Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Ερμηνεία του Δεκαλόγου της Νέας Διαθήκης: Εντολές Α'-ΣΤ'

Θεολογική ανάλυση των πρώτων έξι εντολών, συμπεριλαμβανομένης της προσκύνησης των ιερών εικόνων, της τήρησης της Κυριακής, της τιμής προς τους γονείς και της σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 16 από 17

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΔΕΚΑΛΟΓΟΣ ΤΗΣ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΝΟΜΟΘΕΣΙΑΣ ΗΤΟΙ ΤΗΣ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ αʹ. Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι γνωριζόμενος· πατρὶ ἀγεννήτω, υἱῷ γεννητῷ, ἀνάρχως καὶ ἀχρόνως καὶ ἀπαθῶς ὡς λόγῳ ὃς δι’ ἑαυτοῦ τὸ ἐξ ἡμῶν χρίσας πρόσλημμα κέκληται Χριστός, καὶ πνεύματι ἁγίῳ, καὶ αὐτῷ ἐκ τοῦ Πατρός, οὐ γεννητῶς ἀλλ’ ἐκπορευτῶς προερχομένῳ. Οὗτος μόνος Θεός, καὶ οὗτος Θεὸς ἀληθινός, ὁ ἐν τριάδι ὑποστάσεων κύριος εἷς, φύσει καὶ βουλῇ καὶ δόξῃ, δυνάμει τε καὶ ἐνεργείᾳ καὶ πᾶσι τοῖς τῆς θεότητος γνωρίσμασι μὴ διαιρούμενος. Αὐτὸν μόνον ἀγαπήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Καὶ ἔσται τὰ ῥήματα αὐτοῦ καὶ τὰ προστάγματα ἐν τῇ καρδίᾳ σου, εἰς τὸ πράττειν αὐτὰ καὶ μελετᾶν καὶ λαλεῖν ἐν αὐτοῖς καθήμενόν τε καὶ πορευόμενον, κοιταζόμενον καὶ ἀνιστάμενον. Καὶ μνησθήσῃ διαπαντὸς κυρίου τοῦ Θεοῦ σου καὶ φοβηθήσῃ αὐτὸν μόνον, καὶ οὐκ ἐπιλήσῃ αὐτοῦ οὐδὲ τῶν ἐντολῶν αὐτοῦ· οὕτω γὰρ δώσει σοι αὐτὸς ἰσχὺν τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ. Οὐδὲν γὰρ ἕτερον ἐκζητεῖ παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι καὶ ἀγαπᾶν αὐτὸν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος καύχημά σου καὶ οὗτος Θεός σου.

Μὴ ἀκούσῃς τῶν ὑπερκοσμίων ἀγγέλων τὸ ἀπαθὲς καὶ ἀόρατον καὶ τοῦ ἐκπεσόντος ἐκεῖθεν τὸ λίαν πονηρὸν καὶ πρὸς τὴν πλάνην σοφὸν καὶ ὀξὺ καὶ παμμήχανον, καὶ ὁμότιμόν τι τούτων τῷ θεῷ δοξάσῃς.

Μὴ ἴδῃς τοῦ οὐρανοῦ τὸ μέγεθος καὶ τὸ πολυειδὲς τῆς τούτου κινήσεως, τὸ περιλαμπὲς τοῦ ἡλίου, τὴν τῆς σελήνης φανότητα, τῶν ἄλλων ἀστέρων τὸ διαυγές, τὸ ἐς ἀναπνοὰς τοῦ ἀέρος εὔχρηστον, τῆς θαλάσσης καὶ τῆς γῆς τὸ πάμφορον, καὶ θεοποιήσῃς τι τῶν τοιούτων. Πάντα γὰρ τοῦ μόνου Θεοῦ εἰσι δοῦλα καὶ κτίσματα, τῷ λόγῳ αὐτοῦ ἐκ μὴ ὄντων γενόμενα. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Τοῦτον οὖν μόνον τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ὡς Θεὸν δοξάσεις καὶ πρὸς αὐτὸν δι’ ἀγάπης κολληθήσῃ καὶ αὐτῷ μετανοήσεις ἡμέρας καὶ νυκτὸς ἐπὶ τοῖς ἑκουσίοις καὶ ἀκουσίοις σου παραπτώμασιν.

