Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Κοίμηση, εύρεση του ιερού λειψάνου και θαύματα

Η ανεύρεση του νεκρού σκηνώματος, η θαυματουργική θεραπεία του δαιμονιζομένου, η μεταφορά του λειψάνου στη Θράκη και η θεολογική ερμηνεία της παραμονής της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 17

Ταῦθ’ ὁ μέγας εἰρηκώς τε καὶ ἐπευξάμενος, παύει τε ὁμιλῶν, καὶ τοῦ κυνηγέτου διίσταται· ὃς οἴκαδ’ ἐπανελθών, ἤδη τοῦ ὡρισμένου χρόνου παραρρυέντος, ἀδελφὸν ἔχων δαιμονίῳ πονηρῷ κάτοχον, μοναχοῖς τισι δύο τοῦτον συμπαραλαβών, δι’ ἀκατίου στέλλεται πρὸς τὸν ὅσιον· καὶ δὴ προσορμίσας, οὗ κατ’ εὐθὺ τοῦ ὄρους ἐνδοτέρω τῷ γενναίῳ ἐντετυχηκὼς ἠπίστατο, συναποβαίνει τοῖς κεκοινωνηκόσιν ἐκείνοις τοῦ πλοῦ· καὶ διὰ τῆς ὑπωρείας τῆς πρὸς αὐτὸν ἥψατο φερούσης. Συντονωτέρᾳ δὲ οὗτος τῶν ἄλλων πορείᾳ χρώμενος (ψυχὴ γὰρ ἀγάπης κέντροις ἐλαυνομένη, τάχ’ ἂν οὐδ’ εἰ πτερὰ σχοίη, κόρον σχοίη τῆς πρὸς τὰ παιδικὰ ταχυτῆτος), οὕτως οὖν ἐκεῖνος ὁρμῇ ζεούσῃ τοὺς συνανιόντας πολὺ παραδραμὼν καὶ τῷ ποθουμένῳ τῶν τόπων ἐπιστάς, ὀξύτερόν τε τὴν ὄψιν ἐπιβάλλων, τὸν νεκρὸν ὁρᾷ τοῦ μεγάλου, κοσμίως εὖ μάλα κείμενον, τοῦ πνεύματος ἀποδεδημηκότος καὶ πρὸς τὸν τῶν πνευμάτων ἐπιδεδημηκότος Δεσπότην.

Τῇ πικρᾷ τοίνυν ἐκείνῃ θέᾳ καθάπερ τινὶ βέλει πληγείς, πικρὰς ἠφίει φωνάς, τὰ στέρνα τύπτων, δακρύων, οἰμώζων, ὀλοφυρόμενος· τίς γένωμαι, λέγων, ὁ τάλας ἐγώ; τῶν ἐλπίδων ἐψεύσθην, τὸν θησαυρὸν ἀφῃρέθην, τῆς σωτηρίας ἐστερήθην τῆς ἐμαυτοῦ καὶ τοῦ κατὰ ψυχήν μοι προσδοκίμου πλούτου τελέως ἀθλίως ἡμάρτηκα, μήπω πείρᾳ μαθών, ὡς καὶ νεκρὸς ἐκεῖνος ἥκιστα μικρός τις πλοῦτος, οὐδὲ θησαυρὸς μικρὰ τοὺς εὐμοιρηκότας ὀνῖναι δυνάμενος. Μικρὸν ὅσον καὶ ὁ δαιμονῶν ἐκεῖνος συνανῆλθε τοῖς μοναχοῖς· ὃς δὴ καὶ ὑπότρομος εὐθὺς ἦν, ἐστροβοῦτό τε καὶ τὸ πᾶν συνεκλονεῖτο σῶμα, τώ τε χεῖρε προὔτεινεν ἀκόσμως καὶ τὼ πόδε τὸν ὅμοιον διεκίνει τρόπον, δεινόν τε καὶ οὐ κατ’ ἀνθρώπους τὼ ὀφθαλμὼ διέστρεφε· καὶ τοὺς ὀδόντας ἀλλήλοις προσαράσσων, ἀπρεπῆ προέπεμπε ψόφον καὶ ἀπηχῆ τινα ἠχήν· τῆς δέ, οἱ ἐκπνοῆς ἀθρόας μὴ διεκπνεῖσθαι δυναμένης, διὰ τὴν τῶν ὀργάνων ἄτακτον συγκίνησιν καὶ τῇ διὰ τὸν ἐν ἐγκεφάλῳ κυκεῶνα συρροίᾳ γινομένῃ τῶν φλεγμάτων, τοῦ ἐνισχομένου συναναμιγνυμένου πνεύματος, πολὺς προὐχεῖτο τοῦ στόματος ἀφρός.

