Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον Παύλο Ασάνη: Η χριστιανική κλήση και το μοναχικό σχήμα

Εισαγωγή προς τον ιερομόναχο Παύλο σχετικά με τις δυσκολίες του κοσμικού βίου, την ενότητα του αγγελικού σχήματος και την ειλικρινή μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 15 από 17

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΟΣΙΩΤΑΤΟΝ ΙΕΡΟΜΟΝΑΧΟΝ ΠΑΥΛΟΝ ΤΟΝ ΑΣΑΝΗΝ ΕΡΩΤΗΣΑΝΤΑ ΠΕΡΙ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΙ ΑΓΓΕΛΙΚΟΥ ΣΧΗΜΑΤΟΣ «Ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου καὶ οἴδατε πάντα, καὶ τὸ χρῖσμα ὃ ἐλάβετε παρ’ αὐτοῦ ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς», φησὶν ὁ ἠγαπημένος ἐξόχως τῷ Χριστῷ θεολόγος. Ἐπειδὴ δὲ ἡ σὴ τιμιότης, ὡς ἓν καὶ τοῦτο τῆς ἐπαινετῆς ταπεινώσεως ὂν ἣν ὑπῆλθες ἑκών, συμβουλὴν ἔγγραφον ᾐτήσω, καὶ ταῦτα παρ’ ἡμῶν τῶν ἐσχάτων, περὶ τῆς τοῦ μεγάλου κατὰ τὸν μονήρη βίον σχήματος ἀναλήψεως, τὴν σὴν αἴτησιν ὡς πρόσταξιν ἡμεῖς δεξάμενοι, διὰ τὴν ὀφειλὴν τῆς ἀγάπης ἐπιστέλλομέν σοι σύντομον κατὰ τὸ ἐγχωροῦν τὴν ἀπόκρισιν.

Πᾶς ὁ χρῖσμα ἔχων ἀπὸ τοῦ ἁγίου καὶ διὰ τοῦτο καλούμενος ἀπὸ Χριστοῦ καὶ ἁγίως ὀφείλει βιοῦν, δι’ ἔργων καὶ λόγων καὶ λογισμῶν ἐπαληθεύουσαν αὐτῷ τὴν κλῆσιν ἐπιδεικνύμενος. Διὰ γὰρ τῆς κλήσεως ταύτης, τό τε κατὰ παθῶν κράτος καὶ ἡ τοῦ πλούτου τῆς ἀρετῆς ἐνσημαίνεται κτῆσις. Κεφάλαιον δὲ πρὸς ὃ ταῦτα τείνει ἥ τε πρὸς τὸν Θεὸν καὶ ἡ διὰ τὸν Θεὸν πρὸς τὸν πλησίον ἀγάπη, πρὸς ἣν χωρεῖν ὅλῳ τὸ τοῦ λόγου ποδὶ τὸν ἐνστρεφόμενον κόσμῳ καὶ γυναικὶ συνεζευγμένον καὶ βιωτικαῖς ὑποκείμενον μερίμναις, ἀμήχανον. Μερίζεται γὰρ οὗτος καὶ μερίζει τὴν ἔφεσιν, κἂν τῶν σπουδαιοτάτων ᾖ, Θεῷ καὶ κόσμῳ, σαρκὶ καὶ πνεύματι.