Αὐτὸς γάρ ἐστιν οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀγαθοποιὸς αἰώνιος· ὑπεσχημένος καὶ διδοὺς οὐράνιον βασιλείαν καὶ ἀδιάδοχον καὶ βίον ἀνώδυνον καὶ ζωὴν ἀθάνατον καὶ φῶς εἰς ἀπόλαυσιν ἀνέσπερον τοῖς σεβομένοις καὶ προσκυνοῦσιν αὐτὸν καὶ ἀγαπῶσι καὶ φυλάσσουσι τὰ προστάγματα αὐτοῦ. Ἀλλὰ καὶ Θεὸς ζηλωτὴς καὶ δίκαιος κριτὴς καὶ φρικτὸς ἐκδικητὴς αὐτός ἐστιν· ἐπάγων τοῖς ἀσεβοῦσιν εἰς αὐτὸν καὶ ἀπειθοῦσιν αὐτῷ καὶ ἀθετοῦσι τὰ προστάγματα αὐτοῦ κόλασιν αἰώνιον, πῦρ ἄσβεστον, ὀδύνην ἄπαυστον, θλῖψιν ἀπαραμύθητον, ἔνδυμα ζόφου ἀφεγγοῦς, χώραν σκοτεινὴν καὶ τεθλιμμένην, βρυγμὸν ἐλεεινὸν ὀδόντων, ἰοβόλους ἀκοιμήτους σκώληκας, ἃ ἡτοίμασε τῷ πρώτῳ ἀποστάτῃ πονηρῷ καὶ σὺν αὐτῷ πᾶσι τοῖς πεπλανημένοις ὑπ’ αὐτοῦ καὶ ἀκολουθήσασιν αὐτῷ καὶ ἀθετήσασι τὸν ποιητὴν αὐτῶν ἐν ἔργοις καὶ λόγοις καὶ διανοήμασιν.

βʹ. Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν, εἰς τὸ λατρεύειν αὐτοῖς ἢ δοξάζειν ὡς θεούς. Πάντα γάρ εἰσι κτίσματα τοῦ μόνου Θεοῦ, ἐν ἁγίῳ πνεύματι διὰ τοῦ υἱοῦ καὶ λόγου αὐτοῦ κτισθέντα, ὃς λόγος τοῦ Θεοῦ ἐπ’ ἐσχάτων τῶν αἰώνων ἐκ παρθενικῆς νηδύος σάρκα λαβὼν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας παθὼν καὶ θανὼν καὶ ἀναστὰς εἰς οὐρανοὺς μετὰ σώματος ἀνῆλθε καὶ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· μεθ’ οὗ σώματος πάλιν ἐλεύσεται ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Τούτου τοίνυν τοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος ποιήσεις τὴν εἰκόνα διὰ τὴν εἰς αὐτὸν ἀγάπην καὶ μνησθήσῃ δι’ αὐτῆς ἐκείνου καὶ προσκυνήσεις δι’ αὐτῆς ἐκεῖνον· ἀνάγων τὸν νοῦν σου δι’ αὐτῆς ἐπὶ τὸ προσκυνητὸν ἐκεῖνο σῶμα τοῦ Σωτῆρος, τὸ καθήμενον ἐκ δεξιῶν τοῦ πατρὸς ἐν οὐρανῷ.

