέχεται, ἵνα σὺν ἡμῖν ἐργάσηται.

Ὅταν οὖν ἄρξηται ὁ νοῦς ἐν πολλῇ αἰσθήσει γεύεσθαι τῆς χρηστότητος τοῦ παναγίου Πνεύματος, τότε ὀφείλομεν εἰδέναι, ὅτι ἄρχεται ἡ χάρις ὥσπερ ἐπιζωγραφεῖν εἰς τὸ κατ’ εἰκόνα τὸ καθ’ ὁμοίωσιν· ὥστε ἡ μὲν αἴσθησις αὕτη δηλοῖ ἡμᾶς μορφοῦσθαι τὸ καθ’ ὁμοίωσιν, τὸ δὲ τέλειον τῆς ὁμοιώσεως ἐκ τοῦ φωτισμοῦ γνωσόμεθα». Καὶ πάλιν· «τὴν πνευματικὴν οὐ δύναταί τις ἀγάπην κτήσασθαι, εἰ μὴ ἐν πάσῃ πληροφορίᾳ φωτισθείη παρὰ τοῦ ἁγίου Πνεύματος. Ἐὰν γὰρ μὴ τελείως τὸ καθ’ ὁμοίωσιν διὰ τοῦ θείου φωτὸς ἀπολάβῃ ὁ νοῦς, πάσας μὲν τὰς ἄλλας ἀρετὰς ἔχειν δύναται, τῆς δὲ τελείας ἀγάπης ἔτι ἄμοιρος μένει».

Ὡσαύτως δὲ καὶ τοῦ ἁγίου Ἰσαὰκ ἀκούομεν λέγοντος, κατὰ τὸν καιρὸν τῆς προσευχῆς ὁρᾶν τὴν ἑαυτοῦ καθαρότητα τὸν κεχαριτωμένον νοῦν, «ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ ὑπὸ τῆς γερουσίας τοῦ Ἰσραὴλ ὠνόμασται τόπος, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει»· καὶ πάλιν, «προσευχή ἐστι καθαρότης νοός, ἥτις ἐκ τοῦ φωτὸς τῆς ἁγίας Τριάδος μετ’ ἐκπλήξεως τέμνεται»· καὶ πάλιν, «καθαρότης ἐστὶ νοός, ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος».

Ἀλλ’ ὁ κατηξιωμένος τοῦ φωτὸς ἐκείνου νοῦς καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύων καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθείς. Ἐντεῦθεν ἡ κατ’ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις καὶ τὸ πρὸς κακίαν ὅλως ἀκίνητον ἢ δυσκίνητον.

Ἐντεῦθεν ὁ διατρανῶν τοὺς τῶν ὄντων λόγους λόγος καὶ ἀνακαλύπτων οἴκοθεν ἐκ καθαρότητος τὰ τῆς φύσεως μυστήρια· δι’ ὧν ἀναλογίας λόγοις πρὸς κατάληψιν τῶν ὑπὲρ φύσιν τὸ διανοούμενον ἀνιμᾶται τῶν πιστῶς ἀκροωμένων· ἣν αὐτὸς ὁ τοῦ λόγου πατὴρ ἀύλοις ἐπαφαῖς κατείληφεν. Ἐντεῦθεν αἵ τ’ ἄλλαι ποικίλαι θαυματοποιΐαι, καὶ τὸ διορᾶν τε καὶ προορᾶν καὶ περὶ τῶν πόρρω που συμβαινόντων ὡς ὑπ’ ὀφθαλμοὺς διαλέγεσθαι.

