Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Ανασκευή των κατηγοριών περί μερισμού του Θεού και η ομολογία της αληθείας

Η αντίκρουση των ευνόμιων και σαβελλιανών προσεγγίσεων των αντιπάλων, η ερμηνεία της θείας απλότητας και πολυδυναμίας, και η τελική μεταστροφή του Βαρλααμίτη στην ορθόδοξη πίστη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 10

ΒΑΡΛ. Ἀλλ’ ὑμεῖς καὶ τὴν κοινὴν ταύτην θεουργικὴν δύναμιν καὶ χάριν ἐνυπόστατόν φατε. ΟΡΘΟΔ. Ἀλλ’ οὐχ ὡς αὐθυπόστατον· ἄπαγε. Καὶ κατὰ τοῦτο μέντοι τοῖς πατράσιν ἑπόμενοι· τὸ γὰρ φῶς τῆς θεοποιοῦ χάριτος ἐνυπόστατον ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐχ ὡς ὑμεῖς κακῶς νοεῖτε. Ἀλλ’ ἐπεὶ τὸ ἐνυπόστατον πολυσήμαντός ἐστι φωνή, καθάπερ καὶ τὸ ἀνυπόστατον, οὐχ ὡς αὐθυπόστατον ἐνυπόστατόν φασι τὴν τῆς θεώσεως χάριν, ἀλλ’ ὡς παραμένουσαν οἷς ἂν ἐγγένηται, καὶ μὴ καθάπερ ἀστραπῆς τε καὶ βροντῆς φύσις γινομένην ἐν τῷ φθείρεσθαι, καὶ τῇ φανερώσει παρ’ αὐτὰ συνδιαλυομένην· «οἷς γὰρ ἄν», φησίν, «ἐπιλάμψῃ, διηνεκὲς καὶ ἀδιάδοχον τὸ φῶς ἐμποιεῖ». Ἀλλὰ γὰρ τῷ ἑνιαίῳ τῆς θεότητος ἔτι προσδιατρίψωμεν. Τί γάρ, οὐ πνεῦμα ἡμῖν σεπτόν ἐστι τὸ τῆς τριάδος ἕν; Ἀλλὰ πνεῦμά φαμεν καὶ τὴν χάριν τοῦ πνεύματος, ἥτις κοινή ἐστι πατρός, υἱοῦ καὶ πνεύματος. Πνεῦμα δέ ἐστι καὶ αὐτὸς ὁ ἐν τριάδι προσκυνούμενος θεός. Ἆρ’ οὖν παρὰ τοῦτο κωλυθησόμεθα ἓν πνεῦμα προσκυνεῖν καὶ κατηγορήσει τις ἡμῶν ὡς προσκυνητὰ πολλὰ πνεύματα λεγόντων;

ΒΑΡΛ. Οὐδαμῶς. ΟΡΘΟΔ. Οὕτω τοίνυν θεότητα εἰδότες λεγομένην καὶ τὴν τοῦ θεοῦ οὐσίαν καὶ τὴν τοῦ θεοῦ ἐνέργειαν, μιᾶς οὐδὲν ἧττον θεότητός ἐσμεν θεραπευταί. Καὶ πνεύματα γὰρ ἑπτὰ ὁ Ἠσαΐας εἶπεν, ἃ καὶ ὀφθαλμοὺς θεοῦ ἑπτὰ ἕτερος προφήτης. Ταῦτα δὲ φυσικῶς ἐνεῖναί φησιν ὁ θεῖος Μάξιμος ὡς θεῷ τῷ υἱῷ καὶ λόγῳ τοῦ θεοῦ. Καθάπερ οὖν τὰ ἑπτὰ πνεύματα τὸ μοναδικὸν τοῦ πνεύματος οὐκ ἀναιρεῖ—πρόοδοι γάρ εἰσι καὶ ἐκφάνσεις καὶ δυνάμεις καὶ ἐνέργειαι τοῦ ἑνὸς ἁγίου πνεύματος—, οὕτω καὶ τῷ διῃρημένῳ τῆς θεότητος τὸ μοναδικὸν αὐτῆς οὐκ ἀναιρεῖται· μία γάρ ἐστι τῶν τριῶν ὑποστάσεων θεότης, ἤτοι φύσις καὶ οὐσία ὑπερούσιος, ἁπλῆ, ἀόρατος, ἀμέθεκτος, παντάπασιν ἀπερινόητος.

Εἰ δέ τις ἄλλη τῶν ἐνεργειῶν παρὰ τῶν ἁγίων λέγοιτο θεότης, εἴτε μία εἴτε δύο εἴτε πλείους—καὶ γὰρ καὶ τὸ πανταχοῦ εἶναι ἀπὸ τοῦ θεῖν καὶ οἱονεὶ φθάνειν πανταχόσε θεότητα ἔχει τὴν ἐπωνυμίαν· καὶ τὸ μηδαμοῦ εἶναι ἀπὸ τοῦ θέοντα, ὥσπερ διαφεύγειν πανταχόθεν· ἥ τε τοῦ θεοῦ λαμπρότης, ἣν καὶ οἱ ἀπόστολοι ἐπὶ τοῦ ὄρους εἶδον, ἧς καὶ νῦν ὡς ἐν ἀρραβῶνος μέρει κἀπὶ τοῦ μέλλοντος αἰῶνος οἱ ἅγιοι τελεώτερον μεθέξουσι, θεότης λέγεται ἀπὸ τοῦ αἴθειν, δηλονότι λάμπειν· καὶ ἡ καθαρτικὴ δύναμις ἀπὸ τοῦ αἴθειν, τουτέστι καίειν τε καὶ ἀναλίσκειν πᾶσαν μοχθηρίαν· τό τε γινώσκειν ἅπαντα παρὰ τὸ θεᾶσθαι πάντα τὸν θεὸν πρὶν γενέσεως αὐτῶν· καὶ τὸ προνοεῖν ἀπὸ τοῦ ἐφορᾶν, καὶ πρὸς τούτοις τὸ θεοποιεῖν—, ταῦτα τοίνυν ἅπαντα πρόοδοί εἰσι καὶ ἐκφάνσεις καὶ δυνάμεις καὶ ἐνέργειαι τῆς μιᾶς θεότητος ἐκείνης, φυσικῶς προσοῦσαι ταύτῃ καὶ ἀναφαιρέτως. Ἃς ὁ ἀφελὼν ἐκείνης καὶ εἰς κτίσμα κατασπάσας κἀκείνην συγκατέσπασε, μᾶλλον δὲ αὐτὸς τὸ πρὸς ἐκείνην σέβας ἐζημίωται κατὰ τὸν τοῦθ’ οὕτω, φεῦ, πεποιηκότα τε καὶ πεπονθότα Βαρλαάμ, καὶ ὑμᾶς τοὺς αὐτῷ φοιτήσαντας κἀπὶ τῶν θείων αὐτῷ κεχρημένους διδασκάλῳ.

ΒΑΡΛ. Καὶ πῶς ἔνιοι τῶν κεκληρωμένων τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῶν τε ἐσχολακότων περὶ λόγους, οὔτ’ ἐκείνῳ πρῴην οὔθ’ ἡμῖν ἀρτίως ἀντιλέγουσιν; ΟΡΘΟΔ. Ἄνοια καὶ ἀπόνοια, πονηροὶ γεννήτορες πονηροτέρων αἱρέσεων· ὅταν γάρ τις ἔνια τῶν θείων ἀγνοῶν, ἔπειτ’ οὐ μόνον ἥκιστα πείθηται τοῖς εἰδόσιν, ἀλλὰ καὶ τούτοις ἐπανιστάμενος ᾖ, πλανᾷ μὲν πρῶτον ἑαυτὸν αὐτός, ἔπειτα τοὺς ἑπομένους πάντας. Πλείους δ’ ἄρ’ ἀρτίως, ἐπεὶ «πάντες σχεδὸν τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ».

Καὶ τὰ ἀνὰ χεῖρας σφίσιν, εἴτε λόγοι εἴτε ἀξιώματα, κἂν ἱερὰ τυγχάνῃ, πορισμὸν βίου καὶ τῆς παρ’ ἀνθρώπων δόξης ἀφορμὰς ποιοῦνται. Τίνι δὴ τούτων μέλει τῶν τοιούτων; Καὶ ταῦτα τῆς ἣν ὑμεῖς, ἅτε μὴ παρὰ τῆς ἀληθείας ἔχοντες τὸ δύνασθαι, τῆς ἑαυτῶν συμμορίας προεστήσασθε ὄνομά τε δυναστείας καὶ συρφετὸν πλούτου περιβεβλημένης, καὶ κατὰ τὸν Σιρὰχ ἑτοίμης οὔσης «ἀνθιστάναι τὴν ὁλκήν», καὶ μάλιστα κατὰ τὸν τῆς πολιτικῆς συγχύσεως καιρόν, ὃν ὡς ἕρμαιον ὑμεῖς εὕρεσθε, καθάπερ οἱ τὰ Σεβήρου ποτὲ τοῦ δυσσεβοῦς καὶ Εὐτυχοῦς τοῦ δυστυχοῦς νοσοῦντες. Οὗτοι γὰρ ἐπαναστάντος Ζήνωνι Βασιλίσκου τοῦ τῆς πενθερᾶς αὐτῷ Βερίνης ἀδελφοῦ, καὶ τῶν πραγμάτων ἐς τὰ μάλιστα συγκεχυμένων, ἅτε τοῦ βασιλέως τηνικαῦτα τῆς ἀρχῆς ὑπεκστάντος τῷ τυράννῳ σχεδὸν ἀκονιτί, καιροῦ λαβόμενοι, τὴν ἐν Χαλκηδόνι θείαν σύνοδον ἀνασκευάζουσι καὶ πρόγραμμα γενέσθαι πείθουσιν, ἐγκελευόμενον μεθ’ ὅτι πλείστης ἐξουσίας ἀναθεματίζεσθαι μὲν τὸν Τόμον τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐν ἁγίοις Λέοντος, ὃν ὡς κανόνα εὐσεβείας ἥ τε κατὰ Χαλκηδόνα καὶ ἡ πρὸ αὐτῆς ἐν Ἐφέσῳ σύνοδος ἐδέξατο, ἀμφότεραι οὖσαι τῶν ἑπτά, καὶ ἡ μὲν τὸν τῆς τριάδος, ἡ δὲ τὸν τῆς τετράδος ἐκπληροῦσα τόπον ἐν αὐταῖς, τά τε συγγεγραμμένα Κυρίλλῳ τῷ θείῳ καὶ δι’ αὐτῶν κεκυρωμένα περὶ τῶν κατ’ αὐτὰς κεκινημένων κατακαίεσθαι οὗ ἂν εὑρεθῶσιν.

Ἡ δὲ πρόφασις ἥτις καὶ ὑμῖν ἀρτίως· ἱκανὰ γάρ φησι τὰ τῶν ἁγίων καὶ οὐ δεῖ καινὰ δογματίζειν καὶ προσδιατάττεσθαι, διερευνωμένους τὰ μὴ χωρητὰ τοῖς πλείοσιν. Ἆρ’ οὐχὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἐκείνοις ἐπὶ τῆς νυνὶ συγχύσεως ἀνελάβεσθε σπουδήν; Ἀλλὰ γὰρ ἐπανήξει ταχέως καὶ παρρησιάσεται, σὺν θεῷ δ’ ὁ λόγος, μετὰ τῆς εἰρήνης καὶ ἡ ἀλήθεια· καὶ γὰρ αὐτός ἐστιν ὁ θεὸς «ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ».

ΒΑΡΛ. Εἰρήνης καὶ ἀληθείας τίς οὐκ ἐφίεται; Μὴ τοίνυν ἡμῶν ὡς ἐπιχαιρόντων ταῖς ταραχαῖς καταψεύδου. Τοῦτο δέ μοι φράσον· οὐχὶ καὶ ἀκοῦσαι ἀπρεπὲς δύο τινὰς θεότητας πρεσβεύειν; ΟΡΘΟΔ. Καὶ τίς ὃς τοῦτο λέγει; Οὐδὲ γὰρ οἱ πνεῦμα λέγοντες καὶ τὴν ὑπόστασιν αὐτὴν καὶ τὴν χάριν τοῦ πνεύματος, ἀλλὰ καὶ τὰς ἐνεργείας τοῦ πνεύματος ἑπτὰ καλοῦντες πνεύματα, δύο ἢ πολλὰ πνεύματα πρεσβεύουσιν. Οὕτως οὐδ’ οἱ θεότητα προσειρηκότες καὶ τὴν τοῦ θεοῦ θεοποιὸν χάριν θεολόγοι, καὶ τῶν ἄλλων ἐνίας τῶν τοῦ θεοῦ ἐνεργειῶν, καὶ οἱ τοῖς ἁγίοις ἐκείνοις ἡμεῖς ὁμολογοῦντες, δύο ἢ πολλὰς θεότητας πρεσβεύομεν, ἀλλὰ μίαν, ἧς ἡ χάρις καὶ αἱ ἐνέργειαι.