Ἀλλ’ οὕτω, φεῦ, ἐλεεινῶς ἔχοντος καὶ λόγους ἐτράνου δι’ ἐκείνου τὸ ἔνοικον ἐκείνῳ πνεῦμα καὶ τῷ τοῦ ὁσίου νεκρῷ καθάπερ ἔτι συνημμένῳ τῇ μακαρίᾳ τούτου ψυχῇ διελέγετο· οὐκ ἔλαβές πω, λέγον, κόρον τῶν κατ’ ἐμοῦ τροπαίων, ἀκόρεστε; τρεῖς ἤδη καὶ πεντήκοντα ἐνιαυτοὺς οὐκ ἀνῆκες βάλλων, διώκων, ὑπερορίζων ἀφειδῶς ἡμᾶς· σὺ δὲ πρὸς τὰς παρ’ ἡμῶν παντοίας τῶν βελῶν ἀφέσεις, ἴσα καὶ πέτρος ἀδάμας φερωνύμως διέκεισο καὶ οὐδὲ νῦν γοῦν ἀποχρῶν εἶναί σοι δοκεῖ, καὶ ταῦτ’ ἐξ ἀνθρώπων γεγονότι, εἰ μὴ καὶ τουτουί με προσπελάσεις τ’ ἀνθρωπίνου, καθ’ ὃ πολλὰς μὲν πρότερον τεμὸν ὁδούς, μόγις δ’ ὅμως πάροδον εὑρὸν καὶ εἰσρυὲν οἰκῶ· ἀλλ’ οὔμενουν οὐ πείσομαι, οὐδ’ ἐξελεύσομαι, τὸ μόνον εὐφυὲς ἐμοὶ σχεδὸν καταγώγιον ἀπολιπόν.

Ἐπὶ τούτοις, ὢ τοῦ θαύματος, τοῦ κειμένου τὴν νεκροπρεπῆ τε καὶ ὕπωχρον ὄψιν ὑπ’ ὄψιν ἀποθεμένου τῶν παρεστώτων κἀπὶ τὸ φαιδρότερον ἀμειψαμένου τὴν χροιάν, τοῦ δαιμονῶντος ἀπηλλάττετο τὸ δαιμόνιον, καπνοῦ δίκην διὰ τοῦ στόματος ἐκφερόμενον· ὡς εἶναι φάναι μικρὸν ὑπαλλάξαντα τὸ τοῦ Δαβίδ, «εὐφρανθέντος τοῦ δικαίου (τούτου γὰρ ἄγγελος ἡ τῆς χροιᾶς ἀλλοίωσις) ἐξέλιπεν ὡσεὶ καπνὸς ὁ τοῦ Θεοῦ ἐχθρός». Τί τούτου πολλῷ μεῖζον εἰς θαύματος λόγον τῶν νῦν ἢ τῶν πώποτε; Νεκροὺς ἀνέστησαν ἤδη τῶν πάλαι τινές, Ἠλίας ἐκεῖνος, Ἐλισσαῖος μετ’ ἐκεῖνον, ὁ καὶ δι’ ἐκείνου τῆς διπλασίονος μετειληχὼς χάριτος· ἑαυτὸν δὲ οὐδείς, ὅτι μὴ Χριστός, ἐπὶ τὸ ζῆν ἐπανήγαγεν· οὗ δὴ καὶ οὗτος ἐγγύς, ὥσπερ ἐπὶ τῆς ἀπαθοῦς διαγωγῆς, οὕτω κἀπὶ τῶν θαυμάτων ἀφῖχθαι, διὰ τῆς ἐκείνου χάριτος ἠξιώθη. Εἰ δὲ καὶ τοὺς εὖ παθόντας ἐξετάζοι τις τοσούτῳ εὐκταιότερον ἀναβιώσεως δαίμονος ἀπαλλαγῆναι, ὁπόσῳ τὸ δαιμονᾶν τοῦ τεθνάναι ἀπευκταιότερον εἷεν.