Ὡσδαύτως καὶ τῶν ἁγίων τοὺς τύπους καὶ ποιήσεις καὶ προσκυνήσεις οὐχ ὡς θεούς, τοῦτο γὰρ ἀπηγόρευται, ἀλλὰ διὰ τὴν εἰς ἐκείνους σχέσιν καὶ διάθεσιν καὶ τὴν ὑπερβάλλουσαν τιμήν, ἀναφερομένου διὰ τῶν εἰκόνων ἐπ’ αὐτοὺς τοῦ νοῦ, καθάπερ καὶ ὁ Μωυσῆς ἐποίησε τὰς τῶν Χερουβὶμ εἰκόνας ἔνδον τῶν ἁγίων· καὶ αὐτὰ δὲ τὰ τῶν ἁγίων ἅγια τῶν ὑπερουρανίων τύπος ἦν καὶ τὸ ἅγιον κοσμικὸν εἰκόνα ἔφερε παντὸς τοῦ κόσμου καὶ ἅγια αὐτὰ ἐκάλεσεν ὁ Μωυσῆς, οὐ τὰ κτίσματα δοξάζων, ἀλλὰ δι’ αὐτῶν τὸν κοσμοποιὸν Θεόν. Καὶ σὺ τοίνυν οὐ θεοποιήσεις τὰς εἰκόνας τοῦ δεσπότου Χριστοῦ καὶ τῶν ἁγίων. ἀλλὰ δι’ αὐτῶν προσκυνήσεις τὸν κατ’ εἰκόνα οἰκείαν πρότερον ποιήσαντα ἡμᾶς καὶ ὕστερον τὴν καθ’ ἡμᾶς αὐτοῦ εἰκόνα διὰ φιλανθρωπίαν ἄφατον ἀνειληφέναι εὐδοκήσαντα καὶ κατ’ αὐτὴν περιγραπτὸν γενόμενον. Οὐ μόνον δὲ τὴν θείαν εἰκόνα προσκυνήσεις, ἀλλὰ καὶ τοῦ σταυροῦ αὐτοῦ τὸν τύπον· σημεῖον γάρ ἐστι μέγιστον καὶ τρόπαιον Χριστοῦ κατὰ τοῦ διαβόλου καὶ πάσης τῆς ἀντικειμένης φάλαγγος, διὸ καὶ φρίττουσι καὶ φυγαδεύονται τοῦτον τυπούμενον ὁρῶντες.

Οὗτος ὁ τύπος καὶ πρὸ τοῦ γενέσθαι τὸ πρωτότυπον μεγάλως ἐν τοῖς προφήταις ἐδοξάσθη καὶ τὰ μέγιστα ἐτερατούργησεν· ἀλλὰ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας τοῦ κρεμασθέντος ἐν αὐτῷ κυρίου Ἰησοῦ Χριστοῦ, μέλλοντος ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, ἐλεύσεται ἔμπροσθεν τοῦτο τὸ μέγα καὶ φρικτὸν αὐτοῦ σημεῖον μετὰ δυνάμεως καὶ δόξης πολλῆς.

Δόξασον οὖν αὐτὸ νῦν, ἵνα μετὰ παρρησίας προσβλέψῃς τότε καὶ συνδοξασθῇς αὐτῷ. Καὶ τὰς τῶν ἁγίων δὲ εἰκόνας ὡς συσταυρωθέντων τῷ κυρίῳ προσκυνήσεις, τὸν σταυρὸν προτυπῶν σου τῷ προσώπῳ καὶ εἰς μνήμην ἐρχόμενος τῆς ἐνειργασμένης ἐκείνοις κοινωνίας τῶν παθημάτων τοῦ Χριστοῦ. Ὡσδαύτως καὶ τὰς σοροὺς τούτων τὰς ἁγίας καὶ εἴ τι τῶν ὀστέων λείψανον· οὐ γὰρ διέστη τούτων ἡ χάρις τοῦ Θεοῦ, ὥσπερ οὐδὲ τοῦ προσκυνητοῦ σώματος Χριστοῦ διέστη ἡ θεότης ἐπὶ τοῦ ζωοποιοῦ θανάτου. Τοῦτο δὲ ποιῶν καὶ δοξάζων τοὺς τὸν Θεὸν δοξάσαντας ὡς τελείους δι’ ἔργων φανέντας ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ σὺ δοξασθήσῃ ὑπὸ τοῦ Θεοῦ καὶ μετὰ τοῦ Δαβὶδ ψαλεῖς, ἐμοί, λέγων, λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός.

