Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η πνευματική άνοδος, τα θεία χαρίσματα και η ευθύνη της γνώσης

Η ανύψωση του ανθρώπου μέσω της θείας χάριτος, ο έλεγχος της πλεονεξίας, η ευθύνη της θεόδοτης γνώσης και παραινέσεις για έμπρακτη αγάπη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 14 από 17

Ὅταν γὰρ ἅπαν αἰσχρὸν πάθος ἔνοικον ἀπελαθῇ καὶ ὁ νοῦς, ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, αὐτός τε πρὸς ἑαυτὸν καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ὁλοκλήρως ἐπιστρέψας, τῇ γεωργίᾳ τῶν ἀρετῶν φιλοκαλήσῃ τὴν ψυχήν, προϊὼν ἐπὶ τὸ τελεώτερον καὶ πρακτικὰς ἔτ’ ἀναβάσεις διατιθέμενος καὶ ἐπὶ πλεῖον Θεοῦ συναιρομένου πλύνων ἑαυτὸν οὐ τὰ τοῦ πονηροῦ μόνον ἀποσμήχει κόμματος, ἀλλ’ ἅπαν ἐπίκτητον ἐκ μέσου ποιεῖται, κἂν τῆς χρηστοτέρας ᾖ μοίρας καὶ διανοίας. Ἡνίκα δὴ μὴ ὅτι τὴν ὑλικὴν δυάδα διαβάς, πρὸς δὲ καὶ νοητῶν καὶ τῶν οὐκ ἀφαντάστων περὶ ταῦτα νοημάτων ὑπεραναβὰς καὶ πάντα θεοφιλῶς ὁμοῦ καὶ φιλοθέως ἀποθέμενος, κωφός τε καὶ ἄλαλος κατὰ τὸ γεγραμμένον παρασταίη τῷ Θεῷ, τηνικαῦτα λόγον ὕλης ἴσχει καὶ πλάττεται τὴν ἀνωτάτω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς τῶν θύραθεν θυροκοποῦντος, τῆς ἐντὸς χάριτος ἐπὶ τὸ κρεῖττον μεταρρυθμιζούσης καὶ περιλαμπούσης τὰ ἔνδον καὶ τελειούσης τὸν ἐντὸς ἄνθρωπον.

Ἡμέρας δὲ διαυγασάσης καὶ φωσφόρου ἀνατείλαντος ἐν ταῖς καρδίαις ἡμῶν κατὰ τὸν ἐν ἀποστόλοις κορυφαῖον, ἔξεισι κατὰ τὸ προφητικὸν ἐκεῖνο λόγιον «ὁ ὄντως ἄνθρωπος ἐπὶ τὴν ὄντως ἐργασίαν αὐτοῦ», καὶ τῷ φωτὶ χρώμενος ὁδῷ ἄνεισιν, ᾗ ἀνάγεται ἐπ’ ὄρη αἰώνια, καὶ τῶν ὑπερκοσμίων, ὢ τοῦ θαύματος, ἐπόπτης καθίσταται μὴ διαζευγνύμενος ἢ διαζευγνύμενος τῆς τὴν ἀρχὴν συμπροηγμένης ὕλης, ὡς οἶδεν ἡ ὁδός· οὐ γὰρ διανοίας φανταστικοῖς ἄνεισι πτεροῖς, ἣ πάντα καθάπερ τυφλὴ περιπολεῖ, μήτ’ ἐπὶ τῶν ἀπόντων αἰσθητῶν μήτ’ ἐπὶ τῶν ὑπεραναβεβηκότων νοητῶν τῆς ἀκριβοῦς καὶ ἀνενδοιάστου καταλήψεως ἀντιλαμβανομένη· ἀλλ’ ἐπ’ ἀληθείας ἄνεισιν ἀρρήτῳ πνεύματος δυνάμει καὶ πνευματικῇ καὶ ἀρρήτῳ ἀντιλήψει τῶν ἀρρήτων ῥημάτων διακούει καὶ ὁρᾷ τὰ ἀθέατα καὶ τοῦ θαύματος ὅλως τοὐντεῦθέν ἐστί τε καὶ γίνεται, κἂν ἐκεῖθεν ἀπῇ, καὶ τοῖς ἀκαμάτοις ὑμνῳδοῖς ἁμιλλᾶται, ἄγγελος ὡς ἀληθῶς ἄλλος ἐπὶ γῆς Θεοῦ γεγονὼς καὶ δι’ ἑαυτοῦ πᾶν εἶδος κτίσεως αὐτῷ προσαγαγών, ἐπεὶ καὶ αὐτὸς ἐν μετοχῇ τῶν πάντων, καὶ τοῦ ὑπὲρ τὰ πάντα δὲ μεταλαγχάνει νῦν, ἵνα καὶ τὸ τῆς εἰκόνος ἀπηκριβωμένον ᾖ.