Εἰ δ’ οἱ κατήγοροι τῶν εὐσεβῶς καὶ φρονούντων καὶ λεγόντων τοῦτο τοῖς πλήθεσι περιαγγέλλουσιν, ἀποσταῖμεν διὰ τοῦθ’ ἡμεῖς τῆς πρὸς τοὺς σεπτοὺς πατέρας ἀσφαλοῦς ὁμολογίας; Ἄπαγε· καὶ οἱ μονοφυσῖται γὰρ τοὺς δύο φύσεις λέγοντας ἐπὶ Χριστοῦ δύο σέβειν τοῦ θεοῦ υἱοὺς ἐσυκοφάντουν.

Σαβέλλιός τε καὶ Ἄρειος, Ἀέτιός τε καὶ Εὐνόμιος καὶ ὅσοι κατ’ αὐτοὺς τριθεΐαν ἐνεκάλουν τοῖς καὶ τὸν υἱὸν θεὸν ἀληθινὸν κηρύττουσιν, ὡσδαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ. Διθεΐτας δὲ σκώπτοντες ὠνόμαζον τοὺς περὶ τὸν υἱὸν μόνον ὑγιαίνοντας οἱ κατ’ ἄμφω νοσοῦντες. Τί οὖν; Ἆρα παρῃτήσαντο τῶν τοῦ εὐσεβοῦς ἐν διαφόροις καιροῖς δόγματος ἀντεχομένων, οἱ μὲν λέγειν δύο φύσεις τοῦ ἐνανθρωπήσαντος θεοῦ, οἱ δὲ θεὸν ἄκτιστον τὸν υἱόν τε καὶ τὸ πνεῦμα τοῦ θεοῦ, ὡς ἂν μὴ διθεΐαν ἢ τριθεΐαν ἐγκληθῶσι παρὰ τῶν κακῶς φρονούντων; Οὔμενουν. Οὕτως οὐδ’ ἡμεῖς ἂν ἐκσταίημέν ποτε τῆς πρὸς τοὺς πατέρας συμφωνίας διὰ τὰς ἐνίων τῶν νῦν ἐρεσχελίας, ὡς μὴ καὶ τὴν θεοποιὸν τοῦ θεοῦ χάριν καὶ ἐνέργειαν ἄκτιστον κατ’ αὐτοὺς θεότητα καλεῖν.

Καὶ ταῦτα τοσούτων καὶ οὕτω πονηρῶν αἱρέσεων ἐκ τῆς πρὸς αὐτὴν ἀθετήσεως κρατυνομένων. ΒΑΡΛ. Ἀλλ’ οἱ μὴ πειθόμενοι ταύτην ἄκτιστον ὑπάρχειν—ἐμοὶ γάρ, ἵνα τἀληθῆ λέγω, τῶν σῶν ἀκούσαντι λόγων δοκεῖς λέγειν ἀληθῆ—, φασὶ τοίνυν οἱ κτιστὴν λέγοντες τὴν θεοποιὸν χάριν καὶ ἐνέργειαν, ὡς ἡ μὲν ἄκτιστος χάρις καὶ ἐνέργεια ταὐτόν ἐστι καὶ ἀδιάφορον τῇ οὐσίᾳ τοῦ θεοῦ. Διὸ καὶ ὑπ’ ἐνίων ἐρωτώμενοι, εἰ κτιστήν φασι τὴν χάριν τοῦ θεοῦ, καὶ ἀναθέματι καθυποβάλλουσι τοὺς φάσκοντας αὐτὴν κτιστήν, ἐκείνην ἐπὶ νοῦν ἔχοντες τὴν ταὐτὸν οὖσαν καὶ ἀδιάφορον τῇ οὐσίᾳ τοῦ θεοῦ, ἥτις δ’ ἂν εἴη χάρις ἢ ἐνέργεια διαφέρουσα καθ’ οἱονδήποτε τρόπον τῆς οὐσίας τοῦ θεοῦ, κτίσμα ταύτην λέγουσι, τὸν δὲ μὴ οὕτω λέγοντα σύνθετόν φασι τὸν θεὸν ποιεῖν ἐξ οὐσίας τε καὶ ἐνεργείας θείας.

ΟΡΘΟΔ. Οἱ λέγοντες ἐπὶ θεοῦ ἀδιάφορον τῇ οὐσίᾳ τὴν ἐνέργειαν οὐκ οὐσίαν φασὶν αὐτὸν ἔχειν καὶ ἐνέργειαν, ἀλλ’ ἐνέργειαν μόνην ἢ οὐσίαν μόνην. Εἰ γὰρ μὴ ἔχει ταῦθ’ ἡντινοῦν διαφοράν, πῶς τοῦτό τε κἀκεῖνο λέγουσιν ἔχειν τὸν θεόν, εἰ μὴ ἄρα ὀνόματα κενὰ προσεῖναι τῷ θεῷ ταυτί φασιν, ἄμοιρα πραγμάτων; Οὐκοῦν τῇ ταυτολογίᾳ τοὺς ἀκροωμένους ὡς ἀμφότερα δοξάζοντες παρακρουόμενοι, ἐπ’ ἀληθείας τὸν θεὸν αὐτοὶ δοξάζουσιν οὐσίαν ἀνενέργητον ἢ ἐνέργειαν ἀνούσιον.

ΒΑΡΛ. Οὐσίαν ἐνεργῆ φασιν εἶναι τὸν θεόν, ἐνέργειαν δὲ μὴ ἔχειν ἄλλην παρὰ τὴν οὐσίαν, ἵνα μὴ σύνθετος εἴη. ΟΡΘΟΔ. Σκέψαι δὴ μὴ ψιλὸν ἦχον ῥήματος χαρίζωνται αὐτῷ τὸ ἐνεργὲς κλέπτειν κἀν τούτῳ τοὺς προσδιαλεγομένους μηχανώμενοι· φησὶ γὰρ ὁ θεῖος Μάξιμος, «ὡς οὐκ ἔστιν ὑπάρχειν χωρὶς ὑπάρξεως, οὕτως οὐδὲ ἐνεργεῖν χωρὶς ἐνεργείας ἐστίν». Οὗτοι τοίνυν ἀνελόντες τὴν θείαν ἐνέργειαν, καὶ διὰ τοῦ λέγειν ἀδιάφορον εἶναι τῇ οὐσίᾳ ταύτῃ συναλείψαντες, πεποιήκεσαν τὸν θεὸν οὐσίαν ἀνενέργητον.

Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι τοῦ θεοῦ τελέως ἀνεῖλον καὶ ἄθεοι γεγόνασιν ἐν τῷ κόσμῳ· «τῆς γὰρ θείας τε καὶ ἀνθρωπίνης ἐνεργείας ἀναιρουμένης οὔτε θεὸς ἔσται οὔτε ἄνθρωπος» ὁ αὐτὸς Μάξιμός φησιν. Ἀνάγκη γὰρ πᾶσα πρὸς ἀθεΐαν διαπίπτειν τὸν ἀδιάφορον ἐπὶ θεοῦ λέγοντα τῆς τοῦ θεοῦ οὐσίας τὴν ἐνέργειαν· ἀπὸ γὰρ τῶν οἰκείων ἐνεργειῶν ὅτι ἔστι μόνον ὁ θεὸς γινώσκεται. Τῷ τοίνυν ἀθετοῦντι τὰς θείας ἐνεργείας καὶ μὴ ὁμολογοῦντι τὴν πρὸς τὴν οὐσίαν αὐτῶν διαφορὰν ἀναγκαίως ἕψεται τὸ ἀγνοεῖν εἶναι τὸν θεόν. Ἀλλὰ καὶ τοῦ μεγάλου Βασιλείου πολλαχοῦ τῶν λόγων ἀποφηναμένου «μηδεμίαν ἐνέργειαν αὐθυπόστατον ὑπάρχειν» οἱ μηδὲν διενηνοχέναι λέγοντες τῆς ἐνεργείας τὴν οὐσίαν τοῦ θεοῦ καὶ τὸν Σαβέλλιον τῇ δυσσεβείᾳ ὑπερέβαλον· ὁ μὲν γὰρ ἀνυπόστατον ἐποίει τὸν υἱόν τε καὶ τὸ πνεῦμα μόνον, οἱ δὲ ἀνυπόστατον ποιοῦσι τὴν τρισυπόστατον οὐσίαν τοῦ θεοῦ.

ΒΑΡΛ. Ἀλλ’ ἐκεῖνοι καί τινας προτείνονται ῥήσεις τῶν ἁγίων ἓν λεγούσας τὴν οὐσίαν καὶ τὴν τοῦ θεοῦ ἐνέργειαν. Ἆρ’ οὖν καὶ οἱ ἅγιοι τοῖς αὐτοῖς παρὰ τοῦτο περιπίπτουσιν ἀτόποις; ΟΡΘΟΔ. Οὔμενουν. ΒΑΡΛ. Τίνα τρόπον;

ΟΡΘΟΔ. Ὅτι ἓν ἐκεῖνοι λέγουσιν, ἀλλ’ οὐκ ἀδιάφορον, τουτέστι ταὐτὸ καὶ οὐ ταὐτὸ κατὰ διαφόρους τρόπους. Διὸ ποτὲ μὲν εὑρήσεις ταὐτό, ποτὲ δ’ ἄλλο λέγοντας ὡς ἀμφοτέρων ὄντων. Καὶ τοῦθ’ ἡμεῖς εἰδότες, ὅταν ἀκούσωμεν αὐτῶν ταῦτα ταυτιζόντων καὶ τὴν διαφορὰν οὐκ ἀγνοοῦμεν.

Ὅταν δ’ αὖθις ἐκείνων διαιρούντων, ἡμεῖς ἴσμεν ἀλλαχόθεν καὶ τὴν ἕνωσιν. Ὁ δὲ μὴ ταῦθ’ οὕτω κατανοῶν καὶ προσιέμενος ἀντιπεριστήσεται κατ’ αὐτὸς αὑτοῦ τοῖς ἐκ διαμέτρου περιπίπτων κακοῖς, ὡς Σαβέλλιος εἶχε πρὸς τὸν Ἄρειον. Ὁ μὲν γὰρ ἀκούων τὸ μεῖζον ἐπὶ τοῦ πατρὸς οὐκ ἀλλαχόθεν συνεώρα καὶ τὸ ἓν καὶ τὸ ὁμότιμον. Σαβέλλιος δὲ τὸ ἓν ἀκούων τὴν τοῦ αἰτίου πρὸς τὰ ἐξ αὐτοῦ διαφορὰν οὐκ ἐνενόει τρανῶς ἀλλαχοῦ πολλαχοῦ τῶν θεοπνεύστων γραφῶν κηρυττομένην.

ΒΑΡΛ. Καὶ πῶς ὁ Νύσσης φανότατος φωστὴρ Γρηγόριος «ἀκτίστου πρὸς ἄκτιστον μηδεμίαν εἶναι διαφορὰν» ἀπεφήνατο; ΟΡΘΟΔ. ᾟ ἄκτιστα τὰ ἄκτιστα πρὸς ἄλληλα διαφορὰν οὐκ ἔχει. Κατὰ δὲ τὸ αἴτιον καὶ αἰτιατὸν μὴ πρὸς ἄλληλα ταῦτα διαφέρειν, Σαβελλίου λέγειν ἢ τῆς καθ’ Ἕλληνας ἔστιν ὡς πολυαρχίας· ἢ γὰρ ἀρχαὶ πολλαὶ πολλῶν ὄντων ἀγενήτων τε καὶ ἀναιτίων ἢ μία παντάπασίν ἐστι, μηδὲ τοῦ ἀκτίστου υἱοῦ πρὸς τὸν ἄκτιστον πατέρα καθ’ ὑπόστασιν ἢ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὅλως διαφέροντος.