Ὁ μέντοι θηρατὴς ἐκεῖνος, ἐπὶ τὸ χαίρειν ἀπὸ τοῦ πενθεῖν μεταβαλών, ἅμα τ’ ἀδελφῷ σωφρονοῦντι καὶ τῇ συνεκδήμῳ τῶν μοναχῶν ξυνωρίδι, τὴν σορὸν ἀνελόμενος καὶ τῷ πλοίῳ κοσμίως ἐνθέμενος, τὸν ἀνάπλουν διὰ τοῦ πρὸς βορρᾶν τετραμμένου τοῦ ὄρους ἐποιεῖτο μέρους. Τέως μὲν οὖν ἐξ οὐρίας ἡ ναῦς ἐφέρετο· σεμνείου δέ τινος ἀντικρὺ γεγονυῖα, μήθ’ ἑτέρου πνεύματος ἀντιπνεύσαντος μήτε τοῦ φέροντος ἐπιλιπόντος, ἀλλ’ οὐδ’ ὑφειμένου, τοῖς σκοπέλοις ἐπίσης ἀμετάβατος ἦν. Οἱ μὲν οὖν προσεπετίθουν τὴν ἀπ’ αὐτῶν συνεργίαν τῇ ῥύμῃ τοῦ πνεύματος, ᾗ δυνάμεως εἶχον ἐρέττοντες· ὁ δ’ ἐγκείμενος, οὐ τοῦ πνεύματος ἄρα μόνον, ἀλλὰ καὶ τῶν ζώντων ἐκείνων ἐκ πολλοῦ τοῦ περιόντος κρείττων ἦν, μᾶλλον δὲ ὁ καὶ νεκρῶν καὶ ζώντων Κύριος, παρ’ οὗ πάνθ’ ὑπερφυῶς ἐτελεῖτο, τοῦ μὴ καταλιπεῖν τουτὶ τὸ θεῖον ὄρος τῆς ἐναγωνίου βιοτῆς ἀνήκοον, τοῦ κατὰ Δανιὴλ τῶν ἐπιθυμιῶν ἀνδρός, τοῦ θείου τούτου Πέτρου δηλαδή. Τοῦ πρόσω τοίνυν κοινῇ πάντες ἀπογνόντες, ἔκρουσαν τότε πρύμναν, καὶ οὕτω πειθηνίῳ τῷ πλοίῳ χρησάμενοι καταίρουσιν ἐπὶ τὸ καταντικρὺ σεμνεῖον ἐκεῖνο, κἀνταῦθα τὴν ἐπέραστον ἐκείνην ἀκουσίως ἐναποτίθενται σορόν. Ἀλλὰ γὰρ τῶν ἐνταῦθα γενομένων θαυμάτων καταλέγειν τὸ πλῆθος ἐπίσης οὔτ’ εὔκαιρον οὔτε δυνατόν.

Οὓς δ’ ἀνωτέρω φθάσας ἐδήλωσεν ὁ λόγος σύμπλους γεγενῆσθαι τῷ κυνηγέτῃ, μηκέτ’ ἀνεκτὸν ἡγεῖσθαι διαστῆναι τῆς ἁγίας ἐκείνης σοροῦ, σκηψάμενοι, δέονται μὲν ὑποδεδέχθαι τε καὶ συντετάχθαι μετὰ τῶν αὐτῆς εὐμοιρηκότων ἐκείνων, ὡς διὰ τέλους ἐκεῖ βιώσοντες· πρὸς ὀλίγον δὲ παραμεμενηκότες, ὑφαιροῦνται τὸ θαυματοποιὸν ἐκεῖνο σῶμα κἀπὶ τῆς Θρᾴκης διαπόντιοι μεταβαίνουσιν, οὗ δήπου καὶ κατατιθέασιν αὖθις οὐχ ἑκόντες εἶναι. Μεταξὺ γὰρ πορευομένων, ὁ τοῦ ἀρίστου καιρὸς ἐφεστήκει, καὶ ὁ παρακείμενός σφισι τηνικαῦτα τόπος οὕτω τυχών, πρὸς ἄριστον ἄριστος ἐτύγχανεν ὤν· πηγὴ μὲν γὰρ ἐκεῖθεν ἀνερρήγνυτο, διειδὴς μὲν ἰδεῖν, ἡδεῖα δὲ πιεῖν, κύκλῳ δὲ περὶ αὐτὴν μαλακή τις ἐτεθήλει πόα, διαίτῃ τε καὶ κατακλίσει χάριεν· καί που καὶ φυτὰ τῇ διεξόδῳ παραπεφύκει τοῦ ὕδατος.

