Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Η διδασκαλία περί θείων προόδων και η διακρίβωση της άκτιστης φύσης τους

Η παρουσίαση της αρεοπαγιτικής θεολογίας περί θείων προόδων και ενεργειών, και η αναίρεση της διδασκαλίας του Βαρλαάμ και του Ακινδύνου που τις υποβιβάζει σε κτίσματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 10

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΟΣΑΧΩΣ Η ΘΕΙΑ ΕΝΩΣΙΣ ΚΑΙ ΔΙΑΚΡΙΣΙΣ, ΚΑΙ ΟΤΙ ΜΗ ΚΑΤΑ ΤΑΣ ΥΠΟΣΤΑΣΕΙΣ ΜΟΝΟΝ, ΑΛΛΑ ΚΑΙ ΚΑΤΑ ΤΑΣ ΚΟΙΝΑΣ ΠΡΟΟΔΟΥΣ ΚΑΙ ΕΝΕΡΓΕΙΑΣ ΔΙΑΚΡΙΣΙΝ ΕΔΙΔΑΧΘΗΜΕΝ ΕΠΙ ΘΕΟΥ, ΚΑΙ ΟΤΙ ΚΑΘ’ ΕΚΑΤΕΡΑΝ ΕΝΩΣΙΝ ΤΕ ΚΑΙ ΔΙΑΚΡΙΣΙΝ ΑΚΤΙΣΤΟΝ ΦΡΟΝΕΙΝ ΠΑΡΕΛΑΒΟΜΕΝ ΑΥΤΟΝ, ΚΑΝ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΣ ΑΠΑΡΕΣΚΩΝΤΑΙ Διονύσιος ὁ μέγας αὐτήκοος γεγονὼς τῆς τῶν ἀποστόλων τοῦ Χριστοῦ φωνῆς, ἣ πάντως ἀπὸ τῆς πυρίνης ἐξηχεῖτο γλώττης, καὶ τῇ περὶ τὰ θεῖα συντόνῳ τε καὶ παντελεῖ σχολῇ νοῦν καὶ γλῶτταν διαρκῶς γεγυμνασμένος, ἀλλ’ οὐδ’ ἄνευ ἐπιπνοίας θείας, περὶ θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τοῖς ἔπειτ’ ἐσομένοις λυσιτελῶς κεκινημένος, τὴν περὶ τούτων ἀσφαλεστάτην καὶ ἀληθῆ θεολογίαν τοῖς εὖ φρονοῦσι διετράνωσεν, ὡς ἂν ἡμεῖς ταύτῃ κανόνι καὶ φωτὶ χρώμενοι, καὶ δι’ αὐτῆς ὀρθοτομοῦντες τὸν τῆς ἀληθείας λόγον, τοὺς κατά τι ταύτης ἐκκλίνοντας καὶ παρατρεπομένους εὐχερῶς τε διορῶμεν καὶ λυσιτελῶς εὐθύνωμεν· εἰ μὲν ἕλοιντο, καὶ αὐτοῖς· εἰ δὲ μή, τοῖς γοῦν ὑπὸ τῆς σεσοφισμένης αὐτῶν χρηστολογίας καὶ πιθανότητος σαλευομένοις, ἀσφαλείας ὀρέγοντες σὺν θεῷ φάναι χεῖρα, καθόσον ἐφικτόν.

Οὗτος τοίνυν ὁ μέγας καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι θεοφόροις τὰ αὐτὰ καὶ φρονεῖν καὶ λέγειν μαρτυρῶν φησι· «λέγουσιν οἱ τῆς καθ’ ἡμᾶς θεολογικῆς παραδόσεως ἱερομύσται τὰς μὲν ἑνώσεις τὰς θείας, τὰς τῆς ὑπεραρρήτου καὶ ὑπεραγνώστου μονιμότητος, κρυφίας καὶ ἀνεκφοιτήτους ὑπεριδρύσεις· τὰς διακρίσεις δὲ τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας, προόδους τε καὶ ἐκφάνσεις· καί φασι τοῖς ἱεροῖς λογίοις ἑπόμενοι καὶ τῆς εἰρημένης ἑνώσεως ἰδίᾳ· καὶ αὖθις, τῆς διακρίσεως εἶναί τινας ἰδικὰς καὶ ἑνώσεις καὶ διακρίσεις».

Καὶ πάλιν· «εἰ δὲ καὶ θεία διάκρισίς ἐστιν ἡ ἀγαθοπρεπὴς πρόοδος τῆς ἑνώσεως τῆς θείας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυνούσης τε καὶ πολλαπλασιαζούσης, ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις, αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις, αἱ ἄλλαι δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος, καθ’ ἃς ἐκ τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὑμνεῖται τὰ ἀμεθέκτως μετεχόμενα». Καὶ μετά τινα· «τούτων τῶν ἑνώσεών τε καὶ διακρίσεων, ὅσας ἐν τοῖς λογίοις θεοπρεπεῖς αἰτίας εὑρήκαμεν, ἐν ταῖς Θεολογικαῖς ὑποτυπώσεσιν ἰδίᾳ περὶ ἑκάστου διαλαβόντες, ὡς ἐφικτόν, ἐξεθέμεθα».

Ὁ μὲν οὖν μέγας Διονύσιος οὕτω, καὶ τοῦτο τοῖς εἰρημένοις προσθείς, ὡς «οὕτως ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν, ὡς αὐτὰ τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται». Βαρλαὰμ δὲ καὶ Ἀκίνδυνος οὐχ οὕτω φασίν, οὐδ’ οὕτως ἡνῶσθαι τὰ θεῖα καὶ διακεκρίσθαι, καθάπερ οἱ θεοφόροι θεολόγοι διατρανοῦσιν. Ἀλλ’ ὥσπερ Ἄρειος καὶ Εὐνόμιος καὶ Μακεδόνιος προφάσει τῆς κατὰ τὰς ὑποστάσεις διακρίσεως εἰς κτιστὰ καὶ ἄκτιστα κατέτεμον τὸ θεῖον, οὕτως οὗτοι νῦν προφάσει τῆς κατὰ τὰς κοινὰς προόδους διακρίσεως εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομοῦσι τὸν θεόν.