Οὐ γὰρ μόνον αἰσθητός, αἰσθητικός, λογικός, νοερός, ἐν οἷς τισι δοκεῖ τὸ πᾶν· ἀλλὰ καὶ πνευματικός ἐστιν, οὐ κατὰ τὴν νῦν λέγω χάριν, εἰ καὶ «χάριν ἀντὶ χάριτος ἐλάβομεν», κατὰ τὸν θεολογικώτατον ἐν εὐαγγελισταῖς, τῆς προτέρας τὴν δευτέραν ἀνάπλασιν· ἀλλὰ καὶ τὸ ἔμφυτον ἡμῖν, ἅτε τὴν ἀρχὴν ἐκ Θεοῦ πνεῦμα ἐμπνευσθὲν ζωῆς, ὃ φεῦ ἠχρειώθη τε καὶ νῦν αὖ ἀχρειοῦται παρ’ ἡμῖν καὶ διὰ τοῦτο τοῖς πλείστοις ἀφανὲς παντάπασιν, ἀλλ’ οὐχὶ τῷ τῆς νοῦ τελείας καὶ εἰλικρινοῦς ἀνακαινίσεως ὑπὸ τοῦ ἀνωτάτω πατρὸς ἠξιωμένῳ. Τρανῶς γὰρ οὗτος αὐτόν τε καὶ τὰ ἐξ αὐτοῦ ἐν αὐτῷ δι’ αὐτοῦ ἄνωθεν ἐλλαμπόμενος ὁρᾷ γνωστῶς, ἃ τὸ τηνικαῦτα καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύοντα καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθέντα.

Ἐντεῦθεν ἡ κατ’ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις καὶ τὸ πρὸς κακίαν ὅλως ἀκίνητον ἢ δυσκίνητον· ἐντεῦθεν ὁ διατρανῶν τοὺς τῶν ὄντων λόγους λόγος καὶ ἀνακαλύπτων οἴκοθεν ἐκ καθαρότητος τὰ τῆς φύσεως μυστήρια, δι’ ὧν ἀναλογίας λόγοις πρὸς κατάληψιν τῶν ὑπὲρ φύσιν τὸ διανοούμενον ἀνιμᾶται τῶν πιστῶς ἀκροωμένων, ἣν αὐτὸς ὁ τοῦ λόγου πατὴρ ἀΰλοις ἐπαφαῖς κατείληφεν· ἐντεῦθεν αἵ τ’ ἄλλαι ποικίλαι θαυματοποιίαι καὶ τὸ διορᾶν τε καὶ προορᾶν καὶ περὶ τῶν πόρρω που συμβαινόντων ὡς ὑπ’ ὀφθαλμοὺς διαλέγεσθαι· καὶ τὸ δὴ μέγιστον, ὡς οὐδὲ περὶ ταῦθ’ ὁ σκοπὸς τείνει τῶν μακαριωτάτων ἐκείνων ἀνδρῶν, ἀλλ’ ὥσπερ εἴ τις ὁρῴη πρὸς ἡλιακὴν ἀκτῖνα καὶ τῶν ἐναερίων ἀτόμων αἰσθάνεται, κἂν μὴ τοῦτ’ αὐτῷ τυγχάνῃ σκοπός, οὕτως ἐκείνοις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνον ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ’ ἐσομένων, ὁδοῦ πάρεργον ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις κατὰ ἀναλογίαν τῆς καθαρότητος.

