Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Διάλογος Ορθοδόξου με Βαρλααμίτη: Τα φυσικά ιδιώματα, το φως του Θαβώρ και η θεία απλότητα

Έναρξη του διαλόγου που ελέγχει την κατηγορία περί πολυθεΐας, αναλύει τα άκτιστα φυσικά ιδιώματα του Θεού και υπερασπίζεται την άκτιστη δόξα της Μεταμορφώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 10

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΔΙΑΛΕΞΙΣ ΟΡΘΟΔΟΞΟΥ ΜΕΤΑ ΒΑΡΛΑΑΜΙΤΟΥ ΚΑΤΑ ΜΕΡΟΣ ΑΝΑΣΚΕΥΑΖΟΥΣΑ ΤΗΝ ΒΑΡΛΑΑΜΙΤΙΔΑ ΠΛΑΝΗΝ ΟΡΘΟΔΟΞΟΣ. Μαθεῖν ἐβουλόμην παρ’ ὑμῶν τῶν ζητούντων καὶ ἐπεκδικούντων τὰ λείψανα τοῦ συνοδικῶς ἐξεληλεγμένου κακοδόξου Βαρλαάμ, τίνα ἐστὶν ἃ κατ’ ἐκεῖνον ἡμῖν αὖθις ἀρτίως ἐγκαλεῖτε.

ΒΑΡΛΑΑΜΙΤΗΣ. Λέξω καὶ μάλα ἄσμενος. Ἐπὶ κἀμοὶ πυθέσθαι πόθος, τίς ὑμῖν ἀπολογία γένοιτ’ ἂν ἐφ’ οὕτω φανεροῖς καὶ ἀνωμολογημένοις ἀτοπήμασι, πῶς δ’ ἄρα καὶ αὐτοὶ τὰ αὐτὰ ἡμῖν ἀντεγκαλεῖτε μηδὲν τοιοῦτον λέγουσιν· ἡμεῖς γὰρ ἓν ἄκτιστόν φαμεν, τὴν τρισυπόστατον οὐσίαν τοῦ θεοῦ, τὰ δὲ παρ’ αὐτὴν ἅπαντα κτιστά. Ὑμεῖς δὲ πολλὰ τὰ ἄκτιστα λέγοντες πολυθεΐᾳ περιπίπτετε σαφῶς· δύο τε θεότητας λέγοντες καὶ τὴν μὲν ὑπερκειμένην τὴν δὲ ὑφειμένην, καὶ τὴν μὲν μεθεκτήν, τὴν δὲ ἀμέθεκτον, καὶ τὴν μὲν χορηγοῦσαν, τὴν δὲ χορηγουμένην, τήν τε οὐσίαν καὶ τὴν τοῦ θεοῦ ἐνέργειαν διαφέρειν λέγοντες ἀλλήλων, δύο θεοὺς πρεσβεύοντες ἐλέγχεσθε. Ἡμῖν δὲ οὐδὲν τοιοῦτο προσπεσεῖται· τὴν μὲν ἐνέργειαν ἓν καὶ ταὐτὸ καὶ ἀδιάφορον λέγουσι τῇ οὐσίᾳ τοῦ θεοῦ, θεότητα δὲ ἄκτιστον σέβουσί τε καὶ κηρύττουσι μίαν, ἁπλῆν, ἀόρατον, ἀμέθεκτον, ἀπερινόητον.

ΟΡΘΟΔ. Ὄντως ἡ κατ’ εὐσέβειαν ἀλήθεια δυσθήρατον χρῆμα· κἂν μὴ ὡς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐκζητήσῃς, κατὰ Σολομῶντα φάναι τὸν σοφόν, οὐ μήποτε πορίσῃ ταύτην. Ἐγὼ δ’ εἰ καὶ πρὸς ὀλίγον ὡμιληκὼς τυγχάνω τοῖς πατράσιν ἐκείνοις, οἳ θεοῦ συναιρομένου διὰ τῶν οἰκείων λόγων τὴν τοῦ Βαρλαὰμ ἐκείνου πλάνην ἐκ μέσου πεποιήκεσαν τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ἀλλ’ αὐτῷ τῷ τῆς ἀληθείας χορηγῷ θεῷ θαρρήσας, πρός τε τὴν ὑπὲρ ἐκείνων ἀπολογίαν ἀποδύσομαι καὶ πρὸς ἔλεγχον τῆς ὑμῶν ἀντιλογίας, τῶν ἄμετρα μὲν ἐπ’ εὐσεβείᾳ καυχωμένων καὶ τοὺς πολλοὺς ἐντεῦθεν συναρπάζειν πειρωμένων, οὐ μετρίως δὲ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἀποβουκολουμένων, μόνον εἰ μὴ πρὸς ἔριν, ἀλλὰ πρὸς ἀλήθειαν ἀκούειν τε καὶ λέγειν προαιρῇ.

ΒΑΡΛ. Οὕτω διαλεξόμεθα, ὡς ὑπὲρ τῆς ἐν θεῷ ἀληθείας διαλεγόμενοι καὶ ὡς αὐτῆς τῆς αὐτοαληθείας ἐφορώσης. ΟΡΘΟΔ. Ὑπέρευγε· ταῦτα τοίνυν, ἐφ’ οἷς ὡς μόνοι πλὴν ἡμῶν ἀσφαλῶς δοξάζοντες μέγα τι φρονεῖτε, παρ’ ὑμῶν αὐτῶν ἔγνωτε ἢ παρὰ τῶν ἁγίων ἐδιδάχθητε;

ΒΑΡΛ. Παρὰ τῶν ἁγίων· καὶ γὰρ εἰ βούλει, καὶ ἀπὸ τῶν ἐκείνοις εἰρημένων πλῆθός σοι προήσομαι μαρτυριῶν κατὰ πάνθ’ ὁμολόγων τοῖς ἐμοῖς. ΟΡΘΟΔ. Οὐκ ἔγωγε οἶμαι κατὰ πάντα. Τί δέ, οὐχὶ καὶ πᾶς κακόδοξος συμφθεγγομένους φαίη ἂν ἑαυτῷ τοὺς πρὸ αὐτοῦ ἁγίους; Τὸν δὲ Σαβέλλιον πόσας οἴει μαρτυρίας ἀπὸ τῶν ἱερῶν γραφῶν ἔχειν προενέγκασθαι ὅτι ἕν ἐστιν ὁ πατὴρ καὶ ὁ υἱός; Διὸ καὶ πολυθέους τοὺς μὴ κατ’ αὐτὸν φρονοῦντας ἔλεγε. Πόσας δ’ αὖθις τὸν Εὐνόμιον ὅτι ἕν ἐστι τὸ ἄκτιστον καὶ ἀσύγκριτον; Διὸ καὶ τριθεΐτας ἐκάλει τοὺς μὴ ὡς αὐτὸς δοξάζοντας, ὡς καὶ τὸν μέγαν Βασίλειον ἀπολογίαν συγγράψασθαι πρὸς τοὺς τριθεΐαν αὐτοῦ κατηγοροῦντας.

Ἀλλ’ ἐξηλέγχθησαν τῶν ἁγίων καταψευδόμενοι καὶ αὐτὸν τὸν ἕνα θεὸν ἀρνούμενοι. Ἕνα μὲν γὰρ κἀκεῖνοι τὸν ἐπὶ πάντων ἔλεγον θεόν, ἀλλ’ οὐχ ὡς διὰ τῶν προφητῶν αὐτὸς ἑαυτὸν πολυτρόπως ἀπεκάλυψεν, οὐδ’ ὡς διὰ τοῦ υἱοῦ ὁ πατὴρ ὕστερον ἐμφανέστερον ἐγνώρισεν, οὐδ’ ὡς διὰ τῶν τῆς εὐσεβείας κηρύκων τοῖς πέρασι πᾶσιν ἐφανέρωσεν. Οὕτω τοίνυν καὶ αὐτὸς ἀρτίως τοῦ θεοῦ «διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματός μου», τρανῶς ἐλπίζω παραστήσειν ὡς, εἰ καὶ ἓν ἄκτιστον καὶ μίαν θεότητα μόνοι πλὴν ἡμῶν λέγειν ἰσχυρίζεσθε, ἀλλ’ οὐχ ὡς ὑπὸ τῆς θείας μεμυήμεθα γραφῆς.

Διὸ οὐδὲ ἓν ἄκτιστον καὶ μίαν θεότητά φατε κυρίως, ἀλλὰ κατὰ κρημνοῦ πολυθεΐας κυβιστῶντες οὐκ αἰσθάνεσθε. Οἱ δ’ ἀληθῶς καὶ ἀσφαλῶς μίαν θεότητα καὶ ἕνα σέβοντες ἄκτιστον θεὸν ἡμεῖς ἐσμεν κατὰ τὴν ἐκείνου μεγαλοδωρεάν.

Εἰπὲ γάρ μοι· οὐ πάσῃ φύσει πρόσεστι καὶ φυσικά, τῇ μὲν πλείω τῇ δὲ ἐλάττω; ΒΑΡΛ. Ἔοικεν. ΟΡΘΟΔ. Πρόσεστιν οὖν καὶ τῇ θείᾳ φύσει φυσικά τινα ἢ οὔ; ΒΑΡΛ. Ἴσως οὐ προσείη ἄν· τοῦτο μὲν ὡς πασῶν ὑπερεξῃρημένῃ, τοῦτο δ’ εἴπερ ἡ μὲν πλειόνων, ἡ δὲ ἐλαττόνων εὐμοιρεῖ, οὐκ ἀπεικότως ἂν εἴη τῇ θείᾳ φύσει μηδαμῶς προσεῖναι. Πλὴν ἄλλ’ εἴ τινα τῶν ἁγίων ἔχεις δεῖξαι φανερῶς λέγοντα φυσικὰ τὴν θείαν ἔχειν φύσιν, δέχομαι.