γʹ. Οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ διά τι τῶν γηΐνων ἢ διὰ φόβον ἀνθρώπινον ἢ αἰσχύνην ἢ κέρδος οἰκεῖον, ἐπὶ ψεύδει ὀμνύων· ἐπιορκία γὰρ ἄρνησίς ἐστι Θεοῦ. Διὰ τοῦτο οὐδὲ ὀμόσῃς ὅλως· ἀλλὰ φεύξῃ τὸν ὅρκον τελείως, ὡς διὰ τοῦ ὅρκου τῆς ἐπιορκίας ἐρχομένης καὶ ἀπαλλοτριούσης τοῦ Θεοῦ καὶ τοῖς ἀνόμοις συγκαταριθμούσης τὸν τῇ ἐπιορκίᾳ χρώμενον. Ἀληθεύων δὲ ἐν πᾶσι τοῖς σοῖς λόγοις, ὅρκου βεβαιότητα παρέξεις. Εἰ δέ ποτε συμβαίη ὅρκῳ σεαυτὸν ὑποβαλεῖν, ὃ τῶν ἀπευκταίων, εἰ μὲν ἐπί τινι τῶν κατὰ νόμον θεῖον, πράξεις μὲν ὡς νόμιμον ἐκεῖνο, σεαυτὸν δὲ ἀπαιτήσεις τὰς εὐθύνας, ὅτι ὅλως ὤμοσας, ἐλεημοσύνῃ, ἱκεσίᾳ καὶ πένθει καὶ κακώσει σώματος ἐξιλεούμενος Χριστόν, τὸν εἰπόντα μὴ ὀμόσῃς· εἰ δὲ ἐπί τινι τῶν παρανόμων, ὅρα μὴ διὰ τὸν ὅρκον πληρώσῃς τὸ παράνομον, ἵνα μὴ τῷ προφητοκτόνῳ Ἡρώδῃ συναριθμηθῇς· ἀθετήσας δὲ τὸν παράνομον ἐκεῖνον ὅρκον, ὅρον θὲς σεαυτῷ τοῦ μηκέτι ποτὲ ὀμόσαι, καὶ ἐξιλέου σεαυτῷ τὸν Θεόν, χρώμενος ἐπιπονώτερον σὺν δάκρυσι τοῖς προειρημένοις φαρμάκοις.

δʹ. Ἡμέραν μίαν τῆς ἑβδομάδος, ἥτις καὶ Κυριακὴ καλεῖται, διὰ τὸ ἀνατεθειμένην εἶναι τῷ κυρίῳ, κατ’ αὐτὴν ἀναστάντι ἐκ νεκρῶν καὶ προϋποδείξαντι καὶ προπιστωσαμένῳ τὴν κοινὴν ἀνάστασιν, ἐν ᾗ πᾶν γήινον ἀργήσει ἔργον· ταύτην τοίνυν τὴν ἡμέραν ἁγιάσεις, καὶ βιοτικὸν πᾶν ἔργον οὐ ποιήσεις, χωρὶς τῶν ἀναγκαίων, καὶ τοῖς ὑπὸ σὲ καὶ μετὰ σοῦ πᾶσιν ἄνεσιν παρέξεις, ἵν’ ὁμοῦ δοξάσητε τὸν τῷ οἰκείῳ θανάτῳ κτησάμενον ἡμᾶς καὶ ἀναστάντα καὶ συναναστήσαντα τὴν ἡμετέραν φύσιν. Καὶ μνησθήσῃ τοῦ μέλλοντος αἰῶνος καὶ μελετήσεις ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι κυρίου καὶ ἐξετάσεις σεαυτόν, μή τι παρέβης ἢ παρέλειψας, καὶ διορθώσεις σεαυτὸν ἐν πᾶσι. Καὶ προσκαρτερήσεις ἐν αὐτῇ τῷ τοῦ Θεοῦ ναῷ καὶ ταῖς ἐν αὐτῷ συνάξεσι παραμενεῖς καὶ μεταλήψῃ ἐν εἰλικρινεῖ πίστει καὶ ἀκατακρίτῳ συνειδότι τοῦ ἁγίου σώματος καὶ αἵματος Χριστοῦ καὶ ἀρχὴν ἀκριβεστέρου βίου ἄρξῃ καὶ ἀνακαινίσεις σεαυτὸν καὶ ἑτοιμάσεις πρὸς ὑποδοχὴν τῶν μελλόντων αἰωνίων ἀγαθῶν· δι’ ἃ τοῖς γηΐνοις οὐδὲ ταῖς ἄλλαις ἡμέραις καταχρήσῃ, ἐν δὲ τῇ Κυριακῇ πάντων διὰ τὸ προσεδρεύειν τῷ Θεῷ ἀφέξῃ, πλὴν τῶν ἀναγκαιοτάτων καὶ ὧν ἄνευ ζῆν ἀδύνατον.