Καὶ τὸ δὴ μέγιστον, ὡς οὐ περὶ ταῦθ’ ὁ σκοπὸς τείνει τῶν μακαριωτάτων ἐκείνων, ἀλλ’ ὥσπερ, εἴ τις ὁρώη πρὸς ἡλιακὴν ἀκτῖνα, καὶ τῶν ἀερίων ἀτόμων αἰσθάνεται, κἂν μὴ τοῦτ’ αὐτῷ τυγχάνῃ σκοπός, οὕτως ἐκείνοις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνον ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ’ ἐσομένων, ὁδοῦ πάρεργον ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις κατὰ ἀναλογίαν τῆς καθαρότητος· προὔργου δὲ αὐτοῖς ἡ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύννευσις, μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ καὶ ἡ κατ’ αὐτόν τε καὶ Θεὸν ἐνέργεια, δι’ ἧς ἐπεσκευασμένοι πρὸς τὸ πρωτότυπον εὖ διατίθενται, τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ἐπαναγούσης τῆς χάριτος. Ἐπὶ τοσοῦτον ὕψος ἀναφέρει τὸ μακάριον πένθος τοὺς ταπεινοὺς τῇ καρδίᾳ καὶ πτωχοὺς τῷ πνεύματι.

Ἐπεὶ δὲ ταῦτα διὰ τὴν ἔνοικον ἡμῖν ῥᾳθυμίαν ὑπὲρ ἡμᾶς, φέρε πρὸς τὴν κρηπῖδα τούτων αὖθις ἐπανελθόντες, ἔτι περὶ πένθους ὀλίγα τινὰ διαλάβωμεν. Ἕπεται δὴ τοῦτο καὶ πᾶσι τοῖς εἴδεσι τῆς ἀκουσίου καὶ κατὰ κόσμον πτωχείας. Πῶς γὰρ οὐκ ἂν λυποῖτο καὶ ὁ χρημάτων ἐνδεὴς καὶ ὁ λιμώττων ἀκουσίως καὶ ὁ καταπονούμενός τε καὶ ἀτιμαζόμενος; Ἀλλὰ τοῦτ’ ἀπαράκλητόν ἐστι τὸ πένθος, καὶ μάλιστ’ ἐφ’ ὅσον ἐπιτείνεται τὰ τῆς πτωχείας, μᾶλλον δὲ ἐφ’ ὅσον ἀπέχει τῆς ἀληθινῆς γνώσεως ὁ πάσχων. Οὗτος γὰρ μὴ τῷ λόγῳ τὰς ἐκ τῆς αἰσθήσεως ἡδονάς τε καὶ ὀδύνας ὑποτάττων, ἀλλὰ μᾶλλον αὐταῖς ἐκεῖνος τῇ τοῦ λόγου παραχρώμενος δεινότητι καὶ αὐτὰς ἐπ’ οὐδενὶ κέρδει αὔξει, ὡς μὴ ὤφελε, μᾶλλον δὲ καὶ ἐπὶ ζημίᾳ τῇ μεγίστῃ. Σημεῖον γὰρ καὶ ἔλεγχον καθ’ ἑαυτοῦ προβάλλεται σαφῆ τοῦ μὴ βεβαίως πιστεύειν τῷ τοῦ Θεοῦ εὐαγγελίῳ καὶ τοῖς πρὸ αὐτοῦ προφήταις καὶ τοῖς μετ’ αὐτὸν δι’ αὐτοῦ μαθητευθεῖσι καὶ ἀποσταλεῖσιν εὐαγγελίσασθαι πτωχοῖς καὶ ἐπαγγείλασθαι διὰ πτωχείας τὸν ἀδαπάνητον πλοῦτον, δι’ εὐτελείας τὴν ἀπόρρητον δόξαν, δι’ ἐγκρατείας τὴν ἀνώδυνον τρυφήν, διὰ καρτερίας τῶν ἐπερχομένων πειρασμῶν τὴν ἀπαλλαγὴν τῆς ἀποκειμένης αἰωνίου στενοχωρίας τε καὶ θλίψεως, τοῖς τὸν ἀνειμένον ἠγαπηκόσιν ἐνταῦθα βίον καὶ μὴ διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης καὶ ὁδοῦ προελθεῖν εἰς ζωὴν προῃρημένοις.