Ὑψοῦ τοιγαροῦν τῶν πτόρθων ἐξαρτήσαντες τὴν ὀθόνην, ἥ τις ἐντεθησαυρισμένον εἶχε τὸν τῶν ζώντων ἐνεργέστερον νεκρόν, ὑπελθόντες αὐτοὶ τὴν σκιὰν καὶ τῇ πηγῇ παρακαθίσαντες, παρέβαλόν τε τῶν ἐνόντων ἐδωδίμων καὶ ἥπτοντο τροφῆς· ἐξαίφνης δὲ πλῆθος ἀριθμοῦ κρεῖττον, ἐκ πάσης ἡλικίας συγκεκροτημένον, μέγα ἀνακράζοντες προσήλαυνον, ὁρμῇ τε χρώμενοι καὶ περιδινήσει τῶν χειρῶν ἀσχήμονι, τὰ μέγιστά τε ἀδικεῖσθαι λέγοντες καὶ κακῶς ὑπὸ τοῦ Πέτρου πάσχειν· οὗτος γὰρ ἦν ἡ πᾶσα τῆς κραυγῆς ὑπόθεσις, ἐγκαλούμενος ὅτι πολλαχόθεν τε ἄλλοθεν κἀκεῖθεν ἀπήλαυνεν αὐτούς.

Τῇ γὰρ πηγῇ παρῴκει κώμη, Φωτόκωμις ταύτῃ τὸ ἐπώνυμον· πλησίον τοίνυν παρ’ αὐτῇ ἐκ παλαιοῦ στοά τις ἦν ἀνῳκοδομημένη. Ταύτῃ σύστημα δαιμονίων παμπληθὲς ἐπεχωρίαζε· ταῦτα τῆς τοῦ Πέτρου παρουσίας ᾐσθημένα, μένειν ἐπὶ χώραν οὐκ ἐδύνατο· πῶς γὰρ ἄν, σκότος ἀτεχνῶς ὄντα, τὸ φωτὸς τοῦ ἀνωτάτω μέτοχον καὶ τῆς ἐκεῖθεν χάριτος δοχεῖον ἔσχεν ὑπομεῖναι παριόν;

Ὥσπερ γὰρ τὸ τῆς αὐτῆς ὑποστάσεως εὐμοιρηκὸς τῷ ἐνυποστάτῳ Λόγῳ προσκυνητὸν ἐκεῖνο σῶμα, κἀν τῇ τριημέρῳ διαζεύξει τῆς ψυχῆς ἥκιστα διέστη τῆς θεότητος, οὕτω κἀπὶ τῶν ἁγίου Πνεύματος ἐν τῷ ζῆν τετυχηκότων εἶτα τεθνηκότων τὸ ἐνῳκισμένον ἐκεῖνο θεῖον Πνεῦμα τῶν νεκρῶν σωμάτων οὐκ ἀφίσταται.

Ταῦτ’ ἄρα κἀκεῖ τηνικαῦτα διὰ τῆς ἐπιδημίας ἀντιπνεῦσαν τὰς τῶν ἀντικειμένων πνευμάτων ἐξωθοῦν διαταράττει φάλαγγας, αἳ δὴ πανδημεὶ τῇ Φωτοκώμει εἰσεκώμασαν καὶ πάντας ἐκβακχεύσασαι συγκινοῦσαι ᾔεσαν, μηδὲν πάντως ἐκ τούτου κερδάναι δυνηθεῖσαι πλέον ἢ τὸ φανερὰν τὴν σφετέραν ἐκ τῆς ἥττης καταστῆσαι φυγήν.

