Ἁπλοῦν γάρ τί ἐστι, φασίν, ἡ ψυχή· ἀγαθὴ δὲ κτισθεῖσα τὴν ἀρχήν, καθόλου μὲν τἀγαθοῦ διαπέπτωκεν ἄν, εἴπερ ἴσως οἴκοθεν ὅλη τε καὶ ὅλου τοὐναντίου γεγενημένη· τοῦ πονηροῦ δὲ κόμματος οὐκ ἔσθ’ ὅπως οἴκοθεν ἕξει, οὐδ’ ἄν ποτε τὸ παράπαν ἐναντιοῖτ’ ἂν ἑαυτῇ, ὃ μὴ θέλει κακόν, τοῦτο πράττουσα· διπλόης γὰρ τοῦτο, στάσις δὲ ἁπλότητος ἐξώρισται· ὁ τοίνυν «ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς νόμος τῆς ἁμαρτίας», ᾧ καὶ ὁ ἀπόστολος πρὸ τῆς ἐν Χριστῷ χάριτος, «αἰχμαλωτίζεσθαί φησι», τοῦ ἀντικειμένου πνεύματος ἄντικρυς ἐνέργεια, μᾶλλον δὲ δύναμις διὰ τῆς ψυχῆς καὶ τοῦ πρὸς αὐτὴν εὐφυῶς ὠργανωμένου σώματος εἰς ἕξιν αὐτῆς τε καὶ διάθεσιν καὶ ἔργα προϊοῦσα. Καθάπερ δ’ ἡ ψυχὴ οὐχ ὁρατὸν οὐδὲ καταληπτὸν αἰσθήσει, ἃ δὲ δίδωσι τοῖς ἔχουσι ταῦτα ταύτην ἐμφανίζει, τὰ δέ ἐστιν, ὡς ἐν κεφαλαίῳ φάναι, αὔξησις, αἴσθησις, νόησις, οὕτω καὶ τῶν ἐν λογικῇ ψυχῇ πνευμάτων, δεκτικῇ τῶν ἐναντίων οὔσῃ τούτων, οὐδὲν καταληπτὸν ὅτι μὴ ταῖς ἐγγεγενημέναις ἐξ αὐτοῦ ποιότησιν, εἰδοποιεῖται γὰρ καὶ αὕτη· οὐδὲ γὰρ ἐντελέχειά ἐστι τοῦ ζωὴν ἔχοντος δυνάμει σώματος κατὰ τοὺς ἀσόφους ἐκείνους σοφούς, οἳ μηδὲν τῶν ὑπὲρ φύσιν ἐζητηκότες διὰ βίου καὶ αὐτῆς κατεψεύσαντο τῆς φύσεως, μηδὲν εὑρεῖν δυνηθέντες ὑγιές· οὐσία γάρ ἐστιν, ἐπεὶ καὶ χωριζομένη μένει καὶ ἔτι συνημμένη πολλὰ δείκνυται ποιοῦσα τοῦ συνεζευγμένου σώματος χωρίς.