Προὔργου δὲ αὐτοῖς ἡ τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύννευσις, μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ καὶ ἡ κατ’ αὐτόν τε καὶ Θεὸν ἐνέργεια· δι’ ἧς ἐπεσκευασμένοι πρὸς τὸ πρωτότυπον εὖ διατίθενται, τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον κάλλος ἐπανθούσης τῆς χάριτος, ἣ φιλανθρωπότατος οὖσα «τοὺς ποθοῦντας αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοὺς εὐμενῶς»· «καί γε οὐ μακρὰν ἑκάστου ἡμῶν ὑπάρχουσα· ταύτης γὰρ ὄντως καὶ γένος ἐσμέν», ἐξ αὐτῆς ἀναγεννηθέντες κατὰ τὸ θεῖον λουτρόν. Αὕτη δωρεῖσθαι μὲν ἔστιν ἑτοίμη χωροῦσί τε καὶ προσιεμένοις τὰ τελεώτατα, δέχεται δὲ παρ’ ἡμῶν ἀσμένως καὶ τὰ ἐλάχιστα.

Οὐ μοναχός, φησί, θέλεις ἀπεριμερίμνως προσανέχειν ἐμοί, ἵνα σε ναὸν θείας δόξης καὶ τρυφῆς καταστήσω χωρίον, ἵνα σε τῆς γῆς ἅλας καὶ φῶς τοῦ κόσμου καὶ φωστήρων ἀποδείξω τρανότερον ζωῆς ἐπέχοντα λόγον; οὐχ οὕτω θέλεις; Καὶ μετὰ συζύγου σωφροσύνην σε ἀσπαζόμενον σχεδὸν οὐδὲν ἧττον ἀσπάζομαί τε καὶ ἀποδέχομαι. Καὶ Παῦλος γὰρ ὁ τῆς χάριτος κήρυξ ὡς «παρθένον ἁγνὴν πᾶσαν τὴν Ἐκκλησίαν νυμφαγωγῶν τῷ Χριστῷ παρίστησιν». Ἀλλὰ τὴν ἔνδειαν δυσχεραίνεις καὶ τὸ λιτὸν τῆς διαίτης καὶ τὸ σκληρὸν τῆς νηστείας καὶ τὸ τραχὺ τῆς ἄλλης κακοπαθείας καὶ τὸ διὰ πάντων στενὸν τοῦ βίου καὶ τὴν παρηλλαγμένην ἀγωγήν, ἄπολίς τε καὶ ἀνέστιος καὶ ἀκτήμων οὐκ ἀνέχῃ βιοῦν; Οἴκει πόλιν σήν, ἣν ἂν ἐθέλῃς ἡγούμενος σήν· ἔχε στέγην ἀποχρῶσαν ταῖς τροπαῖς τῶν ὡρῶν· διατροφὰς ἔχων καὶ σκεπάσματα, τούτοις ἀρκέσθητι.

Οὐ πᾶσιν ἀποτάξασθαι μὴ σφόδρα σε βουλόμενον καταναγκάζω, μόνον μόνης τῆς χρείας ἴσθι, καὶ μὴ τῆς πλεονεξίας ἔχου· τῶν γὰρ περιττῶν καὶ ἀνονήτων τὴν ἐκβολὴν παραινῶ, καθάπερ καὶ σὺ περιτέμνεις τὰ περιττὰ τῶν ὀνύχων· μόνον μὴ τὴν τρυφὴν ἡγήσῃ τροφήν, μὴ τὴν μέθην δίψης ἴαμα, μὴ τὰ βλακικὰ καὶ πολυδάπανα τῶν ἐνδυμάτων τε καὶ οἰκημάτων τῆς γυμνότητος σκέπην, μὴ τὸν πλοῦτον αὐτάρκειαν· πλοῦτον, ὃς κἂν μὴ παρῇ τοῖς ποθοῦσιν, αὐτῷ τῷ ποθεῖσθαι ζημιοῖ τὰ μέγιστα, καὶ παραγενόμενος οἴκοθεν ἔδειξε μηδὲν ὤν, ἔθ’ ὡς μὴ παρὼν διψώμενος ὑπὸ τῶν μηδὲ τῇ πείρᾳ νοῦν εἰληφότων.