ΟΡΘΟΔ. Ὁ μὴ λέγων φυσικὰ τὴν θείαν ἔχειν φύσιν οὐχ ὑπεραίρει ταύτην πάσης φύσεως, ἀλλὰ μηδαμῇ μηδαμῶς οὖσαν ἀποφαίνει· τὸ γὰρ μὴ ἔχον ὅλως φυσικὰ οὐχ ὑπεροχικῶς ἐστιν, ἀλλ’ οὐδαμῶς. Πόθεν δ’ ἂν καὶ χαρακτηρισθείη ὅλως εἶναι, μηδὲν ἔχον τῶν χαρακτηριζόντων, δηλαδὴ δεικνύντων;

Ἀλλ’ ἐπεὶ παρὰ τῶν πατέρων τοῦτο καίτοι φανερὸν ὄν, ὅμως θέλεις διδαχθῆναι, πάντων τοῦτο διαρρήδην ἀνομολογούντων, ἵνα μὴ τρίβωμεν τὸν χρόνον ἐν τοῖς ἀνωμολογημένοις, ἐκ κοινοῦ τοῦτο παραστήσω δόγματος. Δύο γὰρ φύσεις καὶ δύο φυσικὰ θελήματα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχειν διδασκόμεθα· τὸ μὲν τῆς ἀνθρωπείας φύσεως, τὸ δὲ τῆς θείας.

ΒΑΡΛ. Συντίθεμαι νῦν, ἀλλ’ ἔχει τινὰ διαφορὰν τῆς φύσεως τὰ φυσικὰ ἐπὶ θεοῦ; ΟΡΘΟΔ. Καὶ πάνυ γε. ΒΑΡΛ. Τίνα ταύτην; ΟΡΘΟΔ. Ὅτι τὸ φυσικὸν θέλημα τῆς φύσεώς ἐστι, καὶ ἐκ τῆς φύσεως καὶ περὶ τὴν φύσιν θεωρεῖται, τὴν φύσιν ἀρχὴν ἔχον καὶ οἷόν τινα ῥίζαν καὶ αἰτίαν, ὅθεν πρόεισιν.

Οὐχ ἡ φύσις δὲ τοῦ φυσικοῦ θελήματος ἢ περὶ αὐτὸ θεωρηθείη ἂν αἰτίαν τοῦθ’ ἑαυτῆς ἔχουσα καὶ προϊοῦσα παρ’ αὐτοῦ. Πολλὰ δ’ ἂν φαίη τις καὶ ἕτερα, καθ’ ἃ διενήνοχε τῆς φύσεως τὰ φυσικά· νῦν δὲ ἡμῖν καὶ τὰ εἰρημένα ἀποχρήσει.

ΒΑΡΛ. Τὸ θέλημα δ’ ἄρα μόνον ἢ καὶ ἕτερα φυσικῶς πρόσεστι τῇ θείᾳ φύσει; ΟΡΘΟΔ. Πλεῖστα· τήν τε γὰρ πρόγνωσιν φυσικῶς ἔχει ὁ θεός, ἕτερον οὖσαν παρὰ τὴν θέλησιν αὐτοῦ. Προγινώσκει μὲν γὰρ ἅπαντα, θέλει δὲ οὐχ ἅπανθ’ ὅσα γίνεται· τόν τε ἔλεον καὶ τὴν κρίσιν, ἀλλήλων τε κἀκείνων διαφέροντα, καὶ ἁπλῶς, ἵνα κατὰ τὸν μέγαν Ἀθανάσιον εἴπω, «πάντα ὅσα ἔχει ὁ θεὸς φύσει ἔχει καὶ οὐκ ἐπίκτητα». Ταῦτα τοίνυν ἡμεῖς ἅπαντ’ ἴσμεν ὄντα ἄκτιστα· κατὰ γὰρ τὸν σοφὸν τὰ θεῖα Μάξιμον, «οὐ πρόσεστιν οὔτε τῇ ἀνθρωπίνῃ φύσει τι ἄκτιστον οὔτε τῇ θείᾳ φύσει τι κτιστόν». Ὑμεῖς δὲ διὰ ταῦθ’ ἡμῶν κατηγοροῦντες ἢ κτιστὰ ταῦτ’ οἴεσθε ἢ μηδαμῶς εἶναι. Καὶ εἰ μὲν κτιστά, κτίσμα τὸν θεὸν ποιεῖτε· κατὰ γὰρ τὸν ἐκ Δαμασκοῦ θεῖον Ἰωάννην, «δεῖ κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά». Εἰ δὲ μὴ εἶναι φυσικά φατε, τὴν θείαν φύσιν ἀναιρεῖτε· κατὰ γὰρ τὸν σοφὸν αὖθις Μάξιμον, «τοῦ φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένης, πῶς θεὸς ἢ ἄνθρωπος ἔσται»; Ὥστε οὐχ ἓν ὑμεῖς λέγετε τὸ ἄκτιστον, ἀλλὰ οὐδέν. Ἡμεῖς δὲ ἓν κυρίως λέγομεν αὐτὴν τὴν θείαν φύσιν, ἣ τοιαῦτα φυσικὰ προϊσχομένη δι’ αὐτῶν τοιαύτη δείκνυται.

ΒΑΡΛ. Δύο δὲ θεότητας ἀκτίστους οὐ διαρρήδην λέγετε; Ἀλλ’ ἡμεῖς μίαν ἄκτιστον θεότητά φαμεν. ΟΡΘΟΔ. Ἡμεῖς περὶ τοιούτων λέγειν ἢ γράφειν τὴν ἀρχὴν οὐκ ἐβουλήθημεν, ὑφ’ ὑμῶν δὲ κατηγορεῖν ἐσπουδακότων ἀναγκαίως πρὸς ἀπολογίαν ἥκομεν. Τοῦ θεοῦ τοίνυν συνετίζοντος ἐροῦμεν καὶ περὶ θεότητος. Ἀλλ’ ἐκεῖνο γενέσθω πρῶτον φανερόν, ὡς ἐπειδήπερ ὑμεῖς ἓν οὕτω τὸ ἄκτιστόν φατε, οὐ τινὰ μὲν ἐπεκδικεῖτε, τινὰ δ’ οὔ, τῶν ὑπὸ τοῦ Βαρλαὰμ ἐκείνου κακῶς εἰρημένων περὶ τοῦ θεοῦ, ἄλλ’ ἅπαντα· καὶ τὸ φῶς γὰρ ἐκεῖνο, καθ’ ὃ λάμψας ὁ κύριος ἐπ’ ὄρους περιηύγασε τοὺς μαθητὰς κτιστὸν ἡγεῖσθε, καὶ τῷ συνοδικῷ ὑπόκεισθε ἀφορισμῷ· τοῦτο γὰρ τὸ φῶς ἡ σύνοδος ἐγγράφως ἄκτιστον ἐκήρυξε, καὶ τὴν θείαν φύσιν ὡς ἀόρατον παντάπασι καὶ ἀμέθεκτον ὑπερκεῖσθαι τῆς θέας ἐκείνης προσαπεφήνατο, καὶ τοὺς μὴ οὕτω φρονοῦντας ἀφώρισε καὶ ἀπεκήρυξε καὶ τοῦ τῶν χριστιανῶν τελέως, εἰ μὴ μεταμεληθεῖεν, ἐξέκοψε πληρώματος. Ὑμεῖς οὖν τὴν αὐτὴν κἀν τούτῳ δόξαν ἔτ’ ἔχοντες τῷ Βαρλαὰμ καὶ ταῖς αὐταῖς ὑποκείμενοι εὐθύναις, πρὸς ἐξαπάτην ἔναγχος τὴν πρὸς τὴν ἐκκλησίαν καὶ τοὺς τῆς ἐκκλησίας προεστῶτας ὑπεκρίθητε ὑπακοήν, καὶ τὸν Βαρλαὰμ παρρησίᾳ δολίως ἀπεβάλεσθε, τὴν ἐκείνου φεῦ κακοδοξίαν οἰκουροῦσαν ἔχοντες ἐν τῇ ψυχῇ καὶ πρὸς αὐτὴν κακούργως τοὺς πολλοὺς σφετεριζόμενοι.

Ἀλλ’ ἐπεὶ καὶ δύο θεότητας ἀκτίστους λεγόντων ἡμῶν κατηγορεῖτε, μίαν δὲ ὑμεῖς ἄκτιστόν φατε, ἣν λέγετε κτιστὴν θεότητα, τίνος ἐστὶ θεότης; ΒΑΡΛ. Τῶν ἀνθρώπων ταύτην φαμὲν τῶν θεώσεως μετειληφότων. ΟΡΘΟΔ. Καὶ εἰ τῶν μετειληφότων, πόσῳ μᾶλλον τοῦ μεταδιδόντος· εἰς τοῦτο γάρ φησι πεποίηκεν ἡμᾶς ὁ θεός, ἵνα κοινωνοὺς ἡμᾶς ποιήσῃ τῆς οἰκείας θεότητος, καὶ εἰς τοῦτο ἐπεδήμησε τῇ γῇ. Καὶ καθάπερ πρὸς Ἁρμόνιόν φησιν ὁ Νύσσης θεῖος Γρηγόριος, τούτου χάριν ὁ Χριστὸς τὴν ἡμετέραν ἀνελάβετο φύσιν, «ἵνα προσδέξηται τοὺς ἀποκηρύκτους εἰς υἱοθεσίαν καὶ τοὺς ἐχθροὺς τοῦ θεοῦ εἰς τὴν τῆς θεότητος αὐτοῦ μετουσίαν». Καὶ πάλιν· «μία τῇ φύσει ἡ καθαρότης, ἥ τε ἐν τῷ Χριστῷ καὶ ἡ ἐν τῷ μετέχοντι θεωρουμένη.

