Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι
Ερμηνεία του Δεκαλόγου της Νέας Διαθήκης: Εντολές Ζ'-Ι' και επίλογος
Πνευματική ερμηνεία των υπολοίπων εντολών περί φόνου, κλοπής και πλεονεξίας, καταλήγοντας σε τελική προτροπή και δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία του Δεκαλόγου της Νέας Διαθήκης: Εντολές Ζ'-Ι' και επίλογος
Πνευματική ερμηνεία των υπολοίπων εντολών περί φόνου, κλοπής και πλεονεξίας, καταλήγοντας σε τελική προτροπή και δοξολογία.
ζʹ. Οὐ φονεύσεις, ἵνα μὴ τῆς υἱοθεσίας ἐκπέσῃς τοῦ καὶ τοὺς νεκροὺς ζωοποιοῦντος καὶ υἱοποιηθῇς δι’ ἔργων τῷ ἐξ ἀρχῆς ἀνθρωποκτόνῳ. Ἐπεὶ δὲ ὁ φόνος ἐκ πληγῆς προβαίνει, ἡ δὲ ἐξ ὕβρεως, αὕτη δὲ ἐξ ὀργῆς, ἡ δὲ ὀργὴ ἡμῖν προσγίνεται ἐκ τῆς παρ’ ἑτέρων ἐπιφερομένης ἡμῖν ζημίας ἢ πληγῆς ἢ ὕβρεως, διὰ τοῦτο ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς, εἶπεν ὁ Χριστός· καὶ τὸν πλήττοντα μὴ ἀντιπλήξῃς καὶ μὴ ἀνθυβρίσῃς τὸν ὑβρίζοντα. Οὕτω γὰρ καὶ σαυτὸν καὶ τὸν κακοῦντά σε τοῦ φονικοῦ πτώματος ἐλευθερώσεις. Σὺ μέντοι καὶ τῶν πρὸς Θεὸν ἡμαρτημένων ἕξεις τὴν συγχώρησιν· ἄφετε γάρ, φησί, καὶ ἀφεθήσεται ὑμῖν. Ὁ δὲ κακολογῶν καὶ κακοποιῶν ἐκεῖνος δίκην τίσει κόλασιν αἰώνιον· ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, μωρέ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρός, εἶπεν ὁ Χριστός. Εἰ μὲν οὖν δυνηθῇς πρόρριζον ἀνασπάσαι τὸ κακόν, τὴν τῆς πρᾳότητος μακαριότητα περιποιήσας τῇ ψυχῇ, δόξασον Χριστὸν τὸν διδάσκαλον καὶ συνεργὸν τῶν ἀρετῶν, οὗ χωρίς, καθάπερ ἐδιδάχθης, οὐ δυνάμεθα ποιεῖν τῶν ἀγαθῶν οὐδέν. Εἰ δὲ μὴ δυνηθῇς ἀόργητος διαμεῖναι, μέμφου σεαυτὸν ὀργιζόμενον καὶ μετανόει τῷ Θεῷ καὶ τῷ ὑπὸ σοῦ κακῶς ἀκούσαντι ἢ παθόντι παρὰ σοῦ. Ὁ γὰρ ἐπὶ ταῖς ἀρχαῖς τῆς ἁμαρτίας μεταμελόμενος εἰς τέλος αὐτῆς οὐκ ἔρχεται· ὁ δὲ ἀναλγήτως ἐν τοῖς μικροῖς διακείμενος δι’ αὐτῶν καὶ τοῖς μεγάλοις περιπεσεῖται.
ηʹ. Οὐ κλέψεις· ἵνα μὴ ὁ τῶν κρυφίων γνώστης, ὡς καταφρονήσαντι αὐτοῦ, ἀποδῷ σοι πολυπλασίονα τὴν τιμωρίαν. Μᾶλλον μὲν οὖν καὶ ἀπὸ τῶν προσόντων σοι κρυφίως παρέξεις τοῖς δεομένοις, ἵνα ἀπολάβῃς παρὰ τοῦ ἐν κρυπτῷ βλέποντος Θεοῦ ἑκατονταπλασίονα καὶ ζωὴν αἰώνιον ἐν τῷ μέλλοντι αἰῶνι.
θʹ. Οὐ συκοφαντήσεις· ἵνα μὴ ἐξομοιωθῇς τῷ τὴν ἀρχὴν πρὸς τὴν Εὔαν τὸν Θεὸν συκοφαντήσαντι καὶ ἐπικατάρατος κατ’ ἐκεῖνον γένῃ. Μᾶλλον μὲν οὖν, εἰ μὴ τῶν πολλῶν εἴη τις βλάβη, καὶ σκεπάσεις τὸ τοῦ πέλας πτῶμα, ἵνα μὴ τῷ Χὰμ ὁμοιωθῇς, ἀλλὰ τῷ Σὴμ καὶ τῷ Ἰάφεθ, καὶ τῆς εὐλογίας ἐπιτύχῃς.
ιʹ. Οὐκ ἐπιθυμήσεις τι τῶν τοῦ πλησίον σου· οὐ κτῆμα, οὐ χρῆμα, οὐ δόξαν, οὐδὲν ὅσα τοῦ πλησίον σού ἐστιν. Ἡ γὰρ ἐπιθυμία ἐν τῇ ψυχῇ συλληφθεῖσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Σὺ δὲ τῶν ἀλλοτρίων οὐκ ἐπιθυμῶν, καὶ τῆς ἐν πλεονεξίᾳ ἁρπαγῆς, εἰ δύνασαι, ἀφέξῃ. Μᾶλλον μὲν οὖν καὶ ἀπὸ τῶν σῶν παρέξεις τῷ αἰτοῦντι καὶ ἐλεήσεις, καθ’ ὅσον ἐφικτόν, τὸν χρῄζοντα ἐλέους· καὶ οὐκ ἀποστραφήσῃ τὸν θέλοντα δανείσασθαι· κἄν τι τῶν ἀπολομένων εὕρῃς, ἀνασώσεις τῷ δεσπότῃ, κἂν τῶν ἐχθρωδῶς πρὸς σὲ διακειμένων οὗτος ᾖ. Οὕτω γὰρ κἀκεῖνον καταλλάξεις καὶ νικήσεις ἐν τῷ ἀγαθῷ τὸ κακόν, καθάπερ ὁ Χριστὸς διακελεύεταί σοι.
Ταῦτα πάσῃ δυνάμει φυλάττων καὶ ἐν τούτοις ζῶν, ἐναποθήσεις σου τῇ ψυχῇ τὸν τῆς εὐσεβείας θησαυρὸν καὶ εὐαρεστήσεις τῷ Θεῷ καὶ ἀγαθοποιηθήσῃ ὑπὸ τοῦ Θεοῦ καὶ τῶν κατὰ Θεὸν καὶ κληρονόμος γενήσῃ τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.