Οὕτω γὰρ τὸν Θεὸν ἔχων τόπον καταφυγῆς οὐ μεταβήσῃ, τό τε πῦρ τῶν παθῶν οὐκ ἐκκαύσεις καὶ τὸ βάσταγμα τῆς ἁμαρτίας οὐκ ἀρεῖς· καὶ οὕτω τὴν ἡμέραν τῶν σαββάτων ἁγιάσεις, σαββατίζων τὴν τῶν κακῶν ἀπραξίαν. Τῇ Κυριακῇ δὲ τὰς νενομισμένας μεγάλας ἑορτὰς συνάψεις, τὰ αὐτὰ πράττων καὶ ἀπὸ τῶν αὐτῶν ἀπεχόμενος.

εʹ. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· δι’ αὐτῶν γάρ σε προήγαγεν εἰς τὸν βίον ὁ Θεὸς καὶ αὐτοί σοι μετὰ Θεὸν αἴτιοι τοῦ εἶναι. Οὐκοῦν καὶ σὺ μετὰ Θεὸν αὐτοὺς καὶ τιμήσεις καὶ ἀγαπήσεις, εἰ καὶ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην ἡ πρὸς ἐκείνους συνεργεῖ.

Εἰ δὲ μὴ συνεργεῖ, φεύξῃ ἀπ’ αὐτῶν ἀμίσως. Ἂν δέ σοι καὶ ἐμπόδιον ὦσι καὶ μάλιστα πρὸς τὴν ἀληθῆ καὶ σωτήριον πίστιν, ἑτερόδοξοί τινες ὄντες, οὐ μόνον φεύξῃ, ἀλλὰ καὶ μισήσεις οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντας τοὺς πρὸς γένους καὶ τοὺς κατὰ πᾶσαν ἄλλην φιλίαν καὶ συνάφειαν καὶ αὐτά σου τὰ μέλη καὶ τὰς τούτων ὀρέξεις καὶ αὐτό σου πᾶν τὸ σῶμα καὶ τὴν ἐκ τούτου πρὸς τὰ πάθη σχέσιν. Εἴ τις γὰρ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφούς, προσέτι καὶ τὴν ἑαυτοῦ ψυχήν, καὶ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος, εἶπεν ὁ Χριστός.

Καὶ πρὸς μὲν τοὺς κατὰ σάρκα πατέρας καὶ φίλους καὶ ἀδελφούς, οὕτω· τοὺς δὲ οἰκείους τῆς πίστεως καὶ μὴ ἐμποδίζοντας πρὸς σωτηρίαν, καὶ τιμήσεις καὶ ἀγαπήσεις. Εἰ δὲ τοὺς κατὰ σάρκα πατέρας οὕτω, πόσῳ πλέον τιμήσεις καὶ ἀγαπήσεις τοὺς κατὰ πνεῦμά σοι γεγονότας πατέρας; οἵ σε ἀπὸ τοῦ εἶναι εἰς τὸ εὖ εἶναι μετεποίησαν καὶ μετέδωκάν σοι τοῦ φωτισμοῦ τῆς γνώσεως καὶ ἐδίδαξαν τὴν φανέρωσιν τῆς ἀληθείας καὶ ἀνεγέννησάν σε διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας καὶ ἐνέθηκάν σοι τὴν ἐλπίδα τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας καὶ τῆς ἀδιαδόχου βασιλείας καὶ κληρονομίας, καὶ ἐποίησάν σε ἐξ ἀναξίου ἄξιον τῶν αἰωνίων ἀγαθῶν καὶ οὐράνιον ἀντ’ ἐπιγείου καὶ αἰώνιον ἀντὶ προσκαίρου καὶ υἱὸν καὶ διδακτόν, οὐκέτι ἀνθρώπου, ἀλλὰ τοῦ θεανθρώπου Ἰησοῦ Χριστοῦ, τοῦ χαρισαμένου σοι τὸ πνεῦμα τῆς υἱοθεσίας· ὃς εἶπε, μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς μηδὲ καθηγητήν· εἷς γὰρ ὑμῶν ἐστι πατὴρ καὶ καθηγητής, ὁ Χριστός; Πᾶσαν οὖν τιμὴν καὶ ἀγάπην ὀφείλεις τοῖς πνευματικοῖς πατράσιν, ὡς τῆς εἰς αὐτοὺς τιμῆς ἀναφερομένης ἐπὶ τὸν Χριστὸν καὶ τὸ πανάγιον πνεῦμα, ἐν ᾧ τὴν υἱοθεσίαν ἔλαβες, καὶ τὸν ἐπουράνιον πατέρα, παρ’ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται.