Ὁ γὰρ μεμηνὼς ἐκεῖνος τῶν ἀνθρώπων δῆμος φθάνει μεταβεβληκὼς ἐπὶ τὸ σῶφρόν τε καὶ εὔσχημον (καὶ πρὶν ἢ φθάσαι προσεγγίσαι τῇ ἀπῃωρημένῃ τοῦ πατρὸς σορῷ), καὶ δὴ τὰς ἀπρεπεῖς φωνὰς παραυτίκα μετεποίησαν εἰς εὐπρεπεῖς ᾠδάς. Οὕτω δὲ ῥᾳδίως ἀπηλλαγμένοι τῆς μανίας ἀβίωτον ᾤοντο τὸν βίον, εἰ συμβαίη τοῦ κοινοῦ τούτοις σωτῆρος ἀποσχέσθαι, περὶ σφίσιν αὐτοῖς εἰκότως δεδιότες, μήποτε καὶ σχετλιώτερόν τι τῶν προτέρων ὑποσταῖεν, τὸ ἀλεξίκακον ἐκεῖνο σῶμα μὴ παρακατέχοντες· βίᾳ μὲν οὖν, πείσαντες δ’ ὅμως τοὺς διακομιστὰς ἐκείνους μοναχούς, τοῖς μὲν χρήματα ἐπέδωκαν, αὐτοὶ δὲ τὸ θεῖον ἐκεῖνο σκῆνος ἀνελόμενοι, «ψαλμοῖς τε καὶ ᾠδαῖς πνευματικαῖς» πομπῇ τε δημοσίᾳ καὶ ἄλλως φιλοτιμοτάτῃ χρώμενοι, προέπεμπόν τε καὶ ἐνετίθεντο τῇ κώμῃ, μᾶλλον δὲ αὐτῷ ταύτην ἀνετίθουν.

Ἀλλὰ γὰρ τίς ἐνταῦθα λόγος τῶν ἐπιβατηρίων θαυμάτων τὴν πληθὺν ἀπαριθμήσαιτ’ ἄν; Ὁ μὲν γὰρ ὀξύτερον Λυγκέως ἔβλεπε, πρότερον τῆς ὄψεως πονήρως ἔχων· ὁ δὲ τὰ ὦτα ψόφων εἶχεν ἀντιληπτικά, χθὲς καὶ πρὸ ταύτης ἐκκεκωφημένος· γλῶτταν ἕτερος εὔλαλον ἐκίνει, τῶν ἰχθύων σχεδὸν ἀφωνότερος τυγχάνων πρώην· καὶ ἄλλος ἄλλου του πονήρως ἔχων τῶν μελῶν, παραχρῆμα πάντες ἀνερρώννυντο· ἔστι δ’ ὧν καὶ τὸ σῶμα πᾶν, δεινῆς νόσου παρανάλωμα κινδυνεῦον ἔσεσθαι, πρὸς ὑγίειαν ἐν ἀκαρεῖ μετεποιεῖτο. Καὶ πάντες ἔχαιρον, ἐκρότουν, ἐπαιάνιζον.

Καὶ τῶν οὐσιῶν δὲ συμφέροντες ἦσαν ἕκαστος οὐ μικρὰν ἀπόμοιραν, ἀφιέρωσάν τε μέρος αὐτῷ γῆς τὸ χαριέστατον καὶ νεὼν νεουργήσαντες ἀνήγειραν περικαλλῆ καὶ πολυτιμήτοις ἀναθήμασι κεκοσμημένον. Ἐπέχει δὲ αὐτὸς οὐκ ἐκεῖνον ἄρα μόνον, ἀλλὰ καὶ τουτονὶ τὸν χῶρον μάλιστα, σὺν οὐκ ὀλίγοις ἄλλοις, ἐφ’ ὧν ᾄδεταί τε καὶ θαυμάζεται καὶ ταῖς ἐτησίοις τιμᾶται τελεταῖς· ἐπαινῶ γὰρ τὸν εἰπόντα, τοὺς ἀγαθοὺς τῶν τεθνηκότων ἐπὶ πάσης γῆς τεθάφθαι, τῷ διὰ πάσης τὰς σφίσιν ὑπηργμένας ἀριστείας ἀνακηρύττεσθαι.

Τοῖς μὲν οὖν ἄλλοις, μικροῦ δέω λέγειν ἅπασι, συντέθνηκε τὸ ἀριστεύειν· ὁ δ’ ἡμῖν μέγας ἐν πατράσιν οὑτοσὶ Πέτρος καὶ μετὰ θάνατον ἀθάνατός ἐστι δι’ αἰῶνος ἀριστεύς, καὶ ὃ πάντων ἐστὶ μέγιστον, ὡς οὐκ ἐνταυθοῖ μόνον τούτου μέγα κλέος ἐστίν, οὐδ’ ἐπὶ τῆς γῆς ἁπάσης ὅση τῷ νόμῳ τῆς χάριτος ἰθύνεται καὶ τοῖς τῶν εὐαγγελικῶν λογίων εἴκει θεσμοῖς, ἀλλὰ καὶ κατ’ αὐτὸν τὸν οὐρανὸν καὶ τὰς ἐπ’ αὐτοῦ περὶ Θεὸν δυνάμεις, αἷς καὶ αὐτὸς ἐνδιαιτᾶται νῦν. Ὃ γὰρ μόνης τῆς θείας ὂν τυγχάνει φύσεως, τὸ πανταχοῦ παρεῖναι, τοῦτ’ ἐκεῖνος κατὰ τὴν ὑπὸ Θεοῦ δεδομένην αὐτῷ χάριν ἀπηνέγκατο, παρὼν μὲν τοῖς ἐπὶ γῆς δι’ εὐφήμου καὶ ἀνεπιλήστου μνήμης, ἐν δ’ οὐρανῷ τοῖς ἀπ’ αἰῶνος ἁγίοις ἐναρίθμιος διατελῶν καὶ τὴν μετ’ ἀγγέλων περὶ Θεὸν συνεξελίττων ἄληκτον χορείαν.