Καὶ καθάπερ ἐκεῖνοι τοὺς μὴ κατὰ τὸν ἴσον αὐτοῖς τρόπον δυσσεβοῦντας, ἀλλὰ καὶ κατὰ τὰς τρεῖς ὑποστάσεις ἄκτιστον εἰδότας τὸν θεὸν καὶ τὸ μεῖζον καὶ δευτερεῦον ἐπὶ τῶν τοιούτων μηδὲν τῷ ἀκτίστῳ λυμαίνεσθαι διαβεβαιουμένους, τριθεΐτας ἔλεγον, ὡς τρεῖς δῆθεν ἀκτίστους σέβοντας θεοὺς μείζους καὶ ἐλάττους, αὐτοὶ τοῦτο πάσχοντες ὡς ἀληθῶς, οὕτως οὗτοι νῦν, δύο τοῦ θεοῦ λέγοντες θεότητας, κτιστὴν καὶ ἄκτιστον, καὶ τὴν μὲν οὐσίαν τοῦ θεοῦ ὑπερκειμένην θεότητα ὡς ἄκτιστον, πᾶσαν δὲ κοινὴν πρόοδον καὶ ἐνέργειαν ἀγαθοπρεπῆ καὶ θείαν θεότητα ὑφειμένην ὡς κτιστήν, εἶτα τῶν μὴ κατὰ τὸν ἴσον αὐτοῖς τρόπον αἱρουμένων δυσσεβεῖν, ἀλλὰ καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰς ὑποστάσεις καὶ κατὰ τὰς ἀγαθοπρεπεῖς ἐνεργείας καὶ προόδους ἄκτιστον εἶναι φρονούντων τὸν θεόν, καὶ τὸ κατὰ τοὺς θεολόγους ὑπερκείμενον ἐν τοῖς τοιούτοις μηδὲν τῷ ἀκτίστῳ καὶ ἑνιαίῳ προσίστασθαι δεικνύντων, καταβοῶσιν ὡς δύο ἀκτίστους θεότητας λεγόντων, ὑπερκειμένην καὶ ὑφειμένην.

Ἀλλ’ Ἄρειος μὲν καὶ Εὐνόμιος οὐδὲ πάσας τὰς θείας ὑποστάσεις ἐτίθεντο κτιστάς· Βαρλαὰμ δὲ καὶ Ἀκίνδυνος πάσας τὰς θεοπρεπεῖς τῆς τρισυποστάτου θεότητος προόδους τε καὶ ἐνεργείας εἰς κτίσμα κατασπῶσιν. Ἵν’ οὖν μηδεμίαν τούτων ἄνω τῆς κτίσεως, τό γε εἰς αὐτοὺς ἧκον, καταλίπωσιν, ἔργῳ τὰ τῶν μύθων ἐπιδείκνυνται καὶ τὸ τοῖς Ἀλωάδαις ἐπιτεθρυλημένον, ᾗ δυνάμεως ἔχουσι, μιμοῦνται. Τὰς γὰρ μεγίστας τῶν αἱρέσεων συμφορήσαντες εἰς ἕν, καὶ τῇ τοῦ Ἀρείου πονηρᾷ διαστολῇ τὴν οὐχ ἧττον θεομάχον τοῦ Σαβελλίου συστολὴν ἐπιφορήσαντες, καὶ οἷόν τινα Χαλάνης πύργον ᾠκοδομηκότες, ἵνα τοῖς ἐκ τῆς ἀληθοῦς ἱστορίας ὑποδείγμασι χρήσωμαι, μᾶλλον δὲ κἀκείνου τοῦ πύργου διαφερόντως πονηρότερον—οὗτοι γὰρ ἀντὶ λίθων αἱρέσεις συνδοῦσι πονηράς—, τοιαῦτα τοίνυν συσκευάσαντες κατὰ πασῶν χωροῦσι τῶν τοῦ θεοῦ ἐνεργειῶν, νῦν μὲν εἰς κτίσμα κατασπῶντες ταύτας, νῦν δὲ τῇ τοῦ θεοῦ συναλείφοντες οὐσίᾳ καὶ μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν ἄκτιστον ἐνέργειαν ἀποφαινόμενοι, καὶ πανταχόθεν ἀναιροῦντες τὴν κατὰ τὰς κοινὰς ἐνεργείας καὶ προόδους τοῦ θεοῦ διάκρισιν.

Ἐπαναληπτέον οὖν ἡμῖν τὰ προτεθεολογημένα τῷ μεγάλῳ καὶ διευκρινητέον ἕκαστον εἰς δύναμιν καὶ τοῖς ἐκ τούτων ἀναφαινομένοις ἀληθῶς πειστέον. «Ἐπὶ πάσης γὰρ θεολογίας συμπέπλεκται τῷ ῥητῷ τὸ ἄρρητον· καὶ τὸ μὲν αὐτῆς», κατὰ τὸν αὐτὸν εἰπεῖν, «μυστικὸν ὑπάρχον καὶ τελεστικὸν δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις, τὸ δὲ φιλόσοφον ὂν καὶ ἀποδεικτικὸν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν», ἣν ἡμῖν ἐμφανιστέον ἀρτίως ὁπόση δύναμις, ὡς ἐξ ἀναποδείκτων καὶ αὐτοπίστων ἀρχῶν τῶν τοῦ μεγάλου τουτωνὶ λόγων. Οὗτος γὰρ ἡμῖν εἴπερ τις τῶν τοιούτων ἀξιόχρεως μυσταγωγός· καὶ παρ’ αὐτοῦ σχεδὸν πρώτου καὶ τοῦ συνῳδὰ τούτῳ διδάξαντος Ἱεροθέου, καὶ αὐτὰ σχεδὸν τὰ στοιχεῖα τῆς θεολογίας ἡ ἐκκλησία μεμύηται, ὡς καὶ στοιχειώδεις θεολογίας ἔστιν ἃ τούτων ἐπιγεγράφθαι. «Μετὰ τὸ διεξελθεῖν τοίνυν καὶ ἀναπτύξαι πάντα τρόπον τῆς τε ἡνωμένης καὶ τῆς διακεκριμένης θεολογίας», φησὶν ὁ μέγας Διονύσιος, «οὕτως ἡμεῖς τὰ θεῖα καὶ ἑνοῦν τῷ λόγῳ καὶ διακρίνειν σπεύδομεν», οὐχὶ τὰ θεῖα καὶ τὰ κτίσματα. Πῶς δ’ οὕτως; «Ὡς αὐτά», φησί, «τὰ θεῖα καὶ ἥνωται καὶ διακέκριται», οὐχὶ τὰ κτίσματα καὶ ὁ θεός. Τοιγαροῦν ταῖς τοῦ θεοῦ ἑνώσεσιν αἱ διακρίσεις πᾶσαι καταλλήλως ἔχουσι καὶ ἄκτιστοι διατελοῦσιν, ἐπειδήπερ αἱ ἑνώσεις ἄκτιστοι.

Καὶ οὐδεὶς τῶν εὖ φρονούντων κτιστὴν ἂν φαίη τινὰ τῶν τοιούτων διακρίσεων Βαρλαὰμ καὶ Ἀκινδύνῳ πεπεισμένος, ἵνα μὴ καὶ τὴν κατὰ ταύτην ἕνωσιν εἰς κτίσμα κατασπάσῃ, μᾶλλον δὲ μὴ καὶ πάσας διὰ τῆς μιᾶς ἀποφήνειε κτιστάς, τάς τε θείας ἑνώσεις καὶ τὰς διακρίσεις· ὁμοταγεῖς γάρ εἰσι, καὶ συνειλημμένως εἴρηται περὶ αὐτῶν τὸ θείας εἶναι, ὡς κατὰ τὸ θεῖον μηδεμίαν διαφορὰν ἐχούσας πρὸς ἀλλήλας.