Ἀλλ’ ὁ μὲν πηγάζει, ὁ δὲ μετέχων ἀρύεται». Καὶ πάλιν· «ἕκαστον προσάξει τῇ συναφείᾳ τῆς θεότητος ὁ Χριστός, εἰ μηδὲν ἐπάγοιτο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον». Ἡ γοῦν θεότης τοῦ πρὸς ἀλήθειαν τεθεωμένου τοῦ θεοῦ ἐστιν, ᾧπερ ἥνωται καὶ παρ’ οὗ κατὰ χάριν τεθέωται, τὴν οἰκείαν φύσιν οὐκ ἀποβαλὼν καὶ ὑπὲρ φύσιν κατὰ τὴν χάριν γεγονώς· ἣν ὑμεῖς λέγοντες κτιστὴν κτίσμα τὸν θεὸν ποιεῖτε.

Περὶ δὲ τῆς ἐν Θαβὼρ ἐπιφανείσης δόξης, φησὶ Δαμασκηνὸς ὁ θεῖος· «ἐκ τῆς θεότητος ἡ δόξα φυσικῶς προϊοῦσα κοινὴ καὶ τοῦ σώματος διὰ τὴν τῆς ὑποστάσεως ἐγίνετο ταυτότητα». Τὸ μὲν οὖν δεσποτικὸν ἐκεῖνο πρόσλημμα πᾶσαν εἶχε ταύτην, ἀλλ’ οὐκ ἀμυδρῶς αὐτῆς μετεῖχε. Τῶν δ’ ἄλλων ὡς ἀπὸ δεξαμενῆς ἀρυομένων ἡ μέθεξίς ἐστιν· «ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ», φησίν, «ἡμεῖς πάντες ἐλάβομεν».

Καὶ «λάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος», ταὐτὸ δ’ εἰπεῖν ὡς ὁ Χριστὸς ἔλαμψεν ἐπ’ ὄρους, ὅταν ἐκεῖνος ἐκφανῇ κατὰ τὴν μέλλουσαν ἄφραστον ἐκείνην ἔκφανσιν, ἧς τὸ προοίμιον δ’ ἀμυδρᾶς αὐγῆς ἐν Θαβὼρ ὑπέδειξεν, ἔργῳ μυσταγωγῶν τὸ μέλλον. Ὅτι γε μὴν τοῦτο φῶς οὐ τοῦ προσκυνητοῦ σώματος ἁπλῶς, ἀλλὰ τῆς θεότητός ἐστι λαμπρότης, πρὸς τοῖς ἄλλοις θεολόγοις καὶ ὁ τῆς ἐκκλησίας ἔνθους μελῳδὸς παρίστησι Κοσμᾶς, τῷ Χριστῷ ψάλλων ἐπ’ αὐτῆς· «τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ φύσιν ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτὴν εἰς τὴν σὴν τῆς θεότητος δόξαν τε καὶ λαμπρότητα». Ὅτι δὲ καὶ τοῦ πατρὸς καὶ τοῦ πνεύματος ταύτην εἶναι δεῖ δοξάζειν τὴν θεότητα, πρὸς τοῖς ἄλλοις θεολόγοις καὶ ὁ τῆς ἐκκλησίας μηδὲν ἧττον τοῦ προτέρου θεῖος ᾠδικὸς Δαμασκηνὸς προτρέπεται ψάλλων ἐπ’ αὐτῆς· «δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ ἅγιον ἐποπτεύσωμεν νοῒ θεότητα ἄϋλον πατρὸς καὶ πνεύματος ἐν υἱῷ μονογενεῖ ἀπαστράπτουσαν».

Ἐπεὶ τοίνυν τοῦ θεοῦ ἐστι θεότης καὶ ἣν ὑμεῖς λέγετε κτιστήν, ὑμεῖς ἐστε κυρίως οἱ λέγοντες δύο εἶναι τοῦ θεοῦ θεότητας, οἱ τοσοῦτο διαφέρειν λέγοντες ἀλλήλων, ὡς μηδ’ εἰς μίαν εἶναί ποτε ταύτας συνελθεῖν, καθάπερ Ἄρειός τε καὶ Εὐνόμιος, οἱ καὶ τὸν υἱὸν θεὸν λέγοντες ἀλλὰ κτιστόν.

Συκοφαντοῦντες οὖν καὶ καταψευδόμενοι ἡμῶν, τοῦθ’ ὃ κακῶς ὑμεῖς φρονεῖτε, καθ’ ἡμῶν περιαγγέλλετε. Ἡ δὲ πρὸς ἡμᾶς ἀληθὴς διαφορὰ τοῦτό ἐστι σαφῶς· ὅτι τὴν θείαν χάριν ἡμεῖς μὲν ἄκτιστον, ὑμεῖς δὲ κτιστήν φατε. Τοῦ κυρίου τοίνυν ἐλθόντος ἐπὶ γῆς καὶ κοινωνοὺς πεποιηκότος τοὺς ἀξίους κατὰ τὰς γραφὰς τῆς οἰκείας θεότητος, ὑμεῖς οἱ κτιστὴν λέγοντες τὴν προσγεγενημένην ταύτην τοῖς ἁγίοις χάριν τῆς θεότητος, ἢ τὴν πρὸς τὸν θεὸν τῶν ἁγίων κοινωνίαν καὶ ἕνωσιν ἀρνεῖσθε, ἢ καὶ τὴν τοῦ θεοῦ θεότητα, ἧς κεκοινωνήκασιν οὗτοι κατὰ χάριν οἴεσθε κτιστήν, καὶ οὕτω πάλιν κτίσμα τὸν θεὸν ποιεῖτε.

Φέρε δὴ τὴν μίαν ἐκείνην, ἣν ἄκτιστον λέγετε θεότητα, καὶ ἀόρατον λέγετε ἢ οὔ; ΒΑΡΛ. Οὐκ ἀόρατον μόνον, ἀλλὰ καὶ ἀπερινόητον καὶ ἀμέθεκτον· φησὶ γὰρ ὁ σοφὸς εἴπερ τις τὰ θεῖα Μάξιμος· «εἷς θεός, ὅτι μία θεότης· μονὰς ἄναρχος καὶ ἁπλῆ καὶ ὑπερούσιος καὶ ἀμερὴς καὶ ἀδιαίρετος», οὔτε νοητὴ οὔτε ὁρατὴ οὔτε μεθεκτή.

ΟΡΘΟΔ. Εὖγε· τὸ μὲν γὰρ περιῃρημένην τῶν καιριωτάτων προάγειν ὑμᾶς τὴν τοῦ ἁγίου ταύτην ῥῆσιν, ἔπειτα δειχθήσεται. Τὸ δὲ νῦν εἶναι κείσθω. Δοκεῖ δέ σοι φρονεῖν οὕτω καὶ διδάσκειν πάντας τοὺς ἁγίους; ΒΑΡΛ. Καὶ πάνυ μὲν οὖν.

ΟΡΘΟΔ. Ὁ γοῦν ἀκριβὴς εἴπερ τις ἐν θεηγορίᾳ Βασίλειος τοῦθ’ οὕτω πολλαχοῦ λέγων καὶ ἀεὶ φρονῶν, καὶ αὖθις ἔστιν οὗ φάσκων ὁ αὐτός, «κάλλος» τοῦ ὄντως δυνατοῦ, δηλονότι τοῦ θεοῦ, «ἡ νοητὴ αὐτοῦ καὶ θεωρητὴ θεότης· ἐκεῖνο γὰρ ὄντως καλόν, τὸ κατάληψιν πᾶσαν ἀνθρωπίνην καὶ δύναμιν ὑπερβαῖνον καὶ διανοίᾳ μόνῃ περιληπτόν», οὐ δοκεῖ σοι τοῦ αὐτοῦ θεοῦ λέγειν εἶναι μὴ μόνον τὴν παντάπασιν ἀπερινόητον, ἀλλὰ καὶ τὴν νοητὴν θεότητα; Καὶ μὴ νοητὴν μόνον, ἀλλὰ καὶ θεωρητήν; Ἐπεὶ καὶ γράφων ἐφεξῆς φησιν· «εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα, καὶ τὰ προοίμια τῆς ἐνδόξου αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν».

ΒΑΡΛ. Καὶ ποῦ τοῦτό φησιν ὁ μέγας Βασίλειος; ΟΡΘΟΔ. Ἐν τοῖς ἠθικοῖς λόγοις, τὸν δαυϊτικὸν τεσσαρακοστὸν τέταρτον διασαφῶν ψαλμόν. Παρίτω δὲ τούτῳ συμφθεγγόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος· σέβων γὰρ καὶ οὗτος μίαν τῆς σεπτῆς τριάδος ἀόρατόν τε καὶ ἀπερινόητον θεότητα, εἶτα ὁ αὐτὸς ἔστιν οὗ φησι· «φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς, μικροῦ στερροτέρα καὶ ὄψεως». Ὁρᾷς ὅτι καὶ οὗτος οὐ μόνον ἀόρατον οἶδε τοῦ θεοῦ θεότητα, ἀλλὰ καὶ ὁρατήν; Ἄκτιστον καὶ ταύτην οὖσαν, ἐπειδήπερ καὶ τὸ κατὰ ταύτην φῶς; Ταῦτ’ ἄρα καὶ ὁ Χρυσόστομος πατὴρ ἀκτῖνα τοῦτο προσεῖπε τῆς θεότητος· «λαμπρότερος γάρ», φησίν, «ἑαυτοῦ ἐφαίνετο ὁ κύριος τῆς θεότητος παραδειξάσης τὰς ἀκτῖνας αὐτῆς».