Διὰ τοῦτο σύ, θεοδίδακτε καὶ θεοτίμητε πάτερ καὶ ἀδελφέ, τοῦ κρείττονος ἐρασθεὶς ταῖς μερισταῖς ταύταις ἀπετάξω ζωαῖς καὶ πρὸς τὸν ἑνιαῖον καλῶς ποιῶν μετετάξω βίον τῶν μοναχῶν· ὡς ἂν ὅλος νεύσας πρὸς τὴν θείαν ἀγάπην τελείαν κτήσῃ ταύτην ἐν σεαυτῷ μηκέτι μήτε κατὰ τὸν ἐκτὸς μήτε κατὰ τὸν ἐντὸς ἄνθρωπον συσχηματιζόμενος τῷ κόσμῳ τούτῳ καὶ πρὸς τὴν τοῦ σώματος ἡδυπάθειαν ἢ πρὸς ἀνθρωπίνην ἀρέσκειαν ἐκκλίνων σου τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν ἢ τὴν διάνοιαν, ἀλλ’ ἀναβάσεις ἐν καρδίᾳ διατιθέμενος καὶ τῇ ἀνακαινίσει τοῦ νοὸς ἐπὶ τὸ κρεῖττον μεταμορφούμενος. Εἰ δέ ποτε καὶ κλοπήν τινα πάθοις ὑπὸ τοῦ πανούργως ὁδοστατοῦντος τοῖς ἐπειγομένοις πρὸς τὸν Θεόν, εὐθὺς συνεὶς ἐπανέλθῃς πρὸς τὴν ὁδὸν τῷ κατὰ Θεὸν πένθει μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν ἐνειργασμένος σαυτῷ.

Τοῦτό ἐστι τὸ μέγα καὶ μοναχικὸν σχῆμα. Μικρὸν δὲ σχῆμα μοναχικὸν οἱ πατέρες οὐκ ἴσασιν οὐδὲ παραδεδώκασιν· ἀλλὰ τινὲς τῶν ὀψιγενεστέρων ἔδοξαν μὲν εἰς δύο τὸ ἓν διελεῖν, ἀλλ’ οὐδ’ αὐτοὶ διεῖλον ὡς ἀληθῶς. Τὰς αὐτὰς γὰρ ἀποταγάς τε καὶ συνταγὰς εὑρήσεις ἐπ’ ἀμφοτέρων σκοπήσας. Διὸ καὶ ὁ κατὰ μοναχοὺς εἴπερ τις ἠκριβωκὼς ἐν ἁγίοις Θεόδωρος ὁ Στουδίτης ἀπαγορεύει λέγειν ἢ διδόναι μικρὸν καὶ μέγα σχῆμα μοναχικόν.

Δοκεῖ δέ μοι τοὺς ὕστερον ἐν τοῖς νενομισμένοις περιβολαίοις τὸ σχῆμα μερίσαντας παρακατασχεῖν καὶ ἀφελέσθαι τῶν ἀρχαρίων τὸν ἀνάλαβόν τε καὶ τὸ κουκούλιον, ὡς τοῖς ὁρῶσι σεμνότατα καὶ τοῖς εἰσαγομένοις καὶ ἔτι περὶ τὴν ἱερὰν ταπείνωσιν ἀπαγέσι ῥαδίως πρὸς ἐσχηματισμένην ἐπίδειξιν μεθελκόμενα.