Ἀλλὰ τῷ Ἀκινδύνῳ ῥᾴδιον παραγράψασθαι τὴν μαρτυρίαν εἰρηκότι μὴ φάναι τὸν μέγαν «ἑνώσεις καὶ διακρίσεις θείας», ἀλλ’ «ἡνῶσθαι καὶ διακεκρίσθαι τὰ θεῖα»· οὕτω γὰρ καὶ τὸν θεὸν ἐνεργεῖν φησιν, ἀλλ’ οὐκ ἐνέργειαν ἔχειν.

Καὶ τοῖς τοιούτοις λήροις παρασύρων τὴν ἀλήθειαν ὑπεξάγει καταβραχὺ τοὺς ὑπ’ αὐτοῦ παραγομένους εἰς τὸ κτίσματα νομίζειν τὰς θείας ἐνεργείας. Ὁ δὲ μέγας Διονύσιος καὶ τὴν ἀπροφάσιστον αὐτοῦ ταύτην πρόφασιν περιαιρῶν ἐπάγει· «τούτων οὖν τῶν ἑνώσεών τε καὶ διακρίσεων, ὅσας ἐν τοῖς λογίοις θεοπρεπεῖς αἰτίας, τουτέστι τρόπους, εὑρήκαμεν, ἰδίᾳ περὶ ἑκάστου διαλαβόντες ἐξεθέμεθα».

Εἰσὶν ἄρα διάφοροι ἐπὶ θεοῦ καὶ ἑνώσεις καὶ διακρίσεις· ἅπασαι μέντοι συλλήβδην θεοπρεπεῖς, δηλονότι ἄκτιστοι παραπλησίως. Κἀν τῷ πρὸ τοῦδε ῥητῷ θείαν διάκρισίν φησιν ὁ μέγας «τὴν ἀγαθοπρεπῆ πρόοδον, τῆς ἑνώσεως τῆς θείας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυνούσης τε καὶ πολλαπλασιαζούσης». Εἶτα καὶ τὴν καθόλου ταύτην εἰρημένην πρόοδον εἰς πολλὰς προόδους διακρίνει, ταύτας εἶναι λέγων τὰς «οὐσιώσεις», τὰς «ζωώσεις», τὰς «σοφοποιήσεις».

Εἰ οὖν αὗται κτίσματα, καθάπερ Βαρλαὰμ καὶ Ἀκίνδυνός φασι, πῶς ἂν ἔφη θείαν διάκρισιν ὁ θεορρήμων τὴν τούτων διάκρισιν, καὶ θείαν αὖθις ἕνωσιν τὴν τῶν κτισμάτων τούτων ἕνωσιν; Εἰ δὲ τοῖς κτίσμασι μὲν ἐναρίθμιός ἐστι κατὰ τὸν Ἀκίνδυνον καὶ ἡ τῷ καθόλου λόγῳ συμπεριειληφυῖα ταύτας πρόοδος, ἡ δὲ ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθύνουσα ἕνωσις ἄκτιστος—πῶς γὰρ οὐκ ἄκτιστος ἧς ἡ ἀγαθότης οὐ τῶν αὐτῶν; —, ἀλλ’ ἀκτίστων καὶ κτιστῶν ἔδει λέγειν εἶναι καὶ τὴν ἕνωσιν καὶ τὴν διάκρισιν.

Ἀλλὰ προσθεὶς ὁ θεηγόρος μετὰ τοῦ «ὑπερηνωμένως» καὶ τὸ «ἑαυτὴν ἀγαθότητι πληθυνούσης καὶ πολλαπλασιαζούσης», ἄκτιστον ἔδειξε μετὰ τῆς ἑνώσεως καὶ τὴν διάκρισιν· αὐτὴ γὰρ ἑαυτὴν διακρίνει τε καὶ πολυπλασιάζει. Ἀλλ’ ἐπιπηδῶσιν οἱ τὰς θείας προόδους μετὰ τῶν κτισμάτων τάττοντες τῷ πολυπλασιασμῷ τούτῳ, λέγοντες, μᾶλλον δὲ νοοῦντες οὐ καλῶς, πολυπλασιάζεσθαι τὸν θεὸν τῇ ἐξ αὐτοῦ παραγωγῇ τῶν πολλῶν κτισμάτων. Πρὸς οὓς δεῖ λέγειν, ὡς οὐχὶ τὰ κτίσματα πρόοδοι, καθ’ ἃς πολυπλασιάζεται τὸ θεῖον, ἀλλὰ τὰ τῶν προόδων τούτων ἀποτελέσματά ἐστι τὰ κτίσματα, τῇ δὲ παραγωγῇ τούτων αἱ πρόοδοι τοῦ θεοῦ γνωσταὶ κατέστησαν ἡμῖν· ἐκ γὰρ τῶν κτισμάτων οὐχ ἡ οὐσία τοῦ θεοῦ, ἀλλ’ ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῖς νοῦν ἔχουσι γίνονται κατάδηλοι.

Τί γὰρ νοοῦμεν ἀπὸ τῶν κτισμάτων; Ὅτι δημιουργὸς τούτων ὁ θεός. Εἰ δὲ δημιουργὸς τοιούτων, καὶ ἀγαθὸς καὶ σοφὸς καὶ δυνατός· καὶ κατὰ ταῦτα νοοῦμεν ἀπὸ τῶν αὐτοῦ κτισμάτων τὸν θεόν, ἀλλ’ οὐ κατὰ τὴν οὐσίαν, καθάπερ καὶ ὁ Παῦλος ἐδίδαξεν ἡμᾶς, ὅτι «τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης». Ἆρ’ οὖν ἡ οὐσία τοῦ θεοῦ τοῖς ποιήμασι νοουμένη καθορᾶται; Οὔμενουν· τοῦτο γὰρ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου παραφροσύνης ἐστί, καὶ πρὸ τούτων τῆς Εὐνομίου παραφορᾶς· καὶ οὗτος γὰρ πρὸ τούτων κατὰ τούτους ἐκ τῶν ποιημάτων οὐδὲν ἕτερον, ἀλλ’ αὐτὴν λογογραφεῖ νοεῖσθαι τὴν οὐσίαν τοῦ θεοῦ. Ὁ δὲ θεῖος ἀπόστολος πολλοῦ δεῖ τὰ τοιαῦτα ὑφηγεῖσθαι. Προδιδάξας γὰρ ὅτι «τὸ τοῦ θεοῦ γνωστὸν φανερόν ἐστι» καὶ δείξας ὡς ἔστι καὶ ἄλλο τι ὑπὲρ τὸ γνωστὸν τοῦτο τοῦ θεοῦ, ὅπερ ἐφανέρωσε πᾶσι τοῖς νοῦν ἔχουσιν αὐτός, εἶτ’ ἐπήνεγκε· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Τὸ δὲ γνωστὸν τοῦ θεοῦ τί ἐστιν, οὕτως ἂν μάθοις. Οἱ θεοφόροι πατέρες ἐξηγούμενοί φασι· τοῦ θεοῦ τὸ μέν ἐστιν ἄγνωστον, ἤγουν ἡ οὐσία αὐτοῦ, τὸ δὲ γνωστόν, ἤγουν πάντα τὰ περὶ τὴν οὐσίαν, τουτέστιν ἡ ἀγαθότης, ἡ σοφία, ἡ δύναμις, ἡ θειότης, ἤτοι μεγαλειότης, ἃ καὶ ἀόρατα ὁ Παῦλος λέγει, νοούμενα μέντοι τοῖς ποιήμασι.

Τὰ δὲ ἀπὸ τῶν κτισμάτων περὶ τὴν οὐσίαν τοῦ θεοῦ νοούμενα ταυτὶ πῶς ἂν εἴη πάλιν κτίσματα; Οὕτως ἄρα ἐν μιᾷ θεότητι ἀκτίστῳ εἷς ἄκτιστος θεός, ὡς μὴ κατ’ οὐσίαν μόνον ἄκτιστος ὑπάρχων τὴν πανταχόθεν παντάπασιν ἀπερινόητον, ἀλλὰ καὶ κατὰ τὰ περὶ τὴν οὐσίαν, ἃ νοεῖται κατὰ τὸν θεῖον Παῦλον ἀπὸ τῶν κτισμάτων. Βαρλαὰμ δὲ καὶ Ἀκίνδυνος τὰ ἀόρατα ταῦτα τοῦ θεοῦ, τὰ περὶ τὴν οὐσίαν ὄντα τοῦ θεοῦ, τὴν ἀγαθότητα, τὴν σοφίαν, τὴν δύναμιν, τὴν θειότητα, ἤγουν μεγαλειότητα, καὶ τὰ παραπλήσια τούτοις κτιστά φασιν, ἐπειδὴ περὶ τὴν οὐσίαν, ἀλλ’ οὐκ οὐσία ἐστί· νοῦν γὰρ οὐκ ἔχοντες ἐκ τῶν ποιημάτων τοῦ θεοῦ νοῆσαί τε καὶ κατιδεῖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀόρατα, τὸν θεὸν οὐσίαν εἶναι μόνον ἰσχυρίζονται, καὶ μόνην ἄκτιστον τὴν οὐσίαν τοῦ θεοῦ, καὶ οὕτω διχοτομοῦσι τὸν θεὸν οἱ τάλανες εἰς κτιστὰ καὶ ἄκτιστα, καὶ δογματίζουσιν ἀφρόνως ἀδιάφορον εἶναι τῇ ἀκτίστῳ οὐσίᾳ τὴν ἄκτιστον ἐνέργειαν.

Ταύτην οὖν μόνην εἶναι λέγοντες ἄκτιστον καὶ ὑπερκειμένην ὡς ἄκτιστον θεότητα, πάσας δὲ τὰς περὶ τὴν οὐσίαν ἐνεργείας καὶ αὐτὴν τὴν ἐναριθμουμένην τούτοις παρὰ τῶν πατέρων θεότητα κτιστήν, οὐ διθεΐᾳ μόνον περιπίπτουσιν, ἀλλὰ καὶ ἀθεΐᾳ· διὰ μὲν γὰρ τῶν ἐνεργειῶν καὶ τὴν θείαν οὐσίαν εἰς κτίσμα κατασπῶσι, τῷ δὲ τὴν διαφορὰν αὐτῶν ἀρνεῖσθαι δι’ ἀλλήλων ἀναιροῦσι ταύτας, καὶ οὕτω τῇ κατ’ ἔλλειψιν ἀγνωσίᾳ τοῦ θεοῦ οἱονεί τινι ζόφῳ περιπίπτουσι. Πῶς γὰρ ὅλως γνώσονται θεὸν οἱ τὸ γνωστὸν αὐτοῦ μὴ συνορῶντες ἐκ τῶν ποιημάτων, ἀλλὰ νῦν μὲν τῇ ὑπὲρ πᾶσαν γνῶσιν τοῦτο συντάττοντες οὐσίᾳ, νῦν δὲ τοῖς ἐξ ὧν γινώσκεται ποιήμασι, καίτοι τῆς δυνάμεως καὶ ἐνεργείας οὐδὲν ἄλλο συνιδεῖν ἐστιν, ἢ οὗ ἐστι δύναμίς τε καὶ ἐνέργεια καὶ ὃ ἀποτελεῖ; Τῷ γὰρ λόγῳ τῆς ἐπινοίας ἐκ τῶν ἐνεργημάτων περὶ τὴν ἐνεργοῦσαν οὐσίαν καταλαμβάνεται, τῇ οὐσίᾳ ἧς ἐστι κατάλληλος, ὡς κτιστὴν μὲν εἶναι τῆς κτιστῆς οὐσίας τὴν ἐνέργειαν, ἄκτιστον δὲ τῆς ἀκτίστου.

Τελέως οὖν ἀνοηταίνοντος καὶ ὡς εἰπεῖν βοσκηματώδους διανοίας μὴ τὴν τοῦ ἐνεργοῦντος ἐνέργειαν ἐκ τῶν δημιουργημάτων συνορᾶν, ἀλλ’ ἢ τιθέναι μετὰ τῶν ἐνεργημάτων ταύτην ἢ τῆς ἐνεργούσης οὐσίας ἀδιάφορον νομίζειν, ὡς εἶναι τὸν θεὸν οὐσίαν μόνον ἐνεργείας ἄμοιρον. Τό γε μὴν τοῖς κτίσμασι καὶ ἀποτελέσμασι συναριθμεῖν τὴν θεωρουμένην περὶ τὴν θείαν φύσιν δύναμίν τε καὶ ἐνέργειαν ὡς διενηνοχυῖαν ὁπωσοῦν τῆς φύσεως, τοῦτο δὲ πρὸς τῇ φρενοβλαβείᾳ καὶ δυσσεβείας οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλόν ἐστιν ὑπερβολή. Τῆς γὰρ ἐνεργούσης φύσεως οὐκ ἔστι διαζεῦξαι κατὰ τὸ κτιστόν τε καὶ ἄκτιστον τὴν κατάλληλον δύναμίν τε καὶ ἐνέργειαν, εἰ καὶ τρόπον ἕτερον διενήνοχεν αὐτῆς· διὸ καὶ ἡ κτιστὴ κατὰ τοὺς πατέρας ἐνέργεια «κτιστὴν χαρακτηρίζει φύσιν». Ὅθεν δῆλον ὡς καὶ τὴν θείαν φύσιν εἰς τὴν κτίσιν ὁ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως λόγος κατασπᾷ, καὶ μάτην, μᾶλλον δὲ πρὸς ἀπάτην, ἓν παρ’ αὐτῶν φημίζεται τὸ ἄκτιστον· οὐδὲν γὰρ εἶναι ἄκτιστον παρ’ αὐτῶν κατασκευάζεται.

Βαρλαὰμ μὲν οὖν καὶ Ἀκίνδυνος ὑπ’ ἀνοίας ἄκρας τὰ τῶν θείων ἐνεργειῶν ἀποτελέσματα ὁρῶντες ἀμβλυωποῦσι πρὸς αὐτὰς τὰς ἐνεργείας. Ὁ δὲ μέγας Διονύσιος ἐν δυσὶ πρὸς τοῖς δέκα βιβλίοις ἐξυμνήσας ταύτας, οὐ γὰρ ἁπλῶς διάκενον ἦχον ὀνομάτων, ἀλλὰ τὰ ὑπὸ τούτων σημαινόμενα ὑμνεῖ, κἀνταῦθα τοῦ λόγου, μετὰ τὸ διευκρινῆσαι τὴν κατὰ τὰς ὑποστάσεις τοῦ θεοῦ διάκρισιν, φησίν· «ἐπεὶ δὲ θεία διάκρισίς ἐστι καὶ ἡ ἀγαθοπρεπὴς πρόοδος, ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις». Μεταδόσεις μὲν οὖν ἐνταῦθα συλλαβὼν πάσας τὰς προόδους καὶ ἐνεργείας τοῦ θεοῦ ἐκάλεσε. Προσέθηκε δὲ τὸ ἀσχέτους εἶναι ταύτας, ἵνα μή τις νομίσῃ ταύτας εἶναι τὰ ἀποτελέσματα, οἷον τὴν ἑκάστου τῶν ὄντων οὐσίαν ἢ τὴν ἐν τοῖς ζῶσιν αἰσθητὴν ζωὴν ἢ τὸν τοῖς λογικοῖς καὶ νοεροῖς ἐνόντα λόγον τε καὶ νοῦν. Πῶς γὰρ ἂν εἴη ταῦτ’ ἐν θεῷ καὶ ἄσχετα, κτιστά γε ὄντα; Πῶς δ’ αἱ τοῦ θεοῦ ἄσχετοι πρόοδοι καὶ μεταδόσεις κτίσματα, τῆς ἀσχέτου μεταδόσεως φυσικῶς ἐνούσης τῷ μεταδιδόντι, καθάπερ ἐπὶ τοῦ φωτὸς ὁρῶμεν; Προϊὼν δ’ ὁ μέγας καὶ ἀπαριθμεῖται τὰς μεταδόσεις ταύτας κατὰ μέρος. Εἰπὼν γὰρ «αἱ ἄσχετοι μεταδόσεις», ἐφεξῆς φησιν· «αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις, αἱ ἄλλαι δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος, καθ’ ἃς ἐκ τῶν μετοχῶν καὶ τῶν μετεχόντων ὑμνεῖται τὰ ἀμεθέκτως μετεχόμενα». Τίνα ταῦτα;

Ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Ὑμνεῖται τοίνυν ταῦτα παρὰ τῶν θεολόγων ἐκ τῶν μετεχόντων, τουτέστι τῶν μετοχῇ τὸ εἶναι ἐχόντων, δηλονότι τῶν κτιστῶν. Ἀλλὰ καὶ ἐκ τῶν μετοχῶν, δηλαδὴ τῶν μεταδόσεων, αἳ οὐ μετοχῇ τὸ εἶναι ἔχουσιν· οὐ γὰρ ἂν εἶεν μετοχαί, ἀλλὰ μετέχοντα. Εἰ δὲ μὴ μετοχῇ τὸ εἶναι ἔχουσιν, οὐδὲ κτισταί· μὴ οὖσαι δὲ κτισταὶ οὐδὲ τοῦ θεοῦ εἰσιν ἐκτός, ἀλλ’ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ εἰσι, καθὰ προϊὼν καὶ ὁ μέγας οὗτος δείκνυσιν. Οὐ μόνον ἄρα κατ’ οὐσίαν καὶ τὴν τῶν τριῶν ὑποστάσεων διάκρισιν ἄκτιστόν ἐστι τὸ θεῖον, ἀλλὰ καὶ κατὰ τὴν τῶν προόδων τούτων καὶ ἐνεργειῶν διάκρισιν, αἳ μετοχαί εἰσι τῶν ὄντων, ἀλλ’ οὐ μετοχῇ τὸ εἶναι ἔχουσιν· εἰ γὰρ μετοχῇ ἡ μετοχὴ τὸ εἶναι ἔχει, καὶ αὕτη πάλιν ἑτέρᾳ τοῦθ’ ἕξει μετοχῇ, καὶ αὕτη πάλιν ἑτέρᾳ καὶ τοῦτο ἐπ’ ἄπειρον.

Ἔτι τὸ μετεχόμενον τῶν μετεχόντων ἀναγκαῖον προυπάρχειν. Αἱ δὲ μετοχαὶ μετέχονται παρὰ τῶν κτισμάτων πάντων· οὐκοῦν καὶ προϋπάρχουσι πάντων τῶν κτισμάτων, ταὐτὸν δ’ εἰπεῖν ἄκτιστοί εἰσι. Καὶ μὴν οὐδὲν τῶν κτισμάτων ὑπὲρ τὰ ὄντα ἐστί. Τὰς δὲ μετοχὰς ταύτας καὶ ἀρχὰς καὶ θείας δωρεάς, εἰ καὶ ὄντα ὀνομάζει, ἀλλὰ καὶ ὑπὲρ τὰ ὄντα εἶναι πολλαχοῦ τῶν λόγων ὁ μέγας Διονύσιός φησιν· ἀλλὰ καὶ παραδείγματα τῶν ὄντων εἶναι ταύτας προϋφεστηκυίας ἐν θεῷ καθ’ ὑπερούσιον ἕνωσιν. Πῶς οὖν ἂν εἶεν αὗται κτίσματα; Ἐφεξῆς δὲ καὶ τί ταῦτα τὰ παραδείγματα διδάσκων ἐπιφέρει· «παραδείγματα δέ φαμεν εἶναι τοὺς ἐν θεῷ τῶν ὄντων οὐσιοποιοὺς καὶ ἑνιαίως προϋφεστῶτας λόγους, οὓς ἡ θεολογία προορισμοὺς καλεῖ, καὶ θεῖα καὶ ἀγαθὰ θελήματα τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, καθ’ οὓς ὁ ὑπερούσιος τὰ ὄντα πάντα καὶ προώρισε καὶ παρήγαγε». Πῶς οὖν οἱ προορισμοὶ καὶ τὰ ποιητικὰ τῶν ὄντων θεῖα θελήματα κτιστά; Πῶς δ’ οὐ φανεροὶ τυγχάνουσιν ὄντες τὴν τοῦ θεοῦ πρόνοιαν εἰς κτίσμα κατασπῶντες, οἱ τὰς προόδους ταύτας καὶ ἐνεργείας τιθέμενοι κτιστάς; Ἡ γὰρ οὐσιοποιὸς καὶ ζωοποιὸς καὶ σοφοποιὸς καὶ ἁπλῶς ἡ ποιητικὴ καὶ συνεκτικὴ τῶν κτιστῶς ὄντων ἐνέργειά ἐστι τὰ θεῖα ταῦτα θελήματα καὶ αἱ θεῖαι δωρεαὶ τῆς πάντων αἰτίας ἀγαθότητος, αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις.

Συμφθεγγέσθω δὲ ἡμῖν ὁ θεῖος Μάξιμος τὴν ποιητικὴν τῶν ὄντων πρόνοιαν τὰς προόδους εἶναι ταύτας τοῦ θεοῦ γράφων ἐν Σχολίοις· «κοιναὶ δέ εἰσι τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος αἱ δημιουργικαὶ πρόνοιαί τε καὶ ἀγαθότητες», τουτέστιν αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις.

Τῷ μὲν οὖν πολλὰς φάναι ταύτας καὶ διακεκριμένας ἔδειξε μὴ τὴν οὐσίαν οὔσας ταύτας τοῦ θεοῦ· μία γὰρ αὕτη καὶ παντάπασιν ἀδιαίρετος. Ἐπεὶ δὲ καὶ κοινὰς ἔφη τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος, οὐδὲ τὸν υἱὸν εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον παρέστησεν ἡμῖν· τούτων γὰρ οὐδὲν τῶν τριῶν ἐνέργεια κοινή. Τῷ δὲ μὴ μόνον προνοίας ταύτας φάναι καὶ ἀγαθότητας, ἀλλὰ καὶ δημιουργικάς, ἀκτίστους ὑπαρχούσας ἔδειξεν· εἰ γὰρ μή, δεδημιουργημένον ἔσται τὸ δημιουργικόν.

Οὐκοῦν ἑτέρῳ δημιουργικῷ, κἀκεῖνο πάλιν ἑτέρῳ δεδημιουργημένον ἔσται, καὶ πρὸς τὸ εἰς ἔσχατον τοῦτ’ ἐλαύνειν ἀτοπίας οὐδ’ ἐπ’ ἄπειρον στήσεται βαδίζον. Αἱ τοῦ θεοῦ ἄρα πρόοδοι καὶ ἐνέργειαι καὶ μεταδόσεις, αἱ οὐσιώσεις, αἱ ζωώσεις, αἱ σοφοποιήσεις καὶ ὅσα τούτοις παραπλήσια, πρόνοιαι καὶ ἀγαθότητές εἰσιν ἄκτιστοι θεοῦ, καὶ αὐτός ἐστιν αὗται ὁ θεός, εἰ καὶ μὴ κατ’ οὐσίαν· κατ’ ἐκείνην γὰρ ἀμέριστος καὶ ἀμέθεκτός ἐστι τελέως πάντων ἀπολελυμένος ὤν, ὡς μηδένα τῶν ὅσοι τῆς κατ’ εὐσέβειαν ἀκριβείας ἐπιγνώμονες κατ’ αὐτὴν νοῆσαι θεὸν ἢ ἐξειπεῖν ἐπιχειρῆσαί ποτε, νοεῖν δὲ καὶ λέγειν ἐγχειρεῖν ἀεὶ πάντας τοὺς ἱεροφάντας περὶ τῆς αὐτοῦ προνοίας καὶ ἀγαθότητος, καθ’ ἣν τῶν ἔξωθεν οὖσαν ἀπεργαστικήν, αἴτιός ἐστι τῶν ὄντων πάντων· τῷ γὰρ εἶναι ταύτην ἡ τῶν ὅλων παραγωγὴ καὶ ὑπόστασις ὑπῆρξεν. Οὐδὲν γὰρ ἕτερον ἡ θεία πρόνοια, ἢ τοῦ θεοῦ πρὸς τὰ καταδεέστερα ἐπιστροφὴ καὶ ἀγαθὴ θέλησίς ἐστι. Καὶ αὐτὴ πρὸ πάντων ἦν, οἷόν τις κοινὴ προμήθεια τῶν ἐσομένων, καὶ δι’ αὐτὴν ἅπαντα κατὰ καιρὸν προῆκται ὡς ὑπὸ δημιουργικῆς θελήσεως καὶ ἐνεργείας, καὶ ἐν αὐτῇ συνέστηκε τὸ πᾶν, ὡς ἐν συνεκτικῇ φρουρᾷ καὶ περιληπτικῇ ἑστίᾳ τοῦ παντός.

Διὰ ταῦτα τοίνυν ἡ μία πρόνοια καὶ ἀγαθότης, δι’ ἣν τῶν ὑποδεεστέρων ἐπιμέλειαν ποιεῖται ὁ θεός, οὐ μία μόνον, ἀλλὰ καὶ πολλαὶ πρόνοιαι καὶ ἀγαθότητες καλοῦνται παρὰ τῶν θεολόγων.

Ἐπεὶ δὲ καὶ διὰ τὴν τῆς ἀγαθότητος ἀνείκαστον ὑπερβολὴν πολυειδὲς ὑπέστησε τὸ πᾶν ὁ προαγωγεὺς καὶ κοσμήτωρ τοῦ παντός, τὰ μὲν εἶναι μόνον ἐθελήσας, τὰ δὲ πρὸς τῷ εἶναι κεκτῆσθαι καὶ ζωήν· καὶ τὰ μὲν νοερᾶς ταύτης εὐμοιρεῖν, τὰ δὲ μόνης ἀπολαύειν τῆς κατ’ αἴσθησιν, ἔστι δ’ ἃ καὶ μικτὴν ταύτην ἐξ ἀμφοτέρων ἐσχηκέναι· καὶ τῶν λογικὴν καὶ νοερὰν παρ’ αὐτοῦ λαβόντων τὴν ζωήν, τῇ πρὸς αὐτὸν ἐθελουσίῳ νεύσει τῆς αὐτοῦ ἑνώσεως ἐπιτυγχάνειν καὶ ζῆν οὕτω θείως καὶ ὑπερφυῶς τῆς αὐτοῦ κατηξιωμένα θεουργοῦ χάριτος καὶ ἐνεργείας· ἡ γὰρ αὐτοῦ θέλησις γένεσίς ἐστι τοῖς οὖσιν, ἢ προαγομένοις ἐκ μὴ ὄντος ἢ βελτιουμένοις, καὶ τοῦτο διαφόρως. Διὰ ταύτην τὴν ἐπὶ τὰ ὄντα τοῦ θείου θελήματος διαφορὰν ἡ μία ἐκείνη πρόνοια καὶ ἀγαθότης, ταὐτὸ δ’ εἰπεῖν ἡ δι’ ἀγαθότητα πρὸς τὰ καταδεέστερα τοῦ θεοῦ ἐπιστροφή, πολλαὶ πρόνοιαί τε καὶ ἀγαθότητες καί εἰσι καὶ λέγονται, ἀμερίστως ἐν τοῖς μεριστοῖς μεριζόμεναι καὶ ποικιλλόμεναι, ὡς τὴν μὲν προγνωστικὴν τοῦ θεοῦ δύναμιν καλεῖσθαι κατὰ τὰς ἀνωτέρω εἰρημένας, τὴν δὲ δημιουργικήν τε καὶ συνεκτικήν, τούτων δ’ αὖ, κατὰ τὸν μέγαν Διονύσιον, τὰς μὲν οὐσιώσεις, τὰς δὲ ζωώσεις, τὰς δὲ σοφοποιήσεις.

Ἑκάστη δὲ τούτων κοινή ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ κατ’ αὐτὴν ἑκάστην τὴν περὶ ἡμᾶς ἀγαθὴν καὶ θείαν θέλησιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ἡ οὐσιοποιὸς καὶ ζωοποιὸς καὶ σοφοποιὸς ἐνέργειά τε καὶ δύναμις.

Ἀκούοις δ’ ἂν παρὰ τῶν αὐτῶν καὶ ἀϊδίους νοήσεις καὶ κινήσεις εἶναι θεοῦ τὰς ἐνεργείας διδασκόντων ταύτας· τοῦ γὰρ μεγάλου Διονυσίου εἰπόντος «κινεῖσθαι τὸν θεὸν τῷ εἰς οὐσίαν ἄγειν καὶ συνέχειν τὰ πάντα, καὶ εὐθεῖαν μὲν αὐτοῦ κίνησιν τὴν ἀπαρέγκλιτον πρόοδον τῶν ἐνεργειῶν, ἑλικοειδῆ δὲ τὴν σταθερὰν πρόοδον καὶ τὴν γόνιμον στάσιν, κατὰ κύκλον δὲ τὸ ἐπιστρέφειν τὰ ὄντα πρὸς ἑαυτόν», ὁ θεῖος Μάξιμος, «κίνησίς ἐστι», φησί, «θεοῦ ἡ εἰς τὸ γενέσθαι τὰ ὄντα βούλησις αὐτοῦ καὶ αἱ πρόοδοι τῆς εἰς πάντα προνοίας αὐτοῦ». Πῶς οὖν αἱ πρὸς τὰ ὄντα κινήσεις οὐχὶ τῆς οὐσίας οὐδὲ περὶ τὴν οὐσίαν, ἀλλ’ οὐσία ἔσονται, καὶ ταῦθ’ αἱ πλείους; Πρὸς δὲ Τίτον ἐπιστέλλοντος τοῦ μεγάλου, καὶ τίς ὁ τῆς σοφίας οἶκος καὶ τὰ ἐν αὐτῷ διευκρινοῦντος, καὶ τὸ περιφερὲς καὶ ἀναπεπταμένον τοῦ ἐν ἐκείνῃ κρατῆρος εἰπόντος εἶναι τὴν ἄναρχον καὶ ἀτελεύτητον τῶν ὅλων πρόνοιαν, ὁ θεῖος πάλιν Μάξιμος, «ἄναρχον», φησίν, «εἶπε τὴν τῶν ὅλων πρόνοιαν, ὡς ὄντων πάντων ἐν ταῖς ἀϊδίοις τοῦ θεοῦ νοήσεσιν, ἃς καὶ προορισμοὺς ὁ Παῦλος ἔφη· καθ’ ἃς ἀϊδίους τοῦ θεοῦ νοήσεις τὰ μέλλοντα παράγεσθαι προετυποῦτο, καὶ ἡ πρόνοια τοῦ θεοῦ ἀνάρχως προϋπῆρχε· προνοίας γὰρ ἦν τὸ βούλεσθαι παραγαγεῖν κτίσιν τὴν μέλλουσαν ἀπολαύειν τῆς προνοητικῆς ἀγαθότητος αὐτοῦ».

Πῶς οὖν αἱ πολλαὶ νοήσεις καὶ οἱ κατ’ αὐτὰς τύποι τῶν μελλόντων καὶ ἡ τούτων πρόνοια καὶ ἡ κατὰ ταύτην βούλησις οὐχὶ τῆς θείας οὐσίας, ἀλλ’ αὐτὰ ἔσονται οὐσία, καὶ ταῦθ’ οἷς ἐνθεωρεῖται σχέσις πρὸς τὰ ὄντα τοῦ κατ’ οὐσίαν παντάπασιν ἀσχέτου;

Διονυσίου μέντοι πάλιν τοῦ μεγάλου γεγραφότος ἐν τοῖς περὶ τοῦ ὄντος, «ἐκ τοῦ θεοῦ καὶ ἐν τῷ θεῷ καὶ αὐτὸ τὸ εἶναι καὶ τὰς τῶν ὄντων ὑπάρχειν ἀρχάς», ὁ πολὺς τὰ θεῖα Μάξιμος, «τὰ ἐξ αὐτοῦ», φησί, «καὶ ἐν αὐτῷ νόες εἰσὶν ἐοικότες θεωρήμασι τῆς ἐπιστήμης. Εἰσὶ δὲ ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ, ὡς καὶ ἐν ψυχῇ πολλαὶ ὁμοῦ ἐπιστῆμαι οὖσαι, ἀσύγχυτοι μένουσι καὶ ἐνεργοῦσιν ἔξω κατὰ μίαν, ὅταν δέῃ».

Βαρλαὰμ τοίνυν καὶ Ἀκίνδυνος κτιστὰς λέγοντες ταύτας τὰς προόδους, καθ’ ἃς ἡνωμένως διακρίνεται τὸ θεῖον, κτίσμα ποιοῦσι τὸν θεόν, καὶ δυσσεβέστατα διχοτομοῦσι τοῦτον εἰς κτιστὰ καὶ ἄκτιστα· τὴν μὲν οὐσίαν τῆς ἁγίας τριάδος ἄκτιστον τιθέμενοι, τὰς δὲ κοινὰς προόδους καὶ ἐνεργείας καὶ ἐκφάνσεις ταύτης εἶναι διατεινόμενοι κτιστάς.

Καίτοι Διονύσιος ὁ μέγας κἀν τῇ πρὸ τῶν ἄλλων παρ’ ἡμῶν τὴν ἀρχὴν προβεβλημένῃ ῥήσει, τήν τε διάκρισιν τῶν ὑποστάσεων καὶ τὴν τῶν μεταδόσεων, μᾶλλον δὲ πάσας τὰς θείας ἑνώσεις καὶ διακρίσεις, ἑνὶ λόγῳ συμπεριείληφεν· οὐδὲ γὰρ αἱ εἰρημέναι μόναι διατελοῦσιν, εἰ μηδὲ γοῦν ταῖς εἰρημέναις Βαρλαὰμ καὶ Ἀκίνδυνος προσέσχον. Ἑνὶ μέντοι λόγῳ πάσας συμπεριείληφεν ὁ μέγας, ἵνα μηδεμίαν τῶν ὁμοταγῶν τούτων τολμᾷ τις ἀθέσμως εἰς τὴν κτίσιν κατασπᾶν.

Διὸ μετὰ τὸ διευκρινῆσαι τὰ κατὰ τὴν ὑποστατικὴν διάκρισιν, ἐπαναλαμβάνων τὸν λόγον, «χρὴ δέ», φησίν, «ὡς οἶμαι, μᾶλλον ἀναλαβόντας ἡμᾶς τὸν παντελῆ τῆς θείας ἑνώσεως καὶ διακρίσεως ἐκθέσθαι τρόπον», δεικνὺς ὅτι καὶ ἄλλαι τινές εἰσιν ἐπὶ θεοῦ ἑνώσεις τε καὶ διακρίσεις. Εἶθ’ ὡς ἂν μηδεὶς ἀπειθῇ τῶν εὐσεβῶν, ὁροθετοῦντας προάγει περὶ τῶν θείων τούτων ἑνώσεων καὶ διακρίσεων τοὺς ἱερῶς μυσταγωγήσαντας καὶ τὴν ἀρχὴν τὰ τῆς θεολογίας παραδόντας· «λέγουσι γάρ», φησίν, «ὅπερ καὶ ἐν ἑτέροις ἔφην, οἱ τῆς καθ’ ἡμᾶς θεολογικῆς παραδόσεως ἱερομύσται, τὰς μὲν ὑπεριδρύσεις τὰς ἀνεκφοιτήτους καὶ κρυφίας τῆς ὑπεραγνώστου καὶ ὑπεραρρήτου μονιμότητος, τὰς ἑνώσεις εἶναι τὰς θείας»· τουτέστι τὴν ἐν ἑαυτῷ τοῦ θεοῦ παντάπασιν ἡμῖν ἀπερινόητον ἵδρυσίν τε καὶ μονήν, αὐτὸ τὸ μένειν ἐν ἑαυτῷ τὸν θεὸν καὶ μηδαμῶς πρὸς ἔκφανσιν προϊέναι καὶ κινεῖσθαι κατ’ οὐσίαν, ἕνωσιν οἱ πατέρες ὀνομάζουσι.

Τίνος δὲ χάριν τὴν ὑπεράγνωστον ἕνωσίν τε καὶ ἵδρυσιν πληθυντικῶς ὁ μέγας προήγαγε, προϊόντος τοῦ λόγου διαδειχθήσεται. Νῦν δὲ τὸ τοῦ θεοῦ πρὸς ἔκφανσιν ἀνεκφοίτητον ἕνωσιν ὀνομάζειν τοὺς πατέρας εἰπών, «τὰς ἀγαθοπρεπεῖς προόδους τε καὶ ἐκφάνσεις τῆς θεαρχίας», διακρίσεις ὀνομάσαι φησὶν αὐτούς, διδάσκων ὅτι τὴν τοῦ θεοῦ κίνησιν πρὸς ἔκφανσιν διάκρισιν οἱ πατέρες προσειρήκασιν. Οἳ καί φασι πάλιν κατ’ αὐτόν—οὐδ’ αὐτοὶ παρ’ ἑαυτῶν λέγοντες, ἀλλὰ «τοῖς ἱεροῖς λογίοις ἑπόμενοι»—, φασὶ τοίνυν οὗτοι, «καὶ τῆς εἰρημένης ἑνώσεως εἶναί τινας ἰδίᾳ καὶ ἑνώσεις καὶ διακρίσεις. Ὡσαύτως δὲ καὶ τῆς εἰρημένης διακρίσεως». Τούτου χάριν ὁ μέγας μικρὸν ἀνωτέρω τὴν τοιαύτην ἕνωσίν τε καὶ διάκρισιν πληθυντικῶς προήγαγε· καὶ γὰρ οὐχ εἷς ἐστι τρόπος οὔτε τῆς θείας ἑνώσεως οὔτε τῆς διακρίσεως. Ἀλλὰ πλὴν τῆς θείας ἐνανθρωπήσεως—αὕτη γὰρ μόνου τοῦ υἱοῦ—τριττὴν εὑρήσει τις φιλομαθῶς ἐξετάζων ἐκ τῶν ἐφεξῆς τοῦ μεγάλου λόγων τὴν τῆς τρισυποστάτου θεότητος ἕνωσίν τε καὶ διάκρισιν· ἡνωμένως γὰρ αὕτη πάσας ἔχει τάς τε θέσεις καὶ τὰς ἀφαιρέσεις, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον. Πάσας μὲν γὰρ ἔχει τὰς θέσεις, ὧν ἐστι περιεκτικώτατον ἡ ἀγαθότης, ἐπεὶ πᾶν ὅ τι καλὸν αὐτῆς κατὰ τὸ γεγραμμένον. Ἀλλὰ πόθεν ἡμῖν ἔγνωσται πᾶν εἶναι καλὸν αὐτῆς; Ἐκ τοῦ πᾶν ὅ τι περ ἀγαθὸν εἶναι παρ’ αὐτῆς.

Οὐκοῦν ὡς δημιουργὸς καὶ αἴτιος τούτων ὁ θεὸς ἀπὸ τούτων κατ’ ἐκείνας γινώσκεται καὶ ὀνομάζεται καὶ ἐν σχέσει τινὶ θεωρεῖται κατὰ ταύτας. Διὸ καὶ αἰτιολογικὰ τὰ τοιαῦθ’ ὁ μέγας ἀνωτέρω εἴρηκε· τὸ ἀγαθόν, τὸ ὄν, τὸ ζωογόνον, τὸ σοφὸν καὶ ὅσα παραπλήσια τούτοις. Κατ’ οὐσίαν δὲ πάντων ὑπερεξῃρημένος τε καὶ ἀπολελυμένος ὁ θεὸς ὑπάρχων καὶ τῶν τοιούτων ὑπερέχει σχέσεων. Οὐδὲ γὰρ ὥσπερ κέντρον μηδέν ἐστι πλέον ἢ τῶν ἐν τῷ κύκλῳ εὐθειῶν ἀρχή, οὕτω καὶ ὁ θεὸς οὐδέν ἐστι πλέον ἢ ἀρχὴ καὶ αἴτιον τῶν γεγονότων. Ἀλλ’ ἔστι κατ’ οὐσίαν ὄντως ὑπὲρ πᾶσαν σχέσιν τε καὶ μέθεξιν, καὶ τῆς ἀρχῆς ταύτης ὡς σχέσεως ὑπερεξῃρημένος. Ταῦτ’ ἄρα πρὸς ταῖς θέσεσι καὶ τὰς ὑπεροχικὰς ἀφαιρέσεις ὅλη τε καὶ ἡνωμένως ἡ τρισυπόστατος θεότης ἔχει, ὧν ἐστι περιεκτικώτατον τὸ ὑπὲρ πᾶσαν καὶ ἀφαίρεσιν καὶ θέσιν· τοῦτο γάρ ἐστι «τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα». Ἔστιν οὖν τοῦ ἑνὸς τρισυποστάτου θεοῦ ἥ τε πάντων θέσις καὶ τὸ ὑπὲρ πᾶσαν θέσιν, κἂν Βαρλαὰμ καὶ Ἀκίνδυνος ἀπαρέσκωνται, καὶ διὰ τοῦθ’ ἡμῖν λοιδοροῦνται συκοφαντοῦντες αὐτὸν ἑαυτοῦ τὸν θεὸν ἡμᾶς λέγειν ὑψηλότερον. Οὐδὲ γοῦν τὸν μέγαν Διονύσιον δυσωπηθέντες, ὃς ἡνωμένως ἔφη ταῦτ’ ἔχειν τὸν θεὸν ἀμφότερα.