Πρὸς δὲ τούτῳ δεῖ σκοπεῖν καὶ περὶ τίνος ὁ λόγος καὶ τί ποτ’ ἄρ’ ἐκεῖνο τὸ ἄκτιστόν ἐστιν, οὗ μηδεμίαν ἔφη τις εἶναι πρὸς τὸ ἄκτιστον διαφοράν. Εἰ μὲν γὰρ περὶ θείων ἐνεργειῶν ἢ θείων ὑποστάσεών ἐστιν ὁ λόγος, οὐκ ἔσθ’ ὅπως ἂν εἴη τοῖς εὐσεβέσιν ἐναρίθμιος ὁ μὴ πρὸς ἀλλήλας τε καὶ τὴν οὐσίαν διαφέρειν ταύτας λέγων, ὅτι μὴ τὸν τρόπον ὃν εἰρήκαμεν. Εἰ δὲ περὶ τῆς θείας ὑπερουσιότητός ἐστιν ὁ λόγος, καθάπερ ἄρα καὶ τῷ Νυσσαέων φωστῆρι Γρηγορίῳ, τὸ «μηδεμίαν εἶναι διαφορὰν» μὴ κατὰ τὸ ἄκτιστον μόνον ἐκληπτέον, ἀλλὰ κατὰ πάντα· μία γὰρ οὐσία θεία μηδεμίαν διαφορὰν ἐπιδεχομένη καθ’ αὑτήν. Τὸ γὰρ ἕν, ᾗ ἕν, ἀδιαίρετόν ἐστι παντάπασι.

ΒΑΡΛ. Σφόδρα μοι δοκεῖς κἀν τούτῳ τῆς ἀληθείας ἐς τὸ ἀκριβὲς καταστοχάσασθαι. Καὶ οὐκ οἶμαί τινα τῶν εὐσεβεῖν ἐθελόντων ἀπειθεῖν, οἷς γε μὴν προὔργου τὸ ἀντιλέγειν πρὸς ὑμᾶς οὐκ ἐπιλελοίπασιν αἱ συνηγοροῦσαι ῥήσεις· ἔτι γὰρ ἔχουσιν αἷς ἐρειδόμενοι μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν ἄκτιστον ἐνέργειάν φασιν.

ΟΡΘΟΔ. Φασὶν οὖν ὡς οὐκ ἔχει θείαν ἐνέργειαν ἡ θεία φύσις· πλὴν γὰρ αὐτῆς οὐδέν, εἰ μηδὲν μηδαμῆ διενήνοχεν αὐτῆς. Πρόφερε δ’ ὅμως εἰς ἐξέτασιν ὅτιπερ ἔτι τῶν ἐκείνοις λεγομένων ἰσχύν τινα νομίζεις ἔχειν.

ΒΑΡΛ. Τοῦ Δαμασκηνοῦ πατρός, «τὸ θεῖον ἁπλοῦν ἐστι» γράφοντος «καὶ ἀσύνθετον· τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴποιμεν ἐπὶ θεοῦ, τὸ ἐκ τοσούτων συγκείμενον οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον». Τοῦτο τοῦ Δαμασκηνοῦ γράφοντος πατρὸς ἀδιάφορον ἐκεῖνοί φασι λέγειν εἰκότως τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ἵνα μὴ ἐκ πολλῶν καὶ διαφόρων σύνθετον τὸν θεὸν ποιήσωσι.

Ταῦτ’ ἄρα καὶ πᾶν τὸ διαφέρον τῆς θείας οὐσίας ὁπωσδήποτε κτιστὸν ἡγοῦνται, καὶ ὑμῖν ὡς διαφορὰν εἰσάγουσιν ἐπὶ θεοῦ τῆς οὐσίας καὶ τῆς ἐνεργείας ἀντιλέγουσιν. ΟΡΘΟΔ. Καλῶς ἔχειν οἶμαι καὶ ἐπ’ αὐτῶν εἰρῆσθαι νῦν, ὃ καὶ πρὸς τοὺς Σαδδουκαίους ὁ κύριος εἶπεν, ὅτι «πλανῶνται μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ»· ταύτην γὰρ ἠθετήκασι τελέως παραπλήσια πράξαντές τε καὶ παθόντες Σαβελλίῳ καὶ Ἀρείῳ καὶ τοῖς πρὸ αὐτῶν καὶ μετ’ αὐτοὺς τῶν πονηρῶν αἱρέσεων προστάταις. Τούτων γὰρ ἕκαστος οὐκ ἐν πᾶσι τῇ θεοπνεύστῳ πεπιστεύκασι γραφῇ· μορίων δέ τινων ταύτης ἀντεχόμενοι καὶ πρὸς τἄλλα τὰς ἀκοὰς ὥσπερ βεβυσμένας κεκτημένοι, κατὰ τῆς ἀνωμολογημένης ἐκ πάντων μιᾶς εὐσεβείας φρενοβλαβῶς ἐχώρησαν, ἀντιπαρατάξαντες ἀλλήλαις τὰς τῶν ἁγίων καὶ τοῦ πνεύματος φωνάς, καὶ τοῖς ὑπ’ αὐτῶν ἀποσπασθεῖσιν ἐκείνοις παραχρώμενοι καὶ παρερμηνεύοντες αὐτὰ καὶ κατὰ τῶν εὐσεβῶν προφέροντες. Ἔδει γὰρ τὸν Σαβέλλιον ἀκούσαντα παρὰ τῶν ἁγίων, ὡς οὐκ ἔστιν ἕτερος θεὸς ὁ υἱὸς παρὰ τὸν πατέρα, ζητεῖν προσακοῦσαι καὶ μαθεῖν, εἴπερ ἄλλον τρόπον ἕτερός ἐστιν· ἤκουσε γὰρ ἂν ὅτι καθ’ ὑπόστασιν. Ὁ δὲ πρὸς τὰς τοῦτο κηρυττούσας ῥήσεις τῶν ἁγίων καθάπερ ἐκκεκωφημένος συστολὴν πρῶτος κακῶς ἐπενόησε θεότητος, ἀδιάφορον παντάπασιν ἀποφηνάμενος πατέρα καὶ υἱόν.

Οὕτω τοίνυν καὶ τούτους ἀκούσαντας ἀρτίως τοῦ Δαμασκηνοῦ πατρός, ὅτι «τὸ ἄκτιστον καὶ ἀγαθὸν καὶ αἰώνιον καὶ τὰ τοιαῦτα οὐ λέγομεν διαφορὰς οὐσιώδεις ἐπὶ τοῦ θεοῦ», ζητεῖν ἐχρῆν καὶ πῶς δεῖ λέγειν καὶ φρονεῖν περὶ αὐτῶν. Ἀλλὰ μὴ τὰς ἄλλας περὶ τούτων αὐτοῦ τε καὶ τῶν ἄλλων ἁγίων παραγραψαμένους ῥήσεις καινοτομεῖν αὖθις συναλοιφὴν καὶ περιτομὴν καὶ συστολὴν θεότητος τῆς Σαβελλίου μὴ ἀποδέουσαν, λέγοντας ταῦτά τε καὶ πᾶσαν ἐνέργειαν θείαν ἀδιάφορον τῆς οὐσίας τοῦ θεοῦ. Τὸν αὐτὸν δὲ τρόπον οὐδ’ Ἄρειος ἀπόπτυστος ἂν ἦν, εἰ μετὰ τῆς ἐπὶ πατρὸς καὶ υἱοῦ διαφορᾶς ἐνηχεῖτο στέργων καὶ τὴν ἕνωσιν. Οὐ γὰρ ἂν τὸν ἀπ’ ἀρχῆς συνόντα τῷ πατρὶ τοῖς ἀρχὴν εἰληφόσι συνηρίθμει, καθάπερ εἰς κτίσμα κατασπῶσιν οὗτοι νῦν τὰς περὶ θεὸν ἀπαρχῆς οὔσας ἐνεργείας, ἡνίκ’ ἂν ἔστιν ὡς διενηνοχέναι πύθωνται τῆς θείας φύσεως. Καίτοι τὴν σύνθεσιν, ἣν οὗτοι προφασιζόμενοι τοιαύταις δυσσεβείαις περιπίπτουσιν, ἴδοι τις ἂν ἐκτελουμένην μᾶλλον ἐκ τοῦ μὴ διαφέρειν λέγειν τῆς θείας οὐσίας τὰ περὶ αὐτὴν φυσικῶς θεωρούμενα.

Πρὸς γὰρ τοὺς Εὐνομιανούς, σύνθετον κἀκείνους τὸν θεὸν παρὰ τοῦτο λέγοντας, φησὶν ὁ θεῖος Κύριλλος· «εἰ σύνθετον οἴεσθε γίνεσθαι θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· ἔχει τὸ γεννᾶν ὁ πατὴρ φυσικῶς, ἔχει καὶ τὸ κτίζειν δι’ υἱοῦ δημιουργικῶς καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός.

Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει». Καὶ πάλιν· «εἰ ὅπερ ἂν ὑπάρχῃ μόνῳ τῷ θεῷ, τοῦτο πάντως αὐτοῦ ἔσται καὶ οὐσία, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί. Καὶ γὰρ βασιλεὺς καὶ κύριος καὶ ἄφθαρτος καὶ ἀόρατος καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον».

Ἕξεις μὲν οὖν καὶ ἐπιτηδειότητας οὔθ’ ἡμεῖς ἔφημεν οὔτε παρὰ τῶν πατέρων ἐδιδάχθημεν ἐπὶ θεοῦ, ἀλλ’ οὐδ’ οὐσιώδεις διαφοράς, ἐπεὶ μηδὲ πολλὰς οὐσίας θείας. Τῆς δὲ μιᾶς καὶ ἁπλῆς οὐσίας, τῆς ἁγίας καὶ προσκυνητῆς τριάδος ἐνεργείας εἶναι πλείστας καὶ ἀκτίστους πάσας ὑπὸ τῶν πατέρων μεμυήμεθα. Καὶ σὺ τοίνυν, εἰ θέλεις εὐσεβεῖν, «τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀγαθὸν καὶ αἰώνιον καὶ τὰ τοιαῦτα» μήτε διαφορὰς οὐσιώδεις ἐπὶ θεοῦ λέγε, μήτε ποιότητας, ἀλλὰ μηδὲ οὐσίας, ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ὁ αὐτὸς Δαμασκηνὸς καὶ πρὸ αὐτοῦ ὁ μέγας Ἀθανάσιος πάντα τὰ τοιαῦτα ἀπαριθμησάμενοι οὐ φύσις ταῦτά ἐστί φασιν, ἀλλὰ περὶ τὴν φύσιν. Ὁ δὲ μέγας Βασίλειος καὶ ἐνεργείας οὐκ ἐνυποστάτους ταῦτα προσηγόρευσε τοῦ πνεύματος ἀϊδίως αὐτῷ προσούσας. Καὶ ἀλλαχοῦ πάλιν, «εὐεργέτην», φησί, «καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα».

Ὅτι μέντοι καὶ ἄκτιστα ταῦθ’ ἐστι καὶ ἀδιάφορα τῆς οὐσίας οὐκ ἔστι, καθάπερ οὗτοι διατείνονται, καὶ ἀφ’ ὧν νῦν προήνεγκας αὐτῶν κατάδηλον· αὐτὸ γὰρ τὸ ἄναρχον καὶ ἄκτιστον κτιστὸν οὐκ ἔστιν, ἀλλ’ οὐδὲ οὐσία. Τὸ μὴ ὂν τοίνυν οὐσία πῶς ἀδιάφορον ἔσται τῆς οὐσίας; Τάχα δ’ οὗτοι καὶ αὐτὸ τὸ ἄκτιστον καὶ ἄναρχον οὐκ ὀκνήσουσιν ἢ οὐσίαν εἶναι λέγειν θείαν, καθάπερ ὁ Εὐνόμιος τὸ ἀγέννητον, ἢ κτιστὸν ὅτι μὴ οὐσία; Ἡμεῖς δὲ καὶ τὸ αἰώνιον καὶ τὸ ἀγαθὸν τῷ ἀκτίστῳ καὶ ἀνάρχῳ συντεταγμένα καὶ ἄκτιστα καὶ οὐκ οὐσίαν εἶναι λέγομεν. Καὶ τί λέγω τὸ αἰώνιον καὶ τὸ ἀγαθόν; Αὐτὸ γὰρ τὸ ἁπλοῦν, δι’ ὃ πάνθ’ οὗτοι τὰ φυσικῶς προσόντα τῷ θεῷ μηδὲν διαφέρειν τῆς θείας φύσεώς φασι, καὶ ἄκτιστον ἴσμεν καὶ φύσιν τοῦ θεοῦ οὐκ ἴσμεν ὄν· «οὐ γὰρ δὴ φύσις αὐτῷ ἡ ἁπλότης», φησὶν ὁ θεολόγος Γρηγόριος.