Συμεὼν δὲ ὁ ἔνθεος μεταφραστὴς τὸν τῶν θεολόγων ἐξοχώτατον Ἰωάννην, «αὐτήν», φησί, «τὴν τοῦ λόγου θεότητα παραγυμνωθεῖσαν» ἐπ’ ὄρους «ἰδεῖν». Ἀλλὰ καὶ τὰ τῶν θεοφόρων πατέρων ἀπαγγέλων κεφαλαιωδῶς, «ἐπειδή», φησί, «πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινων εἰσέρχεται ἐν τῇ καρδίᾳ, τότε αὐγάζει αὐτὴν τὸ μακάριον φῶς τῆς θεότητος, ὅταν πάντῃ εὐκαιρήσῃ ἀπὸ πάντων καὶ ἀσχημάτιστος ἐκ τούτων γένηται», εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν νοημάτων παραφαίνεται τῷ καθαρῷ νοΐ. Ὅτι δὲ μὴ μόνον ὁρᾶται, ἀλλὰ καὶ μετέχεται τουτὶ τὸ φῶς ὑπὸ τῶν ὡς ἀληθῶς ἐποπτευόντων, δείκνυσιν ὁ λέγων, «ἆθλον ἀρετῆς θεὸν γενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων. Ὃς διηνεκὲς καὶ ἀδιάδοχον τοῖς ἀξίοις τὸ φῶς ἐμποιεῖ, καὶ αὐτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος»· «λάμψουσι γάρ», φησί, «καὶ οἱ δίκαιοι ὡς ὁ ἥλιος». Διὸ ᾄδων Μητροφάνης ὁ θεῖος ᾠδικὸς «τρισσοφαοῦς», φησίν, «αἴγλης, ἀγαθέ, καὶ ἑνιαίας ἀστραπῆς θεότητος ἀπολαῦσαι καταξίωσον ἡμᾶς». Καὶ πάλιν· «ὁ κατ’ οὐσίαν ἀθεώρητος λόγος ἄνθρωπος ὤφθης, τὸν ἄνθρωπον ἀνακαλούμενος πρὸς μετουσίαν τῆς σῆς θεότητος».

Ὁρᾷς σαφῶς ὡς οὐ μόνον ἡ παντάπασιν ἀόρατος καὶ ἀπερινόητος καὶ ἀμέθεκτος θεότης, ἀλλὰ καὶ ἡ τοῖς ἁγίοις μόνοις ἀπορρήτως ὁρατὴ καὶ νοητὴ καὶ μεθεκτὴ θεότης τοῦ θεοῦ ἐστιν; Ὑμεῖς οὖν οἱ τὴν ὑπὲρ νοῦν ταύτην τοῦ θεοῦ θεότητά τε καὶ λαμπρότητα—εἰ γὰρ μετέχεταί τε καὶ ὁρᾶται καὶ νοεῖται, ἀλλὰ κατὰ στέρησιν πάντων τῶν νοημάτων, ὡς ἀκήκοας, ὑπ’ ἄκρας καθαρότητος ἀσχηματίστῳ καὶ ἀνειδέῳ γεγονυίᾳ τῇ καρδίᾳ τῶν ἁγίων ἀπορρήτως ἀναφαίνεται—ὑμεῖς οὖν οἱ ταύτην λέγοντες κτιστὴν οὐχὶ κτίσμα τὸν θεὸν ποιεῖτε φανερῶς;

Ἀλλ’ ἐπεὶ καὶ ἄκτιστον λέγετε τοῦ αὐτοῦ θεότητα, σύνθετος ὑμῖν ἐστιν ὁ θεὸς καί, ἵν’ οὕτως εἴπω, κτιστοάκτιστος, ἐκ δύο τῶν ἐναντιωτάτων, κτιστῆς καὶ ἀκτίστου συγκείμενος θεότητος· ἢ εἰ μὴ τοῦτ’ ἀνέχεσθε λέγειν, ὡς καὶ ἀδυνάτου ὄντος τὸν αὐτὸν θεὸν κτιστὴν ἔχειν καὶ ἄκτιστον θεότητα, δύο θεοὺς σαφῶς ἐναντίως πρὸς ἀλλήλους ἔχοντας κινδυνεύετε πρεσβεύειν, τὸν μὲν ἄκτιστον, τὸν δὲ κτιστὴν κεκτημένον θεότητα. Ὑμεῖς οὖν ὄντες οἱ διθεΐαν αἰσχίστην περιφανῶς νενοσηκότες, ὡς κἀπὶ τῆς συνόδου τῆτες ἐφωράθητε, ἡμῶν καὶ τῶν ἁγίων πάντων ἕνα διὰ πάντων κηρυττόντων τὸν θεὸν τοῦτο καταψεύδεσθε· τὸν γὰρ αὐτὸν θεὸν ἔστι μὲν ὣς ὁρᾶσθαι καὶ νοεῖσθαι καὶ μετέχεσθαι, ἔστι δ’ ὣς ἀόρατον εἶναι καὶ ἀμέθεκτον καὶ ἀπερινόητον, καὶ ἁπλῶς εἰπεῖν παννόητόν τε καὶ ἀνεννόητον, καὶ ὁ μέγας Διονύσιος ἐθεολόγησε· τὸν αὐτὸν δ’ εἶναι κτιστόν τε καὶ ἄκτιστον θεόν, ὡς κτιστήν τε καὶ ἄκτιστον ἔχοντα θεότητα, οὐδέπω καὶ τήμερον ἀκηκόαμεν.

ΒΑΡΛ. Ἡμεῖς ἐκ πάντων τούτων μίαν εἶναι συνάγομεν θεότητα. ΟΡΘΟΔ. Ἀλλ’ ὅρα μὴ τοῦθ’ ὑμῖν ἀφορμὴ γίνεται τοῦ κακῶς τὴν μίαν τοῦ θεοῦ θεότητα συνάγειν ἢ διχοτομεῖν ἀθέσμως, ὧν θάτερον πᾶς τις δυσσεβεῖ, κακῶς ἐκδεχόμενος τὸ ἑνιαῖον τῆς θεότητος. Εἰσὶ δ’ οἳ καὶ ἀμφοτέραις ἐκ τοῦ μίαν δῆθεν λέγειν περιπίπτουσι ταῖς ἐκ διαμέτρου δυσσεβείαις ταύταις. Μίαν οὖν ὑμεῖς ἐκ τούτων λέγοντες, ἆρα ταὐτὸ καὶ ἀδιάφορόν φατε τῇ κατὰ τὸν μέγαν Βασίλειον ὁρατῇ καὶ νοητῇ, τὴν παντάπασιν ἀόρατόν τε καὶ ἀπερινόητον θεότητα, καὶ οὕτως ἐκ τούτων συνάγετε τὴν μίαν, ἢ τὴν μίαν ταύτην ἐκ κτιστῆς καὶ ἀκτίστου φατὲ συντεθειμένην εἶναι;

ΒΑΡΛ. Ἄπαγε, μὴ οὕτως ἡμᾶς ἀνοηταίνειν νόμιζε. Ἀλλ’ ἐκ τῆς ὁρατῆς εἰς τὴν παντάπασιν ἀόρατον καὶ μόνην ἄκτιστον θεότητα τὸ νοερὸν τῆς ψυχῆς ἀναβιβάζομεν, καὶ οὕτω μίαν ἄκτιστον θεότητα πρεσβεύομεν, αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ.

ΟΡΘΟΔ. Καλῶς ἄρ’ ὑμᾶς φθάσας διὰ βραχέων ἐστηλίτευσεν ὁ λόγος· ἰδοὺ γὰρ σαφῶς κτιστήν φατε τὴν ἐκφανεῖσαν ἐπ’ ὄρους τοῦ Χριστοῦ δόξαν καὶ θεότητα. Καὶ ἀληθῶς, οἷς προαναπέφηνε περιπίπτοντες ἐλέγχεσθε, καὶ ταῖς κατὰ τοῦ Βαρλαὰμ ἐγγράφοις ἀποκηρύξεσιν ἔνοχοι διατελοῦντες δείκνυσθε. Τό γε μὴν ἐκ τῶν κτισμάτων ἐπὶ τὴν οὐσίαν τοῦ θεοῦ ἀνάγεσθαι καὶ ἐκ τῶν ὁρατῶν κτισμάτων τὴν ἄκτιστον οὐσίαν καθορᾶν τῆς Εὐνομίου ἐστὶ παραφορᾶς.

Ὅθεν ἐξ ἀνάγκης ἀμφότερα πολυειδῶς συμβαίνει, καὶ τὸ δυσσεβῶς συνάγειν καὶ τὸ ἀθέως κατατέμνειν τὴν μίαν τοῦ θεοῦ θεότητα. Διό φησιν ὁ Νύσσης θεῖος πρόεδρος· «ὁ ἀόρατος τῇ οὐσίᾳ ὁρατὸς ταῖς ἐνεργείαις γίνεται· οὐ κατὰ τὴν οὐσίαν, ἀλλ’ ἔν τισι τοῖς περὶ αὐτὸν ἰδιώμασι καθορώμενος». «Οὐδὲν δὲ ἐπίκτητον τῶν θείων ἰδιωμάτων, εἰ καὶ μὴ ταῦτα ἡ οὐσία ἐστίν». Ὁ δὲ μέγας Βασίλειος ὑμῖν ἄντικρυς τοῖς τὰ τοῦ Βαρλαὰμ φρονοῦσιν ἐν τοῖς Πρὸς Εὐνόμιον ἀντιφθεγγόμενος τἀκείνου προθεὶς γράφοντος, εἴπερ ἐκ τῶν δημιουργημάτων σκοπούμενός τις ἐκ τούτων εἰς τὰς οὐσίας ἀνάγοιτο, τοῦ μὲν ἀγεννήτου τὸν υἱὸν εὑρίσκων ποίημα, τοῦ δὲ μονογενοῦς τὸν παράκλητον, «πῶς δυνατόν», φησίν, «ἐκ τῶν δημιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι ἐγὼ μὲν οὐχ ὁρῶ· δυνάμεως γὰρ καὶ σοφίας καὶ τέχνης, οὐχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν, ἐνδεχομένου ποτὲ τὸν τεχνίτην μὴ πᾶσαν ἑαυτοῦ τὴν ἰσχὺν ἐναποθέσθαι ταῖς ἐνεργείαις, ἀλλ’ ὑφειμένοις πολλάκις ἐπὶ τῶν ἔργων τῆς τέχνης τοῖς τόνοις χρήσασθαι.