Οὐ γὰρ ἐξ ἐνδείας ὁ δύσερως οὗτος ἔρως, αὕτη δ’ ἐξ αὐτοῦ μᾶλλον, ἐξ ἀφροσύνης δ’ αὐτός, ἀφ’ ἧς καὶ ὁ καθαιρῶν τὰς ἀποθήκας ἐκεῖνος καὶ μείζονας οἰκοδομῶν παρὰ τοῦ κοινοῦ δεσπότου Χριστοῦ δικαιότατα καλεῖται. Πῶς γὰρ οὐκ ἄφρων, ὃς τῶν μηδὲν ὀνῖναι δυναμένων ἕνεκα, «οὐδενὶ γὰρ ἐκ τοῦ περισσοῦ ἡ ζωὴ αὐτῷ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ»· τούτων οὖν χάριν τὰ λυσιτελέστατα προδίδωσι, καὶ οὐ σοφὸς γίνεται πραγματευτὴς καὶ τῶν ἀναγκαίων αὐτῶν κατὰ τὸ δυνατὸν ὑφαιρῶν καὶ προστιθεὶς τῷ κεφαλαίῳ τῆς ὄντως πολυφόρου καὶ πολυκερδοῦς ἐμπορίας ἢ γεωργίας· γεωργίας, ἣ καὶ πρὶν ἂν ἐφεστάναι τὸν τοῦ ἀμήτου καιρόν, εἰς ἑκατὸν πολυπλασιάζει τὸ καταβληθέν, οἷον προδεικνῦσα τὸ μέλλον κέρδος καὶ τὴν ἐπὶ τοῦ καιροῦ φορὰν ὡς ἀνεκλάλητόν τε καὶ ἀνεννόητον, καί, τὸ παραδοξότατον, ὅσον ἂν ἀπὸ στενωτέρων ᾖ ταμείων τὰ σπέρματα.

Οὕτως οὐδ’ ἐπ’ ἀγαθῷ τοῖς ἀνθρώποις πρόφασις ἐφέσεως τοῦ πλουτεῖν ὑπολέλειπται· ἀλλὰ τὴν ἔνδειαν ὑφορῶνται τῷ προσθήσειν ὑπεσχημένῳ τὰ τῇδε πάντα τοῖς ζητοῦσι, τὴν τοῦ Θεοῦ βασιλείαν μὴ πάντως πιστεύοντες καὶ ταύτην μόνην ἔχοντες ἀφορμήν, κἂν πάντα περιβάλωνται τῆς νοσερᾶς καὶ ἀπολουμένης ἐπιθυμίας οὐδέποτε ἀναφέρουσιν, ἀλλ’ ἀεὶ συλλέγοντες ἑαυτοῖς ἀνατιθέασι φόρτον ἀνόνητον, μᾶλλον δὲ καινότατον ἔτι ζῶσι τάφον περιτιθέασι. Τῇ μὲν γὰρ ἁπλῶς γῇ τῶν ἀνθρώπων οἱ νεκροὶ κατορύττονται, τῷ δὲ κατὰ χρυσὸν χοῒ ὁ τοῦ ζῶντος φιλαργύρου νοῦς· καὶ δυσωδέστερος οὗτος ὁ τάφος ἐκείνου τοῖς ὑγιῶς ἔχουσι τῶν αἰσθήσεων, καὶ τοσοῦτο μᾶλλον, ὅσον πλέον ἐπιθήσει τὸν χοῦν· νικᾷ γὰρ τὸ τῶν κατακεχωσμένων ἐκείνων ἀθλίων ἕλκος, καὶ μέχρις οὐρανοῦ τὰ τῆς ὀσμῆς φέρεται καὶ τῶν ἀγγέλων Θεοῦ καὶ Θεοῦ, καὶ βδελυκτοὶ ταύτῃ γίνονται καὶ τῆς ἀποστροφῆς ὄντως ἄνθρωποι δαβιτικῶς εἰπεῖν «ἀπὸ προσώπου τῆς ἀφροσύνης αὐτῶν προσοζέσαντες».