Καλῶς ἄρ’ εἶπεν ὁ θεσπέσιος Παῦλος, ὅτι «ἡ λύπη ἡ κατὰ κόσμον θάνατον ἀπεργάζεται»· καὶ διὰ τοῦ λόγου γὰρ ἐφάνη ἁμαρτία οὖσα πρὸς θάνατον. Εἰ δὲ ἡ ὄντως ζωὴ τῆς ψυχῆς φῶς ἐστι θεῖον ἀπὸ τοῦ κατὰ Θεὸν πένθους προσγινόμενον, ὡς ἀνωτέρω ὑπὸ τῶν πατέρων εἴρηται, καὶ ὁ τῆς ψυχῆς θάνατος σκότος ἔσται πονηρὸν ὑπὸ τῆς κατὰ κόσμον λύπης τῇ ψυχῇ προσγινόμενον.

Σκότος ἐκεῖνο, περὶ οὗ φησιν ὁ μέγας Βασίλειος, ὅτι ἡ ἁμαρτία ἐν τῇ ἀπολείψει τοῦ καλοῦ τὴν ὕπαρξιν ἔχουσα σκότος τυποῦται τοῖς ἀδικήμασι νοερόν. Ἀλλὰ καὶ Μάρκος ὁ θεῖος, «ὁ τοῖς πονηροῖς λογισμοῖς, φησί, περιεχόμενος, πῶς ἴδῃ τὴν ὑπὸ τούτων καλυπτομένην ἁμαρτίαν ἐνυπόστατον, ἥτις ἐστὶ σκότος καὶ ὁμίχλη ψυχῆς ἐξ ἐννοιῶν πονηρῶν καὶ λόγων καὶ πράξεων ἐμπεσοῦσα; ὁ δὲ ταύτην μὴ θεασάμενος τὴν περιεκτικὴν ἁμαρτίαν, πότε δεηθεὶς περὶ αὐτῆς καθαρισθήσεται; ὁ δὲ μὴ καθαρισθείς, πῶς εὕρῃ τὸν τόπον τῆς καθαρᾶς φύσεως; ὁ δὲ τοῦτον μὴ εὑρών, πῶς ἴδῃ τὸν ἐνδότερον οἶκον τοῦ Χριστοῦ; Χρὴ τοίνυν κροῦσαι διὰ προσευχῆς παραμένοντας καὶ ζητῆσαι τὸν οἶκον τοῦτον οὐ μόνον κτήσασθαι, ἀλλὰ καὶ φυλάξαι· εἰσὶ γὰρ οἱ καὶ μετὰ τὸ λαβεῖν ἀπολέσαντες. Ψιλὴν γὰρ αὐτῆς γνῶσιν ἢ συμβατικὴν πεῖραν ἴσως καὶ ὀψιμαθεῖς καὶ νέοι κατέχουσι· τὴν δὲ μεθ’ ὑπομονῆς παράνομον ἐργασίαν μόλις τῶν γερόντων οἱ εὐλαβεῖς καὶ πολύπειροι». Τούτοις ὁμόλογος καὶ Μακάριος ὁ τὴν γνῶσιν οὐράνιος καὶ πᾶς ὁ τῶν ὁσίων χορός.

Ἀλλ’ ὥσπερ τὸ σκότος τοῦτο ἐκ τῶν παραπτωμάτων πάντων λαμβάνει τὴν ὕπαρξιν, οὕτω τὴν κατὰ κόσμον λύπην ἐξετάσας εὑρήσεις ἐκ τῶν παθῶν πάντων καὶ γεννωμένην καὶ κρατυνομένην. Οὐκοῦν εἰκόνα φέρει καὶ οἷον ἀπαρχὴ καὶ προοίμιον καὶ ἀρραβών ἐστι τοῦ προσγενήσεσθαι μέλλοντος ἀλήκτου πένθους τοῖς τὸ μακαρισθὲν ὑπὸ τοῦ κυρίου πένθος μὴ προελομένοις· ὃ μὴ μόνον φέρει κέρδος τὴν παράκλησιν, καρποφοροῦν τὸν ἀρραβῶνα τῆς αἰωνίου εὐφροσύνης, ἀλλὰ καὶ ἀσφαλίζεται τὴν ἀρετὴν ἄτρεπτον ἐπὶ τὰ χείρω τὴν ψυχὴν ἀπεργαζόμενον. Πτωχεύσας γάρ τις καὶ ταπεινωθεὶς καὶ τῆς κατὰ Θεὸν εὐτελείας ἀντιπεποιημένος, ἂν μὴ προκόψας ἐπὶ τὸ βέλτιον προσκτήσηται τὸ πένθος, εὐπερίτρεπτός ἐστι καὶ εὐχερής, πρὸς ἃ καταλέλοιπεν ἐπανελθεῖν τῇ γνώμῃ, ποθῶν αὖθις ἃ παρῆκε τὴν ἀρχὴν καὶ συνιστὰς παραβάτην ἑαυτόν· ἂν δὲ παραμένων καὶ προσέχων τῇ πρὸς τὴν μακαριστὴν πτωχείαν διαθέσει τὸ πένθος ἐμποιήσῃ ἑαυτῷ, ἀκλινὴς πρὸς τὰ ὀπίσω γίνεται, μὴ παλινδρομῶν κακῶς ὅθεν ἔφυγε, καλῶς ποιῶν.