Εἰ δὲ καὶ ὅλην τὴν δύναμιν ἐπὶ τὸ ἔργον ἀνακινήσειε, καὶ οὕτως ἂν ὑπάρχοι τὴν ἰσχὺν αὐτοῦ διὰ τῶν ἔργων ἀναμετρεῖσθαι, οὐχὶ δὲ τὴν οὐσίαν, ἥτις ποτέ ἐστι καταλαμβάνεσθαι». Τοῦτ’ αὐτὸ καὶ ὁ θεσπέσιος διδάσκει Παῦλος· «τὰ ἀόρατα», γράφων, «τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης». Ἐπεὶ καὶ ὁ πολὺς τὰ θεῖα Μάξιμος τοῦτ’ ἐξηγούμενός φησιν· «οἱ τῶν ὄντων λόγοι προκαταρτισθέντες τῶν αἰώνων ἐν τῷ θεῷ, καθὼς οἶδεν αὐτός, ἀόρατοι ὄντες, οὓς καὶ ἀγαθὰ θελήματα καλεῖν τοῖς θείοις ἐστὶν ἔθος ἀνδράσιν, ἀπὸ τῶν ποιημάτων νοούμενοι καθορῶνται. Πάντα γὰρ τὰ ποιήματα τοῦ θεοῦ κατὰ φύσιν μετὰ τῆς δεούσης ἐπιστήμης γνωστικῶς ὑφ’ ἡμῶν θεωρούμενα, τοὺς καθ’ οὓς γεγένηνται λόγους κρυφίως ἡμῖν ἀπαγγέλλουσι, καὶ τὸν ἐφ’ ἑκάστῳ ποιήματι θεῖον σκοπὸν ἑαυτοῖς συνεκφαίνουσι· καθὸ καὶ ‘οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ τὸ στερέωμα τὴν τῶν χειρῶν ἀναγγέλλει ποίησιν’. Ἀΐδιος δὲ δύναμίς ἐστι καὶ θειότης ἡ συνεκτικὴ τῶν ὄντων πρόνοια καὶ ἡ κατ’ αὐτὴν ἐκθεωτικὴ τῶν προνοουμένων ἐνέργεια». Μανθάνεις καὶ παρὰ Παύλου τοῦ θεοῦ θειότητα καὶ ἀΐδιον οὖσαν τὴν θέωσιν;

ΒΑΡΛ. Ἵν’ ἐξείπω τἀληθὲς μηδὲν ὑποστειλάμενος, ἡμεῖς τοῦ μεγάλου Διονυσίου ῥῆσιν ἠκούομεν ὑμᾶς προβαλλομένους, ἀφ’ ἧς καὶ ἀντιλέγειν εἴχομεν. Σὺ δὲ πάντας τοὺς ἁγίους ἀρτίως ὑμῖν ἔδειξας ὁμολογοῦντας. Ἴσθι γε μὴν ὡς οὐσίαν τοῦτ’ εἶναι λέγομεν ἡμεῖς τὸ φῶς, εἴπερ ἄκτιστόν ἐστιν.

ΟΡΘΟΔ. Ἀλλὰ κἀντεῦθεν οὐδὲν ἧττον ἀθεΐᾳ τε καὶ διθεΐᾳ περιπίπτετε δυσσεβεστάτῃ. ΒΑΡΛ. Πῶς καὶ τίνα τρόπον; ΟΡΘΟΔ. Ἐπεὶ φθάσαντες ἀπεφήνασθε μίαν ἄκτιστον εἶναι θεότητα, τὴν παντάπασιν ἀόρατον οὐσίαν τοῦ θεοῦ, κακῶς ἐκδεξάμενοι τὰς πατερικὰς φωνάς, καὶ περιελόντες ταύτης ἅπαν φυσικόν, κἀντεῦθεν καὶ τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως, ἅτε τοῖς ἠξιωμένοις ὁραθέν, εἶναι κτιστὸν συναπεφήνασθε, νῦν οὐσίαν εἶναι τοῦτο λέγοντες, ἢ τὸ αὐτὸ διατελεῖν φατε κτίσμα τε καὶ οὐσίαν τοῦ θεοῦ—ὃ γὰρ κτίσμα πρότερον, νῦν οὐσίαν εἶναι ἰσχυρίζεσθε, παντάπασιν ἀθέως—ἢ δύο λέγετε οὐσίας τοῦ θεοῦ καὶ δύο θεότητας· ἣν πρότερον ἀόρατον ὑπάρχειν διετείνασθε, καὶ τὸ ἑωραμένον τοῦτο τοῖς ὀφθαλμοῖς τῶν ἀποστόλων φῶς, ὃ νῦν οὐσίαν εἶναι διαβεβαιοῦσθε, εἴπερ ἄκτιστον.

ΒΑΡΛ. Ἔμοιγε νῦν ἐκεῖνο λίαν ἔπεισι θαυμάζειν, πῶς τῶν ἁγίων ὡς προαναπέφηνεν ὁρατὴν καὶ ἀόρατον λεγόντων τοῦ θεοῦ θεότητα, προσκυνεῖν θεότητα μίαν κοινῇ πάντες ἀνωμολογημένον ἔχομεν καὶ ὑπὸ τῶν αὐτῶν ἁγίων παραδεδομένον.

Εἰ γὰρ καὶ κατὰ τὸ ἄκτιστον ἥνωται, ἀλλὰ κατὰ τὸ ὁρατὸν ὁπηδήποτε καὶ ἀόρατον καὶ τἄλλ’ ὅσα καὶ ὑμεῖς φατε διῃρημένη φαίνεται. Πῶς οὖν μία καὶ ἁπλῆ; ΟΡΘΟΔ. Αὐτόθεν, ὦ βέλτιστε, τὸ πρὸς ἀλλήλας ἀχώριστον ἔχουσιν ἡ ἄκτιστος οὐσία καὶ ἡ ἄκτιστος ἐνέργεια· οὐ γὰρ ὦπταί ποτέ τις αὐτῶν τῆς ἑτέρας ἔρημος. Καὶ οὕτως ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ μία ἐστὶν ἄκτιστος θεότης, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ταῦτ’ ἄρα καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος εἰπών, ὅτι «μία θεότης ἄναρχος καὶ ἁπλῆ καὶ ὑπερούσιος καὶ ἀμερὴς καὶ ἀδιαίρετος», ἐπήνεγκε· «πατὴρ γὰρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἡ θεότης.

Καὶ εἷς θεός, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· μία γὰρ καὶ ἡ αὐτὴ οὐσία καὶ δύναμις καὶ ἐνέργεια πατρός, υἱοῦ καὶ πνεύματος». Ἡ δὲ μία αὕτη θεότης καὶ ὁ εἷς θεός, «ἀόρατος ὢν τῇ οὐσίᾳ ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἔν τισι τοῖς περὶ αὐτὸν ἰδιώμασι καθορώμενος» κατὰ τὸν Νύσσης θεορρήμονα Γρηγόριον, «οὐδὲν δὲ τῶν θείων ἰδιωμάτων ἐπίκτητον» κατὰ τὸν μακάριον Κύριλλον. Διὸ καὶ ὃ τὴν ἀρχὴν ὡς τοῦ θείου προήνεγκας αὐτὸς Μαξίμου, εἰ καὶ μὴ οὕτως ἐπὶ λέξεως ἐκεῖνος ἔγραψεν, ἀλλ’ εὖ ἂν ἔχοι εὐσεβῶς νοούμενον· οὐ γὰρ ἐναντιοῦται τῷ ἑνιαίῳ τὸ διακεκριμένον τῆς θεότητος. Ὑμεῖς δὲ τοῦτο μὴ συνέντες εἰς κτιστὴν καὶ ἄκτιστον δυσσεβέστατα διερρήξατε τὴν μίαν θεότητα κατὰ μίμησιν Ἀρείου· καὶ οὗτος γὰρ μὴ συνεὶς τὴν κατὰ τὰς θείας ὑποστάσεις εὐσεβῆ διάκρισιν εἰς κτιστὸν καὶ ἄκτιστον τὸν ἕνα κατέτεμε θεόν.