Ἀλλὰ γὰρ τούτων ἴσως σοὶ σκῆψις ἢ χρεία. Τί δὲ σοὶ καὶ τῇ τῶν ἀνθρώπων δόξῃ, ὦ ἄνθρωπε; μᾶλλον δὲ τῷ κενῷ τῆς δόξης ὀνόματι καὶ οὐκ ἐστερημένῳ μόνον, ἀλλὰ καὶ στερητικῷ τοῦ πράγματος· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τοῖς ἄλλοις καὶ γεννητικῷ τοῦ φθόνου· φθόνου, τοῦ δυνάμει φόνου καὶ προξένου τῆς πρώτης μιαιφονίας καὶ τῆς ὕστερον θεοκτονίας. Ἆρά τι συντελεῖ τῇ φύσει συνέχον ἢ φυλάττον ἢ σφάλλουσαν ἀναλαμβάνον ὁπωσοῦν αὐτὴν καὶ ἰώμενον; Πάντως οὐκ ἂν ἔχοι τις εἰπεῖν ὅ τι, ἀλλ’ οἶμαι τοῦτ’ εἶναι καὶ τῶν ἐν προφάσει παραχρήσεων ἔλεγχον. Εἰ δὲ σὺ σοφὸς ὢν ἐξετάσαι θελήσεις, τὴν αὐτὴν δολερῶς εὑρήσεις καὶ προξενοῦσαν τῶν αἰσχίστων τὰ πλεῖστα καὶ ἀπελέγχουσαν καὶ τὸ προσωπεῖον ἀναιδῶς ἀποτιθεμένην ἔσθ’ ὅτε κἀνταῦθα καὶ τοὺς ἐραστὰς καταισχύνουσαν, κἂν Ἑλλήνων παῖδες, μᾶλλον δ’ οἱ πατέρες καὶ τῶν κατ’ αὐτοὺς ἡγεμόνες δογμάτων, οὐδὲν αὐτῆς ἄνευ τῶν ἐν βίῳ κατορθωμάτων οἴωνται, μᾶλλον δὲ βούλωνται, φεῦ τῆς πλάνης, ὅ τι μηδ’ αἰσχύνονται λέγοντες.

Ἀλλ’ ἡμεῖς οὐχ οὕτως ἐδιδάχθημεν οἱ φερωνύμως ἐπώνυμοι τοῦ δι’ ἑαυτοῦ φιλανθρώπως τὸ ἡμέτερον χρίσαντος, ἀλλ’ αὐτὸν ἔχομεν τῶν πραττομένων ἐπόπτην, πρὸς ὃν οἱ βλέποντες (καὶ ἀεὶ πρὸς τοῦτον ὁρῶμεν), καὶ δι’ αὐτοῦ τε καὶ δι’ αὐτὸν πᾶν ὅ, τι κάλλιστον κατορθοῦμεν, πάντα εἰς δόξαν Θεοῦ ποιοῦντες καὶ ἀνθρώποις ὅλως ἀρέσκειν οὐκ ἐφιέμενοι, μᾶλλον δὲ οὐδ’ ἀρέσκοντες κατὰ Παῦλον τὸν ἄκρον μύστην τοῦ νομοθέτου καὶ νομοδότου ἡμῶν· «εἰ γὰρ ἔτι», φησίν, «ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην».