Οὕτω ζῶν μὲν πάντα ἀπεκτήσατο, θανὼν δὲ πάντα ἐκληρώσατο· καὶ τὴν οἰκουμένην φυγὼν ἔτι περιών, τὸν οὐρανὸν ἀποβιοὺς ἀντέλαβε, μᾶλλον δὲ πρὸς τῇ γῇ κακεῖνον προσεκτήσατο· καὶ τὴν πάντων αἴσθησιν λαθὼν κατὰ τὸν βίον, νῦν ἐξ ἀνθρώπων γεγονώς, πᾶσαν πάντων αἴσθησιν καὶ τέρπει καὶ ὀνίνησι. Κεῖται μὲν γὰρ ὀλίγου δεῖν ἐπὶ τὰς ἁπάντων σὺν θαύματι γλώττας, φθάνει δὲ μικροῦ παραπλησίως ἐπὶ τὰς ἁπάντων ἀκοάς, καὶ θέαμα πρόκειται προσκυνητὸν καὶ δι’ ἁφῆς λυσιτελέστατον. Οὐ μόνον δέ, ἀλλὰ καὶ τὰς τῆς ψυχῆς ἐπὶ τὸ κρεῖττον μεθαρμόζει δυνάμεις, τοῖς κατὰ τὸν οἰκεῖον βίον ὑποδείγμασι πάντας ἐκδιδάσκων, οὗ δεῖ ταύταις καὶ ὅπως καὶ ἐφ’ ὅσον χρηστέον· καὶ οὕτω παντοίως πάντας εὐποιῶν καὶ κοινὸν προκείμενος ἀγαθῶν ἁπάντων πρυτανεῖον, ἀρετῆς ἡγεμών, φυγαδευτὴς κακίας, ἁπάντων παντοῖος προμηθεύς, ποριστὴς ἐν ἀπορίαις εὐμήχανος, καί, συνελόντα φάναι, πρὸς πᾶν ὅτου τις ἂν δέοιτο βοηθὸς ἑτοιμότατος, μᾶλλον δὲ πρὸς πᾶσαν λογικὴν φύσιν ἁρμοζόντως ἑαυτὸν σὺν Θεῷ μεταποιῶν, καὶ διώκτης μὲν δαιμόνων, εὐεργέτης δὲ ἀνθρώπων, συμπολίτης δὲ ἀγγέλων ὤν.

Ἀλλ’ ὁ μὲν οὕτως ἑαυτὸν προὔθηκεν ἡμῖν χρῆμά τε μέγα καὶ φάρμακον πρὸς πᾶν εἶδος θεραπείας διαρκές, ὑπόδειγμά τε φιλοσοφίας ἀληθοῦς, τοῖς κατ’ ἀρετὴν βιοῦν προαιρουμένοις καὶ τοῖς περὶ λόγους μέγα δυναμένοις ὑπόθεσιν ἀρίστην, καὶ κοσμεῖν οὐδὲν ἧττον ἢ κοσμεῖσθαι πεφυκυῖαν. Ἡμῶν δ’ οὐδεὶς ἁπάντων οὔτε μιμήσασθαι τοῦτον διὰ τέλους οὔτε πρὸς ἀξίαν ἐπαινέσαι δύναιτ’ ἄν. Εἰ δ’ ὅπως ἂν ἕκαστος ἔχοι δυνάμεως ζηλοίη τε καὶ εὐφημοίη, πρεπόντως ἂν δή που δρῴη· δοξάζων διὰ τούτου τὸν ἐν τρισὶν ὑποστάσεσιν ἕνα κατ’ οὐσίαν, τοῖς εὖ φρονοῦσι πιστευόμενον Θεόν, ὅς ἐστι θαυμαστὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.