Φέρε δέ σοι νῦν ἔτι περὶ τοῦ διακεκριμένου τῆς θεότητος ῥητέον. Ὕστερον δὲ καὶ ὅτι μία καὶ ἁπλῆ καὶ ἀμερὴς θεότης μὴ ἐκστᾶσα τῆς ὑπερφυοῦς ἁπλότητος διὰ τὴν κατὰ τὰς ἐνεργείας εὐσεβῆ διάκρισιν σὺν θεῷ δειχθήσεται. Λέγε μοι τοίνυν· ἔστιν ὄνομα τῇ οὐσίᾳ τοῦ θεοῦ;

ΒΑΡΛ. Τοῦτο συμφώνως πάντες ἔφησαν οἱ θεολόγοι, ἀνώνυμον καὶ ὑπερώνυμον εἶναι τὴν οὐσίαν τοῦ θεοῦ. ΟΡΘΟΔ. Ἀληθές· καὶ αὐτὸ γὰρ τὸ τῆς οὐσίας ὄνομα τῆς οὐσιοποιοῦ τοῦ θεοῦ δυνάμεως ἐπωνυμίαν ὁ ἐξ Ἀρείου Πάγου μέγας ἔφη Διονύσιος, ὡς τῆς ὑπερουσιότητος ἐκείνης προσηγορίαν ἰδίαν οὐδαμῶς ἐχούσης. Ἀλλ’ ἐπεὶ τῆς θείας οὐσίας ἡ θεότης ὄνομα οὐκ ἔστι, τίνος ἄρ’ ἔστι καὶ τί ποτε σημαίνει τοὔνομα; Μᾶλλον δὲ καὶ περὶ τούτων ἀφέμενοι τοῦ πυνθάνεσθαι ἀλλήλων, ἀμφότεροι παρὰ τῶν ἁγίων διδαχθῶμεν. Φησὶ τοίνυν Γρηγόριος ὁ τῆς Νύσσης φανότατος φωστὴρ περὶ τῶν πνευματομάχων, ὅτι «φασὶ φύσεως εἶναι σημαντικὴν τὴν θεότητα. Ἡμεῖς δ’ ἴσμεν ὅτι ἡ θεία φύσις ὄνομα σημαντικὸν οὐκ ἔχει· ἀλλ’ εἴ τι καὶ λέγεται εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας εἴτε παρὰ τῆς θείας γραφῆς, τῶν περὶ αὐτήν τι ἀποσημαίνει· αὐτὴ δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν. Οὐκοῦν οὐ τὴν φύσιν τοῦ πνεύματος, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησι». Θεότης οὖν κυρίως ἡ τοῦ θεοῦ θεατικὴ δύναμις, τό τε πάντ’ εἰδέναι καὶ τὸ πάντα ἐφορᾶν προνοούμενον ἁπάντων. Λέγεται δὲ θεότης καὶ ἡ οὐσία τοῦ θεοῦ, ἀλλὰ κατ’ αἰτίαν ἀπὸ τῆς οἰκείας ἐνεργείας ὀνομαζομένη, καθάπερ ὁ αὐτὸς ἀλλαχοῦ παρίστησι.

Διὸ καὶ Γρηγορίων ὁ θεολογικώτατός φησιν· «ἑνὶ φωτὶ περιαστράφθητε κατὰ τὸν τῆς οὐσίας λόγον εἴτουν θεότητος».

Τὸ αὐτὸ δ’ ἂν εὕροις καὶ ἐπὶ τῶν ἄλλων θείων ὀνομάτων. Διὸ καὶ Διονύσιος ὁ τούτων ἐξόχως ὑμνῳδὸς ἀρχόμενος τὴν τοῦ ὄντος θεωνυμίαν ἐξυμνεῖν, «οὐκ ἐκφράσαι», φησίν, «ὁ λόγος τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν καὶ ζωὴν καὶ σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα καὶ οὐσίαν καὶ ζωὴν καὶ σοφίαν ἐν ἀποκρύφοις, ὡς τὰ λόγιά φησιν, ὑπεριδρυμένην· ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ, καὶ ὂν καὶ ζωὴν καὶ σοφίαν, τὴν οὐσιοποιὸν καὶ ζωοποιὸν καὶ σοφοδότιν αἰτίαν, τῶν οὐσίας καὶ ζωῆς καὶ νοῦ καὶ λόγου καὶ αἰσθήσεως μετειληφότων».

Ὑμεῖς οὖν οἱ τὴν ἑτέραν λέγοντες κτιστήν, ἐπεὶ τὴν οὐσίαν οὐκ ἂν εἴποιτε, τὴν καὶ πᾶσαν φωνῆς σημασίαν ὑπερβαίνουσαν ὡς ἐν ἀποκρύφοις ὑπεριδρυμένην, οὐκοῦν αὐτὴν τὴν κυρίως κατὰ τοὺς πατέρας λεγομένην τοῦ θεοῦ θεότητα, δηλαδὴ τὴν θεατικὴν καὶ θεοποιὸν δύναμιν αὐτοῦ καὶ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν κτιστὴν λίαν δυσσεβῶς φατε, καὶ ἡμῖν τοῖς εὐσεβῶς ἄκτιστον κηρύττουσιν αὐτὴν ἐπανίστασθε κακῶς· οὐ γὰρ ἄλλων ἄλλας παρακτικὰς θεότητας ἤτοι οὐσίας λέγομεν ἡμεῖς ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ’ ἑνὸς θεοῦ τὰς ὅλας ἀγαθὰς ἐκφάνσεις καὶ προόδους καὶ τὰς εὐσεβῶς ἐξυμνουμένας θεωνυμίας, τοῦ ὄντος ὑπὲρ πᾶν ὄνομα καὶ πᾶσαν ἔκφανσιν καὶ πάντα ὕμνον ὑπ’ ἀγγέλων ἁγίων καὶ ἀνθρώπων προσαγόμενον.

ΒΑΡΛ. Ἐκεῖνό μοι δεῖξον· πῶς μία καὶ παρ’ ὑμῖν αἱ διάφοροι θεότητες; ΟΡΘΟΔ. Ἔτι πρὸ τῆς τοῦ ἑνιαίου ἀποδείξεως τἄλλα παρεὶς τῶν ἀτοπημάτων, οἷς περιπίπτειν κινδυνεύετε μὴ κατὰ τὰς γραφὰς θεολογοῦντες, ἀλλὰ καὶ τοῖς κατ’ αὐτὰς θεολογοῦσιν ἀντιλέγοντες, μίαν μηδεμίαν ὑπερβολὴν ἐλλείπουσαν ἐξελέγξω ἀτοπίαν.

ΒΑΡΛ. Τίνα ταύτην; ΟΡΘΟΔ. Οὐ πᾶν τὸ αἴτιον καθὸ αἴτιον τοῦ αἰτιατοῦ ὑπέρκειται, καὶ τὸ μὴ κατὰ τοῦτο ὑπερκείμενον οὐδ’ αἴτιον αὐτοῦ δύναιτ’ ἂν ὑπάρχειν; ΒΑΡΛ. Οὕτως ἔχει. Καὶ γὰρ καὶ «ὁ πατὴρ τοῦ υἱοῦ μείζων τῷ αἰτίῳ», τἄλλα πάνθ’ ὁμότιμος ὑπάρχων, καθάπερ καὶ Γρηγόριός φησιν ὁ τῆς θεολογίας ἐπώνυμος.

ΟΡΘΟΔ. Οὐ Γρηγόριος μόνον, ὦ ’γαθέ, ἀλλὰ καὶ Βασίλειος ὁ μέγας, «τάξει μέν», φησί, «δεύτερος ὁ υἱὸς τοῦ πατρός, ὅτι ἀπ’ ἐκείνου· καὶ ἀξιώματι, ὅτι ἀρχὴ καὶ αἰτία, τῷ εἶναι πατέρα αὐτοῦ, καὶ ὅτι δι’ αὐτοῦ ἡ πρόσοδος καὶ προσαγωγὴ πρὸς τὸν πατέρα· φύσει δὲ οὐκέτι δεύτερος, ὅτι ἡ θεότης ἐν ἑκατέρῳ μία». Ἐπεὶ τοίνυν τὸ μὴ ὑπερκείμενον οὐδ’ αἴτιον, οὐκ ἀόρατος δὲ μόνον καὶ ἀνώνυμος καὶ ἀμέθεκτος, ἀλλὰ καὶ ὀνομαζομένη καὶ μετεχομένη καὶ ὁρατὴ θεότης τοῦ θεοῦ τοῖς πατράσιν εἴρηται, κατηγοροῦντες ἡμῶν ὅτι τὴν ἑτέραν, ἤτοι τὴν οὐσίαν τοῦ θεοῦ, ὡς αἰτίαν τε καὶ χορηγὸν ὑπερκεῖσθαι τῆς ἐξ αὐτῆς χορηγουμένης ἀπορρήτου χάριτος καὶ τῆς ὀνομαζομένης θεατικῆς δυνάμεως—καὶ τοῦτο κατὰ τοὺς πατέρας λέγομεν—, ὑμεῖς οὐκ εἰς αἰτίαν ταύτην ἀνάγετε τὸ δῶρον τὸ θεοποιόν. Τοιγαροῦν δύο λέγετε τὰ αἴτια καὶ δύο θεότητας ἀλλήλων ἀντιδιῃρημένας, καὶ δύο ἀρχὰς ποιεῖτε καὶ διθεΐᾳ ὡς ἀληθῶς ἀσεβεστάτῃ περιπίπτετε.