Ἡ γὰρ κατὰ Θεὸν λύπη, καθά φησιν ὁ ἀπόστολος, μετάνοιαν ἀμεταμέλητον ἀπεργάζεται τῇ ψυχῇ πρὸς σωτηρίαν. Διὸ καί τις τῶν πατέρων ἔλεγεν, ὅτι τὸ πένθος ἐργάζεται καὶ φυλάσσει· καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἀπὸ τοῦ πένθους κέρδος, ὅτι σχεδὸν ἀκίνητος γίνεται ὁ ἄνθρωπος πρὸς τὸ κακὸν καὶ πρὸς τὰ προημαρτημένα ἀπερίτρεπτος, ἀλλὰ καὶ ἐκεῖνα ὡς μὴ γεγονότα διατίθησιν.

Ἐπεὶ γὰρ δι’ ἐκεῖνα τὴν ἀρχὴν πενθεῖ ὁ ἄνθρωπος, ὡς ἀκούσια τούτῳ ταῦτα λογίζεται παρὰ τῷ Θεῷ· τὰ δὲ ἀκούσια οὐχ ὑπεύθυνα. Καθάπερ γὰρ ὁ ἐπὶ πενίᾳ πενθῶν, οὐχ ἑκούσιον ταύτην ἑαυτῷ προσμαρτυρεῖ, διὸ καὶ μετὰ τῶν πλουτεῖν ποθούντων ἢ πλουτούντων ταῖς τοῦ διαβόλου παγίσιν ἐμπεσεῖται, κἂν μὴ μεταβαλὼν διαδράναι σπεύσῃ τὰς παγίδας ταύτας, τῇ αἰωνίῳ κολάσει τούτῳ συμπαραπεμφθήσεται· οὕτως ὁ ἁμαρτὼν εἰς τὸν Θεόν, ἂν ἐπὶ τοῖς ἁμαρτήμασι διατελῇ πενθῶν, ὡς οὐχ ἑκούσια δικαίως αὐτῷ λογισθήσεται τὰ ἁμαρτήματα, καὶ μετὰ τῶν μὴ ὡσαύτως ἁμαρτόντων ἀπροσκόπτως βαδιεῖται τὴν πρὸς ζωὴν φέρουσαν αἰώνιον.

Τῆς μὲν οὖν ἀρχῆς τοῦ πένθους, ἥτις κατώδυνός ἐστιν ὡς καὶ τὸν τοῦ Θεοῦ φόβον συνημμένον κεκτημένη, τοῦτό ἐστι τὸ κέρδος. Προϊὸν δέ, τῇ τοῦ Θεοῦ ἀγάπῃ θαυμαστῶς συνάπτεται καὶ τὴν γλυκερὰν καὶ ἱερὰν παράκλησιν καρποῦται, τῆς τοῦ Παρακλήτου χρηστότητος γευομένου τοῦ τῷ πένθει ποιωθέντος· ἣ τοῖς μὴ πεπειραμένοις σχεδὸν ἀνήκουστός ἐστιν ὡς ἄρρητος. Εἰ γὰρ γλυκύτητα μέλιτος οὐδεὶς ἀναγγελεῖ τοῖς μὴ γευσαμένοις, πῶς ἆρα τῆς ἱερᾶς ἐκ Θεοῦ χαρᾶς καὶ χάριτος τὴν ἡδονὴν τοῖς μὴ πεπειραμένοις διηγήσεταί τις;