Σπεύσεις δὲ διὰ παντὸς τοῦ βίου πνευματικὸν πατέρα ἔχειν καὶ ἐξαγγέλλειν αὐτῷ πᾶν ἁμάρτημα καὶ πάντα λογισμόν, καὶ λαμβάνειν παρ’ αὐτοῦ τὴν ἰατρείαν καὶ τὴν ἄφεσιν· αὐτοῖς γὰρ ἐδόθη λύειν καὶ δεσμεῖν ψυχάς, καὶ πάντα ὅσα ἂν δήσωσιν ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ πάντα ὅσα ἂν λύσωσιν ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ταύτην γὰρ τὴν χάριν καὶ τὴν δύναμιν ἔλαβον παρὰ Χριστοῦ. Διὸ καὶ ὑπακούσεις αὐτοῖς καὶ οὐκ ἀντιλέξεις αὐτοῖς, ἵνα μὴ προξενήσῃς ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ. Εἰ γὰρ ὁ ἀντιλέγων τοῖς κατὰ σάρκα γονεῦσιν, εἰς ἃ μὴ ἀπηγόρευται τῷ θείῳ νόμῳ, θανατοῦται κατὰ τὸν νόμον, πῶς ὁ ἀντιλέγων τοῖς κατὰ πνεῦμα πατράσιν οὐ τὸ πνεῦμα τοῦ Θεοῦ διώκει ἀπ’ αὐτοῦ καὶ τὴν οἰκείαν ἀπόλλυσι ψυχήν;

Διὰ τοῦτο καὶ συμβούλευσαι καὶ ὑπάκουσον διὰ τέλους τοῖς σοῖς ἐν πνεύματι πατράσιν, ἵνα σωθῇ σου ἡ ψυχὴ καὶ κληρονόμος γένῃ τῶν αἰωνίων καὶ ἀκηράτων ἀγαθῶν. ϛʹ. Οὐ πορνεύσεις· ἵνα μὴ ἀντὶ τοῦ εἶναι μέλος τοῦ Χριστοῦ ὑπάρξῃς πόρνης μέλος καὶ ἐκκοπῇς τοῦ θείου σώματος καὶ ἐκπέσῃς τῆς θείας κληρονομίας καὶ ῥιφῇς εἰς γέενναν. Εἰ γὰρ θυγάτηρ ἱερέως, ἂν ἁλῷ πορνευομένη, ἐννόμως κατακαίεται ὡς τὸν πατέρα καταισχύνουσα, πόσῳ μᾶλλον ὁ τῷ Χριστοῦ σώματι τοιοῦτον μίασμα προστρίψας ὑπόδικος ἔσται κολάσεως αἰωνιζούσης;