ΒΑΡΛ. Καὶ τίς τῶν πατέρων ὑπερκεῖσθαι τῆς ἀκτίστου χάριτος τὴν ἄκτιστον οὐσίαν ἔφη; Δύο γὰρ λέγοντας αὐτοὺς παρήγαγες, ὑπερκειμένην δὲ καὶ ὑφειμένην οὔπω. ΟΡΘΟΔ. Συνετῶς δεῖ κατακούειν τῶν λεγομένων, εἰ βούλεταί τις ἐφικνεῖσθαι τῆς ἐν τούτοις ἀληθείας. Σὺ δ’ οὐκ ἐπιγνόντι ἔοικας τὴν δύναμιν τῶν εἰρημένων ἄρτι. Ἀλλὰ καὶ μικρὸν ἀνωτέρω προηγάγομεν τὸν μέγαν Διονύσιον καὶ τὸν Νύσσης θεῖον Γρηγόριον λέγοντας τὴν μὲν οὐσίαν τοῦ θεοῦ ἀνώνυμον, ὡς ὑπερώνυμον καὶ πᾶσαν τὴν διὰ φωνῆς σημασίαν ὑπερβαίνουσαν, πάντα δὲ τὰ λεγόμενα ἐπὶ θεοῦ τῶν περὶ αὐτήν τι ἀποσημαίνειν, καὶ τὸ τῆς θεότητος ὄνομα οὐ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν τοῦ θεοῦ κυρίως δύναμιν δηλοῦν. Λέγεσθαι δὲ καὶ τὴν ὑπερώνυμον οὐσίαν τοῦ θεοῦ θεότητα, ἀλλ’ οὐ κυριωνύμως. Τοῦ γοῦν ὀνομαζομένου τὸ ὑπερώνυμον ὑπέρκειται, καὶ ἡ οὐσία τῶν περὶ αὐτὴν ἁπάντων ὑπερτέρα. Διὸ καὶ ὁ μέγας Ἀθανάσιος, «τὸ θεὸς εἶναι», φησί, «δεύτερόν ἐστι τῆς φύσεως». Καὶ ὁ Νύσσης αὖθις· «εἰ τὰ κρίματα τοῦ θεοῦ ἐξερευνηθῆναι οὐ δύναται καὶ αἱ ὁδοὶ οὐκ ἐξιχνιάζονται καὶ ἡ τῶν ἀγαθῶν ἐπαγγελία πάσης ὑπέρκειται τῆς ἀπὸ στοχασμῶν εἰκασίας, πόσῳ μᾶλλον κατὰ τὸ ἄφραστον καὶ ἀπροσπέλαστον ἄνω καὶ ὑψηλότερόν ἐστιν αὐτὸ τὸ θεῖον τῶν περὶ αὐτὸ νοουμένων». Ὁ δὲ μέγας Βασίλειος, «αἱ δὲ ἐνέργειαι», φησί, «τοῦ πνεύματος τίνες;

Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσωμεν τὰ τῶν αἰώνων ἐπέκεινα, τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως ἐνέργειαι, πόσαι δὲ αἱ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες, τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω». Τῆς οὖν θεότητος, δηλαδὴ τῆς προαιωνίου θεατικῆς δυνάμεως καὶ ἐνεργείας τοῦ τὰ πάντα εἰδότος πρὸ γενέσεως θεοῦ, ἣν κατωτέρω μὲν τοῦ πνεύματος ὁ μέγας εἴρηκε Βασίλειος, δευτέραν δὲ τῆς φύσεως ὁ μέγας Ἀθανάσιος, τῆς κυρίως θεότητος προσαγορευομένης, τῆς περὶ τὴν θείαν φύσιν οὔσης, ὡς ὁ Νύσσης ἀπεφήνατο Γρηγόριος, ταύτης οὖν ἡ οὐσία τοῦ θεοῦ ἡ ὑπερώνυμος, ἡ ἀνεκφώνητος, περὶ ἣν αἱ προαιώνιαί εἰσι δυνάμεις καὶ ἐνέργειαι, θεότης ἀπὸ τῆς οἰκείας ἐνεργείας καὶ αὕτη ὀνομαζομένη, πῶς οὐκ ἂν ὑπερκειμένη εἴη;

Δεῖ δὲ καὶ τὸν μέγαν Διονύσιον προαγαγεῖν· οὗτος γὰρ τῶν ἄλλων ἐμφανέστερον καὶ τὴν θέωσιν λέγει τοῦ θεοῦ θεότητα καὶ ταύτης ὑπερκειμένην τὴν οὐσίαν, ἀσφαλῶς ἅμα καὶ σαφῶς καὶ σοφῶς καὶ εὐσεβῶς· ἐν γὰρ τῷ Περὶ θείων ὀνομάτων, «θεότητα», φησί, «φαμὲν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν πάντων ὑπεράρχιον καὶ ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὴν ἐκδιδομένην ἐκ θεοῦ τοῦ ἀμεθέκτου δύναμιν, τὴν αὐτοθέωσιν, ἧς τὰ μετέχοντα ἔνθεά ἐστί τε καὶ λέγεται». Γράφων δὲ Πρὸς Γάϊον, πῶς ὑπὲρ θεαρχίαν καὶ ἀγαθαρχίαν ὁ θεός ἐστιν, «εἰ θεότητα», φησί, «νοήσαις τὸ θεοποιὸν καὶ ἀγαθοποιὸν δῶρον, καθ’ ὃ θεούμεθα καὶ ἀγαθυνόμεθα· καὶ γὰρ εἰ τοῦτό ἐστιν ἀρχὴ τοῦ θεοῦσθαι τοῖς θεουμένοις, ὁ πάσης ἀρχῆς ὑπεράρχιος καὶ τῆς οὕτω λεγομένης θεότητός ἐστιν ἐπέκεινα».

ΒΑΡΛ. Ἀλλὰ ταύτην τὴν θεότητα σχέσιν οὗτος καὶ μίμησιν ἐκεῖ φησι· διὸ ἡμεῖς ταύτην λέγομεν κτιστήν. ΟΡΘΟΔ. «Ἀμίμητον μίμημα» ταύτην ὠνόμασεν. Ὥστ’ οὐ μᾶλλον μίμησις ἢ ἀμιμησία. Οὔκουν κτιστή γε παρὰ τοῦτο. Σχέσιν δὲ δηλοῖ πολλὰ τῶν τοῦ θεοῦ· καὶ αὐτὴ γὰρ ἡ τοῦ θεοῦ βασιλεία, ἥτις καὶ ἡμῖν ἐπήγγελται, σχέσις τίς ἐστιν ἄκτιστος οὖσα. Φησὶ γὰρ ὁ θεῖος Μάξιμος, ὡς «ἔστι τι πρᾶγμα ὑπὲρ αἰῶνας ἡ τοῦ θεοῦ βασιλεία· οὐ γὰρ θέμις ἦρχθαι ἢ φθάνεσθαι ὑπὸ αἰώνων τὴν τοῦ θεοῦ βασιλείαν.

Ταύτην δὲ πιστεύομεν εἶναι τὴν τῶν σωζομένων κληρονομίαν». Ἀλλὰ καὶ ὁ τὰ θεῖα σοφὸς Δαμασκηνὸς πολλὰ τῶν ἐπὶ θεοῦ λεγομένων σχέσιν δηλοῦν ἐδίδαξεν· ὧν οὐδὲν ἂν φαίη τις κτιστὸν νοῦν ἔχων. Σχέσιν δ’ ἀκούων ἐπὶ τῶν τοιούτων μὴ φυσικὴν τῶν εὐμοιρηκότων οἰκειότητα νομίσῃς, ἀλλὰ τὴν διὰ τοῦ πνεύματος ὑπερφυεστάτην μέθεξιν.

Διὸ καὶ αὐτὸς ἐπήγαγε τῶν μετεχόντων εἶναι ταύτην, ἀλλ’ οὐχὶ τῶν πρὸς ταύτην πεφυκότων. Καὶ γὰρ διὰ τῆς τοιαύτης ἐν πνεύματι μεθέξεως μίμημα καὶ ὁμοίωμα τοῦ θεοῦ γίνονται οἱ ἅγιοι ὑπερφυές· κατὰ δὲ τὸν θεῖον Μάξιμον εἰπεῖν, «εἰκόνες ζῶσαι Χριστοῦ, καὶ ταὐτὸν αὐτῷ μᾶλλον κατὰ τὴν χάριν ἢ ἀφομοίωμα». Ὑπερφυὴς ἄρα καὶ ἡ σχέσις αὕτη. Διὸ καὶ ἄσχετον εὑρήσεις παρὰ τῶν πατέρων τὴν τῆς θεώσεως ὠνομασμένην χάριν, ὡς μὴ ἔχουσαν τὴν οἱανοῦν ἐν τῇ φύσει δύναμιν. Πῶς δ’ ἄρα καὶ ἡ θεαρχία, ἡ ἀγαθαρχία, ἡ θέωσις, ἡ αὐτοθέωσις, ἡ τοῦ θεοῦ θεότης, ἡ αὐτοθεότης τοῖς κτιστοῖς συναριθμοῖτο ἄν;

ΒΑΡΛ. Οἶδα κἀγὼ τὸν ἐξ Ἀρείου Πάγου θεοφάντορα τοιούτοις ἐξυμνοῦντα προσρήμασιν αὐτήν, καὶ θείαν δύναμιν καὶ πρόνοιαν καλοῦντα ταύτην. Ἀλλ’ οἶδα καὶ ὑποστάτην αὐτῆς εἰρηκότα τὸν θεόν, καὶ οὐ μόνον ταύτης, ἀλλὰ καὶ τῆς αὐτοζωῆς καὶ τῶν παραπλησίων. Διὸ καὶ ὡς τοῦ θείου πυνθανομένου Τιμοθέου γράφει πρὸς αὐτόν· «τί δὲ φῄς, τὸ αὐτοεῖναι λέγομεν ἢ τὴν αὐτοζωήν, καὶ ὅσα ἄλλα ἀπολύτως καὶ ἀρχικῶς εἶναι, καὶ ἐκ θεοῦ πρώτως ὑφεστηκέναι τιθέμεθα». Λέγοντες οὖν ἡμεῖς ἐκτίσθαι πρὸς θεοῦ, ἅπερ οὗτος ὑφεστηκέναι φησὶν ἐκ τοῦ θεοῦ, καὶ ὧν ὑποστάτην τίθεται θεόν, ἆρ’ οὐ ταὐτὰ τῷ μεγάλῳ φρονοῦμεν κατὰ τοῦτο;