Σὺ τοίνυν, εἰ βούλει καὶ ταῦτα περιθέσθαι μεθ’ ἱερολογίας, ἐπεὶ μήπω περιθέμενος ἔφθης, καλῶς ποιήσεις, ἀλλὰ στήριξόν σου τὸν λογισμὸν καὶ προδίδαξον, ὡς ἂν μή, καθάπερ τινὲς τὸ ἀπρόϊτον καὶ τοῖς πολλοῖς ἀθέατον ἐπετήδευσαν, ἐσθ’ ὅτε, τοῦ μεγάλοι τινὲς εἶναι δόξαι καὶ τὸν βίον ἐξηλλαγμένοι, καθάπερ ἐν ἀδύτοις τελοῦντες τὸν πλείω τῆς ζωῆς χρόνον, οὕτως ἀντιστρόφως ἐφόδιον αὐτὸς σχῇς τὸ τοῖς πολλοῖς ὁρᾶσθαι τὸν σταυρὸν φέρων ἐπ’ ὤμων καὶ τὸ τῆς ἀκακίας κουκούλιον ἐπὶ τῆς κεφαλῆς, τοῦ περίβλεπτος εἶναι δοκεῖν εὐθὺς φαινόμενος καὶ τὴν ἀρετὴν τελεώτατος· ἀλλ’ ὡς ἂν σὺ ταῦτα βλέπων αὐτὸς ἀνάμνησιν λαμβάνῃς τοῦ χρέους καὶ τῆς πρὸς Θεὸν ὑπεσχημένης σοι τῶν κακῶν ἀπραξίας καὶ τῆς τελεωτέρας καὶ τῶν σαρκικῶν ὀρέξεων ὑπερανῳκισμένης θεοειδοῦς πολιτείας καὶ οὕτω τοῖς ἔξω συμβόλοις συνᾴδουσαν ἔχειν σπεύδῃς τὴν ἐντὸς τῆς ψυχῆς σου διάθεσιν, ἣν ὡς καὶ χωρὶς τῶν συμβόλων ἐκείνων ὑπεσχημένος ἅτε μοναχικὴν ἠξιωμένος ἐπανελέσθαι ζωήν, μετανοεῖν ὀφείλεις καὶ νῦν οὐδὲν ἧττον καὶ ταπεινοῦσθαι πρὸς τὸν Θεὸν καὶ πρὸς ἀπαλλαγὴν δι’ εὐχῆς ἐκτενοῦς ἐπικαλεῖσθαι τὴν ἐκείνου βοήθειαν, εἴπερ σεαυτὸν ὁρᾶς ἢ συγγενῶν σχέσεσιν ἢ σώματος ὀρέξεσιν ἢ δόξαις καὶ τιμαῖς ἀνθρωπίναις ἐπικρατούμενον.

Οὕτω γὰρ τάς τε ἄλλας ἀρετὰς κτώμενος δι’ ὧν Θεοῦ συνεργοῦντος κατορθοῖς καὶ τὴν ταπείνωσιν προσκτώμενος δι’ ὧν κατὰ περίστασίν τινα προσκόπτεις καὶ σαυτὸν ἀεὶ πρὸς τὴν σωτήριον ὁδὸν ἐπανάγων, ἐν τῷ τοῦ θανάτου καιρῷ τῆς ἐλλείψεως κομίσῃ τὴν ἀναπλήρωσιν παρὰ τῆς φιλανθρωπίας τοῦ τὴν μετάνοιαν φιλανθρώπως τῷ γένει τῶν ἀνθρώπων νομοθετήσαντος.

Εὐλόγως μέντοι φόβῳ θανάτου τὴν ἐπὶ τὰ κρείττω τοῦ βίου μεταβολὴν ἐνθυμῇ. Δεῖ δὲ συνετὸν ὄντα σε χάριτι Χριστοῦ μὴ σχημάτων ἁπλῶς ὑπαλλαγήν, ἀλλὰ πολιτείας βελτίωσιν τὴν λυσιτελοῦσαν εἰδέναι· τίς δὲ πολιτεία, τί δ’ ἡ ταύτης ἐπαγγελία, τίνα δὲ βίου τελεωτέρου τὰ σύμβολα τοῖς ἐν τοῖς τάφοις κειμένοις ἢ τοῖς ἀπολείπουσιν ἤδη τὸν βίον καὶ πρὸς ἐκφορὰν οὖσιν ἑτοιμοτάτοις;

Οὐκοῦν οὐχ ὁ διὰ τὴν ἀπειλοῦσαν θάνατον νόσον, ὡς προσδόκιμον ποιοῦσαν τὴν ἀποβίωσιν, ἀλλ’ ὁ τῶν ἠπειλημένων μετὰ θάνατον τοῖς ῥᾳθύμως βιοῦσι φόβος καὶ ὁ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς σπουδαίοις πόθος, ἐναγέτω σε πρὸς τὴν τῆς θεαρέστου πολιτείας καὶ τῶν κατὰ ταύτην ἐπαγγελιῶν καὶ συμβόλων ἀνάληψιν ὅτε μᾶλλον ἀσθενὴς εἶ καὶ μὴ μόνον εὔξασθαι ἀλλὰ καὶ ἀποδοῦναι δυνατὸς κατὰ τὸν ἐν Ψαλμοῖς ἐγκελευόμενον, «εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ Θεῷ ἡμῶν».