Οὐ μήν, ἀλλ’ ἔοικεν ἡ μὲν ἀρχὴ τοῦ πένθους, οἷόν τις εἶναι Θεοῦ μνηστείας ζήτησις σχεδὸν δοκούσης ἀνεφίκτου· διὸ καί τινες οἷον προμνηστικοὶ κινοῦνται λόγοι παρὰ τῶν διὰ τὴν ἐπιπόθησιν πενθούντων πρὸς τὸν ἀσυνδύαστον νυμφίον, κοπτόντων ἑαυτοὺς καὶ σὺν ὀλολυγῇ καλούντων, ὡς οὐ παρόντα, μηδὲ παρεσόμενον ἴσως· τὸ δὲ τοῦ πένθους τέλος νυμφικὴ ἐν ἁγνείᾳ συνάφεια τελεία. Διόπερ ὁ μέγας Παῦλος, μέγα μυστήριον ἀποκαλέσας τὴν πρὸς μίαν σάρκα τῶν ὁμοζύγων συνδρομήν, «ἐγὼ δὲ τοῦτο λέγω», φησίν, «εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν»· ὡς γὰρ ἐκεῖνοι μία σάρξ, οὕτω πνεῦμα ἓν μετὰ τοῦ Θεοῦ οἱ τοῦ Θεοῦ εἰσιν, ὡς ἀλλαχοῦ σαφῶς πάλιν εἶπεν ὁ αὐτός, ὅτι «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι».

Ποῦ εἰσιν οἱ λέγοντες κτιστὴν χάριν τὴν ἐνοικοῦσαν τοῖς ἁγίοις τοῦ Θεοῦ; Γνώτωσαν εἰς αὐτὸ τὸ πνεῦμα βλασφημοῦντες, τὸ μετὰ τῶν ἁγίων ἐν τῇ μεταδόσει γεγονός. Ἡμεῖς δὲ τοῦ προκειμένου καὶ ἕτερον ἐμφαντικώτερον παράδειγμα προθῶμεν· ἡ μὲν γὰρ ἀρχὴ τοῦ πένθους τῇ ἐπιστροφῇ τοῦ ἀσώτου ἔοικε· διὸ καὶ κατηφείας ἐμπιπλᾷ τὸν ἐργάτην ἑαυτῆς καὶ τοὺς λόγους ἐκείνους ἀναπείθει λέγειν, «πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου»· τὸ δὲ τέλος αὖθις ἔοικε τῇ τοῦ ἀνωτάτω πατρὸς προϋπαντήσει τε καὶ συμπλοκῇ, ἐν ᾗ τῷ πλούτῳ τῆς ἀνεικάστου εὐσπλαγχνίας ἐντυχὼν καὶ πολλῆς χαρᾶς καὶ παρρησίας δι’ αὐτὴν ὁ υἱὸς ἐπιτυχών, ἐφιλεῖτό τε καὶ ἀντεφίλει καὶ συνεισελθὼν συνειστιᾶτο τῷ πατρὶ τῆς οὐρανίου συναπολαύων εὐφροσύνης.

Ἀλλὰ δεῦτε καὶ ἡμεῖς ἐν μακαριστῇ πτωχείᾳ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ Θεοῦ ἡμῶν· ἵνα καὶ τὰ προημαρτημένα ἀπαλείψωμεν καὶ πρὸς τὴν κακίαν ἀκινήτους ἑαυτοὺς ποιήσωμεν καὶ τοῦ παρακλήτου ἐπιτύχωμεν, ἐν αὐτῷ παρακαλούμενοι καὶ αὐτῷ τὴν δόξαν ἀναπέμποντες, σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ μονογενεῖ υἱῷ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.