Ἀλλὰ τί ταῦτ’ ἐξηγούμενος μηκύνω πρὸς ἄνδρα κρεῖττον ἴσως εἰδότα τοῦ λέγοντος; Μαθητευθεὶς γὰρ καὶ αὐτὸς τῇ βασιλείᾳ τῶν οὐρανῶν οἶδας καινά τε καὶ παλαιά. Μόνον δεῖξον ἐπὶ τῶν ἔργων τὴν εἴδησιν· κατάβηθι πρὸς τὸ πρακτικὸν τῆς γνώσεως στάδιον· ἀγώνισαι τὸν καλὸν ἀγῶνα· χρῆσαι τούτῳ νομίμως· ὕφελέ τι τῆς περιβολῆς καὶ τοῦ βαρυτάτου τῆς φροντίδος τῶν γηΐνων ἄχθους, κουφίζων σεαυτὸν πρὸς τὸν κατὰ λόγον δίαυλον· ἀπόδυσαι πάντα προθύμως πρὸς πάλην, πρὸς βραχὺ γοῦν ἐλευθερῶν σου τῶν κάτω τὸν νοῦν· ἄλειψαι τῷ τῆς εὐποιΐας ἐλαίῳ, καὶ λαβὴν ἥκιστα παρέξεις τοῖς ἀντιπάλοις. Δεινόν, ἰδιωτῶν μὲν ἔστιν οὓς τοὺς γυμνικοὺς πάντας ὑπεραναβάντας ἀγῶνας καὶ ὅπλα περιτίθεσθαι δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων καὶ τὴν τομωτάτην περιζωσαμένους ῥομφαίαν τοῦ πνεύματος καὶ τὸ φρικτὸν ὑπεναντίοις δόρυ τὴν ἄϋλον κατὰ νοῦν ἀραμένους ἐργασίαν ὁμόσε χωρεῖν κατὰ παθῶν καὶ δαιμόνων, κἂν ἡττηθέντες οὗτοι πρὸς τὸ φρούριον καταφύγωσι, τὴν ἐντὸς ἡμῶν χώραν (γίνεται γὰρ προπεπολιορκημένης οὔσης ὑπ’ αὐτῶν), ἀλλ’ ἐκείνους τοὺς πνευματικοὺς ὁπλίτας ἐν τῷ Θεῷ τὸ τεῖχος ψαλμικῶς ὑπερβάντας τῶν κοινῶν πολεμίων κατὰ κράτος κρατεῖν καὶ τελέως ἑαυτῶν οὕτω καὶ Θεοῦ γίνεσθαι καὶ τῶν ὑπὲρ ἑαυτοὺς ἀξιοῦσθαι· τοὺς δὲ καὶ λόγων τέχνῃ τετιμημένους ἡμᾶς μηδὲ τῶν ἀγώνων τοὺς ἀκινδύνους ὑπὲρ ἑαυτῶν μεταχειρίζειν αἱρεῖσθαι.

Τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν σοί ἐστι· λόγους γὰρ φύσεως ἐξεμελέτησας, ἀφ’ ἧς ὁ ὑπὲρ φύσιν ὁρᾶται. Τὸ ἀρεστὸν τοῦ Θεοῦ γνωστόν σοί ἐστιν· ὁ γὰρ Θεός σοι τοῦτ’ ἐφανέρωσεν εἰς τὸ εἶναι ἀναπολόγητον, τὴν ἐν λογίοις θείοις καὶ βιβλίοις χαρισάμενος σύνεσιν. Σοφίαν οἶσθα· φρόνησιν εὗρες· λόγον ἔλαβες εἰς βοήθειαν· ὀφθαλμός σοι προσετέθη διαγνωστικὸς τἀγαθοῦ καὶ τοὐναντίου· δύναμις ἐδόθη σοι κριτικὴ καὶ ἀποκριτικὴ τῶν φαύλων, ἑλκτική τε καὶ καθεκτικὴ τοῦ θείου θελήματος. Ἆρ’ οὖν οὐ ῥᾷστον καὶ θελήματος μόνον εἰς ἔργον ἀγαγεῖν τὴν δύναμιν, ἵνα μὴ καὶ τῶν πληγῶν πειραθῇς, ὁ σοφὸς ὡς νήπιος, φεῦ, ὁ τὴν ἐπιστήμην τῶν ἐπιστημῶν καὶ τὴν ὑπὲρ ταύτην δοκοῦσαν ἐξασκήσας παιδείαν ὡς ἀμαθής, βαβαί, καὶ ἀπαίδευτος;

ὡς ὤφελόν γε καὶ τοῦτο· νῦν δὲ τῶν πολλῶν τοῖς γνῶσιν ἔχουσιν ἠπειλημένων μαστίγων («ὁ γὰρ γνούς», φησί, «καὶ μὴ ποιήσας δαρήσεται πολλάς»), τῆς αἰσχύνης, ὁ σοφός, ὅτι σοφός, τῶν ἀσόφων ἀθλιώτερος γίνεται μὴ τῷ δεδομένῳ ταλάντῳ τῆς γνώσεως εἰς δέον χρησάμενος, μηδὲ προσθεὶς ὅλως τούτῳ διὰ τῆς πράξεως· ὃς τότ’ ἐπὶ τῆς φρικτῆς ἡμέρας ἐκείνης τῆς ἑκάστῳ κατὰ πρᾶξιν ἀνταποδόσεως (ὤ, πῶς ἀξίως ἐκτραγῳδήσω τὴν συμφοράν;), καὶ αὐτὸς εὐκτὸν ἂν θεῖτο, εἰ τὸν ἐπιλελοιπότα τοὺς ἀνθρώπους βίον ἀνόητος ἦν καὶ ἀνοήτων ἀνοητότατος, ἅτε κουφοτέρας οὕτω δεησόμενος τῆς κολάσεως, τοῦ κυρίου λέγοντος «ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται ὀλίγας».

Ἆρ’ οὖν ἡ γνῶσις κακὸν ἢ τῶν λόγων ἡ ἐπιστήμη; μὴ γένοιτο· Θεὸς γάρ ἐστιν «ὁ διδάσκων ἄνθρωπον γνῶσιν», κατὰ τὸν προφήτην Δαβίδ· «αὐτὸς δὲ καὶ πᾶσαν ὁδὸν ἐπιστήμης εὗρε καὶ ἡμῖν δέδωκεν», Ἱερεμίας αὖ τοῦτό φησιν ὁ βλέπων τὰ ἔμπροσθεν.

Ἔδωκε δὲ ἀγαθὸς ὢν πατὴρ καὶ δεσπότης καὶ πλάστης καὶ τοὺς ἑαυτοῦ τῆς κακίστης ἀπαλλάττων ἀγνοίας, ἵν’ οὕτω καὶ τῶν δι’ αὐτὴν ἠπειλημένων ὀλίγων ἀπαλλάξῃ πληγῶν. Εἰ δ’ ἐγὼ μὴ τοῦτ’ ἠθέλησα μηδὲ τῶν ἐγνωσμένων τῆς ἐλευθερίας ἐγενόμην ἔργων, ἀλλ’ ἑκὼν ἐμαυτὸν ὑπεύθυνον τῶν πολλῶν κατέστησα πληγῶν, οὐ τῆς γνώσεως ἢ τῆς ἐπιστήμης τῶν λόγων, ἀλλ’ ἐμὸν τὸ ἔγκλημα καὶ τῆς ἐμῆς ἁμαρτίας διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένης θάνατον.

Ἀνάσχου δέ μου τοῖς ἐλλογίμοις ἐμαυτὸν ἀπὸ τῶν λόγων ἐγκρίνοντος· τῇ μὲν γὰρ δεινότητι τῶν λόγων ἐκείνων οἱ πλείους ἢ πάντες ἐμοῦ, τῇ δ’ ἀργίᾳ τῆς ἐγνωσμένης ἀγαθοεργίας αὐτὸς ἐγώ, φεῦ μοι, τῶν πάντων ἢ τῶν πλείστων πλεονεκτῶ. Κἂν ὁ τῆς ἀγάπης κραταιότατος νόμος τὸν οὕτως ἀμελῆ με καὶ ἀμαθῆ, δεῖ γὰρ αὐτόν με τἀληθῆ λέγειν πρὸς τὴν σὴν σοφίαν καὶ ἀρετήν, τοιούτοις χρήσασθαι γράμμασιν ἐβιάσατο, σὺ δ’ ὅμως τοὺς λόγους βλέπε καὶ μὴ τὸν λέγοντα.

Ἦν ὅτε καὶ Ἀλεξάνδρῳ τῷ βασιλεῖ Μακεδόνων βουλὴν εἰσήνεγκε τῶν ἠνδραποδισμένων εἷς, ὁ δ’ εὖ ποιῶν οὐ τὸν εἰσενεγκόντα τὴν δ’ εἰσήγησιν ἀπεδέξατο κρίνας, εἶτ’ ἀπ’ αὐτῆς φίλης οὔσης καὶ τὸν εἰσηγησάμενον μετὰ τῶν φιλούντων ἠρίθμησε, καὶ ὑπήκουσε τῷ αἰχμαλώτῳ καὶ ἰδιώτῃ ὁ βασιλεὺς καὶ τῆς αἰχμαλωσίας καταστὰς αἴτιος.

Σὺ δὲ τὴν ἀπὸ φίλου φίλην καὶ λυσιτελῆ γνώμην ἀπώσῃ πρὸς τὸ τοῦ λέγοντος ἀχρεῖον ὁρῶν; Μὴ σύ γε, φίλτατε καὶ σοφώτατε κύριε· ἀλλ’ ἀναβαίνων ἐπὶ τὸ ἱερὸν τοῦ Θεοῦ, τὸν σὸν νοῦν, τῆς ἡμέρας πολλάκις ἐκεῖθεν ἐπισκέπτου σαυτὸν μέμνησό τε τοῦ οἰκοδεσπότου λέγοντος, «ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται», κἀκεῖθεν καταβαίνων καὶ τοῖς πράγμασι διδοὺς σαυτόν, μέμνησο τίνος χρείαν εἶχες ἐκεῖ· οὐκ ἀφέσεως; οὐκ ἐλέους; οὐ τῆς τοῦ δεσπότου φιλανθρωπίας; Τούτοις καὶ σὺ χρῆσαι πρὸς τὸν πλησίον· ἄφες ὁ ἀφεθείς, ἐλέησον ὁ ἠλεημένος, κτῆσαι, φησί, τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον, δὸς οἴκοθεν τεκμήριον τῆς πρὸς τὸν ἀδελφὸν ἀγάπης καὶ τῆς πρὸς τὸν κοινὸν δεσπότην καὶ πατέρα εὐνοίας αὖθις ἀπ’ αὐτῆς· ἂν γὰρ μὴ τὰ φίλτατα, πῶς τὸν ἀδελφόν; «ἂν μὴ τὸν σὸν ἀδελφόν, ὃν ἑώρακας, πῶς ὃν οὐχ ἑώρακας, φησί, Θεὸν πιστευθήσῃ φιλεῖν;»· ἂν δ’ ἐντεῦθεν δῷς ἔργῳ τὰς πίστεις τοῦ πρὸς τὸν ἀόρατον φίλτρου, καὶ τὸν ἀεὶ φιλοῦντα καὶ φιλούμενον ὄψει καὶ φιληθήσῃ τρανότερον καὶ φιλήσεις σφοδρότερον καὶ συνδιαιωνίσεις καὶ φιλῶν καὶ φιλούμενος.

Ὃ καὶ γένοιτο πρὸς δόξαν τοῦ ὄντως φιλίου καὶ Θεοῦ τῆς δόξης Χριστοῦ, μεθ’ οὗ πρέπει δόξα τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.