Ἀλλ’ εἰ μὲν χωρεῖς, καὶ παρθενίαν ἄσκησον, ἵνα δυνηθῇς ὅλως γενέσθαι τοῦ Θεοῦ καὶ δι’ ἀγάπης τελείας αὐτῷ προσκολληθῆναι, αὐτῷ προσεδρεύων διὰ βίου καὶ μεριμνῶν ἀπερισπάστως ἀεὶ τὰ τοῦ κυρίου καὶ προκαταλαμβάνων τὴν μέλλουσαν ζωὴν καὶ ὡς ἄγγελος Θεοῦ ἐπὶ τῆς γῆς πολιτευόμενος· αὐτῶν γάρ ἐστιν ἡ παρθενία καὶ αὐτοῖς ὁμοιοῦται μετὰ σώματος κατὰ τὸ ἐγχωροῦν ὁ κολλώμενος τῇ παρθενίᾳ, μᾶλλον δὲ πρὸ τούτων τῷ πρὸ πάντων τῶν αἰώνων ἐν παρθενίᾳ γεννήσαντι πατρὶ καὶ τῷ παρθένῳ καὶ ἐκ παρθένου πατρὸς ἐν ἀρχῇ προελθόντι γεννητῶς καὶ ἐπ’ ἐσχάτων τῶν αἰώνων ἐκ παρθένου μητρὸς σαρκὶ γεγεννημένῳ καὶ τῷ ἐκ μόνου πατρὸς οὐ γεννητῶς ἀλλ’ ἐκπορευτῶς προϊόντι ἀπορρήτως πνεύματι· ᾧ Θεῷ ἐξομοιοῦται καὶ ἐν ἀφθάρτῳ γάμῳ συναρμόζεται ὁ ἀληθῆ παρθενίαν ἐπανῃρημένος καὶ ψυχὴν καὶ σῶμα παρθενεύων, αἴσθησίν τε πᾶσαν καὶ λόγον καὶ διάνοιαν τοῖς τῆς παρθενίας κάλλεσιν ὡραϊζόμενος.

Εἰ δὲ μὴ παρθενεύειν προαιρῇ, μηδὲ καθωμολόγησας τοῦτο τῷ Θεῷ, ἔξεστί σοι μίαν γυναῖκα κατὰ νόμους ἐν κυρίῳ ἀγαγέσθαι, καὶ ταύτῃ μόνῃ συνοικεῖν καὶ ὡς ἴδιόν σοι σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ, τῶν ἀλλοτρίων πάσῃ δυνάμει ἀπεχόμενον. Δυνήσῃ δὲ τούτων τελέως ἀποσχέσθαι, ἐὰν φυλάξῃ τὰς πρὸς αὐτὰς ἀκαίρους συντυχίας καὶ τοῖς πορνικοῖς λόγοις καὶ ἀκούσμασι μὴ ἐπιτέρπῃ καὶ αὐτὴν τὴν σὴν ὄψιν τοῦ τε σώματος καὶ τῆς ψυχῆς ἀποστρέψῃς ἀπ’ αὐτῶν, ἐφ’ ὅσον δυνατόν, καὶ συνεθίσῃς μὴ περιέργως τῷ κάλλει τῶν προσώπων ἐνορᾶν. Ὁ γὰρ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ κατὰ τοῦτο μὲν ἀκάθαρτός ἐστι τῷ εἰς καρδίαν βλέποντι Χριστῷ, ἀπὸ τούτου δὲ καὶ ἐπὶ τὴν διὰ σώματος αἰσχρουργίαν καταντᾷ ὁ δείλαιος. Καὶ τί λέγω πορνείας καὶ μοιχείας καὶ πάντα τὰ ἐν αὐτῇ τῇ φύσει μύση; καὶ γὰρ καὶ εἰς τὰς παρὰ πᾶσαν φύσιν ἀσελγείας ἀπὸ τοῦ περιέργως ἐνορᾶν τοῖς τῶν σωμάτων κάλλεσιν ἀκολάστως κατασύρεται ὁ ἄνθρωπος. Σὺ τοίνυν τὰς πικρὰς ἐκκόπτων ῥίζας ἀπὸ σεαυτοῦ θανατηφόρους οὐκ οἴσεις καρπούς, ἀλλὰ καρπώσῃ τὴν ἁγνείαν καὶ τὸν ἐν αὐτῇ ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.