Καίτοι ποιητὴς ὑπάρχων ὁ θεὸς τῶν ἐν νοῖς τε καὶ σώμασιν ἁπλοτήτων φυσικῶν, ὡς ἐνέργειαν ἔχει τὴν ἁπλότητα προσοῦσαν φυσικῶς. Ὁ αὐτὸς δὲ θεολόγος καὶ τὸν υἱὸν ἀρχὴν εἰπών, «ἀλλ’ οὐ τοῦτο φύσις αὐτῷ ἡ ἀρχή», φησίν, «ὥσπερ οὐδὲ τῷ ἀνάρχῳ τὸ ἄναρχον». Καίτοι τῶν ἐν ἑκάστῳ φυσικῶν ἀρχῶν δημιουργὸς ὑπάρχων ὁ θεὸς ὡς ἐνέργειαν ἔμφυτον ἔχει τὴν ἀρχήν.

Πολλαχόθεν ἄρα δῆλον ὡς οὐκ ἔστιν οὐσία τοῦ θεοῦ ἡ ἄκτιστος ἐνέργεια. Λεχθείη δ’ ἂν οὐσία ὡς οὐσιοποιὸς καὶ φύσις ὡς φυσικῶς προσοῦσα τῷ θεῷ, καὶ τοῦτο κατὰ τοὺς θεολόγους· «φύσις γάρ», φησί, «τῷ θεῷ τὸ παράγειν καὶ σώζειν».

Διαστέλλειν δὲ τὰς σημασίας ἑκάστου τῶν ὀνομάτων ἀναγκαῖον τὸν ἐφικνεῖσθαι τῆς ἀληθείας ἐφιέμενον. Ἡμῖν γὰρ ὁ λόγος περὶ τῆς ἐν ἀποκρύφοις ὑπεριδρυμένης ὑπερουσιότητος· ταύτης γὰρ διαφέρειν τὰς θείας ἐλλάμψεις καὶ ἐνεργείας ἰσχυριζόμεθα. Μενούσης γὰρ αὐτῆς ἀμεθέκτου καὶ ἀνεκφάντου καὶ ἀνωνύμου παντάπασι διὰ τούτων ὁ θεὸς πολυτρόπως γνωρίζεταί τε καὶ μετέχεται, μηδαμῶς χωριστῶν ὑπαρχουσῶν ἐκείνης. Ἐν οὐσίᾳ γὰρ καὶ ἐνεργείᾳ εἷς ἐστι θεός· ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

ΒΑΡΛ. Ἀπόχρη καὶ περὶ τούτων. Δεῖ δέ σε καὶ πᾶν ἄλλο σκῶλον ἐκποδὼν ποιεῖσθαι λύοντα τὰς ἀντιθέσεις πάσας· οὕτω γὰρ ἂν εἴης τὸ κράτος κατὰ κράτος ὑπὲρ τῆς κατ’ εὐσέβειαν ἀληθείας ἀνελόμενος. ΟΡΘΟΔ. Τί λέγεις; Τὴν ψυχὴν θήσομεν ὑπὲρ τῆς ἀληθείας τοῦ θεοῦ συναιρομένου, καὶ καμεῖν περὶ τὸν λόγον οὐ θελήσομεν;

ΒΑΡΛ. Πῶς οὖν ὁ μέγας Βασίλειος ἕν φησι πάντα σημαίνειν τὰ ἐπὶ θεοῦ λεγόμενά τε καὶ νοούμενα, γράφων ἐν τῇ Πρὸς Εὐστάθιον ἐπιστολῇ, ὅτι «πάντα τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν; Οὐ γὰρ ἐπ’ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφ’ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου· ἀλλ’ ὅσαπερ ἂν εἴποις ὀνόματα, ἓν διὰ πάντων τὸ σημαινόμενόν ἐστι. Κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω, ὃν καὶ διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας». Ἐν δὲ τοῖς Πρὸς Εὐνόμιον ἀντιρρητικοῖς, «καὶ οὕτως ἄν τις», φησί, «τῶν ὀνομάτων ἕκαστον ἐφοδεύων ποικίλας εὕροι τὰς ἐπινοίας ἑνὸς τοῦ κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμένου».

ΟΡΘΟΔ. Ταῦτ’ οὐδὲ σκῶλά ἐστιν, εἰ μὴ καὶ τὸ τῆς ἡμέρας φῶς ἀβλεψίας πρόξενον, ὅτι ταῖς γλαυξὶ γίνεται τοιοῦτον διὰ τὴν ἐκ τῶν ὀμμάτων αὐτῶν ἐξίτηλον ἀντίληψιν. Ἀλλ’ ὢ τῆς ἐπηρείας τοῦ πονηροῦ! Τὸ μὲν γὰρ ἐν τοῖς τοιούτοις μὴ καταστοχάζεσθαι τῆς διανοίας τοῦ γράφοντος γένοιτ’ ἄν τινος ἀφυΐας ἢ διανοίας οὐκ ἐφιστάσης καλῶς. Τὸ δὲ καὶ εἰς τὴν ἐναντίαν ἀποβουκολεῖσθαι δόξαν τῆς τοῦ πονηροῦ πνεύματος ἐνεργείας σαφῶς ἐξῆπται, σαφὴς ἀντιπαράταξις ὂν πρὸς τὴν τῶν ἁγίων σπουδὴν καὶ μηχανή τις ἐπ’ αὐτοὺς στρέφειν ἐπιχειροῦσα τὰ παρ’ αὐτῶν ἀφειμένα πρὸς τὸν ἀντικείμενον βέλη. Τάχα καὶ νῦν οἷά τινες οὗτοι δήμιοι περιεστᾶσιν αὐτοὺς ἀκρωτηριάζοντες καὶ στρεβλοῦντες τὴν ἐν συγγράμμασι γλῶττάν τε καὶ χεῖρα καὶ τὸν νοῦν αὐτόν, κἂν ἐκεῖνοι τῶν τοιούτων ἐπηρειῶν διατελοῦσι κρείττους, οὐ τὴν γνώμην μόνον, ἣν καὶ τότε διετήρησαν ἄτρεπτον οἱ ταῖς ἐπηρείαις ἐκείναις ἐνσχεθέντες, ἀλλὰ καὶ τἄλλα πάντα· καὶ γὰρ ἀσφαλεῖς. Ἔξεστι δὴ τῷ βουλομένῳ πρὸς αὐτοὺς ἀνατείνειν τὸ τῆς διανοίας ὄμμα καὶ ἀθρεῖν ἐν τούτοις τὰς ἀδιαστρόφους ἐννοίας· κατὰ γὰρ τὸ σολομώντειον ἔπος «πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». Ὁ μὲν γὰρ μέγας Βασίλειος τῶν θείων ὀνομάτων «τὰ μὲν σχέσεως εἶναι», φησί, «τὰ δὲ ἀξίας, τὰ δὲ ἐνεργείας, σημαντικὸν δ’ οὐσίας οὐδέν».

Οὗτοι δὲ πᾶν τοὐναντίον λέγειν αὐτὸν συκοφαντοῦσιν, ὡς οὐδὲν τῶν ἐπὶ θεοῦ λεγομένων ὀνομάτων, ὃ μὴ τὸ αὐτὸ σημαίνει καὶ τῆς θείας οὐσίας ἐστὶ σημαντικόν. Καὶ ὁ μὲν τῆς Εὐνομίου κακοδοξίας δείκνυσι ταύτην εἶναι τὴν φωνήν. Ἔστι μὲν οὗ τῶν πρὸς ἐκεῖνον Ἀντιρρητικῶν καὶ τὴν τοῦτο σαφῶς δηλοῦσαν ἐκείνου ῥῆσιν προτιθείς, ἔστι δ’ οὗ συνάγων ὡς ἀτοπωτάτην ἐκ τῶν ἐκείνῳ δεδογμένων· φησὶ γάρ· «εἰ μὲν οὐδὲν ὅλως κατ’ ἐπίνοιαν ὁ Εὐνόμιος θεωρεῖ, ἵνα μὴ δόξῃ ἀνθρωπίναις τὸν θεὸν σεμνύνειν προσηγορίαις, πάντα ὁμοίως οὐσίαν ὁμολογήσει τὰ ἐπιλεγόμενα τῷ θεῷ. Καὶ εἰ ταῦτα πάντα πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταὐτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα, ὡς ἐπὶ τῶν πολυωνύμων. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος»; Καὶ πάλιν· «εἴπερ εἰς τὴν οὐσίαν φέροντες ἅπαντα τὰ θεῖα ὀνόματα καταθήσομεν, οὐ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν θεὸν ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι». Ταῦτα καὶ τὰ τοιαῦθ’ οὕτω φησὶν ὁ μέγας Βασίλειος. Οἱ δὲ τἀναντία προσμαρτυροῦντες αὐτῷ καὶ ἡμῖν ἐν τοῖς τοιούτοις ἀντικείμενοι παραπλήσιόν τι ποιοῦσιν, ὥσπερ ἂν εἴ τις τὰ τοῦ σκότους ἴδια προσεμαρτύρει τῷ φωτί, σκοτεινὸς ὢν περὶ τὸ φῶς αὐτός.

Ὁ μέντοι μέγας ἐκεῖνος πολλάκις εἰρηκὼς ὅτι «μανία σαφὴς μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν θείων ὀνομάτων ὑποβεβλῆσθαι λέγειν», καὶ διὰ τοὺς τοιούτους λόγους ὡς πολυθεΐαν εἰσάγων ὑπὸ τῆς Εὐνομίου κακοφροσύνης ἐγκληθείς—καθάπερ καὶ ἡμεῖς καὶ διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ τῶν ἀρτιφανῶν τούτων Εὐνομιανῶν—ὑπὲρ ἑαυτοῦ καὶ ἡμῶν ἀπολογούμενος, «εἰ καὶ πάντα», φησί, «τὰ θεοπρεπῆ ὀνόματα παρὰ τὴν ἑαυτῶν σημασίαν πολλὰ καὶ διάφορα, καὶ διαφόρους ἔστιν ὡς ἐπιδέχεται λόγους, ἀλλὰ παρὰ τὸν ἐφ’ οὗ λέγεται καὶ οὗ ἐστιν ὀνόματα, ὅς ἐστιν ὁ θεός, ὁμοτίμως ἔχει πρὸς ἄλληλα. Οὐ γὰρ ἐπ’ ἄλλον καὶ ἄλλον θεὸν χειραγωγεῖ τούτων ἕκαστον, ἀλλ’ ἕνα διὰ πάντων θεὸν ὁ ταῦτα λέγων ἐνδείκνυται». Κἀν τῇ μετ’ αὐτὴν ῥήσει διδάσκων, πῶς εἷς περὶ ὃν ἐκεῖνα πάντα τὰ ὑπὸ τῶν ὀνομάτων σημαινόμενα, «κατὰ τὴν οὐσίαν», φησίν, «ὡς ἑνὸς ὄντος κατ’ αὐτὴν τοῦ πᾶσιν ἐκείνοις ὑποκειμένου». «

Καθάπερ γάρ», φησίν, «ὁ σῖτος ἕν τι πρᾶγμα κατὰ τὴν ὑπόστασιν ὤν, πρὸς τὰς ἐπιθεωρουμένας αὐτῷ ποικίλας ἰδιότητας ἐξαλλάσσει τὰς κλήσεις καὶ σπόρος γινόμενος καὶ καρπὸς καὶ τροφή, καὶ ὅσα γίνεται τοσαῦτα ὀνομαζόμενος, παραπλησίως καὶ ὁ κύριος· ἔστι μὲν καθ’ ἑαυτὸν ὅ,τι ποτὲ κατὰ τὴν φύσιν ἐστί, ταῖς δὲ τῶν ἐνεργειῶν διαφοραῖς συνονομαζόμενος οὐ μίαν ἐπὶ πάντων ἴσχει προσηγορίαν, ἀλλὰ καθ’ ἑκάστην ἔννοιαν τὴν ἐξ ἐνεργείας ἐγγινομένην ἡμῖν μεταλαμβάνει τὸ ὄνομα».

Ταῦτ’ ἄρα καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ταύτῃ τὸν Εὐνόμιον ᾔσχυνεν, ἐπιλαμβάνεσθαι τοῦ μεγάλου πειρώμενον γράφων· «τί οὖν ὁ λόγος ἡμῶν διὰ τῶν εἰρημένων ἐλέγχεται ὁ εἰπὼν δυνατὸν εἶναι πολλὰς ἐφαρμόζεσθαι προσηγορίας κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς καὶ τὴν πρὸς τὰ ἐνεργούμενα σχέσιν ἑνὶ κατὰ τὸ ὑποκείμενον ὄντι τῷ υἱῷ τοῦ θεοῦ, ὡς καὶ ὁ σῖτος εἷς ὢν ἐκ τῶν ποικίλων περὶ αὐτοῦ νοημάτων, διαφόροις ἐπωνυμίαις ἐπιμερίζεται»; Ὁ δὲ μέγας Διονύσιος πολλὰς καὶ διαφόρους εἰπὼν προόδους τοῦ θεοῦ καὶ τούτων εἶναι τὰς παρ’ ἡμῶν ἐξυμνουμένας πολλὰς καὶ διαφόρους θεωνυμίας, εἶτά φησι· «καὶ μὴ ἄλλο καὶ ἄλλο τούτων ἑκάστην εἶναι, ἀλλ’ ὡς ἑνὸς θεοῦ τούτων ἁπασῶν οὐσῶν»· νοῦς γάρ ἐστι καὶ τῶν ἐπιστημῶν ἑκάστη· καὶ κριτής ἐστι καὶ προνοητὴς τῶν ὑποδεεστέρων ὁ ἀνθρώπινος νοῦς· ἀλλὰ καὶ κατ’ οὐσίαν ὑπόκειται ταῖς τοιαύταις ἐνεργείαις πάσαις εἷς ὑπάρχων κατ’ αὐτήν. Ὁ μὲν οὖν ἡμέτερος νοῦς ἐπακτὸν ἔχει τὸ φρονεῖν, τῷ πείρᾳ τινὶ μαθεῖν ἢ διδασκαλίᾳ, ταὐτὸ δ’ εἰπεῖν παθεῖν, γινόμενος τοιοῦτος. Ὁ δὲ θεὸς οὐκ ἐκ τῶν παθημάτων· προσλαμβάνει γὰρ οὐδέν. Ἀλλ’ ἀεὶ τοιοῦτος ὢν ἐκ τῶν ἐνεργειῶν ἡμῖν δείκνυται τοιοῦτος· οὐχ ὁ πατὴρ μόνος, ἀλλὰ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, ταῦτά ἐστιν ὁ υἱός, ὡς τὰ αὐτὰ ἔχων καὶ αὐτὸς χωρὶς τῶν καθ’ ὑπόστασιν ἰδίων, ὡσδαύτως καὶ τὸ πνεῦμα.

Καὶ τοίνυν καθάπερ ὁ ἡμέτερος νοῦς ἀόρατος αἰσθήσει καὶ ἀσώματος ὑπάρχων, ὅτι μηδεμίαν ἐπιδέχεται κατ’ αὐτὰ πρόσληψιν ἢ μείωσιν, οὐκ ἔστι διὰ ταῦτα σύνθετος, οὕτως ὁ θεὸς ἀγαθός, σοφός, προνοητὴς ὢν ἐξ ἀϊδίου καὶ μηδεμίαν κατ’ αὐτὰ προσιέμενος μεταβολήν, παρὰ ταῦτα σύνθετος οὐκ ἂν λεχθείη. Τοῦτον ἔχει τὸν τρόπον καὶ τὰ τοῦ μεγάλου Βασιλείου, καὶ οὕτως ὑπὲρ ἑαυτοῦ καὶ ἡμῶν ἀπολογεῖται, κἂν οἱ μὴ συνορᾶν δυνάμενοι τὸν ἐν τοῖς εἰρημένοις νοῦν καθ’ ἑαυτῶν προφέροντες καθ’ ἡμῶν οἴωνται προάγειν.

ΒΑΡΛ. Ἀλλ’ οἱ τὴν ἐπὶ τῶν τοιούτων διαφορὰν μὴ προσιέμενοι καὶ τὸν Εὐνόμιον προβάλλονται παραγγέλλοντα μὴ πείθεσθαι τοῖς ἑνοῦσι τῇ οὐσίᾳ τὴν ἐνέργειαν καὶ ὡς συμφθεγγομένους ὑμᾶς ἐκείνῳ κατακρίνουσιν.

ΟΡΘΟΔ. Εὐνόμιος ἐνέργειαν ἔλεγε τοῦ πατρὸς τὸν υἱόν, καὶ τοὺς ἑνοῦντας αὐτὸν ἐκείνῳ κατ’ οὐσίαν ἐβδελύττετο, βδελυρίας ὢν ὡς ἀληθῶς ἀνάμεστος αὐτός. Ὥστ’ οὐδὲν πρὸς ἡμᾶς ὁ λόγος· ἡμῖν γὰρ περὶ τῶν κοινῶν πατρός, υἱοῦ καὶ πνεύματος θείων δυνάμεών τε καὶ ἐνεργειῶν ὁ λόγος. Ἀλλὰ καὶ κτιστὴν ἔλεγεν ὁ Εὐνόμιος, ἣν δήποτ’ ἔλεγεν ἐνέργειαν, τὴν δ’ οὐσίαν μόνην ἄκτιστον καὶ πᾶν ἄκτιστον οὐσίαν. Πῶς οὖν οὐχ ὑπεναντίος ἐκεῖνος τῇ τ’ ἀληθείᾳ καὶ ἡμῖν εἰς τὸ δεῖξαι ἄκτιστον ἐνέργειαν τὴν θείαν ἔλλαμψιν, ἀλλ’ οὐκ οὐσίαν εἶναι ποιουμένοις τὸν ἀγῶνα; Πῶς δ’ οὐχὶ τούτοις ὡς ἀληθῶς συμφθέγγεται τοῖς διασπῶσιν ἐκεῖθεν καὶ εἰς κτίσμα κατασπῶσι τὴν διαφέρουσαν ὁπωσδήποτε τῆς θείας οὐσίας ἔλλαμψίν τε καὶ ἐνέργειαν καὶ πᾶν ἄκτιστον οὐσίαν ὡς ἐκεῖνος δογματίζουσι; Τί δέ, καὶ τὸν Σαβέλλιον ἐροῦμεν καλῶς ἑνοῦν, ἐπειδήπερ Εὐνόμιος κατακρίνει τοὺς ἑνοῦντας; Οὔμενουν· ἔστι γὰρ καὶ ἑνοῦν κακῶς τῇ οὐσίᾳ τὴν ἐνέργειαν, καθάπερ οἱ τῷ Βαρλαὰμ ἑπόμενοι, καὶ διακρίνειν εὐσεβῶς, ἀλλ’ οὐχ ὡς ὁ Εὐνόμιος. Καίτοι κἂν τὸν υἱὸν ἐνέργειάν τις τρόπον ἕτερον εἴπῃ τοῦ πατρός, ἓν καὶ οὐχ ἕν ἐστι μετὰ πατρός, τὸ μὲν τῇ οὐσίᾳ, τὸ δὲ ταῖς ὑποστάσεσιν. Ἡμῖν δὲ περὶ κοινῆς ἐνεργείας πατρός, υἱοῦ καὶ πνεύματος ὁ λόγος, ἀφ’ ἧς γινώσκομεν ὅ,τι ἐστὶν ὁ θεός.

ΒΑΡΛ. Ταύτας τὰς ἐνεργείας, ἐξ ὧν ὁ θεὸς γινώσκεται, φανερῶς ἐκεῖνοι τίθενται κτιστάς· καὶ ἁπλῶς τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν καὶ τὰ τοιαῦτα, ταύτας ἰσχυρίζονται τὰς ἐνεργείας εἶναι. Φασὶ γὰρ ἐκ τῶν κτισμάτων μόνων τὸν θεὸν γινώσκεσθαι· τὴν δ’ ἄκτιστον ἐνέργειαν ἐπίσης εἶναι τῇ οὐσίᾳ καὶ ἄγνωστον, οὖσαν ἐκείνῃ κατὰ πάντα τὴν αὐτήν.

ΟΡΘΟΔ. Ἐπεὶ τοίνυν οὗτοι πᾶσαν ἐνέργειαν, ἥτις οὐχ ἡ αὐτὴ καὶ ἀδιάφορός ἐστι τῇ οὐσίᾳ τοῦ θεοῦ, κτιστὴν εἶναι ἀποφαίνονται, φέρ’ ἡμεῖς ἀρτίως, ἵνα μὴ μηκύνωμεν, δι’ ἑνὸς τῶν ἁγίων ἐντρέψωμεν αὐτοὺς καὶ ἀπελέγξωμεν κακῶς φρονοῦντας. Ἐντρεπέτω τοίνυν αὐτοὺς ὁ πολὺς καὶ μέγας Βασίλειος γράφων ἐν τοῖς Ἀντιρρητικοῖς· «πῶς οὐ καταγέλαστον τὸ δημιουργικὸν οὐσίαν εἶναι λέγειν, τὸ προνοητικὸν πάλιν οὐσίαν, τὸ προγνωστικὸν πάλιν ὡσαύτως, καὶ ἁπαξαπλῶς πᾶσαν ἐνέργειαν οὐσίαν τίθεσθαι»; Ἆρ’ οὖν οὐ μακρῷ καταγελαστότερος ἂν εἴη ὁ τὸ δημιουργικὸν τοῦτο, τὸ προνοητικόν τε καὶ προγνωστικόν, ὡς ἐνεργείας μὲν ὄντα θείας, τῆς δ’ αὐτοῦ οὐσίας ἕτερα, τιθέμενος κτιστά; Φεῦ!

Ὅσης ἀσεβείας ὅσας ἐνέπλησαν ψυχάς, ὡς ἐκ δεξαμενῆς τῆς ἑαυτῶν ἀντλοῦντες οἱ πρὸς κτίσμα κατασπῶντες τὰς ἀκτίστους ἐνεργείας τοῦ θεοῦ, καὶ τῶν διαφορὰν εἰδότων ἀκτίστου οὐσίας τε καὶ ἐνεργείας ὡς δυσσεβῶν κατεπαιρόμενοι καὶ πολυθέων· δι’ ἑκάστης γὰρ ἐνεργείας κτίσμα τὸν θεὸν ποιοῦσι καὶ εἰς αὐτοὺς ἄντικρυς ὑβρίζουσι τοὺς τοῦ θεοῦ ἁγίους.

Ἡμεῖς δ’ ἔτ’ ἀκούσωμεν τοῦ θεοφάντορος· «τὴν μεγαλειότητα τοῦ θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν, ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν». Εἰπάτωσαν τοίνυν οἱ καινοὶ θεολόγοι· τί τούτων ἀήρ, τί δὲ γῆ, τί δὲ θάλασσα; Γινωσκόμενα γὰρ παρ’ ἡμῶν διενηνόχασι τῆς οὐκ ἀκτίστου μόνον, ἀλλὰ καὶ ἀπερινοήτου παντάπασιν οὐσίας τοῦ θεοῦ. Ἀλλ’ ἐχώμεθα τῶν ἐφεξῆς· μικρὸν γὰρ προϊών, «αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ», φησί, «ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ». Ἤκουσας καὶ ἄλλην διαφορὰν πρὸς τὴν ἄκτιστον οὐσίαν τῶν ἀκτίστων τοῦ θεοῦ ἐνεργειῶν; Καὶ πάλιν· «ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα», δηλονότι τῶν αὐτῷ προειρημένων· τῆς σοφίας, τῆς δικαιοσύνης, τῆς μεγαλειότητος, τῆς ἀγαθότητος, τῆς προγνωστικῆς, τῆς δημιουργικῆς, τῆς προνοητικῆς ἐνεργείας καὶ δυνάμεως καὶ τῶν παραπλησίων. Ἆρ’ ἔστι τούτων τι κτιστόν; Τί δὴ τὸ ἐπαγόμενον, «αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος»; Τίνα τῶν στοιχείων ἢ τῶν ἐκ τούτων συγκειμένων ἢ καὶ συνδουμένων φυσικῶς καταβαίνει ἄνωθεν;

Ἀλλὰ πόθεν τὰς ἀκτίστους ἐνεργείας αὖθις, ἀλλ’ οὐχὶ τὴν ἄκτιστον οὐσίαν τοῦ θεοῦ γινώσκομεν, ἄκουσον πάλιν τοῦ αὐτοῦ· «δυνάμεως» γάρ, φησί, «καὶ σοφίας καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα· καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν». Οἱ γοῦν ταὐτὸ παντάπασι λέγοντες ταῖς ἀκτίστοις ἐνεργείαις τὴν ἄκτιστον οὐσίαν τοῦ θεοῦ, καὶ ταύτην κατ’ αὐτὰς καταληπτὴν καὶ μεθεκτήν, ὡς ἔοικεν, ἡγοῦνται.

ΒΑΡΛ. Τὸν θεὸν ἀμερῆ ὄντα καὶ ἁπλοῦν ὅλον φασὶ μετέχεσθαι παρὰ τῶν μετεχόντων. Ὥστε καὶ τῆς οὐσίας καὶ τῆς ἐνεργείας αὐτοῦ μετέχει τὰ μετέχοντα. Εἰ δὲ μή, μεριστὸς ἔσται ὁ θεὸς κατ’ ἐνέργειαν, ἀλλ’ οὐ κατ’ οὐσίαν μετεχόμενος.

ΟΡΘΟΔ. Τί οὖν ἔτι μεσσαλιανοὺς ἐκτρέποιτ’ ἄν τις, εἰ μὴ καὶ τοὺς νῦν ἐκείνοις ὁμοδόξους; Ἐκείνων γὰρ ἄντικρύς ἐστι τὸ παραλήρημα τουτί, τοὺς εἰς ἄκρον τῆς κατ’ αὐτοὺς ἀρετῆς ἐληλακότας τῆς οὐσίας μετεσχηκέναι τοῦ θεοῦ.

Νῦν δ’ ἀναπεφήνασιν οἱ καὶ τὴν κακόνοιαν ταύτην ὑπερβαλέσθαι φιλοτιμούμενοι, καὶ τῶν πατέρων ἀλογήσαντες διαρρήδην λεγόντων κατ’ οὐσίαν εἶναι τὸν θεὸν πᾶσι παντάπασιν ἀμέθεκτον, ἑτέρῳ δὲ τρόπῳ μεθεκτὸν γίνεσθαι, τοῖς πᾶσι μεθεκτὸν τοῦτον οὗτοι κατ’ οὐσίαν τίθενται. Καὶ ἡ πρόφασις ὡς εὐπρεπής· «ἵνα μὴ μερισμόν», φησί, «πάθῃ θεὸς κατά τι μὲν μετεχόμενος κατά τι δ’ οὔ». Ἆρ’ οὖν μεριστὸν ἔδειξεν αὐτὸν ὁ μικρὸν ἀνωτέρω φήσας εἰδέναι τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ἀλλ’ οὐ τὴν οὐσίαν;

ΒΑΡΛ. Ἄπαγε· καὶ γὰρ ὁ τὸν θεὸν ἀσφαλῶς ἁπλοῦν κηρύξας ὁ μέγας ἐστὶ Βασίλειος. ΟΡΘΟΔ. Τὴν οὖν ἐνέργειαν, ἀλλ’ οὐχὶ τὴν οὐσίαν γινώσκοντες αὐτοῦ, τὸ τῆς ἁπλότητος αὐτοῦ ὑπερφυὲς οὐ λυμαινόμεθα. Τῆς δὲ ἐνεργείας, ἀλλ’ οὐχὶ τῆς οὐσίας μετέχοντες, μεριστὸν τὸν ἀμερῆ ποιοῦμεν; Ἀκήκοας δὲ αὐτοῦ καὶ τοῦτο λέγοντος, ὡς «αἱ μὲν τοῦ θεοῦ ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ». Καθάπερ οὖν ποικιλλόμενος κατὰ τὰς ἐνεργείας κατ’ οὐσίαν οὐ ποικίλλεται οὐδὲ μερίζεται, οὕτω καὶ μετεχόμενος κατὰ τὰς ἐνεργείας μεθεκτὸς οὐκ ἔσται κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ καὶ ποικίλως ὁ θεὸς μετέχεται —διαφόρως γὰρ τῶν ὄντων ἕκαστον αὐτοῦ μετέχει—, κατὰ τὰς ἐνεργείας ἄρα καὶ μεθέξομεν αὐτοῦ, καθ’ ἃς δήπου καὶ ποικίλλεται. Κατ’ οὐσίαν δὲ οὐ μεθέξομεν αὐτοῦ· καὶ γὰρ κατ’ αὐτὴν καθ’ οἱονδήτινα τρόπον ἥκιστα ποικίλλεται. Οὐ μήν, ἀλλὰ καὶ γινώσκομεν αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν. Πόσον δ’ ἂν γνοίημεν ἑκάστης τούτων;

Πῶς γὰρ πεπερασμένη γνῶσις τὴν ἀπειρίαν ἐκείνην περιλήψεται, μᾶλλον δὲ τὰς ἀπειρίας τῆς σοφίας ἐκείνης, τῆς δυνάμεως, τῆς ἀγαθότητος; Ἀλλὰ «καὶ ἐν αὐτῷ», φησί, «τῷ ὄρει θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέν τι καταβαίνων αὐτὸς τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν γενητῇ φύσει καὶ ὅσον ἀσφαλὲς ὁ ἀχώρητος».

Πῶς οὖν μετρίως χωρούμενος ὅλος μετέχεταί τε καὶ χωρεῖται; Πῶς δὲ μετρίως μὲν χωρούμενος εἰσάπαν δὲ μένων ἀχώρητος οὐ μερίζεται; Πῶς δὲ βραχείᾳ τοῦ μεγάλου φωτὸς ἀκτῖνι ὡμιληκὼς ὁ Παῦλος ἀναγέγραπται; Τὸ βραχὺ πῶς ὅλον; Πῶς δὲ κατά τι μὲν φαινόμενον, κατά τι δ’ οὔ, μὴ μεριστόν; Τί δ’ οἱ παρ’ αὐτῷ τῷ Παύλῳ μερισμοὶ τοῦ πνεύματος; Πῶς δ’ οὐχὶ τὸ πλήρωμα, ἀλλ’ «ἐκ τοῦ Χριστοῦ πληρώματος» κατὰ τὸν θεολογικώτατον λαμβάνομεν τῶν ἀποστόλων, ἀμερίστου παντάπασιν ὑπάρχοντος; Πῶς δ’ «ἐπὶ πᾶσαν σάρκα» μὴ τὸ πνεῦμα, ἀλλ’ «ἀπὸ τοῦ πνεύματος ἐκχεῖται» τοῦ θεοῦ; Πῶς δ’ ἐπὶ τὸ Θαβώριον οἱ τῷ Ἰησοῦ συναναβάντες ἀμυδράν, ἀλλ’ οὐχ ὁλόκληρον εἶδον ἐκείνου τῆς θεότητος αὐγήν; Καλῶς ἄρ’ εἶπεν ὁ μέγας Βασίλειος ὅτι, «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ». Καὶ πάλιν· «τὸ πνεῦμα τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσι». Ταῦτα γὰρ πάντα τῶν τοῦ θεοῦ ἐνεργειῶν ἐστι· κατὰ ταύτας γὰρ τοῦ θεοῦ μετέχομεν μετρίως καὶ κατὰ ταύτας ὁρῶμεν καὶ νοοῦμεν τοῦτον ἀμυδρῶς, κἂν ὁ μὲν μᾶλλον ὁ δ’ ἧττον, καὶ ὁ μὲν διανοίᾳ ὁ δὲ θεοειδεῖ δυνάμει, κατὰ λόγον τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος μεταλαγχάνων τε τούτων καὶ περὶ τούτων διανοούμενος κἀκ τούτων ἀναλογιζόμενος τὸν κατ’ οὐσίαν ἀμέθεκτον παντάπασι καὶ ἀπερινόητον.

Ὅλος δ’ ὅμως ἐκ τῶν ἐνεργειῶν τούτων ὁ θεὸς μετέχεσθαί τε καὶ νοεῖσθαι λέγοιτ’ ἂν καλῶς κατ’ εὐσεβῆ διάνοιαν· ἀμερίστως γὰρ μερίζεται, καὶ οὐχ ὡς τὰ σώματα τὸ θεῖον. Ἀλλ’ οὐδὲ μέρος μέν τι αὐτοῦ ἐστιν ἡ ἀγαθότης, μέρος δ’ ἡ σοφία, μέρος δ’ ἕτερον ἡ μεγαλειότης ἢ ἡ πρόνοια.

Ἀλλ’ ὅλος ἐστὶν ἀγαθότης καὶ ὅλος σοφία καὶ ὅλος πρόνοια καὶ ὅλος μεγαλειότης· εἷς γὰρ ὢν οὐ πρὸς ἑκάστην τούτων συνδιατέμνεται, ἀλλὰ πρὸς ἑκάστην ὅλος οἰκείως ἔχει, καὶ δι’ ἑκάστης ἑνιαίως καὶ ἁπλῶς καὶ ἀμερῶς, ὅλος παρὼν καὶ ἐνεργῶν πανταχοῦ γνωρίζεται.

Οὕτως ὅλου τοῦ θεοῦ μετέχουσιν οἱ τῆς ἐνεργείας τοῦ θεοῦ μετέχοντες, ἀλλ’ οὐχ ὅτι καὶ τῆς οὐσίας καθ’ αὑτὴν αὐτοῦ τῆς ἀμεθέκτου καὶ ἁπλῆς καὶ ἀμεροῦς μετέχομεν, καὶ ταῦθ’ ὁμοῦ πάντες καὶ διαφόρως ἕκαστος. Ἔτι οἱ οὕτω νομίζοντες μετέχεσθαι ὅλον τὸν θεόν, ὡς ἐφ’ ἑκάστου τῶν μετεχόντων μηδενὸς τῶν τῷ θεῷ προσόντων ἀμεθέκτου λειπομένου, συμφύρουσι καὶ ἀναλύουσι τὰ πάντ’ εἰς ἕν· μᾶλλον δ’ εἰς οὐδὲν ἕκαστον τῶν ὄντων φέροντες, ἐκ μέσου πάνθ’ ἁπαξαπλῶς ποιοῦνται, τὸ ἐν ἑκάστῳ ἓν ἀνῃρηκότες, καὶ σύγχυσιν ἀδιάκριτον ἐμποιήσαντες, μᾶλλον δὲ ἐννοήσαντες κακῶς τοῖς οὖσιν. Ἐπεὶ γὰρ πάντα μετέχει τοῦ θεοῦ—καὶ γὰρ οὐδενὸς ἀφέστηκεν ὁ συνιστὰς τὸ πᾶν—, τῶν δὲ μετεχόντων ἕκαστον ὅλου μετέχει τοῦ θεοῦ—μερίζεται γὰρ ἥκιστα τὸ ἀμερές—, τὸ δ’ ὅλου τοῦ θεοῦ μετέχον κατ’ αὐτοὺς οὐδενὸς στέρεται τῶν τοῦ θεοῦ, οὐ τὰ μὲν ἄζωα τῶν ὄντων ἔσται, τὰ δὲ ἄλογα, τὰ δὲ ἄϋλα πνεύματα ἤ τι τῶν ἁπάντων ἕτερον, ἀλλὰ πάντα καὶ ὄντα καὶ ζῶντα καὶ λογικά, νοερά τε καὶ πνευματικά, καὶ τὰ ἀντιδιῃρημένα ἅμα· εἰ γάρ τί τινος τούτων ἀμοιρεῖ, οὐχ ὅλου μετέχει τοῦ θεοῦ. Φροῦδα τοίνυν τὰ πάντ’ ἔσται κατ’ αὐτοὺς δι’ ἀλλήλων ἀναιρούμενα.

Ἵν’ οὖν μὴ τοῦτο γένηται, τὰ μὲν αἰσθητὰ μόνον, μετέχει μέν, καὶ ὅλου μετέχει τοῦ θεοῦ ὡς ἀμεροῦς, ἀλλὰ κατὰ τὸ εἶναι μόνον. Τῆς δὲ ζωοποιοῦ τοῦ θεοῦ δυνάμεως οὐ μετείληχεν οὐδ’ ὁπωσοῦν, ἵνα μὴ τῆς αὐτῶν ἰδιότητος ἀνῃρημένης, οὐρανὸς αὐτὸς ἐκ μέσου γένοιτο, καὶ τῶν ὑπ’ οὐρανὸν ἁπάντων ἡ κρηπίς, ἡ τῶν στοιχείων δηλονότι τετρακτὺς καὶ τὰ ἐξ αὐτῶν ἄψυχά τε καὶ ἀναίσθητα. Τὰ δὲ κατ’ αἴσθησιν μόνην πεφυκότα ζῆν μετέχει μὲν δι’ αὐτὴν ὅλου τοῦ ἀμερῶς μετεχομένου παντάπασι θεοῦ, ἀλλ’ οὐχὶ καὶ λογικῶς ἢ νοερῶς, ὡς ἂν μὴ λογικὰ γένοιντο τὰ ἄλογα. Οὐ μὴν ὅτι μὴ καὶ λογικῶς μετέχει οὐχ ὅλου μετέχει τοῦ θεοῦ. Τὰ δὲ λογικῶς ἢ νοερῶς τοῦ θεοῦ μετέχοντα οὐ πάντα καὶ πνευματικῶς, ἵνα μὴ καὶ οἱ πονηροὶ θεῖοι καὶ πνευματικοὶ διατελῶσιν ὄντες, ἔτ’ ἐπὶ τῆς πονηρίας μένοντες. Οὕτω τοίνυν καὶ οἱ θεῖοι καὶ πνευματικοὶ τῆς τοῦ θεοῦ χάριτος, ἀλλ’ οὐχὶ τῆς οὐσίας μετέχοντες τοῦ θεοῦ μετέχουσι καὶ ὅλου τοῦ θεοῦ.

Ὅλου μέν, ἐπειδήπερ διὰ τῆς οἰκείας χάριτος ἑνιαίως καὶ ἁπλῶς καὶ ἀμερῶς ὅλος ὁ θεὸς παρὼν καὶ ἐνεργῶν ἐν αὐτοῖς καὶ δι’ αὐτῶν γνωρίζεται· τῆς οὐσίας δ’ ἥκιστα μετέχουσιν, ἐπεὶ μηδὲ φύσει θεοὶ διατελοῦσιν ὄντες.

Ἔτι κατὰ τοὺς νομίζοντας τῶν τοῦ θεοῦ πάντων μετέχειν ἕκαστον τῶν μετεχόντων, ἐπειδήπερ ἀμερής, οὐδεὶς τῶν πνεύματος ἁγίου μετόχων γεγονότων ἑνὸς ἢ δύο χαρισμάτων τεύξεται τοῦ πνεύματος, ἀλλ’ οὐδενὸς ἀφέξεται πάντ’ ἔχων, ὡς ὅλου τοῦ πνεύματος μετέχων. Πῶς οὖν φησιν ὁ Παῦλος, «ᾧ μὲν δίδοται λόγος σοφίας, ᾧ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων»; Καὶ πάλιν· «μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες γλώσσαις λαλοῦσι; Μὴ πάντες διερμηνεύουσιν»;

Οὐκοῦν οὐχ ὁ πάντ’ ἔχων, ἀλλ’ ὁ καὶ ἑνὸς μετέχων ὅλου τοῦ πνεύματος ὡς ἀμεροῦς μετέχει. Τῆς τοῦ θαυματοποιεῖν τοιγαροῦν δυνάμεως ἢ τοῦ τῶν ἰαμάτων χαρίσματος μετεσχηκώς τις ὅλου μετέχει τοῦ πνεύματος, κἂν μὴ τῆς σοφίας τοῦ πνεύματος καὶ τῶν ἄλλων χαρισμάτων εὐμοιρῇ, καὶ οὐ παρὰ τοῦτο μεμέρισται τὸ πνεῦμα τὸ ἅγιον· ἂν δὲ μὴ καὶ τῆς οὐσίας τοῦ πνεύματος μετάσχῃ, μερισμόν τινα πείσεται τὸ θεῖον; Ὅτου δὲ χάριν οὐ πάντ’ ἔχει τὰ τοῦ πνεύματος ὁ μετεσχηκὼς τῆς τοῦ πνεύματος χάριτος, ὁ Χρυσόστομος ἐρεῖ πατήρ· «οὐ πάντα γάρ», φησί, «λαμβάνει τις, ἵνα μὴ φύσιν εἶναι τὴν χάριν νομίσῃ», ὃ κακῶς φρονεῖν ἐοίκασι, μᾶλλον δὲ καὶ φανερῶς φασιν ὑπεναντίως τοῖς ἐν πνεύματι θεολογοῦσιν οἱ τῶν τοῦ θεοῦ πάντων καὶ αὐτῆς τῆς οὐσίας μετέχειν ἀξιοῦντες.

Ἡμεῖς δ’ ἴσμεν ὡς οὐδ’ αὐτῆς τῆς προφητικῆς δυνάμεως ἢ τῆς ἰαματικῆς ἢ ἄλλης ἡστινοσοῦν ἐνεργείας τοῦ πνεύματος ἁπάσης μετείληχεν ὁ μετασχών, καὶ ὅμως ὅλου μετέχει τοῦ κατ’ οὐσίαν ἀμεθέκτου καὶ ἀμεροῦς παντάπασι θεοῦ διὰ τὴν μετρίαν μετοχὴν τῆς χάριτος, ἀμερίστως αὐτῆς ἐν τῷ μετέχεσθαι μεριζομένης. «Εἰ γὰρ τοῦ πυρὸς μετέχοντες», κατὰ τὸν αὐτὸν αὖθις φάναι, «καὶ ταῦτα σώματος ὄντος, καὶ μερίζομεν καὶ οὐ μερίζομεν αὐτό, πῶς οὐκ ἂν γένοιτο τοῦτο ἐπὶ τῆς ἐνεργείας, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας»;

Ἀλλ’ ὁρᾷς ὅτι τῆς θείας ἐνεργείας, ἀλλ’ οὐ τῆς οὐσίας μετέχομεν, καὶ ὡς ἀμερίστως μερίζεται ἡ ἐνέργεια ἧς μετέχομεν; Διὸ πάλιν ὁ αὐτός φησι θεολόγος, ὅτι «τοῦ πνεύματος τὴν χάριν ἡ γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας».

Διευκρινῶν δὲ τὸ περὶ τοῦ κυρίου Ἰησοῦ τῷ βαπτιστῇ καὶ προδρόμῳ εἰρημένον, ὅτι «οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα», «πνεῦμα», φησίν, «ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη. Εἰ δὲ ἡ ἐνέργεια ἀμέτρητος πολλῷ μᾶλλον ἡ οὐσία». Ὁ δὲ θεῖος Μάξιμος «καὶ ἐνεργείας τῆς αὐτῆς γίνεσθαι τῷ θεῷ τοὺς ἁγίους» φησί, δεῖγμα δὲ καὶ τὰ παρ’ αὐτῶν ἢ δι’ αὐτῶν ἐπιτελούμενα θαύματα.

Τῆς αὐτῆς δὲ οὐσίας γενέσθαι τι τῷ θεῷ καὶ ἐννοῆσαι ἀσεβές, εἰ καὶ τοῦθ’ οὕτω φαίνονται δοξάζοντες οἱ κατὰ μεσσαλιανοὺς μετέχεσθαι τὴν οὐσίαν τοῦ θεοῦ νομίζοντες. ΒΑΡΛ. Ἓν ἔτι μοι λῦσον ἐμφανέστερον καὶ πάντα σοι πείθομαι.

ΟΡΘΟΔ. Τὸ ποῖον ἕν; ΒΑΡΛ. Πῶς οὐκ ἔστι σύνθετος ὁ θεὸς καὶ οὐσίαν καὶ ἐνέργειαν ἀΐδιον ἔχων; ΟΡΘΟΔ. Σχεδὸν καὶ τοῦτο διὰ τῶν εἰρημένων λέλυται· κατ’ οὐσίαν γὰρ ἓν καὶ ἁπλοῦν ἐστι τὸ θεῖον· τὸ δ’ ἓν τοῦτο πρὸς πάντα τὰ πρεπόντως παρ’ ἡμῶν περὶ αὐτὸ νοούμενα ὅλον οἰκείως ἔχει, μὴ πρὸς ἕκαστον τούτων μεριζόμενον· ὅλον γὰρ ἀγαθότης καὶ ὅλον σοφία καὶ ὅλον δικαιοσύνη καὶ ὅλον δύναμις νοεῖται παρ’ ἡμῶν. Οὐχ ὅτι οὐδ’ ὅτε νοεῖται τοιοῦτο γινόμενον, ἀλλ’ ὅτι τοιοῦτον ἐξ ἀϊδίου, καὶ ἡμῖν ὑστερογενέσιν οὖσι διὰ τῶν αὐτοῦ ποιημάτων ἐκφαινόμενον. Ὅτι μὲν γὰρ ἀγαθότητι προαγαγεῖν κεκίνηται τὸ πᾶν, γεγόναμεν ἐν περινοίᾳ· καὶ ὅτι δυνατῶς ἔχων πάντως ἐξετέλεσε, καὶ ὡς ἐν σοφίᾳ συνεστήσατο καὶ προνοίᾳ συνέχει καὶ διοικεῖ. Τί δέ ποτε τὸ ἓν ἐκεῖνο κατ’ οὐσίαν, καὶ τί ποτ’ ἂν ὀνομασθείη κυρίως κατ’ αὐτὴν τὸ προάγον καὶ διεξάγον ἐν ἀπορρήτῳ σοφίᾳ καὶ δυνάμει καὶ ἀγαθότητι τὸ πᾶν, οὐδέπω καὶ τήμερον ἐπέβαλεν οὐδείς.

Ἔστι μὲν οὖν καὶ ἀπὸ τῶν εἰρημένων τοῦ νῦν ζητουμένου σοι πορίσασθαι τὴν λύσιν. Σὴν δ’ ὅμως χάριν καὶ ἕτερ’ ἄττα προσεροῦμεν, δεικνύντες ὡς ταῖς τῶν δυνάμεων ὑπερφυέσι καὶ παντοδαπαῖς ἁπλότης μᾶλλον ἢ διπλόη σύντροφος· ἐνέργειαν γὰρ ἐνταυθοῖ τῶν λόγων πάντως τὴν τοῦ θεοῦ δύναμιν ἐτυγχάνομεν καλοῦντες.

ΒΑΡΛ. Τοῦτο καὶ αὐτὸς συνῆκα τοῖς προειρημένοις ἐμπεριειλημμένον. Ὁ γὰρ μέγας Βασίλειος ποῦ μὲν εἰπὼν ὅτι «ἡ μὲν οὐσία τοῦ θεοῦ ἁπλῆ, αἱ δὲ ἐνέργειαι ποικίλαι», ποῦ δ’ ὅτι «τὸ πνεῦμα τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ ποικίλον ταῖς δυνάμεσιν», ἔδειξεν ὡς ἐνεργείας τὰς δυνάμεις λέγει.

Καὶ πρὸς τὸν ἰατρὸν δὲ Εὐστάθιον γράφοντα προήνεγκας αὐτὸν δεδειχότα πρότερον ὡς οὐκ οὐσίας, ἀλλ’ «ἐποπτικῆς ἢ ἐνεργητικῆς δυνάμεως ἔνδειξιν ἡ προσηγορία φέρει τῆς θεότητος»· εἶτ’ ἐπενεγκόντα μίαν εἶναι τῶν τριῶν προσώπων, εἴτε τὴν φύσιν εἴτε τὴν ἐνέργειαν ὀνομάζει τις θεότητα· κἀνταῦθα γὰρ ἐνέργειάν τε καὶ δύναμιν τὸ αὐτὸ προσεῖπεν. Ἀλλὰ καὶ ὁ ἐξ Ἀρείου Πάγου θεοφάντωρ «δύναμιν» προσηγόρευσε τὴν θεουργὸν χάριν, ἣν ὁ Χρυσόστομος πατὴρ ἐκάλεσεν ἐνέργειαν.

ΟΡΘΟΔ. Ἄκουσον αὖθις καὶ τοῦ μεγάλου Βασιλείου λέγοντος ὁριστικῶς, «ἐνέργειά ἐστιν ἡ δηλωτικὴ πάσης οὐσίας δύναμις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν». Ἐπεὶ τοίνυν δύναμίς ἐστιν, ἣν ἀΐδιον ἐνέργειαν καλοῦμεν τοῦ θεοῦ, εἰ τὸ ἔχον δύναμιν σύνθετον ἔσται δι’ αὐτήν, παντὸς μᾶλλον σύνθετον τὸ θεῖον εἴη ἄν. Τῶν μὲν γὰρ ἄλλων ἕκαστον τινῶν μὲν εὐμοιρεῖ δυνάμεων, πλειόνων δ’ ἀμοιρεῖ· ὁ δὲ θεὸς παντοδύναμος ὑπάρχων οὐδεμιᾶς ἀμοιρεῖ δυνάμεως. Εἰ τοίνυν διὰ τὰς δυνάμεις πρόσεστιν ἡ σύνθεσις, οὐδὲν ἄρα συνθετώτερον θεοῦ. Ἀλλὰ τοσοῦτον ἀπέχει τοῦ εἶναι σύνθετον διὰ τὰς ἐν αὐτῷ δυνάμεις καὶ τῶν ὄντων ἕκαστον, ὥστε κἀπὶ τῶν σωμάτων πλείους ἔχει δυνάμεις τῶν μᾶλλον συνθέτων τὰ ἁπλούστερα· τῶν γὰρ τεσσάρων στοιχείων ἐν σώμασιν ἁπλούστερον οὐδέν. Τίς οὖν καλεῖται παμμήτωρ; Οὐχ ἡ γῆ, χωρὶς τῶν ὁμοστοίχων, τἄλλα μικροῦ πάντα παρ’ ἑαυτῆς προάγειν κατὰ τὸ θεῖον δυναμένη πρόσταγμα; Πῶς οὖν ἡ πλείους ἔχουσα δυνάμεις ἁπλουστέρα, εἴγε ταῖς δυνάμεσιν ἕπεται ἡ σύνθεσις; Ἀλλὰ καὶ ἀπὸ τῆς γεωργίας ἔνι διδαχθῆναι, ὡς πολυδύναμα τῶν σωμάτων μᾶλλον τὰ ἁπλούστερα.

Τὴν γὰρ κόπρον οὐκ ἐπιτιθέασιν ἀκατέργαστον ταῖς πρασιαῖς· ὅταν δὲ πεφθεῖσα διὰ χρόνου πρὸς τὸ ἀκριβῶς ἁπλοῦν ἐπαναλύσῃ, τότε λαχάνοις καὶ φυτοῖς παντοίοις ὑποβάλλουσιν οἱ τοῦ γεωργεῖν ἐπιστημόνως ἔχοντες, ὡς πρὸς πάντα πεφυκυῖαν καὶ πάντα δυναμένην τρέφειν. Ὁρᾷς κἀκ τῶν σωμάτων ὡς πολυδυναμώτερα τὰ ἁπλούστερα;

Τοῦτο δ’ ἴδοις ἂν κἀπὶ τῶν ἀσωμάτων ἐξετάζων. Καὶ πάντα γε μὴν τὰ νοερὰ πλειόνων εὐμοιρεῖ δυνάμεων καὶ μειζόνων ἢ τὰ σώματα· τῷ τε πεφυκέναι καὶ διὰ σωμάτων ἐνεργεῖν διπλασίους ἑαυτῶν ποιεῖται τὰς δυνάμεις. Ἀλλὰ τοσοῦτόν ἐστιν ἁπλᾶ μᾶλλον τῶν σωμάτων, ὡς μηδὲ σύγκρισιν ἐπιδέχεσθαι κατὰ τοῦτο πρὸς αὐτά. Εἰ τοίνυν τὰ πολυδυναμώτερα καὶ ἁπλούστερα, τὸ παντοδύναμον καὶ ἁπλούστατον· καὶ τοῦτ’ ἂν εἴη τὸ κυρίως ἁπλοῦν καὶ πάσης συνθέσεως ἀπηλλαγμένον. Ἡ γὰρ σύνθεσις ἐξ ἀδυναμίας, ὡς εἰπεῖν, ἐστίν· ἐκ γὰρ τοῦ μὴ δύνασθαι καθ’ ἑαυτό τι τῶν γενητῶν μονοειδῶς καὶ ἀμιγῶς παντάπασιν εἶναί τε καὶ ὑφεστάναι, τῆς πρὸς ἕτερον ἐξ ἀνάγκης δεῖται συμπλοκῆς, διὸ κἀν τῇ γενέσει σύνθετον εὐθὺς ἀπετελέσθη.

ΒΑΡΛ. Καλῶς ἔχειν ὁ λόγος μοι δοκεῖ· καὶ γὰρ καὶ τὸ εἶναι πρὸ τῶν γενητῶν τὴν ὕλην ἀναιρεῖ. Ἀλλὰ τὰ μὲν σώματα, κἂν μὴ διὰ τὰς ἐν ἑαυτοῖς δυνάμεις σύνθετά τις εἴπῃ, σωματοειδεῖς τε φέρουσι ποιότητας καὶ σχεδὸν φανερῶς ἐξ οὐσιῶν διαφόρων σύγκειται· τὸ γὰρ πάντα ἐν πᾶσι μεμίχθαι καλῶς ἔχειν ἐν μόνοις τοῖς αἰσθητοῖς ἐμοὶ δοκεῖ, καὶ τοῦτον τὸν τρόπον σύνθετα ταῦτα εἰκότως ἐστί τε καὶ λέγεται. Τῶν δ’ ἀγγέλων καὶ τῶν λογικῶν ψυχῶν τίνα τις ἂν ἐπινοήσειεν ἑτέραν σύνθεσιν, εἰ μὴ διὰ τὰς προσούσας αὐτοῖς ἐκ φύσεως δυνάμεις;

ΟΡΘΟΔ. Ἔχουσι δυνάμεις, ἃς δήποτ’ ἔχουσιν, ἄγγελοί τε καὶ ψυχαί, ἀλλ’ οὐχὶ διὰ ταύτας σύνθετοι πεφύκασιν, ἀλλ’ ὅτι κατὰ ταύτας μᾶλλον πάσχουσιν ἢ ἐνεργοῦσι. Καθ’ ἃς τοίνυν πάσχουσι, φανεροὶ γίνονται συνθέσεως οὐκ ἀμοιροῦντες· ἀποτίθενται γὰρ ἄγνοιαν, ἀφ’ ἧς πρότερον προσούσης τῶν συνθέτων ὑπῆρχον δι’ αὐτήν, προσλαμβάνονταί τε γνῶσιν, δι’ ἣν προσθήκην τοῖς συνθέτοις ἂν εἶεν ἐναρίθμιοι.

Κἀπὶ τῶν φαύλων ἀγγέλων ἢ ψυχῶν ἐκ τοῦ ἐναντίου ἡ σύνθεσις ὁρᾶται. Ὁ δὲ θεὸς ἐνεργῶν μόνον κατὰ τὰς θείας ἑαυτοῦ δυνάμεις, ἀλλ’ οὐχὶ καὶ πάσχων, μόνος ὄντως ἁπλοῦς ἐστιν ὑπερφυῶς, οὐ μείωσιν, οὐκ αὔξησιν, οὐκ ἀπόθεσιν, οὐ πρόσληψιν ὅλως ὑπομένων. Οὕτω παντοδύναμος ὑπάρχων ἁπλούστατός ἐστιν ἁπάντων. Ἔτι κατ’ οὐσίαν μὲν οὐδὲν τρέπεται τῶν τοιούτων ἀσωμάτων, εἰ μή τις αὐτὸ τὸ ἦρχθαι καὶ γενέσθαι τροπὴν φαίη κατ’ οὐσίαν. Κατὰ δὲ προαίρεσιν ἐπὶ τὸ χεῖρον ἢ τὸ βέλτιον φαίνεται τρεπόμενα. Τὸ δὲ τρεπόμενον, μὴ κατ’ οὐσίαν δέ, δείκνυσι πρότερον μὲν σύνθετον ὑπάρχον, ἐξ ἧς ἀρετῆς ἢ κακίας ἐλάττονος ἢ μείζονος ἀπεγένετο, πρότερον προσούσης τῇ οὐσίᾳ, νῦν δὲ σύνθετον ὑπάρχον, μεθ’ ἧς δήπου συνεγένετο προσειλημμένης ἔξωθεν.

Τὸ δὲ ἐνεργοῦν μόνον, ἀλλ’ οὐκ ἀλλοιούμενον οὐδὲ προσλαμβάνον ἀπὸ τῶν ἐκτὸς ἑαυτοῦ οὐδ’ ὁτιοῦν, πῶς ἂν εἴη διὰ τὰς ἐνεργείας σύνθετον; Οὕτως ἁπλοῦν τὸ θεῖον καὶ παντοδύναμον. Ἔτι πᾶς μὲν ἄγγελος ἁπλοῦς, καὶ πᾶσα λογικὴ ψυχὴ τὸν ἴσον τρόπον ἢ ἐγγύς· ἁπλότης δὲ οὐδὲν αὐτῶν· μεθέξει γάρ εἰσιν ἁπλᾶ καὶ πρὸς τὰ σώματα ἢ τὰ ἐξ ἀσωμάτου τε καὶ σώματος συγκείμενα παραβαλλόμενα. Καὶ πῇ μὲν ἁπλᾶ, πῇ δ’ οὔ, διὰ τὰς ἐν αὐτοῖς ἕξεις καὶ τὰ πάθη καὶ τὰς ἐκ τούτων ἀλλοιώσεις. Ὁ δὲ θεὸς οὐκ ἀπὸ συγκρίσεώς ἐστιν ἁπλοῦς, οὐδ’ ἀπὸ μεθέξεως· αὐτὸς γάρ ἐστιν ὁ καταλλήλως παρ’ ἑαυτοῦ μεταδιδοὺς ἑκάστῳ τῆς ἁπλότητος. Ὥστ’ οὐ μόνον ἁπλοῦς κυρίως μόνος, ἀλλὰ καὶ ἁπλότης. Τοῦτο δ’ ἴδοις ἂν κἀπὶ πάσης θεωνυμίας ἐξετάζων· οὐ γὰρ μόνον ζῶν καὶ σοφὸς καὶ ἀγαθός, ἀλλὰ καὶ ἀγαθότης καὶ σοφία καὶ ζωή, πᾶσι πάντων αἴτιος ὑπάρχων καὶ πάντα προέχων ἀϊδίως καὶ πάντα δυνάμενος παρ’ ἑαυτοῦ δωρεῖσθαι. Δικαιοσύνῃ μέντοι σωστικῇ σύμμετρον ἑκάστῳ καὶ κατὰ καιρὸν προϊσχόμενος τὴν χορηγίαν ὡς ἁπάντων πρύτανις. Οὕτως ἁπλοῦν ἡμῖν κυρίως μόνον τὸ θεῖον καὶ παντοδύναμον.

Ἐπεὶ δ’ οὐ μετὰ τὴν κτίσιν, ἀλλὰ καὶ πρὸ τῆς κτίσεως παντοδύναμον τὸ θεῖον, οὐχ ἡ οὐσία μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ δυνάμεις ἄκτιστοι αὐτοῦ, καὶ τοὺς διὰ τοῦτο μεμηνότας καθ’ ἡμῶν ἴσθι τοῖς πονηροῖς κτίσμασι συντεταγμένους. Ἐπεὶ δὲ καὶ ἡ θεοποιὸς χάρις, ἣ καὶ αὕτη παρὰ τῶν ἁγίων θεότης ὀνομάζεται, μία τῶν τοιούτων δυνάμεών ἐστιν, ἀναγκαίως ἄκτιστος καὶ αὕτη, καὶ «ἀπηλλοτριώθησαν αὐτῆς, ἐπλανήθησαν ἀπὸ γαστρὸς οἰκείας, ἐλάλησαν ψευδῆ» οἱ κτιστὴν λέγοντες αὐτήν. Ἐπεὶ δὲ χάρις ἐστὶ καὶ χορηγία, ὁ χορηγῶν ὑπέρκειται ταύτης τῷ αἰτίῳ, καὶ οἱ ἀπειθοῦντες τὸν ὑπὲρ μετοχὴν ὄντα τοῦ παντὸς αἴτιον ἠγνόησαν. Ὁρᾷς πάσας τὰς τῶν πονηρῶν ζιζανίων ἐπισποράς, τοῦ τε κακοδόξου ἐκείνου Βαρλαὰμ καὶ τῶν ὀπαδῶν ἐκείνου διὰ μιᾶς ταύτης ἐγχειρήσεως καθαιρουμένας ἄρδην;

Ὁ ποτὲ ΒΑΡΛΑΑΜΙΤΗΣ. Οἷον ὁ φθόνος κακόν! Νῦν γὰρ ὑπὸ βασκανίας πρὸ τῆς ἀληθείας, καὶ ταῦτ’ ἐπὶ τῶν τοιούτων, τὸ ψεῦδος ἔγνων τιθεμένους τοὺς ἀντιλέγοντας ὑμῖν, καὶ ἃ θαυμάζειν καὶ ἐγκωμιάζειν οὐδ’ ἂν δύναιντο ἀξίως, ταῦτ’ ἐκεῖνοι παντὶ τρόπῳ διαβάλλειν καὶ ἐξουθενεῖν πειρῶνται.

Κἀπειδὴ πέφυκε μὴ γνωστὰ ῥᾷον μηδ’ εὔληπτά τε καὶ εὐπόριστα εἶναι τὰ θαύματος ἄξια, τοῦτ’ ἐκεῖνοι τιθέντες ἀφορμὴν τῆς καθ’ ὑμῶν ἐπιβουλῆς σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦσι τῆς τοιαύτης ὠφελείας. Εἰ γὰρ σὺ τοιαῦτα φθέγγῃ τῶν πατέρων ἐκείνων γεγονὼς ἀκροατής, πόσης ἂν τἀκείνων γέμοι χάριτός τε καὶ συνέσεως.

ΟΡΘΟΔ. Ὁ θεὸς δίδωσι λόγον κατ’ ἐπαγγελίαν, ἀδελφέ, τοῖς δι’ αὐτὸν λαλοῦσιν. ᾯ μόνῳ πρέπει δόξα αἰώνιος· ἀμήν.