ΟΡΘΟΔ. Ἥκιστα· διαπεπτώκατε γὰρ τῆς ἀσφαλοῦς ἐκείνου καὶ θείας διανοίας ἐς τὰ μάλιστα. ΒΑΡΛ. Πῶς καὶ τίνα τρόπον; ΟΡΘΟΔ. Ὅτι τὸ ὑφεστηκέναι τὴν ὕπαρξιν δηλοῖ μόνον, ἀλλ’ οὐχὶ καὶ τὸν τρόπον τῆς ὑπάρξεως. Ταῦτ’ ἄρα καὶ ἐπὶ τῶν κτιστῶς ὄντων καὶ ἐπὶ τῶν ἀκτίστως ἐκ θεοῦ ῥηθείη ἄν. Ἔνθεν τοι καὶ Βασίλειος ὁ μέγας ἐπ’ ἀμφοτέρων ἐχρήσατο τῇ λέξει γράφων ἐν τοῖς Ἀντιρρητικοῖς· «ὁ γὰρ τετοκὼς βώλους δρόσου οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν υἱὸν ὑπεστήσατο». Κέχρηται δὲ ταύτῃ κἀπὶ τῶν ἀκτίστων μόνων· «‘πνεῦμα γάρ φησι στόματος θεοῦ’, ἵνα μὴ τῶν ἔξωθέν τι καὶ τῶν κτισμάτων αὐτὸ κρίνῃς, ἀλλ’ ὡς ἐκ θεοῦ τὴν ὑπόστασιν ἔχον δοξάζῃς». Ἀλλαχοῦ δ’ αὖθις περὶ τοῦ αὐτοῦ πνεύματος θεολογῶν ἐνθέως, «τοῦτο», φησί, «τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ διὰ τοῦ υἱοῦ γνωρίζεσθαι καὶ ἐκ τοῦ πατρὸς ὑφεστάναι». Πολλαχοῦ δὲ τῶν οἰκείων λόγων καὶ Γρηγόριος ὁ θεολόγος ὑπόστασιν ὀνομάζει τὴν τοῦ υἱοῦ προαιώνιον ὕπαρξιν. Οἱ τοίνυν δι’ οὐδὲν ἕτερον τὰς θείας ἐκείνας δυνάμεις κτιστὰς εἶναι ἀποφαινόμενοι, ἢ ὅτι καὶ τούτων ὑποστάτις ἐστὶν ἡ πάντων αἰτία, τάχ’ ἂν ἡμῖν διὰ τὰ τοιαῦτα προσρήματα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα κτιστὸν ἀποδείξαιεν;

Καὶ οὐδ’ ἐκεῖνο συνιδεῖν ἐδυνήθησαν, ὡς τῶν ὑπὸ θεοῦ ἐκ μὴ ὄντων προηγμένων οὐδὲν ἀπολύτως καὶ ἀρχικῶς εἶναι δύναιτ’ ἄν, ὃ ταῖς θείαις δυνάμεσιν ὁ μέγας ἐκεῖνος προσεμαρτύρησεν.

Ἀλλ’ οὐδὲ «αὐτοεῖναι» ἢ «αὐτοζωὴ» κληθείη πώποτ’ ἄν τι τῶν κτιστῶς ὄντων τε καὶ ζώντων· μεθέξει γὰρ τούτων ἕκαστον ἔστι τε καὶ ζῇ. Πῶς οὖν αὐτοζωὴ ἔσται τὸ ζωῆς μετέχον; Πῶς δὲ τὸ μετεχόμενον ἀλλ’ οὐ μετέχον ἄλλου κτίσμα, τῶν κτισμάτων πάντων μετοχῇ τὸ εἶναι σχόντων; Τὸ δ’ ἔτι μεῖζον εἰς ἀπόδειξιν ὡς ἄκτιστοί εἰσιν αἱ δυνάμεις ἐκεῖναι τοῦ θεοῦ, ὅτι καὶ καθ’ ὑπεροχὴν μὴ οὔσας ὁ αὐτὸς προσείρηκεν αὐτάς. Εἰπὼν γὰρ «τὰς ἐκδιδομένας ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὰς δυνάμεις», ἐπήγαγεν· «ὧν τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα καὶ ὄντα καὶ ζῶντα καὶ ἔνθεα καὶ ἔστι καὶ λέγεται». Πάντως ὡς τῶν δυνάμεων ἐκείνων οὐσῶν ὑπὲρ τὰ ὄντα· «πάντων γὰρ τῶν μετεχόντων, ὡς μὴ μετοχῶν ὄντων, ἀρχὴν τοῦ εἶναι σχόντων, τὰ μεθεκτὰ»—ταὐτὸ δ’ εἰπεῖν αἱ μετοχαὶ καὶ αἱ δυνάμεις αὗται—οὐδέποτε τοῦ εἶναι ἤρξαντο κατὰ τὸν θεῖον Μάξιμον. Καίτοι κατὰ τὸν αὐτὸν «καὶ τῶν μεθεκτῶν πάντων ἀπειράκις ἀπείρως ὁ θεὸς ὑπερεξῄρηται». Πολλὴν δ’ ἂν ἴδοις ἐξετάζων τὴν διαφορὰν ἐν τοῖς μετέχουσιν αὐτῶν, ἣν εἴσεταί τις ἀσφαλῶς τοῖς ἀρτίως ἐξενηνεγμένοις τοῖς ἡμετέροις πατράσιν ἐντυχὼν συγγράμμασιν.

ΒΑΡΛ. Ἐκεῖνό μοι ἀξιῶ σαφήνισον· πῶς δύο θεοτήτων διαφόρων οὕτω παρὰ τῶν ἁγίων, καθάπερ ἀνεφάνη, λεγομένων μίαν φαμὲν ἐπὶ τῆς ἁγίας τριάδος προσκυνεῖν θεότητα; ΟΡΘΟΔ. Ἔδει μέν σοι παραστῆσαι νῦν ὡς καὶ λατινόφρονές εἰσιν οἱ τὴν θεοποιὸν δωρεὰν τοῦ πνεύματος λέγοντες κτιστήν. Ἐπεὶ δ’ ἐπίκεισαι τοῦ μοναδικοῦ τῆς θεότητος τὸν λόγον ἀπαιτῶν, μία τῶν τριῶν προσώπων, ὦ τάν, ὑπάρχει ἡ θεότης, καὶ οὐδείς ποτ’ ἄλλως εἶπε ζῆν εὐσεβῶς προῃρημένος.

Ὅπως δὲ τῷ ἑνιαίῳ τὸ διακεκριμένον ταύτης οὐ προσίσταται, σαφῶς καὶ σοφῶς καὶ συντόμως παρὰ τοῦ μεγάλου Βασιλείου μάθοις ἄν. Οὗτος γὰρ πρὸς τὸν ἰατρὸν Εὐστάθιον γράφων, προδιορισάμενος ὡς κυρίως μὲν ἐποπτικῆς ἢ ἐνεργητικῆς δυνάμεως ἔνδειξιν ἡ τῆς θεότητος προσηγορία φέρει, κατ’ αἰτίαν δὲ λέγεται καὶ ἡ οὐσία τοῦ θεοῦ θεότης, καὶ τρανῶς πρότερον οὕτω δείξας τὸ διάφορον τῆς οὐσίας καὶ τῆς ἐνεργείας, εἶτά φησιν· «ἀλλ’ εἴτε τὴν φύσιν τοῦ θεοῦ φαίη τις θεότητα, μία τῶν τριῶν ἡ φύσις· εἴτε τὴν ἐνέργειαν ὀνομάσει τις θεότητα, μία τῶν τριῶν προσώπων ἡ ἐνέργεια». Οὕτω μίαν θεότητα προσκυνοῦμεν τρισυπόστατον, ἀλλ’ οὐχ ὡς χάριτος καὶ δυνάμεως καὶ ἐνεργείας ἄμοιρον, ὡς εἶναι ταὐτὸν καὶ ἀπαράλλακτον τῇ προόδῳ τοῦ θεοῦ τὸ ἀνεκφοίτητον καὶ τῇ κρυφιότητι τὸ ἐκφανές· τοῦτο γὰρ παραφρονούντων λέγειν. Ὥσπερ δὲ δύναμιν καὶ σοφίαν κοινὴν πατρός, υἱοῦ καὶ πνεύματός φαμεν, λέγομεν δὲ καὶ δύναμιν καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱόν, ἀλλὰ αὐθυπόστατον, μίαν δ’ ὅμως σέβομεν ἐπὶ τῆς ἀνωτάτω καὶ προσκυνητῆς τριάδος σοφίαν καὶ δύναμιν—ἥ τε γὰρ ἐνυπόστατος τοῦ θεοῦ δύναμίς τε καὶ σοφία μία, εἴτε τὴν κοινὴν εἴποι τις τῶν τριῶν ὑποστάσεων, μία καὶ αὐτή ἐστιν—, οὕτω καὶ θεότητα τῶν τριῶν μίαν προσκυνοῦμεν.

Ἣν γὰρ ἂν εἴποις, μία τῶν τριῶν ἐστιν· ἡ μὲν οὐσία αὐθύπαρκτός τε καὶ παντάπασιν ἀπερινόητος, ἡ δὲ δύναμις περὶ αὐτὴν οὖσα φυσικῶς καὶ νοουμένη παρ’ ἡμῶν κατὰ τὸ ἐγχωροῦν ἀπὸ τῶν ποιημάτων, λεγομένη τε καὶ ὑμνουμένη καταλλήλως ἐκ τῶν προηγμένων ἐκ μὴ ὄντων, καὶ συνεστηκότων καὶ βελτιουμένων κατ’ αὐτήν, ὡς προνοητική, δημιουργική τε καὶ θεουργική, θεωρός τε καὶ ἔφορος ἁπάντων· «δυνάμεως γάρ», φησὶν ὁ μέγας Βασίλειος, «καὶ σοφίας καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα».